Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Γελασίῳ μαθητῇ Ὦ τέκνον μου, ἀββᾶ Γελάσιε, πῶς ποτέ σε ἐξωστράκισεν ὁ ἀρχέκακος σατανᾶς ἐκ τοῦ κοινοβιακοῦ σου παραδείσου, ὥς ποτε τὸν Ἀδὰμ ἐκ τῆς Ἐδέμ, πεισθέντα τῇ βουλῇ τοῦ ὀφιογνώμονος Ἀμμοῦν; καὶ ἄρτι αὐλίζῃ ἐν τόποις, οὓς οὐκ ἐπισκοπεῖ ὁ Κύριος, ἀκανθοφορῶν καὶ ἐργαζόμενος ἐν ἱδρῶτι τοῦ προσώπου σου τὰ πάθη τῆς ἀτιμίας. τί γὰρ καλὸν ἐξεληλυθὼς ἢ εἰργάσω ἢ ἐργάζῃ; τί δὲ οὐ μᾶλλον πονηρὸν καὶ ἀπευκτόν; ἐξέλιπέν σου τὸ νοερὸν φῶς τῆς ὁδηγίας, ἐσβέσθη ὁ σπινθὴρ τῆς πνευματικῆς φιλίας. οἱ φίλοι σου καὶ οἱ πλησίον (οὐ μόνον λέγω τοὺς ποθεινούς σου ἀδελφούς, ἀλλὰ καὶ τοὺς τοῦ θεοῦ ἀγγέλους) ἐξ ἐναντίας σου ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἤγγισαν οἱ δαίμονες, ἐκζητοῦντες ἀπολέσαι σου τοὺς προειργασμένους ἀσκητικοὺς καμάτους. ποῦ ποτέ σου ἡ καθαρὰ προσευχή; ποῦ ποτέ σου ἡ ἀκράδαντος ὁμολογία, ἡ φωτοποιὸς ἐξαγόρευσις, ἡ ἀγγελικὴ χοροστασία, ἡ θεομίμητος ὑπακοή, ἡ χριστοφόρος ταπεινοφροσύνη, ἐκεῖνο τὸ καλὸν καὶ τερπνόν, ὃ ᾄδει ὁ ᾀσματογράφος Δαυίδ, ἡ ἐπὶ τὸ αὐτὸ συνοίκησίς σου τῶν ἀδελφῶν; Τούτων πάντων ἐπεὶ ἔρημος γέγονας, τέκνον μου, ἔχεις ἀντεισαχθέντα σοι τὰ ἐναντία, σκοτασμὸν νοός, ἀναλγησίαν ψυχῆς, πώρωσιν καρδιακήν, δυσπιστίαν, ἀνελπιστίαν, ὀλιγωρίαν, φόβον θανάτου, τρόμον ἀπολογίας. καὶ τί δεῖ καταλέγειν ἕνα ἕκαστον, ὅτι στένων καὶ τρέμων καϊτικῶς πάντως διαβιοῖς; καὶ οὔπω λέγω τῶν σαρκικῶν παθῶν τὸν ἑσμόν, ἀναρριπίζοντά σου τὰ ἐντὸς καὶ ἀναφλέγοντα τὴν ἁμαρτίαν. διὸ δή, τέκνον μου, ἐπιγνοὺς τὸ ἀληθὲς διὰ τῆς ταπεινῆς μου ἐπιστολῆς καὶ ἀναβλέψας πρὸς τὸ φῶς καὶ κατανυχθεὶς θεϊκῶς καὶ πληγεὶς φιλικῶς καὶ ἀναπολήσας καὶ ἀναγνωρίσας ὅθεν καὶ ἐξέπεσας καὶ ἐν ποίοις ἦς δεινοῖς καὶ ποῦ παροικεῖς, ὡς εἰπεῖν, μετὰ τῶν σκηνωμάτων Κηδάρ, ἀνάσφηλον καὶ ἀναπήδησον καὶ ἀνεγέρθητι καὶ ἀνανεώθητι καὶ ἀναθερμάνθητι καὶ μὴ ὥραν, μὴ ἡμέραν, μὴ ἑβδομάδα, ἀλλὰ θᾶττον χαίρειν πᾶσιν εἰπὼν ἧκε ἐρρωμένως καὶ ἀνενδοιάστως πρός με τὸν δύστηνόν σου πατέρα καὶ πρὸς τὴν καλήν σου ἀδελφότητα καὶ πρὸς τὸν μέγαν πατέρα μου καὶ πατέρα σου. Καὶ πρὸς τοῦτο ἐβουλόμην μέν, ἡνίκα ἔμαθον ὅτι αὐτόθι ἐξεπελάσθης, καὶ ἀδελφὸν πέμψαι σὺν τοῖς γράμμασιν, ἵνα σε ἀναρρύσηται· ἐπεὶ δὲ ὁ γραμματηφόρος καὶ πρεσβύτερος ἐβεβαιώσατό με πάντως ἐκ μόνων τῶν γραμμάτων ἥκειν σε, διὰ τοῦτο ἠρκέσθην τῇ ἐπιστολῇ. καὶ δὴ πάντως, τέκνον μου, καθὼς εἴρηται, οὐ μόνον ἐγὼ ὁ τάλας καὶ ὁ πατήρ μου, ἀλλὰ καὶ οἱ δεσπόται ἡμῶν, ὁ Πρόδρομος καὶ ὁ Θεολόγος, ἐγκελεύονταί σοι τάχιστα ἀποκινῆσαι, πρὶν ἀπροσδοκήτου θανάτου καταλάβῃ τέλος. εἰ δ' ἔτι, ὃς οὐχ ὑπολαμβάνω, σκληρυνόμενος σκληρυνθῇς καὶ αὐθαδιάσεις, γίνωσκε ἀκοινώνητόν σε εἶναι καὶ ἐκ πάντων τῶν ἁγίων καὶ ἐξ ἡμῶν τῶν ἁμαρτωλῶν, ἕως ἂν ὄψῃ τὸ πρόσωπον ἡμῶν. εἰ δὲ ἀποκινήσεις, καθὼς ἐνετειλάμεθα, ἤδη ἐρχόμενος λελυμένος εἶ καὶ τῶν θείων δώρων καὶ τῶν ἄλλων βρωμάτων.