Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
81.1
Ἀνατολίῳ καὶ Σαββατίῳ τέκνοισ Τρίτην ταύτην ἐπιστολὴν ὑμῶν ἐδεξάμην, ἐπιπόθητά μου τέκνα καὶ λίαν ἠγαπημένα, ἀφ' ἧς πολλὴν ὑμῶν κατέμαθον τὴν ἀγαθὴν πρὸς θεὸν διάθεσιν καὶ τὴν πρός με τὸν ἁμαρτωλὸν σχέσιν· τὸ γὰρ πυκνοτέρως γράφειν καὶ γνωρίζειν τὰ οἰκεῖα, καὶ μὴν καὶ τῶν ἀδελφῶν τῶν ἐν τοῖς αὐτόθι διεσπαρμένων ποῦ καὶ πῶς αὐτοὺς καθέζεσθαι, ὅπερ ἐδήλου ἡ προγενεστέρα συλλαβή, ἀπόδειξιν ἔχει τῆς θερμῆς ὑμῶν φιλοπατορίας καὶ τῆς διακαοῦς θεοζηλίας. ἐν αἷς φυλαχθείητέ μοι ὦ καλοὶ παῖδες, θέρμην ἐκ θέρμης προσλαμβάνοντες καὶ ζωπυρούμενοι τῷ πνεύματι εἰς πᾶν ἔργον ἀγαθόν. ὑπομονῆς ὁ καιρός, ἀδελφοί, κακοπαθείας· ὡς στρατιῶται Χριστοῦ ταλαιπωρήσατε. οὐκ ἄξια τὰ παθήματα πρὸς τὴν μέλλουσαν δόξαν, ὑπὲρ ἧς πολλὰ ἐνιδρώσαντες ἐπέτυχον οἱ πατέρες ἡμῶν τῶν στεφάνων; Οἴδατε τοῦτο, ὅτι Νεκτάριος ὁ ἀρχαῖος προδότης ἀπεστάτησεν, χεῖρον τοῦ Ἰούδα πράττων· ὅτι ὁ μὲν ἔξαρνος γενόμενος καὶ προδοὺς τὸν κύριον τῆς δόξης ἀπήγξατο μεταμελείᾳ, ὁ δὲ αὐτομόλως καὶ τὸν Χριστὸν ἠθέτησεν διὰ τῆς ἀρνήσεως τῆς ἁγίας αὐτοῦ εἰκόνος καὶ ἀμεταμελήτως μετὰ τῆς οἰκείας ψυχῆς ἀπώλλυ καὶ ἄλλων πολλῶν, ἀπαιτῶν τὰ τῆς ἀσεβείας χειρόγραφα. καί γε Ὀρέστης λειποτακτήσας ἐκ τῶν ἑπτὰ διὰ τὰ μυσαρὰ πάθη ἀπέδωκεν ἑαυτὸν τῷ βαλανείῳ τῆς ἀποστασίας. Διό, τέκνα μου, φυλαττοίμεθα· ἀσεβῶν γὰρ καταπιπτόντων οἱ δίκαιοι, φησίν, ἔμφοβοι ἔσονται. προσέχετε ἑαυτοῖς, παρακαλῶ, καὶ μὴ δῶτε τόπον τῷ διαβόλῳ, ἀλλ' ἔστω ὁ φόβος τοῦ θεοῦ φρουρῶν ὑμᾶς ἐν πᾶσιν. ζηλῶ ἐφ' ὑμᾶς τοῦ εἶναι πεπαιδευμένους, ἀλλὰ βλέπετε ὅτι ἡ γνῶσις φυσιοῖ τοὺς ἀπροσέκτους καὶ ἡ φυσίωσις καταρράσσει. ὑμῖν οὖν καὶ ἡ γνῶσις προστεθείη καὶ ἡ ταπείνωσις ὑψωθείη. Μεθορίζουσίν με ἐκ τῆς Μετώπης εἰς Βονήτης τὸ κάστρον, εἰς Ἀνατολικούς. καὶ χαίρω λίαν, ὅτι διὰ τὸν Κύριόν μου καὶ θεὸν μεταβιβάζομαι. εὔχεσθε ὑπὲρ ἐμοῦ, τέκνα μου, ἵνα σῴζωμαι, παρακαλῶ. ὀρέγοιτε χεῖρα τοῖς ἀδελφοῖς ὑμῶν καὶ μάλιστα τοῖς δέκα λόγῳ, ἔργῳ, κατὰ τὸ δυνατόν, ἵνα ἀναπληροῦντες ἦτε τὸ ὑστέρημά μου. Οἱ ἀδελφοὶ ὑμῶν Ὑπάτιος καὶ Νικόλαος θερμῶς προσαγορεύουσιν. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστω μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. 82 Πέτρῳ Νικαίασ Πολλάκις προθέμενος ἐπιστεῖλαι τῇ ἐμοὶ ποθητῇ καὶ πατρικῇ ἁγιωσύνῃ σου ἐκωλύθην ὑπὸ τῶν ἁμαρτιῶν μου (οὐ γὰρ ἂν ἄλλο τι αἰτιάσομαι μέχρι τοῦ δεῦρο), νῦν δὲ ἐπιτυχὼν καιροῦ καὶ γραμματηφόρου ἡδέως ἤδη προσφθέγγομαι καὶ προσαγορεύω τὴν ἐμοὶ σεβασμίαν καὶ ἱερὰν κεφαλήν· εἰ γὰρ καὶ τὰ μάλιστα ἅπας ἐναθλῶν ὑπὲρ εὐσεβείας ἐραστὸς τῇ ἐμῇ οἰκτρότητι, ἀλλ' ὅμως ἐξαίρετόν μοί τι σέβας ἐπὶ τῇ σῇ πατρότητι πρόσεστιν. ἐπεὶ γὰρ φιλοῦμαι ἀναξίως παρ' αὐτῆς, οὐκ ἀπεικότως καὶ φιλῶ παρὰ τοὺς πολλούς. ὅτι δὲ στέργομαι, δεῖγμα μέγιστον τὸ ἐν καιρῷ τῆς τῶν πραγμάτων κωδωνίσεως ὡς εἴς τι χρήσιμον ὄντα με τὸ κοινῇ συμφέρον ἐκθειάζεσθαι πρὸς αὐτῆς καὶ ἐπαινεῖσθαι, καὶ ταῦτα οὐκ ἰδίᾳ πως καὶ ἐν παραβύστῳ, ἀλλ' ἤδη καὶ ἐπ' αὐτὰς τὰς ἀρχιερατικὰς ἀκοὰς ἀναφερούσης· ὃ τῆς σῆς μὲν φιλίας καί, ἵν' οὕτως εἴπω, ξενολογίας ἐπίσημον, τῆς δ' οὖν ἐμῆς ἀναξιότητος ἔκφυλον, ὑποφριττούσης εἰσέτι καὶ νῦν τὸν τῆς θεοφροσύνης σου ἔπαινον. Τοσαῦτα μὲν περὶ τούτου, εἶδος ἀπολογίας μοι ποιουμένῳ. τί δ' ἂν τὰ ἑξῆς; ἤρθης ὁ πατὴρ καὶ μετήρθης, περιωρίσθης καὶ μεθωρίσθης. ἀκοὴ ἐξ ἀκοῆς προσπελάζουσα ἐθρόησεν, ἐπτόησεν ἡμᾶς τὰ τέκνα σου, οὐκ εἰδότας τὸν τρόπον, ἀγνοοῦντας τὰς διαθέσεις. ἡμεῖς γὰρ οἱ ταπεινοὶ ὡς ἔν τινι ἀγκύρᾳ ἐν τῇ νῦν κλυδωνιζούσῃ καὶ καταποντιζούσῃ αἱρέσει πεποιθότες ἐσμὲν ἐπὶ τῇ μεγαλωσύνῃ σου, πηδαλιουχούσῃ καὶ ἀπευθυνούσῃ ἡμᾶς ταῖς θεοσθενέσιν ἐνστάσεσιν εἰς ἀκίνδυνον εὐπλοΐαν. γνώρισον οὖν ἡμῖν, ὦ μάκαρ, ἀκροθιγῶς ὅπως τὰ κατὰ σέ, ἵνα σου τῷ ἐρείσματι περιζωννύμεθα δύναμιν. καὶ πρὸς τούτοις σθένοις ταῖς προσευχαῖς, ἀλείφοις ἡμᾶς ταῖς παραινέσεσι, πείθοις ὡς οὐκ εἰς τέλος ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν παίουσαν τὴν αὐτοῦ ἐκκλησίαν· εἰ δ' οὖν, καρτερῶς ἡμᾶς φέρειν τὴν βραδυτῆτα, ἣν τοῖς ἀθεωρήτοις αὐτοῦ κρίμασι τῆς σοφίας οἶδεν συμφερόντως ἐπάγεσθαι ἡμῖν τοῖς ταπεινοῖς πάντως. 83 Ἰωσὴφ ἡγουμένῳ Ἤνεγκεν ὁ καιρὸς χρήσασθαί με φιλικῷ γράμματι τῇ ἁγιωσύνῃ σου· πρότερον μὲν γάρ, ἡνίκα σκυθρωπαὶ ὑποθέσεις ὑπὸ τῶν κρατούντων εἰσεφθάρησαν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κατὰ τὰς ἁμαρτίας μου, τοσοῦτον ἀπεσχοινίσθημεν ἐξ ἀλλήλων, ὡς ἀνατολῇ καὶ δύσει ἀκουστὸν γενέσθαι τὸ δρᾶμα τῆς διαστάσεως. φεῦ τῶν ἡμερῶν ἐκείνων· φεῦ τῆς δραματουργίας ἐκείνης· εὐαγγελίου θεοῦ γὰρ ἦν παράβασις, δι' ἣν ἐδονήθη τὰ πέρατα καὶ οὐρανὸς ἐπεστέναξεν. νυνὶ δέ, ἐπὰν ἐκποδὼν γέγονε τὰ τηνικαῦτα τυρβασθέντα νεύσει τῆς προνοίας, εἰ καὶ τὰ χείρονα παραχωρήσει ταύτης ἐξεκαύθη τανῦν, δῆλον ὅτι ἐκ τῶν προλαβόντων ὡρμημένα, φεῦ μέντοι γε καὶ τῶν τῇδε ἡμερῶν, ἃς οὐδὲν ἄλλο ὑποληπτέον ἢ τῆς τοῦ Ἀντιχρίστου παρουσίας προεισόδια. Ὅμως ἐπειδὴ χάριτι τοῦ ὑπεραγάθου θεοῦ εἰς ταὐτὸν ἡμῖν, μᾶλλον δὲ τῇ ἀληθείᾳ συμφρονοῦσα ὤφθη καὶ τὴν αὐτὴν ἔνστασιν τῆς εὐσεβείας τοῖς πᾶσιν ὀρθοδόξοις αἱρησαμένη, καὶ ταῦτα ἐν γήρει καὶ προθυμίᾳ ζεούσῃ, ὃ καὶ παράδοξον καὶ αἰνούμενον, ἐπανατρέχων εἰμὶ ὁ ταπεινὸς εἰς τὴν πάλαι ἀγάπην καὶ συνάφειαν· οὐδὲν γὰρ οὕτως ἰσχυρὸν εἰς ὁμόνοιαν, ὥς φησι τὸ θεῖον στόμα, ὡς ἡ περὶ θεοῦ συμφωνία, καὶ οὐδὲν οὕτως εἰς διάστασιν ὡς ἡ περὶ αὐτοῦ διαφωνία. Διὰ τοῦτο ἀπεκδυσάμενος ὥσπερ τι νέφος πονηρὸν τὰ προλαβόντα μετὰ χαρᾶς μεγάλης αἴθριόν σοι τὸ τῆς ὁμονοίας φάος ἀνατέλλω πρὸς τὰ παρόντα καὶ ὡς πατρί μου ἀγαπητῷ προσσφθέγγομαι καὶ ὡς δεδιωγμένῳ καὶ περιωρισμένῳ ἕνεκεν δικαιοσύνης πρόσειμι, στεφανῶν σε τοῖς ἐπαίνοις καὶ μεγαλύνων τοῖς ἐγκωμίοις τὴν πολιὰν τὴν αἰδέσιμον, τὴν ἄσκησιν τὴν μακροχρόνιον. καὶ ὢ τῆς μεγαλοδωρεᾶς τοῦ θεοῦ, οὐκ ἐασάσης ὑπὸ τὸν σκοτεινὸν μόδιον τὸν πρὶν καλυφθῆναί σου τὰ φωτοειδῆ ἀριστεύματα. ὁμολογητήν σε νῦν Χρι στοῦ προσκυνῶ, φύλακα ὀρθοδοξίας αἰνῶ, συγχαίρων καὶ συναγαλλόμενός σοι ἐν τοῖς ὑπὲρ τοῦ ἀγαθοῦ ἀγωνίσμασιν, εἴπερ τῶν χαρισμάτων τὸ μέγιστον κατὰ τὸν ἀπόστολον τὸ ὑπὲρ Χριστοῦ πάσχειν· πλὴν ὅτι τὸ τίμιόν σου γῆρας κατελεῶν εἰμι, κακοπαθεῖν οὐκ εὐχερῶς ἔχον. ἀλλ' ὅμως πέποιθα ὅτι πάντα ἰσχύσειας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ εἰς νῖκος ὀρθοδοξίας, εἰς καύχημα ἐμοῦ τε τοῦ ἁμαρτωλοῦ καὶ τῶν ἐξ ἴσου φιλούντων σε, μᾶλλον δὲ καὶ τῆς ὅλης ἐκκλησίας τοῦ θεοῦ, εἰς στέφανον δικαιοσύνης σου αἰώνιον. Ἀντιγράψαι δὲ εἰ οὐχ οἷόν τε, ἀλλ' οὖν χαρίζου μοι τὸ κράτιστον ὧν ἔχεις, τὰς ἱερὰς προσευχάς σου· πλήρης γάρ εἰμι ἁμαρτημάτων καὶ πάντων ἀνθρώπων οἰκτρότερος. 84 Γρηγορᾷ λαϊκῷ Ἡ πολλή σου καὶ θερμὴ διακονία καὶ προσεδρία τῶν ἐν ταῖς φυλακαῖς ἀδελφῶν πεποίηκέν σε, ὦ ἄνθρωπε τοῦ θεοῦ, ἄποικον, φυγάδα, ἀλήτην. ἀλλὰ θάρσει· ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσῃ, ἡ ἄνω Ἱερουσαλήμ σοι εἰς κατοικητήριον. τῷ ὄντι ἐνήθλησας, ἐταλαιπώρησας, ἐδαπανήθης, ἐκονδυλίσθης, ἐξεζητήθης, καὶ μέντοι καὶ κατεκρατήθης, κἂν οὐ τέλεον, ὁ μισθός σοι μέγας ἐφίσον τῶν φρουρουμένων, ἐπεὶ καὶ μείζων. ἀδελφὸς ἡμῶν εἶ, σύμψυχος, συγκοινωνός, εἴ γε καὶ ἔχοιμέν τι ἀγαθὸν κἀν τοῖς σωματικοῖς ὡσαύτως. ὁ θεός σε σώσειεν, προσεύχου περὶ ἡμῶν. καὶ ἀπὸ τοῦ νῦν δὲ καὶ πόρρωθεν, ὡς ἂν δύνῃ, τοῖς ὑπὲρ θεοῦ φρουρουμένοις βοήθει, εἴ τινες ἂν εἶεν, ἄνδρες καὶ γυναῖκες· πάντες γὰρ ἐν Χριστῷ ἀδελφοί. 85 Ἄννῃ ἡγουμένῃ Τί ἂν ἀκούσας περὶ τῆς τιμιότητός σου περιχαρῶς ἐδεξάμην ὡς ἐπὶ τῷ μαθεῖν με ἐγκεκλεῖσθαι αὐτὴν νῦν διὰ τὸν Κύριον ἡμῶν καὶ θεόν; ὦ σοφὴ γυναικῶν· ὦ αἷμα Θεοκτίστης τῆς μεμακαρισμένης σαρκικὸν ὁμοῦ καὶ πνευματικόν. τοῦτό σοι τῶν προηνυσμένων ἀσκητικῶν ἀγώνων τὸ διάδημα, τοῦτο τῆς δεδοκιμασμένης σου ὑποταγῆς τὸ ἀναβλάστημα. ὡς μέγιστόν σου τὸ κλέος· ὡς ὑπέρλαμπρόν σου τὸ κατόρθωμα. ἐξ εὐγενῶν εὐγενὴς τὸ κατὰ σάρκα καὶ τὸ κατὰ πνεῦμα. ποῖός σοι λόγος οὐκ ἄξιος ἐπαίνου; ποία σοι γλῶσσα οὐκ ἐγκωμίων χρεῶστις; ἀλλὰ τί τὸ ζητούμενον; ἵνα σου τελειώσῃς τὸν ἀγῶνα. εἰ καὶ μόνη εἶ ἐγκεκλεισμένη, ἀλλὰ μετὰ Χριστοῦ καὶ τῶν ἀγγέλων· εἰ καὶ σωματικῶς ὀδυνηρόν, ἀλλὰ πνευματικῶς ἀγαλλιαστόν, μὴ ὁρώσης σου πρὸς τὰ βλεπόμενα πρόσκαιρα, ἀλλὰ πρὸς τὰ ἀόρατα καὶ οὐράνια. ἐάν σου τελειωθείη τὸ ἔργον, οἷόν σοι χορεῦσαι μετὰ ὁμολογητῶν Χριστοῦ. Στῆθι, παρακαλῶ, κυρία, δυναμώθητι ἄνωθεν. μὴ πτοηθῇς βασιλέα, ἐὰν δεῖ σε κατ' ὄψιν ἐλθεῖν, ὡς οὐκ ἐπτοήθησαν αἱ μάρτυρες, μὴ γύμνωσιν σώματος καὶ πληγάς, ἐὰν καὶ τοῦτο ἔλθῃ· ὁ Χριστὸς γὰρ περιστολή σου, βοήθεια ἰσχύσαι σε πάντα, ὡς Φεβρωνία καὶ αἱ ἐφάμιλλοι αὐτῆς. ταῦτά σοι παρ' ἐμοῦ ἐκ πολλῆς φροντίδος καὶ τῆς κατὰ Κύριον ἀγάπης, ἵνα μὴ ἔξαρνος γίνῃ Χριστοῦ. 86 Λέοντι πατρικίῳ Εἰ αὐτὸς οὐκ ἀτονεῖς εὖ ποιεῖν τῇ ἐμῇ ταπεινώσει δι' οἶκτον φιλανθρωπίας, μή τι ἆρα ἐγὼ ὑποίσω τοῦ μὴ ἀπολογεῖσθαι τῇ ἀγαθῇ σου ψυχῇ κἂν διὰ λόγου; ὢ τῆς συμπαθοῦς σου διαθέσεως· ὢ καρδίας φιλελεήμονος· ὢ ψυχῆς φιλοοικτίρμονος. ἔοικάς μοι, ὦ δέσποτα, πηγῇ ἀειρρύτῳ ἀναψυχούσῃ με ἐκ δίψους αἰσθητοῦ τε καὶ νοητοῦ, ἢ μᾶλλον παραδείσῳ παντοίων ὡραίων καρπῶν πεπληρωμένῳ, ἐξ οὗ πάρεστίν μοι ἀπολαύειν τῶν ἐπιθυμουμένων. καὶ ὄντως φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδέν. ἐγὼ δὲ πατέρα σε προσαγορεύειν ἀξιῶ, φιλοτεκνίας ἰδιώματα ἐπιδεδειγμένῳ μοι ἔκπαλαι τῶν χρόνων μέχρι τοῦ δεῦρο· ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι οὔτε χρόνος οὔτε τρόπος θλίψεως, οὐ πειρασμοῦ ὑπόθεσις, οὐχ ὑπαρχόντων ἐξ ἐπηρείας ἀφαίρεσις, οὐκ ἄλλο τι, οὐ μικρόν, οὐ μέγα, ἤμβλυνέν σου τὸ πλῆρες τῆς ἀγαθοσύνης. καίτοι γε ὁρῶμεν ἐπὶ γονέων οὐ πάντῃ διασεσωσμένον τὸ φυσικὸν φίλτρον, ἀλλ' ἔστιν ὅτε ὑπολῆγον ἢ καὶ εἰς ἔχθραν μεθιστάμενον καθ' ἡντιναοῦν σύμβασιν. ἐπὶ δὲ τῆς σῆς μεγαλοφυΐας καὶ θεοσεβείας οὐχ οὕτως· ὁ αὐτὸς γὰρ εἶ ἀεὶ καὶ ἀναλλοίωτος, ἐπειδὴ θεοῦ τοῦ ἀναλλοιώτου καὶ ὡσαύτως ἔχοντος τὸν ἔρωτα κέκτησαι. Σοὶ μὲν οὖν τοιοῦτον, ἄνθρωπε τοῦ θεοῦ, τὸ κλέος, ἐγὼ δὲ δέδοικα μή ποτε εἰς κρίμα μοι εἴη ἡ τῆς ἀγαθότητός σου περιουσία· τί γὰρ καὶ ἀποδώσοιμι ὁ πτωχὸς ἢ παραρρεριμμένην μου προσευχήν; αἰτῶ οὖν τὸν ἀγαθόν μου θεὸν ἐπισκοπὴν ἀντὶ τῆς ἐμῆς ταπεινώσεως ποιεῖσθαί σοι πρὸς πᾶσαν μὲν σωτηρίαν, μάλιστα δὲ κατὰ τὴν λυττῶσαν χριστομάχον αἵρεσιν. 87 Εἰρήνῃ πατρικίᾳ Ἐγώ, κἂν οὐ δέχωμαι γράμματα παρὰ τῆς τιμιότητός σου, ὦ κυρία, οὐ διαλείψω ὁπόταν τύχοιμι ἐπιστοληφόρου πιστοῦ ἐπιστέλλειν σοι ὡς μητρί μου πνευματικῇ· πῶς γὰρ καὶ μὴ καλέσαιμί σε οὕτως διὰ Χριστὸν πάσχουσαν, διασπασθεῖσαν τῆς κεφαλῆς, ἐκβληθεῖσαν οἰκίας, πόλεως, συγγενῶν, φίλων καὶ ἐν ἐσχατιᾷ τινι περιωρισμένην; καὶ οὔπω λέγω τῶν ἄλλων σου ἀγαθοεργιῶν τὰ ἐπίσημα, ἔκπαλαι τῶν χρόνων διηνυσμένα, ἐπεὶ καὶ τὰ εἰς ἐμὲ τὸν ἁμαρτωλὸν γεγενημένα καὶ ἔτι γιγνόμενα. ταῦτα γυναικὸς ἀνδρικωτάτης τῷ πνεύματι, ταῦτα ψυχῆς μαρτυρόφρονος, ταῦτα καρδίας ζητούσης τὸν θεὸν ἐξ ὅλης δυνάμεως. ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν, ὅτι γυνὴ συγκλητικὴ ἦρεν ὁμολογίας Χριστοῦ στέφανον, ἀκουέτω ἀνατολὴ καὶ δύσις ὅτι καὶ νῦν τὸ χρυσοῦν γένος τῶν μακαρίων θηλειῶν ἐξ ὧν Θέκλα καὶ Φεβρωνία ἀνατέταλκε. τί γάρ; εἰ καὶ μὴ ἐσφάγης, ἀλλὰ τῇ προθέσει καὶ τοῖς παρακολουθήμασιν εἵλου τὸ πάθος. μακαρία εἶ ἐν γυναιξί, τρισμακαρία εἶ ἐν μητράσι. ποῦ ποτ' ἂν εἶεν αἱ λοιπαὶ μητέρες; ποῦ ποτ' ἂν αἱ ἐν τοῖς μεγίστοις ἀξιώμασι τελοῦσαι; μία ἐκ πασῶν καὶ πρὸ πασῶν σὺ ἠρίστευσας, σὺ δέδωκας καιρίαν πληγὴν τῷ διαβόλῳ. Ἀλλ' ἐπεὶ οὐχ ὁ ἐναρξάμενος ἤδη τοῦ καλοῦ μακαριστός, ἀλλ' ὁ εἰς πέρας ἀγαγὼν τὴν καλὴν ἐγχείρησιν, δέομαί σου, δέσποινά μου αἰδέσιμε, τόνωσόν σου τὸ πνεῦμα ἐπὶ τέλει τῶν ἀγώνων, βίου εὐκλεοῦς συγγραφὴν τοῖς μεταγενεστέροις τὴν σαυτῆς ζωὴν ἐγκαταλιμπάνουσα. τοῦτο δὲ παρακαλῶ καὶ ὑπομνήσκω, πεφεισμένως ἔχειν σε τοῦ σώματός σου τῆς ὑγείας· οἶδα γάρ σου τὸ ἀκρατὲς τῆς προθυμίας. χρῶ τοῖς ῥωννύειν σε δυναμένοις· παρηγοροῦ ἑαυτήν, ἱκανὸν τὸ ἆθλον τῆς στερήσεως πάντων. Σοὶ μὲν τῇ μητρὶ ταῦτα ὡς ἐν βραχέσι. τί δὲ φῶμεν τῇ κυρίᾳ θυγατρὶ καὶ παρομαρτούσῃ σου τῇ ἀρετῇ; ἐξ ἀγαθῆς ῥίζης ἀγαθὸς ἐβλάστησας καρπός. μὴ λυποῦ ὅτι ἐστερήθης τοῦ ὁμοζύγου· εἰ γὰρ παρῆν, οὐκ ἂν ἐν οἷς εἶ νῦν κατελαμβάνου, μετὰ μητρὸς μέν, ἀλλὰ καὶ μάρτυρος, μετὰ πατρός, ἀλλὰ πλέον μετὰ τοῦ ἄνω καὶ ἀθανάτου, οὐκέτι ὡς ἐν σαρκί, ἀλλ' ὑπὲρ σάρκα. ἄλειφε τὴν τεκοῦσάν σε μάρτυρα, παρακαλῶ, συνδιάμειβε τὸ τῆς ἐξορίας ἆθλον, καθὰ καὶ ποιεῖς, ὑπηρέτει ὁμολογηστρίᾳ Χριστοῦ. ἀρκεῖ σοι εἰς εὐδοξίαν καὶ σωτηρίαν ἡ συνοίκησις καὶ συνάθλησις. ταῦτα ἐξ ἀγάπης πνευματικῆς, ἐκ φροντίδος μοι περιπονητικῆς· ἐπεί, ὡς εἴρηται, ἴσμεν σοφήν σε οὖσαν πάντα ποιεῖν ὅσα ὁ λόγος ἀπαιτοίη. Ἀπεδεξάμην καὶ νῦν τὰς προσφοράς σου καὶ ἕως ποτὲ ἄρτι ἐν ἐξορίᾳ. ἀλλὰ παντὶ ὁ πόθος πρᾶγμα εὐάνυστον. ἀνενεχθείησαν πάντα εἰς ὀσμὴν εὐωδίας τῷ Χριστῷ. εὔχεσθε καὶ αὐταὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. 88 Μόσχῳ λαϊκῷ Πολλά σου τὰ ἀγαθά, θεοφιλέστατε δέσποτα, ἃ ἐφ' ἡμῖν τοῖς ταπεινοῖς οὐ μόνον εἰργάσω, ἀλλὰ καὶ ἔτι ἐργάζῃ (τί οὐ παρηγορούμενος; τί οὐκ ἀποστέλλων;), μεθ' ὧν καὶ τὰ νῦν πλεῖστα καὶ ἡδυτερπῆ. καὶ τίς ὁ ἀνταποδιδοὺς ἀλλ' ἢ ὁ ἀγαθὸς θεός; δι' ὧν ποιεῖς ἔδειξάς σου τὴν ἀγάπην ἀναλλοίωτον, ἐφανέρωσάς σου τὰς ἀστραπὰς τῆς προθέσεως διᾳττούσας. ἐκ πόσου γὰρ τόπου διεκτοπισμένος καὶ ὅμως ἀπολαύω σου τῶν ἀγαθῶν, μετὰ τὸ καὶ τοὺς εἰσιόντας ἀδελφοὺς κόπους σοι παρέχειν· τοὺς μέν, ὡς ἀκήκοα, καὶ νοσηλευθέντας ἐν τῇ Ἀβραμιαίᾳ σου καὶ εὐλογημένῃ ἑστίᾳ, διὰ τὸ καταγώγιον αὐτὴν εἶναι πολλῶν μοναχῶν καὶ τροφευτήριον ὀρφανῶν. ὁ τῶν ὀρφανῶν σε πατὴρ θεὸς διαθρέψειεν εἰς αἰῶνας· ὁ Ἀβραάμ σε περιθάλψειεν ἐν κόλποις ὡς ὁμόζηλον σὺν ταῖς κυρίαις ταῖς ἀδελφαῖς, μεθ' ὧν θεραπεύεις Χριστόν. ἰδοὺ δή, τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; καὶ ἐφ' ὑμῖν πεπλήρωται. ἀπήλαυσά σου τῶν ἀγαθῶν διαπορευόμενος τὴν ἐξορίαν ἐκ τοῦ εὐλογημένου σου προαστείου τῆς Προύσης· ἰδοὺ καὶ πόρρωθεν ὢν δεξιοῦσαι ἡμᾶς. Πληθυνθείη σοι πάντα τὰ καλὰ πνευματικῶς τε καὶ σωματικῶς, φυλαχθείης μοι ἀσινὴς κατὰ σώματος ὑγίειαν καί γε κατὰ ψυχὴν ἐξ ἀκοινωνησίας τῶν χριστομάχων αἱρετικῶν. 89 Εὐσχήμονι Λαμψάκου Ἔγνων ὡς ἡ ὁσιότης σου εἴληπται ὑπὸ τῶν διωκτῶν· καὶ τοῦτο τῆς προνοίας, ἵνα καὶ διὰ τῆς σῆς ὁμολογίας ὑπηρεισθῇ καὶ ἑδραιωθῇ ἡ τοῦ θεοῦ ἐκκλησία ἐκ τοῦ καταλαβόντος αὐτὴν ἐξ ἀσεβείας σεισμοῦ. οἷα γὰρ ὁρᾷς, ὦ φιλότης, τὰ πτώματα· πῶς εὐαρίθμητοι σχεδὸν οἱ ἀκατάβλητοι ἐξ ἁπάντων βαθμῶν, πάντες δὲ ὕπτιοι. ὢ τῆς ἐξαφθείσης ὀργῆς· ὢ τῆς ἐπὶ τὰ πάλαι ἀναδρομῆς. ἐγενήθημεν ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε ἀφῄρητο ὁ τῆς ἐκκλησίας κόσμος καὶ διεσχέδαστο νόμος θεοῦ. τοιαῦτα τὰ παρόντα, ἐλεεινά, σκυθρωπά· θυσιαστήρια καθυβρισμένα δι' ἀτιμίας τῶν ἁγίων εἰκόνων, ναοὶ βεβηλούμενοι διὰ τῶν ἐναγῶν ἱερέων. τί πολυλογεῖν δεῖ; Χριστὸς ἀτιμώμενος καὶ διωκόμενος διὰ τῆς ἀθετήσεως τοῦ ἱεροῦ αὐτοῦ χαρακτῆρος. εἰ δὲ Χριστοῦ οὕτως, τί τῆς Θεοτόκου ἢ οὑτινοσοῦν τῶν θεοῦ θεραπόντων; ταῦτα θρήνων καὶ ὀδυρμῶν· ταῦτα ἠκουτίζετο μὲν ἡμῖν παρὰ τῶν οἰκείων πατέρων, πείρᾳ εἰδότων τὰ τότε συμβεβηκότα, νῦν δὲ καὶ ἡμῖν τοῖς ταπεινοῖς παρίσταται ἄγαν ἀνιῶντα. Ἀλλὰ ἆρον, ὦ πάτερ, πρὸς τὸν οὐρανόν σου τὰς παλάμας· ἀλλ' ἱλέωσαι θεόν· ἀλλὰ ὄρεξον δεξιὰν πρεσβευτικὴν κἀμοὶ τῷ ἀδρανεῖ καὶ ἁμαρτωλῷ, ἐνεγκεῖν ἡμᾶς πάντα μετὰ χαρᾶς ὅσα καὶ χαρίσοιτο Χριστὸς δι' αὐτὸν παθεῖν, μὴ φοβουμένους θεοκελεύστως τοὺς ἀποκτένειν δυναμένους τὸ σῶμα, ἀλλὰ τὸν καὶ τοῦτο καὶ τὴν ψυχὴν ἐμβαλεῖν ἔχοντα ἐξουσίαν ἐν τῷ ἀσβέστῳ πυρὶ τῆς γεέννης. 90 Ἱλαρίωνι ἀρχιμανδρίτῃ Εὗρον ὀψὲ τοῦ καιροῦ ἀσπάσασθαι τὸν ἐμὸν ἅγιον πατέρα διὰ γράμματος· ὡς γὰρ γινώσκει σου ἡ τιμιότης, τῆς αἱρέσεως μαινομένης καὶ μακρὰν ἡμῶν ἀπῳκισθέντων διὰ τῆς ἐξορίας, σπάνιον εὑρεῖν γραμματηφόρον καὶ μάλιστα πιστόν. γλίχομαι οὖν μαθεῖν τὰ τῆς πατρότητός σου, ποῦ καὶ πῶς καὶ ἔνεστι καὶ περιενέχθη ὑπὸ τῶν ἀνομούντων. πάντως δέ, ὡς τῶν πολλῶν κατ' ἀρετὴν προύχοντα, πολλά σε παθεῖν ὑποτοπάζω θλιπτικὰ καὶ στενωστικά· οὗ γὰρ ἡ κατὰ θεὸν ἰσχὺς βαθεῖα, ἐκεῖ καὶ ὁ τῶν ἐναντίων πόλεμος πικρός. ἀλλ' ὅμως καὶ σοῦ ἐστιν, ὦ πάτερ, λέγειν πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. οἶδας δὲ πῶς ἡμᾶς ἐγκατέλιπον οἱ πολλοὶ τῶν ὁμοταγῶν, ὧν τὰ ὀνόματα ἑκὼν ὑπερβήσομαι, ἀγαπήσαντες τὸν νῦν αἰῶνα. φεῦ τῆς συμφορᾶς, φεῦ τῆς ἥττης· ἐὰν τὸ φῶς, φησί, τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον; καὶ ἐὰν τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσετι; ποτνιώμενος καὶ σφαδάζων φῶ. ταῦτα, πάτερ, ἐπὶ σὲ οὐκ ἔστι διδάξαι. ἐξέλιπεν φυσητήρ, ὁ προφήτης φησίν, εἰς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ. πόσα ὁ ἱεράρχης ἡμῶν καὶ ἀληθινὸς ποιμήν, πόσας ἡ ἀδελφότης πρὸς ἑαυτήν; καὶ ἕωλα πάντα· μικρὰ προσβολὴ ἐναντίου πνεύματος καὶ αὔτανδρος ἡ ναῦς τῶν ψυχῶν βυθῷ τῆς ἀσεβείας. Ἐκείνοις μὲν δοθείη ὀψέ ποτε ἀνανήξασθαί τε καὶ ἀναμαχήσασθαι τὴν ἧτταν· σὲ δὲ ὁ ἀγαθὸς θεὸς φυλάξειεν ἐναθλοῦντα, κοπιῶντα, εἰς μέγα ὄφελος τῆς αὐτοῦ ἐκκλησίας, εἰς αὔχημα τῆς Βυζαντίδος, εἰς κλέος τῶν μοναστῶν, ἀλλὰ γὰρ καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ τέκνου αὐτοῦ προσευχόμενον, ἵνα σῶος διαμείνοιμι, ἑπόμενος ὑμῖν τοῖς ἁγίοις μου πατράσι. 91 Τοῖς Γραμματικοῖς τοῖς δυσὶν ἀδελφοῖσ Οὐδὲν ἰσχύει τὸ γράμμα τὸ ἐμὸν πρὸς παράκλησιν ὀδυνωμένης ψυχῆς, οἵα ἡ ὑμετέρα τῶν ἐμοὶ σεβασμίων πατέρων ἐκ τῆς πείρας καὶ φρουρητικῆς βασάνου τῶν κακούντων. ἀλλ' ὅμως, ἐπειδὴ ῥᾳστώνην τινὰ φέρει τὸ ἐξειπεῖν καὶ ἀκοῦσαι, κατ' ἀμφότερα καλῶς ἔχειν ἔδοξα καὶ νῦν ἐπιστεῖλαι, ὑποδεικνὺς ὑμῖν τὴν ἐνοῦσάν μοι διάθεσιν τῇ πρὸς τὴν σεμνότητα ὑμῶν ἀγάπῃ ἄκρως κεχαρακτηρίσθαι, ἐμμέριμνόν τε εἶναι οὐκ ὀλίγως εἰς τὴν περιφύλαξιν ὑμῶν, ὑπολογιζομένην δι' ἣν αἰτίαν τῶν ἄλλων μόνον ὑμᾶς κατέχεσθαι ἐν τοῖς αὐτόθι ὑπὸ χειρῶν ἀνόμου, δεινὰ ζῆν ποιοῦντος τοὺς τοῦ Κυρίου ὁσίους. ὢ τῆς τοῦ θεοῦ μακροθυμίας, ἀναινομένης τῶν πραττομένων πάντως, ἵνα τῶν πασχόντων τὸ δοκίμιον τῆς πρὸς αὐτὸν πίστεως χρυσίου τιμαλφέστερον γνωρισθῇ, τῶν δὲ δρώντων ἔκκλησις ὁδοποιηθῇ πρὸς μετάνοιαν, εἴτουν ἀναπληρωθῇ τὸ τῶν ἁμαρτιῶν ἀπόκριμα. πάσχοιτε, οἶδ' ὅτι, πατέρες μου, πικρὰ καὶ δύσοιστα (πῶς γὰρ οὔ;), ἔχοντες μὲν δεινὸν τὸν κακοῦντα καὶ τοσοῦτον, ὅσον τῶν πάντων ὑπερβάλλοντα τῇ ἀσεβείᾳ, οὐκ ἔχοντες δὲ ὡς οἱ πολλοὶ τῶν ἀθλούντων τοὺς ἡμεδαποὺς καὶ γνωρίμους, ὅπερ οἶδεν πλεῖστα παραμυθεῖσθαι τοὺς ταλαιπωρουμένους. τί οὖν πρὸς ταῦτα ἐροῦμεν; τὸ ὑμῖν ᾀδόμενον ἐξ ἀποστολικῶν χειλέων ἐναργῶς, οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν εἰς ἡμᾶς. Διὸ μετάδοτε ἡμῖν, ὦ σεβαστοί, τοῖς ἀστηρίκτοις τῆς ἀνδρικῆς ὑμῶν καρτερίας, τονώσατε ἡμῶν τὰς εὐσαλεύτους ψυχὰς ταῖς ἱεραῖς προσευχαῖς, ἱλεώσασθε θεὸν ἐπιταχύναι εἰς συμπάθειαν τῶν ἀπολελωκότων τὴν ὑπομονὴν καὶ τοῦ καιροῦ φροντιζόντων, ἀλλ' οὐ ψυχῶν· καί γε εἰσακούσειεν ὁ Κύριος, ταχεῖαν καὶ μὴ βραδύνουσαν ποιούμενος τὴν ἐπισκοπήν. 92 Στεφάνῳ ἀνεψιῷ Ἔμαθον ὡς κρατεῖσαι καὶ αὐτὸς ὑπὸ τῶν δυσωνύμων αἱρετικῶν, ὦ γνησιώτατέ μοι καὶ τιμιώτατε· καὶ ἐλυπήθην μὲν ὅτι ἐξ ἀφορμῆς ἄλλης, ἐχάρην δὲ λίαν ὅτι διὰ Χριστὸν ἡ φυλακή σου. πάντα γὰρ χαρίζονται οἱ νῦν ἀσεβοῦντες, ἀντιλαμβάνοντες ὃ ζητοῦσιν. ἀλλὰ χάρις τῷ ἐνδυναμώσαντί σε Χριστῷ πάντα παριδεῖν ὑπὲρ ἑνὸς μόνου, τοῦ μὴ ἀσεβῆσαι, ὃ γενήσεταί σοι εἰς κλέος ψυχῆς, εἰς δόξαν ἀνθρωπίνην, εἰς ἀρετῆς αὔχημα, εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν. Ἐνέγκωμεν οὖν, ἀδελφέ, τὴν διὰ Κύριον φρουράν, τὴν θλῖψιν, τὴν στενοχωρίαν, ἀνθ' ὧν ἀνατελεῖ σοι εὐφροσύνη αἰώνιος, ζωὴ ἀτελεύτητος. καὶ τανῦν δὲ ἄγγελός ἐστιν ὁ περιέπων σε, ὑφέστιός σοι γιγνόμενος· αἰνοῦσίν σε οἱ γνώριμοι, εὐφημοῦσιν οἱ ὀρθόδοξοι· πάντα σοι εἰς καλὸν συντρέχει καὶ συνδραμεῖται τελειοῦντι ἰσχύει Χριστοῦ τὸν δρόμον. σήμανόν μοι, εἰ δύνῃ, καὶ αὐτὸς τὰ σαυτοῦ διὰ γραμμάτων, προσευχόμενός μοι, ἀδελφέ, ἀνεπιλήστως, ὅτι ἁμαρτωλός εἰμι ὑπὲρ πάντα ἄνδρα. 93 Κηροπράτῃ Ἐν ταῖς ἡμέραις ταύταις μέγα φιλίας καὶ εὐσεβείας δεῖγμα χαιρετισμὸς καὶ προσηγορία ψιλὴ εἰς τοὺς διὰ Χριστὸν ἐξωρισμένους, τὸ δὲ καὶ δωρεὰς ἀποστέλλεσθαι πολλοῦ ὅτι μάλιστα τοῦ πόθου καὶ τοῦ θείου ζήλου. τοιοῦτος ὁ ἠγαπημένος μου δεσπότης πρὸς τὴν ταπείνωσίν μου, καὶ αἱ ἀποστολαί σου ἡδεῖαι, φωτὸς ὑπεκκαύματα, σύμβολα τοιαῦτα τῆς κατὰ ψυχήν σου καθαρότητος καὶ τῆς κατὰ τὸ φρόνημα ὀρθοδόξου τηλαυγήσεως. νῦν γάρ, ὡς ὁρᾷς, ἐν νυκτὶ τὰ τῆς ἐκκλησίας καὶ ζάλῃ, καταποντιζούσῃ οὐ σώματα, οὔπω γὰρ τὸ δεινόν, ὅσον τὸ ψυχὰς εἶναι τὰς ἀθανάτους τὰς ναυαγούσας. καὶ ὢ τῆς δεινῆς συμφορᾶς, πυρσοῦ μὴ φαινομένου μηδ' αὖ λιμένος ἐν τοῖς αὐτόθι. Φυλάττου τοιγαροῦν, ἀγαπητέ, κυβερνώμενος ὀρθοδόξως, ἀκαταβαπτίστως ταῖς αἱρετικαῖς τρικυμίαις, εἰς οὐρανὸν ἀνατείνων τὸ ὄμμα, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα τὸν Κύριον τῆς δόξης, ὃν ἀτιμάζειν τολμῶσι δι' ἀτιμίας τῆς ἁγίας αὐτοῦ εἰκόνος οἱ τὰ Ἰουδαίων ἴσα πράττοντες. αὕτη ἡμῶν ἡ μικρὰ προσφώνησις εἰς ἀντίδοσιν ἀγάπης τῇ φιλουμένῃ σου τιμιότητι μετὰ καὶ προσευχῆς ἡμῶν ἁμαρτωλῆς, μὴ ἐχόντων ἄλλο ἀμοιβαῖον δῶρον. 94 Λέοντι ἀρωματοπράτῃ Ἐπιστέλλω σοι καὶ ὡς ἀνθρώπῳ τοῦ θεοῦ καὶ ὡς φίλῳ γνησίῳ καὶ ὡς εὐσεβεῖ ἀνδρὶ καὶ ὡς ζηλωτῇ διαπύρῳ. ὁρᾷς οἷα τὰ παρόντα, ὦ φιλότης, οἷον πῦρ ἐμπρῆζον τὴν ἐκκλησίαν τοῦ θεοῦ, δῆλον ὅτι ἐκ τῶν προλαβόντων ὑπεκκαυμάτων ἐξηρτυμένον. ἔφαγεν ἡμᾶς ἡ φλόξ τῆς μοιχείας, ἐδαπάνησεν ἡμᾶς ἡ βολὶς τῆς μοιχοζευξίας, αἱ δι' αὐτάς, φημί, διώξεις καὶ φυλακαί, ποιναί τε καὶ ἐξορίαι καὶ ἀναβρασμοί, προσθείην δ' ἂν οὐκ ἀπεικότως καὶ τὰ πρὸ τούτων ἐπὶ τῶν Σιμωνιανῶν καὶ διὰ τοὺς Σιμωνιανοὺς (οὐ γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ μάστιξιν, ἐξορίαις τε καὶ φυλακαῖς τὰ ἑαυτῆς οἶδεν ἐκδικεῖν), εἶτα πρὸς τούτοις τὰ διὰ τοὺς Παυλικιάνους καὶ κατὰ τῶν Παυλικιάνων. οὐ γὰρ μάχαιραν καὶ ξίφος καὶ μάστιγας ὁ νόμος ὁ ἐκκλησιαστικὸς φέρει κατά τινος· πάντες γάρ, φησίν, οἱ λαβόντες μάχαιραν μαχαίρᾳ ἀποθανοῦνται. ἀλλ' ὅμως ἐπειδὴ ταῦτα πάντα ἐνηργήθη, συνεξελήλυθε καὶ ὁ τῶν κακῶν κολοφὼν ὡς ἐκ μυχῶν τοῦ ᾅδου, ἥδε ἡ χριστομάχος αἵρεσις, πάντας ὀλεθριοῦσα. ὢ ὢ τῶν δεινῶν, καὶ ἡμῖν ἔξεστι λέγειν, οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ οὔτε θυσία οὔτε προσφορὰ οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος. Διὸ παρακαλῶ σου τὴν θεοφιλίαν φυλάττεσθαι τῆς ἀθέου κοινωνίας τῶν αἱρετιζόντων χεῖράς τε ὀρέγειν, καθ' ὅσον οἷόν τε, τοῖς ἀπολλομένοις, ἀλλὰ γὰρ καὶ τοῖς εὐσεβέσιν, ὅπερ σοι καὶ σύνηθες ποιεῖν πάντοτε, ἔργῳ, λόγῳ, ὅτι περὶ ψυχῆς τῆς ἀθανάτου τὸ κινδυνευόμενον. ἂν οὕτω ποιῇς, οἶδ' ὅτι καὶ θεός σοι εἰς ἀσφάλειαν κινδύνου ἔσται ἐπίκουρος, ἀποδιδούς μοι τὴν εὐχήν σου· χρῄζω γάρ, ἁμαρτωλὸς τυγχάνων. εἰ δὲ σῴζοιεν μυστήριον αἱ ἀδελφαί, περὶ ἡμῶν αὐτὰς προσαγόρευσον. 95 Πολιτιανῷ δομεστίκῳ Ὄντως ἔργῳ καὶ λόγῳ φίλος εἶ γνήσιος τῆς ταπεινώσεως ἡμῶν, ἀφ' ὧν ἔδρασας πραγμάτων ἐν τοῖς ἀδελφοῖς ἡμῶν, κύριέ μου· τί γὰρ οὐκ ἐποίησας καὶ πόσον οὐκ ἐπέδωκας ἑαυτόν, ἐλεῶν αὐτούς, συμπαθῶν, ὑπεξάγων, ὑπαλείφων, προθυμοποιούμενος, διάδηλον ποιῶν τοῦτο κἀκεῖνο, συμφέρων, συνοψίζων, ὑποκρινόμενος, μικροῦ καὶ προκινδυνεύων; ἀλλὰ μή τις τῶν ἄλλων γειτόνων; οὐδαμῶς· φίλοι γὰρ τραπεζῶν ἐκεῖνοι, οὐ φίλοι Χριστοῦ, ἐπειδὴ καὶ αἱρετίζοντες ἢ καὶ αἱρετικοῖς συνεπόμενοι φιλικῶς. σὺ δέ, ἄνθρωπε, τοῦ θεοῦ φίλος καὶ τῶν διὰ Χριστὸν διωκομένων. διὰ τοῦτο, ὡς μανθάνω, καὶ φυλάττεις ἑαυτὸν ἐκ τῆς κοινωνίας τῶν ἀνόμων, καὶ φυλαχθείης ἔτι ὑπὸ Κυρίου σὺν τῇ καλλίστῃ σου ὁμοζύγῳ καὶ τέκνοις εὐγενεστάτοις· τῶν γὰρ εὐγενῶν σύ, Χριστὸν φιλῶν καὶ ὑπὸ Χριστοῦ καταγόμενος. Πολλά σοι χρεωστῶ, ἀλλ' ἔχεις τὸν Κύριον ὑπὲρ ἐμοῦ σοι ἀμειβόμενον τὴν ἀντιχάριτα. σωθείης πανοικί, ἄνθρωπε τοῦ θεοῦ καὶ φίλε καλέ. 96 Ἄννῃ μοναζούσῃ Καὶ μὴ δεχόμενος ἀντίγραφα, ποθῶ ἐπιστέλλειν τῇ ἐμῇ κυρία· χρεωστῶ γάρ, εἰ καί τις ἄλλος, τὰς εὐχαριστίας σοι προσάγειν ὑπὲρ πολλῶν καὶ μεγάλων ὧν ἀπήλαυσά σου ἀγαθῶν καὶ μέντοι καὶ ἀπολαύω. εἴθε ἠδυνάμην καὶ σωματικῶς ἐν ἔργοις ταύτην ἀποδιδόναι· ἀλλ' οἶσθά με ἄπορον εἶναι, προσέτι καὶ ἁμαρτωλόν. ἐκ δυοῖν τοίνυν ἀπορῶν, πόθεν ἀμείψοιμί σοι τὸ χρέος, οὐδαμόθεν ἢ ἐκ θεοῦ, τοῦ εἰς ἑαυτὸν ἀναλαμβάνοντος τὰς εἰς τοὺς πλησίον εὐεργεσίας; Ταῦτα ἐπὶ πολλοῖς τοῖς προλαβοῦσι· τί δὲ ὅτι καὶ μετὰ τὴν θλῖψιν τῶν ἐξ ἀνοίας ὀφλησάντων σοι οὐκ ἠτόνησας ἀγαθύνεσθαι ἐν τοῖς ἀδελφοῖς; εἰσῆλθον οἱ περὶ τὸν ἀββᾶν Ὑπάτιον, καὶ προέφθασας αὐτοὺς εἰς ἔλεος· ἔξω ἐν ἑνὶ τῶν προαστείων σιτηρετούμενοί εἰσιν οἱ περὶ τὸν ἀββᾶν Θεόκτιστον· ἐῶ λέγειν τὰ ἐμά, καὶ μέντοι καὶ τὰ τοῦ ἀδελφοῦ Σιλουανοῦ, εἴ τινος ἄλλου τῶν ἐπιτυχόντων σου τῆς δεξιᾶς. Ἔστω σου οὖν ἡ μερὶς μετὰ ἁγίων, εἰ δὲ καὶ μεθ' ἡμῶν, ἐὰν οὐ φεύγῃς, γενηθείη σοι· εἰ γὰρ ἐν τοῖς σαρκικοῖς λειτουργεῖς ἡμῖν, οὐκ ἀπεικότως καὶ ἐν τοῖς πνευματικοῖς κοινωνῆσαί σε κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν. ἐπεὶ δὲ ταῦτα οὕτως, μεριμνῶ καὶ περὶ τῆς κατὰ ψυχὴν διαφυλάξεώς σου διὰ τὴν αἵρεσιν μάλιστα. ἀλλά σε ὁ θεὸς ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα διαφυλάξειεν ἀσινῆ καὶ ἀπρόσκοπον. 97 Ζαχαρίᾳ ὑπάτῳ Καὶ πάλιν γράψαι τῇ θεοφιλεῖ εὐκλείᾳ σου, κύριέ μου, ὀφειλέτης εἰμὶ ὁ ταπεινός. διατί; εὐεργέτης ἡμῶν καθίστασαι ἀεί, φίλος κραταιός, φίλος πιστός. τί δὲ φίλου πιστοῦ ἰδίωμα; τὸ τὴν ψυχὴν ὑπὲρ τοῦ ἀγαπωμένου τιθέναι τὸν φιλοῦντα. ἴδε σαυτὸν οὖν καὶ κατανόησον, εἰ μὴ ἐν τῷ μέτρῳ τούτῳ ἐγένου πρὸς τὴν ἡμετέραν ταπείνωσιν, πρὸς τὴν τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου, πρὸς τὴν τῶν παρατυγχανόντων σοι ἀδελφῶν ἡμῶν ὠφέλειαν· ὧν ἕκαστον ἀναθεωροῦντές σου τῶν εὐεργεσιῶν καὶ φιλοῦμεν καὶ εὐλογοῦμέν σε, εὐχόμεθα καὶ ὑπερευχόμεθα, τῶν ἀμοιβῶν ἀποδότην Χριστόν σοι παριστῶντες, τὸν ἐπαγγειλάμενον καὶ ὑπὲρ ψυχροῦ ποτηρίου μισθοὺς ἀποδιδόναι, μὴ ὅτι γε ὑπὲρ τηλικούτων. Φυλαχθείης οὖν ἡμῖν ἐπὶ πολὺ ὑγιαίνων, εὐθηνούμενος, εὔθυμος, καὶ μέντοι γε καὶ ὀρθοφρονῶν περὶ τὴν ἀμώμητον πίστιν. 98 Λέοντι φίλῳ Οὐκ ἐπιλέλησμαί σου, ὦ φίλε καλέ, τῆς ἀγάπης ἐγὼ ὁ ταπεινός, ὅτι ἐν καιρῷ παντὶ τὰ τῆς φιλίας ἐπιδέδειξαι πρὸς ἡμᾶς, μὴ εὐλαβηθεὶς μηδ' αὐτὴν τὴν ὥραν τοῦ πειρασμοῦ ἡμῶν· οἶδα γάρ σε, οἶδα, πῶς, ὅτε πάντες οἱ φίλοι καὶ οἱ πλησίον ἡμῶν ὑπεξέστησαν, φόβῳ θεοῦ αὐτὸς καὶ πόθῳ νύκτωρ παρὼν παρῆς δωροφορῶν, συντασσόμενος, ποτνιώμενος, συλλυπούμενος, ἐπερωτῶν τὰ τῆς τιμίας σου ψυχῆς φυλακτήρια, προθυμούμενος. Διὰ ταῦτα μικρὰν συλλαβὴν χαράττω, ἀπευχαριστῶν πάνυ καὶ ὑπὲρ τῆς ξενοδοχίας τῶν εἰσερχομένων ἀδελφῶν ἐν τοῖς αὐτόθι διὰ διακονίας ἄρτι, ὅτε φόβητρα πάντοθεν. ἀλλ' ὁ θεός σε ἀμείψεται τοῖς παρ' ἑαυτοῦ χαρίσμασι καὶ ἐξελεῖταί σε τῆς μυσαρᾶς κοινωνίας τῶν εἰκονομάχων καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. 99 Ὑπάτῳ Ἐδεξάμην σου, ἀδελφέ, τὸ πιττάκιον καί, ἐπειδὴ ἐκβεβίακάς μου τὴν ταπείνωσιν, ἐν τῷ ἐλέει τοῦ θεοῦ τοῦ παρορῶντος πᾶν ἁμάρτημα συγχωρηθείη σοι τὸ ἐπιτίμιον. κοινώνησον οὖν ἀπὸ τοῦ δεῦρο τῶν ἁγιασμάτων, ἀσφαλιζόμενος ἑαυτὸν μηκέτι ἐμπεπτωκέναι ἐν τοῖς αὐτοῖς παραπτώμασιν, ἵνα μὴ ἀνίλεως ἡμῖν γένηται ἡ κρίσις εἰς αἰῶνας, μηδὲ μετὰ ἰατρείαν καὶ ταχεῖαν ἄφεσιν σωφρονήσασιν. Ὁ θεὸς συγχωρήσει σοι, ἀδελφέ, τὰ ἁμαρτήματα. εὔχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν. 100 Ἀνεπίγραφοσ Οὐκ ἔδει τὸν τῆς εὐσεβείας θησαυρὸν εἰς προῦπτον κεῖσθαι· ἐλυμαίνετο γὰρ ἂν ἐκ τῶν τῆς ἀσεβείας λωποδυτῶν καὶ μὴ βουλόμενος. εἰκότως οὖν λοιπὸν ὑπὸ θεοῦ περιώρισται εἰς εὐπορίαν ὀρθοδοξίας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. τοιοῦτόν σοι τὸ κλέος, ὦ μοι πατέρων ἄριστε καὶ ὀρθοφρόνων κράτιστε καὶ ἐπιπόθητε. λυπηρὰ τὰ ἐπαχθέντα (πῶς γὰρ οὔ;), οἴκου ἀφαίρεσις, φίλων στέρησις, τέκνων διάζευξις, ἑτέρων ὅτι μάλιστα οὐκ ὀλίγων τῶν ἐμποιούντων τὰ ἀλγεινά, καθ' ἣν μάλιστα ἔσχες καὶ ὑπεροχὴν προσώπου. Ἀλλὰ θάρσει, ὦ πανσύνετε, ὅτι πρόβολος ἐγνωρίσθης εὐσεβείας, μέγας ἐν τῇ περιγείῳ ἀξίᾳ, μείζων ἐν τῷ οὐρανίῳ ἀξιώματι, περιβόητος ἐν τῇ κοσμικῇ χρησιμεύσει, περιβοητότερος ἐν τῇ μοναδικῇ θεωρίᾳ. ἔχω σε ἀεὶ κατ' ὀφθαλμοὺς ψυχῆς μου, περιπτύσσομαι ἀπὸ φιλημάτων μου καρδίας, προσεύχομαι ὡς ἁμαρτωλὸς ὑγιαίνειν σε τῷ σώματι περιέπεσθαί τε ἐν χειρὶ θεοῦ κατὰ πάντα. ὃ καὶ ὁ δεσπότης μου ὑπὲρ τέκνου σου ποιεῖν μὴ διαλείποις, προσαγορεύων, εἰ οἷόν τε, τὸν Καλόγηρον· εἰ δ' οὖν, κἂν τὸν κύριόν μου, τὸν τοῦ θεοῦ ἄνθρωπον, τὸν σπαθάριον λέγω. 101 Ἰσιδώρῳ Βυζαντίῳ Μνημονεύεις μου ἀεί, ὦ φίλε καλέ, ἀλλὰ ἀντιμνημονεύσει σοι ὁ θεός μου. μικρὸν ἡγοῦμαι παρὰ τῶν μεγάλων ἐν δυνάμει λαβεῖν ἁδρὸν βαλάντιον ὡς παρὰ τῆς θεοφιλοῦς σου τιμιότητος τὸ πεμπόμενον, κἂν ἑνὸς ὀβολοῦ τυγχάνῃ· καίτοι γε μεγάλα καὶ ὑπὲρ ἐμὲ καὶ αὐτὰ τὰ πεμφθέντα. ἀνθ' ὧν δῴη σοι Κύριος πᾶσαν αὐτάρκειαν βίου, ἀμέτοχον τῆς τῶν χριστομάχων αἱρέσεως διαφυλάττων σε. Ἔρρωσο ἐν Κυρίῳ, τὰ πάντα μοι σεβάσμιε.