Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 62 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1
Εἰρήνῃ καὶ Εὐφροσύνῃ μοναζούσαισ Εἰσερχομένου τοῦ ἀδελφοῦ καὶ παροικονόμου εὔκαιρον ἡγησάμεθα χαράξαι ὑμῖν βραχεῖαν συλλαβήν, ταῖς κατὰ Κύριον ἀδελφαῖς. καὶ δὴ ἐρωτῶμεν, πῶς ἔχει ἡ ἁγία δυὰς ὑμῶν, αἱ πᾶσαι ἀδελφαί. ὁρᾶτε πῶς ὡς οὐκ ἄλλαις ἀδελφαῖς ὑμῖν προσκείμενοι κατὰ θεὸν ἐρωτῶμεν καὶ διαλεγόμεθα; καὶ εἰκότως· οὗ γὰρ πίστις, ἐκεῖ καὶ πόθος, ἕλκων καὶ ἀνθελκόμενος διὰ Πνεύματος Ἁγίου, οὗ δὲ ταῦτα, ἐκεῖ καὶ φροντὶς σώσματος. διὰ τοῦτο γράφομεν παρακαλοῦντες ὑπὲρ Χριστοῦ οἱ ἀνάξιοι ἔχεσθαι ὑμᾶς τῆς καλῆς ὁμολογίας, ἧς ὡμολογήσαμεν ἅπαντες ἐνώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ζῆσαι ἐν Κυρίῳ ἐν τῇ ἀποθέσει τοῦ σαρκικοῦ φρονήματος, ὅπερ ἐστὶ τὸ ῥαγῆναι τῶν δεσμῶν τῆς προσπαθείας τοῦ τῇδε αἰῶνος καὶ μετὰ θεοῦ γενέσθαι, ὃν καὶ ἠγαπήσαμεν, ᾧ καὶ ἐνυμφεύθημεν, μεθ' οὗ καὶ συνεσόμεθα εἰσαεί. τοῦτον, ἀδελφαί, ἀναπνέομεν ἀεί, τοῦτον ἐρωτευόμεθα τὸν ἀληθινὸν ἔρωτα, τὸν ἀπρόσιτον πόθον, τὸν μόνον δεσπότην οὐρανοῦ καὶ γῆς· οὗ ἡ πρὸς ἀνθρώπους ἀγάπησις τοσαύτη, ὡς δούλου μορφὴν αὐτὸν ἀναλαβεῖν εἰς τὸ ἀνακαλέσασθαι ἡμᾶς τῆς φθορᾶς καὶ θεοὺς ἀπεργάσασθαι. ὡς μεγίστη ἡ ἐπαγγελία· ὡς ἐξαίσιον τὸ ἐν οὐρανοῖς ἀπάντημα. ἐκεῖ ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος· ἐκεῖ αἱ τὴν παρθενίαν ἐνδεδυμέναι τῷ ἀφθάρτῳ νυμφίῳ συναφθήσονται· ἐκεῖ αἱ τὴν ὑποταγὴν καὶ ὑπακοὴν ἐξασκήσασαι ὡς ἄρχουσαι Χριστοῦ χορεύσουσιν αἰώνια, αἱ δὲ ἐναντίαι τὰ ἐναντία δῆλον ὅτι πείσονται. Ὥστε, ἀδελφαὶ σταυροφόροι, μὴ λάθωμεν ἑαυταῖς ἀντὶ ζωῆς καὶ χαρᾶς ἀπείρου κόλασιν καὶ πῦρ αἰώνιον θησαυρίζουσαι δι' ἀμελείας καὶ φθορᾶς σαρκός, παρακοῆς τε καὶ ἐμπαθοῦς ἀναστροφῆς. ἡ ἀρετὴ ἐκ θεοῦ καὶ θεία, ἡ κακία ἐκ σατανᾶ καὶ σατανᾶς· οἱ τὴν πρώτην ἑλόμενοι θεοῦ καὶ θεοί, οἱ τὴν δευτέραν δαίμονες καὶ τοῦ σατανᾶ. οὕτως ὑμᾶς καὶ νῦν δεξιούμεθα. καὶ μὴ βαρὺς ὑμῖν λογισθείην ὡς φορτικὰ λαλῶν, ἀλλὰ μᾶλλον ἡδὺς ὡς ὑπὲρ θεοῦ παραινῶν. καὶ οὐ πρὸς τὰς κυρίας ὁ λόγος (αὐταὶ γὰρ διδάσκαλοι καὶ ἑτέρων), ἀλλὰ πρὸς τὸ τῆς ἀδελφότητος πλήρωμα, ὅπερ φυλαχθείη ἔτι τε καὶ ἔτι εὐεκτοῦν, εὐθηνοῦν εἰς καύχημα καὶ ἐμοὶ ὡς παρακλήτορι εἰς ἡμέραν Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 63 Ἀβολίῳ καὶ Ἰωάννῃ μονάζουσιν Προσηγορίαν ὑμῶν τῶν ἁγίων κομισάμενος παρὰ Ἠσαΐου τοῦ θεοφιλεστάτου ἐπισκόπου καὶ πνευματικοῦ πατρὸς οὐ μόνον ἐξεδιδάχθην, τίς ἡ ὁσία καὶ πατρικὴ ὑμῶν δυάς, ἀλλὰ γὰρ καὶ προετράπην χαράξαι ὑμῖν τήνδε τὴν οἰκτρὰν συλλαβήν. ἡμεῖς δὲ ταπεινοὶ μὲν καὶ ἁμαρτωλοί, ὅμως φιλοῦντες ὑμᾶς ἀνάψαι εἰς ἀγάπην, ἧς οὐδὲν προτιμότερον, ἄλλως τε καὶ ὑπακοὴν πληροῦντες, ἐπεδώκαμεν ἑαυτοὺς τῷ γράμματι. καὶ δὴ εὐχαριστοῦμεν τῷ θεῷ ὅτι καὶ ὑμεῖς ἐν τῷ σεισμῷ τῆς εἰκονομαχικῆς αἱρέσεως ἄσειστοι διεμείνατε, ἅγιοι πατέρες, μὴ ἁλόντες τῇ κατ' αὐτὴν ψυχοφθόρῳ κοινωνίᾳ, ἀλλὰ τῇ φυγῇ τὸν τοῦ διωγμοῦ θεομακάριστον στέφανον κομισάμενοι, ἄξιον ὄντως τῆς. ἀρετῆς καὶ κατάδηλον τῶν προδιηνυσμένων ὑμῖν ἀσκητικῶν ἀγώνων· διότι ἐκ τῶν ἤδη φθασάντων ἀπόδειξιν ἐκφέρει πᾶς τις τοῦ προτέρου βίου. εὖ τε καὶ ὡς ἑτέρως ἔχει· οἱ τὴν ὁσιότητα ἀμπεχόμενοι ἐνεδύσασθε καὶ τὴν ὁμολογίαν Χριστοῦ, ἀμφικαλλεῖς γενόμενοι. ὁμολογία γὰρ Χριστοῦ, πατέρες, ἡ τῆς ἁγίας αὐτοῦ εἰκόνος ὑπερμάχησις, ὡς καὶ ἔμπαλιν ἀθετῶν ἐστι Χριστὸν ὁ ταύτην ἐξαρνούμενος· διότι, φησὶν ὁ Μέγας Βασίλειος, ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, καὶ ἐν ἑκατέρῳ ἑκάτερον καὶ ὁρώμενόν ἐστι καὶ προσκυνούμενον, κἂν Λέων ὁ θηριώνυμος καὶ τοῦ σατανᾶ ὑπηρέτης ζήλῳ τῆς τοῦ πάλαι Κωνσταντίνου δυσσεβείας μανεὶς ἐμάνη κατὰ Χριστοῦ, τῆς τε ἁγίας μητρὸς αὐτοῦ καὶ παντὸς ἁγίου· οὗ τὸ μνημόσυνον ὄλοιτο μετ' ἤχους ἀναθέματος αἰωνίου. ὑμεῖς δὲ φυλαχθείητε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ στῦλοι καὶ ἑδραιώματα, ἡμῖν τε τοῖς ταπεινοῖς πρὸς θεὸν τὸν ἀγαθὸν προασπισταί τε καὶ παρακλή τορες, ὡς ἂν τὴν πίστιν ἐνεργουμένην δι' ἀγάπης ἔχοντες σωθείημεν ἀπὸ τοῦ πονηροῦ. Ἐπειδὴ δὲ ἐπεστείλαμεν, τὸ τῆς ἀγάπης ἔργον πληροῦντες, καὶ ἀντιδεξοίμεθα λόγον ἐγγράμματον, ἵνα μᾶλλον καὶ γνωρίσωμεν ἀλλήλους καὶ ὡς ὁρῶντες ὁρώμενοι τῇ γραμματικῇ προσφωνήσει διαμενοῦμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· οὗ ἡ ἄχραντος εἰκὼν σωτηρία κόσμου, τῆς εἰδωλικῆς πλάνης ἀντίθετος. 64 Τῇ περὶ τὸν πνευματικὸν υἱὸν Γρηγόριον ἀδελφότητι Ἀδελφοὶ καὶ πατέρες, παρακληθεὶς ὑπὸ τοῦ πατρὸς ὑμῶν ὡς πατὴρ κἀκείνου καὶ ὑμῶν δι' ἐκείνου λαλῆσαι ὑμῖν τὰ πρὸς σωτηρίαν, καὶ ἐπείσθην εἰκότως καὶ φθέγγομαι ὁ ταπεινός, ἔνθεν ἑλών. ἡ σωτηρία ἡμῶν, τέκνα ἀγαπητά, πιστεύειν ὀρθῶς εἰς τὴν Ἁγίαν Τριάδα καὶ ἔργα ἔχειν μαρτυρούμενα ὑπὸ τῶν ἁγίων ἐντολῶν τοῦ θεοῦ. ἐν γὰρ Χριστῷ Ἰησοῦ, καθώς φησιν ὁ ἀπόστολος, οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη· καὶ ὁ μὲν τῆς πίστεως λόγος εἰς τὸ τῆς ὀρθοδοξίας δόγμα, ὁ δὲ τῆς ἀγάπης εἰς τὸ τῆς εὐπραξίας θεώρημα ἀναφέρεται. Πιστεύομεν οὖν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἅπερ ἐστὶ τρία πρόσωπα, μία φύσις, μία δύναμις, μία ἀρχικὴ τῶν ἁπάντων βασιλεία, ἐν ἑνὶ ὡς φύσει καὶ θελήσει καὶ ἐνεργείᾳ προσκυνουμένη κράτει καὶ κλέει. πιστεύομεν ὡς ὁ εἷς τῆς Ἁγίας Τριάδος, ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ πατρός, δι' ἄκραν ἀγαθότητα κενώσας ἑαυτόν, μορφὴν δούλου ἔλαβεν ἐν τῷ καθ' ἡμᾶς εἴδει ὀφθείς· τοῦτο γάρ ἐστιν, ὅ φησιν ὁ Θεολόγος, καὶ ὁ λόγος σάρξ ἐγένετο, καὶ ὅ φησιν ὁ μέγας ἀπόστολος, θεὸς ἐφανερώθη ἐν σαρκί. καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς ἐν δυσὶ φύσεσιν, τέλειος θεὸς καὶ τέλειος ἄνθρωπος, καὶ ἐν ἑκατέρῳ τελείῳ οὐχ ὑφείς τι ἰδίωμα ἀπρόσληπτον, ἔχων δὲ μᾶλλον πάντα τὰ τοῦ πατρὸς θεϊκῶς καὶ πάντα τὰ τῆς μητρὸς ἀνθρωπικῶς, ὡς υἱὸς γνήσιος. ὡς οὖν ἐκ πατρὸς ἀπερίγραπτος, οὕτως ἐκ μητρὸς περιγραπτός, ἤγουν ἐξεικονιζόμενος μητρομοίως. Οἱ οὖν εἰκονομάχοι, περὶ ὧν καὶ τὸ ταῦτα δογματίζειν, μὴ ὁμολογοῦντες αὐτὸν περιγράφεσθαι εὑρίσκονται ἀσφαλῶς μηδὲ ὁμολογεῖν αὐτὸν γνήσιον υἱὸν τῆς μητρός· ποῦ γὰρ τὸ γνήσιον καὶ οὐ πάντῃ μᾶλλον ἀλλότριον, ἂν μὴ κατὰ τὴν γεννήσασαν ἐν πᾶσι τοῖς φυσικοῖς ἰδιώμασιν εἶεν ἂν καὶ τὸ γέννημα; ὡς γὰρ κατὰ τὴν περιγραφὴν οὐδεμίαν κοινωνίαν ἔχει πρὸς τὸν πατέρα, ἀλλὰ πρὸς τὴν μητέρα, οὕτως οὐδὲ κατὰ τὴν ἀγραφίαν τὸ ἔμπαλιν· πρὸς τὸν γεννήσαντα γὰρ ἡ κοινωνία, οὐ πρὸς τὴν τεκοῦσαν. οὕτως τὸ ὀρθὸν δόγμα τῆς ἀληθείας, αὕτη ἡ ἀποστολικὴ πίστις, περιγραπτὸν ὁμολογεῖν τὸν Χριστὸν ἐν σαρκί. καὶ γοῦν ὁ Μέγας Βασίλειος, ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός, καὶ τὴν ἐγγεγραμμένην εἰκόνα τιμᾶν, ὡς ἐν αὐτῇ προσκυνουμένου Χριστοῦ. ἐν γὰρ τῇ εἰκόνι βοᾷ ὁ χρυσοῦς Χρυσόστομος ἰδεῖν ἄγγελον· καὶ εἰ ἀσώματον ἐν εἰκόνι, πόσῳ οὖν μᾶλλον τὸν ἐνσώματον λόγον; καὶ εἰ ὁρᾷ, δῆλον ὅτι καὶ προσκυνεῖ ἐν εἰκόνι τὸν ἄγγελον ὥσπερ καὶ τὸν Χριστόν· τὸ γὰρ ἀξιωθῆναι ἰδεῖν ἐν γραφῇ ἴσον ἐστὶ τῷ προσκυνεῖν. ἐπείπερ καὶ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὡς πάλιν φαίη ὁ θεῖος Βασίλειος. ἀρνηταὶ τοιγαροῦν εἰσι Χριστοῦ οἱ τῆς εἰκόνος αὐτοῦ ὑβρισταί, διὰ τῆς ἐπ' αὐτῇ ἀθετήσεως εἰς αὐτὸν τὴν ἀθέτησιν ἀναφέροντες, κἂν λέγωσιν ὁμολογεῖν Χριστόν· ἐπεὶ καὶ τὰ δαιμόνια ὁμολογοῦσι, φησί, θεόν, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Μέγα οὖν, ἀδελφοί, τὸ ἀσέβημα αὐτῶν καὶ μεγάλη ἡ ὁμολογία ἡμῶν καὶ οὔ τί που ἀποδέουσα τῶν πάλαι μαρτύρων. στῆτε οὖν κραταιοί, μηδόλως ὀκλάζοντες περὶ τῶν ἤδη ἀποδεικτικῶς ἠληθευμένων, ἀλλὰ ταύτῃ τῇ πίστει μέχρις αἵματος, εἰ καλοίη καιρός, ὑποδυόμενοι τοὺς ἀγῶνας. ἐντεῦθεν ἀνατέλλει καὶ ὁ φαεινὸς βίος, ἐξ ἡλίου ἥλιος, ἐπείπερ θάτερον θατέρου μαρτύριον ὁ ἀδελφόθεος ἀποδέδειχεν εἶναι. ἀγαπᾶτε τὸν θεὸν ἐξ ὁλοκλήρου τῶν τριῶν δυνάμεων, καθὼς ἡ ἐντολὴ κελεύει, ἀγαπᾶτε καὶ ἑαυτοὺς ὡς μέλη Χριστοῦ· ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. διὰ πίστεως ἄγετε τὸν καθηγούμενον ὑμῶν. μηδεὶς ἔστω ἀνεξαγόρευτος αὐτῷ· ὁ γὰρ τοιοῦτος ὀφιοτρόφος. μηδεὶς χλιαρόπιστος· ὁ γὰρ τοιοῦτος ἀμέτοχος τῆς τοῦ Ἁγίου Πνεύματος ζέσεως. μηδεὶς κρυφιοκτήμων· ὁ γὰρ τοιοῦτος ἰουδοκλέπτης. μηδεὶς ἰδιόγνωμος· ὁ γὰρ τοιοῦτος ἐξωμόναχος. μηδεὶς παρρησιοποιός· ὁ γὰρ τοιοῦτος φθορεργάτης. μηδεὶς κλεψιφάγος· ὁ γὰρ τοιοῦτος δουλόμοιος. μηδεὶς ἐν μηδενὶ διδοὺς προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ὡς βοᾷ ὁ ἀπόστολος, ἀλλ' ἐν παντὶ συνιστῶν ἑαυτὸν ὡς θεοῦ διάκονος ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν στενοχωρίαις καὶ τοῖς λοιποῖς, οἷς αὐτὸς ἀπηριθμήσατο, καταρτίζων τὸν ἀληθινὸν χριστιανόν. εἰ δὲ ὁ ὑπήκοος οὕτως, τί καὶ πόσον ἀπαιτοῖτο ὁ καθηγούμενος, τύπος ἀγαθὸς ὧν διδάσκει ὀφείλων προκεῖσθαι; Μέγας ὁ ἀγών, ἀλλὰ καὶ ὁ μισθὸς ἀπειροπλάσιος, βασιλεία οὐρανῶν, ἧς ἀξιωθείημεν καὶ ἄρχοντες καὶ ἀρχόμενοι, θείως βιοτεύοντες ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 65 Κανονικαῖς Πριγκίπου Χθὲς ἰδὼν ὑμᾶς, τὰς ἐν Κυρίῳ ἀδελφάς, ἐπεὶ κατεπεῖγον ἦν διὰ τὴν τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ἀσθένειαν, ἐκωλύθην ὑμῖν λαλῆσαι ὅσον ἐχρῆν· νυνὶ δὲ διὰ τοῦ γράμματος τὸ ἐλλιπὲς ἀναπληρῶσαι καλῶς ἔχειν ἐνόμισα. εἶδον ὑμῶν τὴν ἀδελφότητα ὅση καὶ ἡλίκη, ὅτι τε καὶ πλήθει ηὐξημένη καὶ συνέσει διαφέρουσα, καὶ ἐδόξασα τὸν ἀγαθὸν θεὸν ἡμῶν, ὃς συνήγαγεν ὑμᾶς τοσοῦτον πλῆθος ἐπὶ τὸ αὐτὸ τῷ σταυροφόρῳ βίῳ δουλεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. τίνα οὖν ἐπαινέσω, τὴν καθηγουμένην πλέον ἢ ὑμᾶς τὰς ἑπομένας καὶ ὑποτασσομένας; ἀμφότεραι ἐγκωμίων πλήρεις, αἴνων καὶ ἐπαίνων· καὶ οὐ μόνον κατὰ τὸ συναφὲς τῆς πνευματικῆς ζωῆς, ἀλλ' ὅτι καὶ βίῳ ἠκριβωμένῳ κατά τε ἐγκράτειαν καὶ τὴν ἐφ' ἑαυταῖς δουλείαν καὶ πᾶσαν διακονίαν, καθὰ μεμάθηκα, διατηρεῖσθε. Εὐλογημέναι ὑμεῖς ἐν Κυρίῳ· μακάριον τὸ σύνταγμα ὑμῶν· αἰνετὸν τὸ πολίτευμα ὑμῶν. πᾶσαι νύμφαι Χριστοῦ· ἑκάστη παρθένος, ᾀσματικῶς εἰπεῖν, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, ῥόδον εὐοσμίας θεοῦ, κρῖνον ἀχραντίας. ὢ καλοῦ παραδείσου· ὢ λειμῶνος θεοτερποῦς. Χριστὸς ἐν μέσῳ ὑμῶν, ὅς ἐστι τὸ ξύλον τῆς ζωῆς. Ἀλλ' ἐπειδὴ πρὸς πεῖραν καὶ δοκιμὴν ἀρετῆς ἔστι καὶ τὸ φυτὸν τὸ ἀπειρημένον, ὅπερ ὡραῖον εἰς κατανόησιν, οὐ μὴν ὅπερ φαίνοιτό ἐστιν, ἀλλὰ πικρὸν καὶ θανάσιμον τῇ μεταλήψει (καὶ τί τοῦτο ἀλλ' ἡδονή, ὑφ' ἧς ἑάλω Εὔα ἡ προμήτωρ;), ὑπομνήσκομεν καὶ παραινοῦμεν μήποτε ἅψασθαι ὑμᾶς τοῦ θανασίμου καρποῦ, ἀλλὰ μεταλαμβάνειν τῆς ἐντολῆς τοῦ πανωραίου καὶ ἀληθινοῦ ὡς ἀληθῶς καρποῦ, ὑπακοῇ καὶ ταπεινοφροσύνῃ κεχρημένας, ἀγάπῃ τῇ εἰς ἀλλήλας καὶ ἀφθονίᾳ, ἀκτημοσύνῃ καὶ εἰρηνοποιΐα. οὕτω γὰρ βιοῦσαι δοξάσοιτε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι, καθὰ βοᾷ ὁ ἱερὸς ἀπόστολος· οὕτω καὶ μᾶλλον πληθυνθήσεσθε· οὕτω κἀνταῦθα ὀνομασθήσεσθε ὀνόματι ὁσιότητος καὶ ἐν τῷ μέλλοντι αἰῶνι συνδοξασθήσεσθε· εἴπερ γὰρ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα, γέγραπται. καὶ τί λοιπὸν ὡραιότερον ὑμῶν; τί δὲ σεβασμιώτερον θυγατέρας θεοῦ καλεῖσθαι, ἀναθήματα ἱερά, ναοὶ παρθενίας; Ἐπεὶ οὖν ταῦτα, χαίρετε, ἀδελφαί, ἐν Κυρίῳ, χαίρετε, μισοῦσαι τὴν χαρὰν τοῦ κόσμου, μισοῦσαι τὸ πρὸς τοὺς κατὰ σάρκα ἰδίους προσπαθές, μισοῦσαι τὸ κλῆρον ἔχειν ἐπὶ γῆς, μισοῦσαι τὰ κατὰ κόσμον ἐραστὰ ἅπαντα. ἐπείπερ ὑμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς, καὶ κληρουχία ἡ βασιλεία τῶν οὐρανῶν, καὶ νυμφίος αὐτὸς Χριστός, ὁ κεκληκὼς ὑμᾶς ὀπίσω αὐτοῦ ἀκολουθεῖν καὶ εἰσάξων διὰ τελειώσεως εἰς τὸν ἐπουράνιον νυμφῶνα μετὰ τῶν φρονίμων παρθένων. Ταῦτα δὴ ἐπ' ὀλίγον, ὡς ἂν γνῶτε ὅτι ἐν Πνεύματι Ἁγίῳ ὡς ἀδελφὰς ὑμᾶς λελογίσμεθα καὶ ἐπευχόμεθα τὰ κρείττονα. 66 Μαρίᾳ παρθενευούσῃ Ἐπειδὴ καὶ ἅπαξ καὶ δὶς ἀποστολὰς ἐφθάσαμεν παρὰ τῆς τιμιότητός σου δέξασθαι, ἀναγκαῖον ἐκρίναμεν μὴ μόνον ψιλῇ προσρήσει, ἀλλὰ καὶ διὰ γράμματος προσαγορεῦσαι τὴν σεμνοπρέπειάν σου· καὶ οὐ τοσοῦτον διὰ τὰς ἀποστολάς, ὅσον διὰ τὴν σεμνότητά σου· μανθάνομεν γὰρ ὅτι τὸν ἐν παρθενίᾳ βίον εἱλαμένη δουλεύειν τῷ Κυρίῳ κατεδέξω ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. τί γὰρ κρεῖττον παρθενίας, ἧς ἡ μέριμνα πῶς ἀρέσει τῷ Κυρίῳ, πῶς ἐπιτεύξεται τῶν μελλόντων ἀγαθῶν, πῶς δυνηθείη διαδράσαι τὰς πολυπλόκους μεθοδείας τοῦ διαβόλου; ἡ δὲ ὑπὸ γάμον τελοῦσα τοὐναντίον, πῶς ἀρέσει τῷ ἀνδρί, πῶς τὰ τοῦ κόσμου εὖ διαθείη, ἡ περικλυζομένη τοῖς ἁλμυροῖς κύμασι τοῦ βίου ἐν τῷ φροντίζειν περὶ τέκνων τε καὶ δούλων καὶ δουλίδων καὶ πρό γε τούτων τὰ περὶ ἀρέσκειαν τοῦ ἀνδρός, οὕπω δυναμένη ὑπερανεστάναι τῶν στροφῶν τοῦ κόσμου καὶ τῷ τῆς διανοίας πτερῷ κουφίζεσθαι πρὸς Κύριον. Σὺ οὖν, ὦ καλλίστη γυναικῶν, μακαρία ὡς ἀληθῶς καὶ τρισμακαρία, ὅτι τὴν ἀγαθὴν μερίδα ἐξελέξω μετὰ Μαρίαν ἐκείνην τὴν ἀοίδιμον, οἱονεὶ παρακαθεζομένη παρὰ τοὺς πόδας Ἰησοῦ καὶ ἀκούουσα δι' ἀπραγμονεστέρου βίου τὸν λόγον αὐτοῦ. ἡγίασας ἑαυτὴν ὡς κειμήλιον θεῷ ἀναθεμένη τὴν ζωήν σου. ἐξευγένισας, τὸ αἷμά σου ἐν Πνεύματι Ἁγίῳ, καλὸν ὑπόδειγμα ἑαυτὴν προθεμένη. τί γὰρ καὶ κερδήσουσιν αἱ ὑπὸ ζυγόν, εἰ μή τι ἄρα ἐκζητήσοιεν καὶ ψηλαφήσοιεν καὶ αὐταὶ τὸν θεὸν καθ' ὅσον οἷόν τε; οὐχὶ πᾶσαι συζυγίαι ἀποζεύγνυνται διὰ θανάτου; οὐχ ὡς ὄναρ τὰ ὡραῖα τοῦ τῇδε βίου ἀπέρχονται; ὅσα δὲ περὶ τὸν γάμον ἐλεεινά. οἱ μὲν ἄπαιδες, οἱ δὲ κακόπαιδες. πενίαι καὶ πλοῦτοι, αἱ μὲν πιέζουσαι καὶ οἱονεὶ ἀποτηγανίζουσαι, οἱ δὲ μεταρριπτούμενοι ὡς ἐν κύβοις ἐκ τῶνδε εἰς τόνδε. παστάδες ἐγειρόμεναι, ἀλλὰ καὶ μετὰ θρήνους καταλυόμεναι, θρῆνοι καὶ κοπετοί, ἀλλεπάλληλοι συμφοραί, ὧν πλήρης ὁ βίος καὶ τὰ παραδείγματα πρὸ ὀφθαλμῶν. Σὺ δὲ τούτων πάντων ἀπέφυγες, καλλιπάρθενε, κατοικοῦσα μονοτρόπως ἐν οἴκῳ, φυλαττομένη ὡς ῥόδον εὐωδίας Κυρίῳ τῇ παρθενίᾳ, ἔχουσα μὲν οὖν γε πάντως καὶ θλιπτικὰ ἔκ τε ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν· ἐπειδὴ ὅπου ἀνάθημα Κυρίῳ, ἐκεῖ ὁ λῃστὴς ἐφεδρεύει κλέψαι καὶ συλῆσαι τὸ ἱερόν. ἀλλὰ θάρσει ἐν Κυρίῳ, ἐν ᾧ πέποιθας, ἐν ᾧ στέργεις τοὺς κόπους, ὅτι αὐτὸς φύλαξ τῆς ζωῆς σου, ἐπίκουρος καὶ βοηθὸς ἐν ταῖς θλίψεσιν· ὃς καὶ τελειῶν σου τὸν δρόμον ἀξίαν σε ποιήσει τῆς οὐρανίου βασιλείας αὐτοῦ. Ταῦτά σοι παρ' ἡμῶν τῶν ἁμαρτωλῶν προσπεφώνηται, ἵν' εἰδείης ὅτι, ἡ τοῦ Κυρίου δούλη, καὶ ἡμᾶς τοὺς σπεύδοντας δουλεύειν τῷ Κυρίῳ ἔχεις κατὰ πνεῦμα ἀδελφούς σου ὥσπερ καὶ ὁμοδούλους κατὰ φύσιν, ὑπερευχομένους σου τῆς τιμιότητος. 67 Τῇ ἀδελφότητι Κιζάρων Ἡ ἀγγελία τῆς κοιμήσεως τοῦ πνευματικοῦ ἡμῶν καὶ ὑμῶν πατρός, ἠγαπημένοι ἀδελφοί, ἐθρόησεν ἡμῶν τὴν ψυχήν, ὡς τὸ εἰκός, καὶ εἰς στεναγμὸν ἤγαγεν θλιπτικόν, οὐ διὰ τὸν κοιμηθέντα (μακάριος γὰρ ἐκεῖνος μακαρίῳ βίῳ τελειωθείς, ἐπειδὴ καὶ μονάζων δόκιμος καὶ ἕως γήρους ἐξησκηκὼς ἄριστα καί, τὸ κεφάλαιον, πεφυλαγμένῃ καὶ ὀρθοδόξῳ πίστει μετὰ διωγμῶν καὶ τῶν ὑπὲρ τοῦ καλοῦ ταλαιπωριῶν ἐξεληλυθὼς τῶν ἐνθένδε καὶ οἱονεὶ ἐστεφανωμένος τῆς ὑπὲρ Χριστοῦ ὁμολογίας δικαιοσύνῃ), ἀλλὰ δι' ἡμᾶς, μᾶλλον δὲ ὑμᾶς αὐτούς, τοὺς καὶ ἐναφεθέντας ὡς ποίμνιον ἠπορημένον τῇ τοῦ καλοῦ ποιμένος μεταστάσει. καὶ γὰρ ἕλκει πρὸς οἶκτον καὶ συντριμμὸν καρδίας ἡ τοῦ προεστῶτος μνήμη, ἀναθεωρουμένη κατὰ τόπον καὶ τρόπον τῆς ἐν Κυρίῳ ἀφηγήσεως· πῶς ὃν μὲν παρεκάλει συμπίπτοντα, ὃν δὲ ἐπέπληττεν θρασυνόμενον, ἕτερον προσεκαλεῖτο ἀφηνιάζοντα καὶ ἄλλον διύπνιζεν νωθρευόμενον, πραότητι καὶ ἐπιεικείᾳ διέπων κατὰ μίμησιν αὐτοῦ τοῦ εἰπόντος δεσπότου, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ ἁπλῶς ἐν πᾶσιν οἷς διέπρεπεν ἐν μέσῳ ὑμῶν ὡς ἑωθινὸς ἀστήρ. ἄλλως τε καὶ τῷ πολυχρονίῳ ἔθει βαρύνειν εἴωθεν τὴν ψυχὴν σφόδρα ὁ τοῦ πατρὸς χωρισμός. Ἀλλὰ τί ποιήσωμεν, ἀδελφοί, πρὸς νόμον θεοῦ οὕτω κελεύοντα, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; μᾶλλον δὲ ἐκδημία πρὸς Κύριον ἡ διάζευξις. ἐπετράπη τὴν μετάστασιν καὶ ἐξῆλθεν τοῦ σώματος. ἐχωρίσθη ἀφ' ὑμῶν καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καλὸν ὑπόδειγμα τὸν ἑαυτοῦ βίον τῆς ἀρετῆς ὁμοίωσιν ἐγκαταλελοιπὼς ὑμῖν. τί οὖν λοιπόν ἐστι τὸ ζητούμενον; εἰς ἑαυτοὺς ὑμᾶς γενέσθαι καὶ παρακαλέσαι ἀλλήλους ἐν Πνεύματι Ἁγίῳ. καὶ καθὼς ὑμῖν εἴασεν τὸν κύριον Ἀντώνιον καθηγούμενον, τῷ αὐτῷ κανόνι καὶ τοῖς αὐτοῖς ἴχνεσιν τῆς εὐσεβείας ἀπάρξασθαι ὑμᾶς πολιτεύεσθαι, φρουροῦντας τὴν πίστιν καὶ ὑπὲρ αὐτῆς κακοπαθεῖν, εἰ δέοι, μέχρι θανάτου κατὰ τὸν παρόντα διωγμὸν καὶ μηδαμῶς προδοῦναι τὴν ἀλήθειαν, τήν τε ἀγάπην πρὸς ἀλλήλους καὶ τὴν πρὸς τὸν καθηγούμενον ὑπακοὴν παντὶ σθένει ἀσπάσασθαι. τοῦτο γὰρ πρὸς τὴν ὑμῶν σωτηρίαν, τοῦτο καύχημα καὶ τῷ μακαρίῳ ἐκείνῳ εἰς ἡμέραν Χριστοῦ, τοῦτο καὶ ἡμῖν τοῖς φίλοις καὶ ἀδελφοῖς ὑμῶν ἐρασμιώτατον. οὕτω γὰρ περιπατοῦντες κάλλιστα ἕξετε ἡμᾶς συνεπομένους ὑμῖν, ὅσον οἷόν τε, εἰς τὰ πρὸς Κύριον, ἀδελφοί τιμιώτατοι. 68 Ἐφραὶμ καὶ Ἀγάθωνι καὶ τοῖς λοιποῖς τέκνοισ Ὅτι ἐκοιμήθη ὁ μακάριος Λαυρέντιος, ἐκείνῳ μὲν ἀνάπαυσις ὁ θάνατος· ἀνδρὶ γὰρ ἀγαθῷ πῶς οὐχὶ τοῦτο ἀπαντήσεται, ἀπὸ κόπων ἀσκητικῶν μεταβάντι τοῦ βίου, μᾶλλον δὲ ἀπὸ τοῦ κατὰ δικαιοσύνην διωγμοῦ ἐνδημήσαντι πρὸς Κύριον, οὗ τῶν ἀρετῶν μάρτυρες πολλοί; ὑμῖν δὲ συνέβη, ἀδελφοὶ τιμιώτατοι, ἐπεὶ καὶ ἡμῖν τοῖς ταπεινοῖς, τὸ λυπηρόν, ἀπολέσασι δόκιμον μοναστήν, τίμιον ἀδελφόν, εἰς κεφαλὴν καθιστάμενον τῆς κατὰ ψυχὴν ὁδηγίας. ἀλλ' ὅμως τὸ λυπηρὸν εἰς χαρὰν ἀμφοτέροις περιετράπη, διότι ἐκλεκτὸς θεοῦ ὁ ἁρπασθεὶς ἀφ' ὑμῶν κελεύσει θεοῦ τοῦ ἀγαθοῦ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. διὸ κἀγὼ ὁ ταπεινὸς χαίρω καὶ συγχαίρω ὑμῖν, ὅτι παρεπέμψαμεν πρὸς τὸν Κύριον τηλικοῦτον σκεῦος. ἐκλογῆς γὰρ σκεῦος ὁ ἀληθῶς Λαυρέντιος, πρῶτον μὲν διὰ τῆς ἀψευδοῦς ἀποταγῆς καὶ ὑποταγῆς, δεύτερον διὰ τῆς φιλαρέτου σπουδῆς τε καὶ προκοπῆς· ἐξ ὧν καὶ ἱερωσύνης ἠξίωται καὶ πολλῶν ἀδελφῶν ἐπιστασίας ἀνεδέξατο ἀξίωμα, φιλητῶς ποιμαίνειν χρήσιμος τῇ ποίμνῃ, ζῶν θεῷ καὶ τῷ καθηγουμένῳ ὡς ἀληθῶς, ἀλλ' οὐ κόσμῳ καὶ τοῖς κατὰ κόσμον πράγμασιν. οὗ καὶ ἐξορίαι διὰ Κύριον καὶ διωγμοί, καὶ πρότερον καὶ ὕστερον, οὗ καὶ οἱ πόδες ὡραῖοι, γραφικῶς εἰπεῖν, ὧδέ τε κἀκεῖ περιιόντος καὶ εὐαγγελιζομένου τοῖς ἀδελφοῖς τὰ σωτήρια ἐπαγγέλματα. μύρον ὁ πνευματικὸς αὐτοῦ ἱδρώς, δρόσος ἱερὸς ὁ ἐναγώνιος αὐτοῦ δρόμος τῆς ἀρετῆς. ὃς προσληφθεὶς ἐν αὐτῷ τῷ παρόντι διωγμῷ, τί ἄλλο ἢ τὸν ὑπὸ Κυρίου μακαρισμὸν ἀνεδήσατο; καὶ νῦν ἐκεῖνος μέν ἐστιν ἐν οὐρανῷ, συμπολεύων τοῖς ὁμοταγέσιν, ἡμεῖς δὲ ἔτι ἐπὶ τοῦ ἀγῶνος ἱστάμενοι καὶ ἐπὶ φόβον τροπῆς κείμενοι· οὐ γάρ ἐστι μακαρισμὸς τέλειος ἀνθρώπου ἕως ἀποβιώσεως διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. Διὸ παρακαλῶ ὑμᾶς, ἀδελφοί, γρηγορεῖν καὶ νήφειν, ἀνδρίζεσθαι καὶ κραταιοῦσθαι ἐν τῷ προκειμένῳ ἀγῶνι τοῦ τε νοητοῦ καὶ αἰσθη τοῦ διωγμοῦ· δεδίωκται γὰρ ἀεὶ ὁ κατὰ θεὸν ζῶν ὑπὸ τοῦ ἀοράτου διώκτου εἰς κατάληψιν ἁμαρτίας. ὃν φύγωμεν, γενναῖοι στρατιῶται Χριστοῦ. πῶς δὲ ἔστι φυγεῖν; τῷ ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ γενέσθαι διὰ τῆς εἰς ἅπαν εὐαρεστήσεως αὐτοῦ. ἔσται δὲ τοῦτο, ἐὰν μὴ ἰδιοβούλως, ἀλλὰ κοινοβιακῶς ζήσητε, δηλονότι ἔχοντες τὸν ἀδελφὸν Ἐφραὶμ προκαθηγούμενον, καθὼς κἀκεῖνος εἴασεν καὶ ἡμεῖς συνευδοκοῦμεν καὶ ὁ χρόνος καὶ ὁ τρόπος ἀπαιτοίη. ἔστωσαν πάντα κοινά, τὸ ἐμὸν καὶ τὸ σὸν ἐξοριζέσθω, ἡ ἀγάπη χαρακτηριζέτω, ἡ ὑπακοὴ φυλαττέτω· καί, εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, φησίν, ἐὰν ποιῆτε αὐτά. 69 Προκοπίῳ μονάζοντι Ἄρτι ἐπιστέλλω τῇ τιμιότητί σου, ὁπότε τὸν διάκονον τοῦ γράμματος ἐμόν τε καὶ σὸν εὗρον, οὐ μὴν ἀλλὰ καὶ παρορμήσαντά με εἰς αὐτὸ τοῦτο, ὡς καὶ τῆς εὐσεβείας σου οὕτως ἐπιζητούσης καὶ φιλούσης. ἀλλὰ χαῖρε, ὦ ἄνθρωπε τοῦ θεοῦ, χαῖρε, φίλων ἄριστε καὶ μάλα τῶν ἀρχαίων, χαῖρε, ὁ εὐλαβείᾳ περιβόητος καὶ ἐν γνώσει ἐξακουτιζόμενος. ποῦ ποτε ἀπολέλοιπας ἡμᾶς, τοσούτοις χρόνοις ὑποκρύψας σου τὸ τίμιον πρόσωπον; τίς δὲ ὁ τρόπος τῆς κατὰ τὴν ἑστίαν περιορίσεώς σου, μήπω προϊόντος καὶ ἐμφανιζομένου δημοσίᾳ; καὶ τρίτον, ἵνα παρρησιαστικώτερον φήσω, μᾶλλον μὲν οὖν ἀγαπητικώτερον (ἀγάπης γὰρ ἴδιον τὸ μὴ ὑποστέλλεσθαι ἐν ταῖς ὠφελίμοις πρὸς τὸν ἀγαπώμενον ὑπομνήσεσιν), τίς ἡ ἐργασία σου αὕτη, πεφευγότος κόσμον διὰ τῆς μοναχικῆς τελειώσεως καὶ οἴκαδε πάλιν ἀναστρέψαντος, λυθέντος δεσμῶν προσπαθείας (τοῦτο γὰρ ἡ ἀποταγὴ) καὶ αὖθις δεθέντος τῇ συνοικήσει τῆς κυρίας τῆς ὁμοζύγου καὶ τῶν θεοφυλάκτων τέκνων; καί, ὃ ἔτι ξενικώτερον, ἀποκαρθέντος τῷ τῆς ἑνιαίας ζωῆς ἰδιώματι καὶ τελειωθέντος τῷ θείῳ μυσταγωγήματι, καὶ αὖθις καρηκομῶντος ἐρημικοειδεῖ πολιτεύματι; ἕκαστος, φησὶν ὁ ἀπόστολος, ἐν τῇ κλήσει ᾗ ἐκλήθη μενέτω· καὶ πάλιν ἑτέρωθι, ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· καὶ ἀλλαχοῦ πάλιν αὐτὸς περὶ ἑαυτοῦ, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. καὶ ἕκαστος ἐκ τοῦ ἰδίου σχήματος γνώριμον ἑαυτὸν καθίστησιν, στρατιώτης ἐκ τοῦ φορεῖν μάχαιραν, ἀστικὸς ἀπὸ τοῦ φορεῖν περιβόλαιον. καὶ ἁπλῶς ἕκαστος σχεδὸν τῶν ἐν ἀρχαῖς ἢ τέχναις ἢ μεθόδοις τὰ προσήκοντα αὐτῷ σκεύη ἐπιφέρεται· οὔτε γὰρ ἰατρὸς ποιμαντικὴν ῥάβδον ἕλοιτο βαστάζειν οὔτε ποιμὴν ἰατρικὸν ὄργανον ἐπὶ χεῖρα ἔχοι. εἰ δὲ ταῦτα οὕτως, πολλῷ γε μᾶλλον ἐπὶ τῶν πνευματικῶν καὶ μεγίστων οὐκ ὀφείλει τις παρὰ τὰ οἰκεῖα τῆς καταστάσεως οὔτε ζῆν οὔτε μετασχηματίζεσθαι, ἵνα μὴ τὸ ἐπηρτημένον παρὰ τοῦ Κυρίου κρίμα ὡς τὸν κόσμον σκανδαλίζων ἀποίσῃ. οὗ φύγοιμεν, ὦ τριπόθητε, καὶ μάλιστα ἡμεῖς οἱ καὶ γνώσει καὶ βαθμῷ τῶν πολλῶν διαφέροντες· ἐπειδὴ κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν, ὁ δὲ ἐλάχιστος σύγγνωστος, καθὰ γέγραπται. καὶ πάλιν ὁ Κύριος· ᾧ παρέθετο πολύ, περισσότερον ἀπαιτήσουσιν. Μὴ οὖν, παρακαλῶ, ἡμεῖς οἱ ὀφείλοντες φῶς εἶναι τῶν ἐν σκότει τοὐναντίον ὦμεν, μηδὲ οἱ ἁλίζειν εὐαγγελικῶς τεταγμένοι μωρανθείημεν ἐξ ἀπροσεξίας. πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, βοᾷ ὁ ἀπόστολος, πάντα πρὸς ὠφέλειαν τοῦ πλησίον, ἀλλὰ μὴ πρὸς βλάβην. κἂν ἐπ' αὐτῶν τῶν συγκεχωρημένων ἡμῖν σκινδαλμὸς γίνοιτο, τοῦτο πάλιν βοᾷ ὁ Μέγας Βασίλειος, καὶ πᾶσα ἁπλῶς ἥ τε παλαιὰ καὶ νέα διαθήκη ἐν τοῖς ἰδίοις ὅροις καὶ τρόποις ἕκαστον διαμένειν ἐγκελεύεται. καὶ μή με νομίσῃς, δέσποτα, κατεπαρτικῶς σοι ἐνεχθῆναι, ἀλλὰ καὶ λίαν ἀγαπητικῶς καὶ πεπονημένως, ἀναδεχόμενον τὰ σὰ ἐν ἐμοὶ κατὰ τὴν τῆς ἀγάπης ἀνάκρασιν καὶ ἐφιέμενον τὸ σωτήριον τῆς τιμίας σου ψυχῆς ὡς τὸ ἐμαυτοῦ. εἰ δέ τι ἔξω τοῦ εἰκότος ὁ λόγος ἔχει, ὁ παρὰ σοῦ λόγος διδαξάτω καὶ πεισάτω τὴν ἐμὴν ταπείνωσιν τὰ εἰκότα σε πράττειν ἐν τοῖς ἀπελεγχθεῖσιν ἐκτόπως ἔχειν. 70 Θεοδώρῳ διακόνῳ Ἥκω τῇ ἐπιτροπῇ τῆς ἀγάπης σου ἐπὶ τῇ ἀπαντήσει τῶν αἱρετικῶν προβλημάτων. καὶ εἰ μὲν εὖ ἀπαντήσοιμι, ἐπίθες τὴν σφραγῖδα τῷ λόγῳ, εἰ δὲ μή γε, σαφηνίσειας αὐτὸς εὐκρινέστερον. ἐπεὶ δὲ οὐχ οἷόν τέ ἐστιν εὖ μάλα διαλῦσαι τὸ αἱρετικὸν φρόνημα, εἰ μὴ αὐτὴ ἡ πρότασις ὑποδείκνυτο, πρῶτον κείσθω αὕτη, καὶ εἶθ' οὕτως ἡ ὀρθόδοξος λύσις. Πρόβλημα αἱρετικοῦ. Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογοῦντες ὅλον τι τὸν Χριστόν, ἤγουν μίαν ὁλότητα ἐκ μερῶν, θεότητός τε καὶ ἀνθρωπότητος δῆλον ὅτι, λέγετε. πυνθανόμεθα οὖν, τί συναριθμεῖτε τῇ Ἁγίᾳ Τριάδι, τὸ ὅλον ἢ τὸ μέρος; καὶ εἰ μὲν τὸ ὅλον, οὐκ ἔσται ὁμοούσιος ἡ Ἁγία Τριάς· εἰ δὲ τὸ μέρος, ἢ τὴν θεότητα συναριθμοῦντες ἐκτὸς τῆς Ἁγίας Τριάδος τὴν ἀνθρωπότητα προδήλως καταλιμπάνετε ἢ τὴν ἀνθρωπότητα συναριθμοῦντες ἁλώσεσθε τῆς Τριάδος ἐκτὸς τὴν θεότητα λέγοντες. Λύσις πρὸς τοῦτο. Μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην ὁμολογοῦντες οὐχ ἁπλῶς ὅλον τι τὸν Χριστόν, ἀλλ' ἐκ δυοῖν ὁλοτήτων συνενηνεγμένων, θεότητός τε καὶ ἀνθρωπότητος, ὁμολογοῦμεν· καθ' ἃς ὁλότητας, τὰς ὡς μέρη πρὸς τὴν σύνθεσιν εἰλημμένας, ὅλος ἐστὶν ὡς θεὸς τῷ πατρί τε καὶ πνεύματι φυσικῶς συνημμένος καὶ ὅλος ὡς ἄνθρωπος τῇ μητρὶ καὶ ἡμῖν οὐσιωδῶς συντεταγμένος, τῳ μοναδικῷ χαρακτῆρι τὰ ἄκρα πρὸς ἑαυτὸν συνδέων καὶ τοὺς τῶν ἄκρων ὅρους ἀλωβήτους καὶ ἀσυγχύτους ἐν τῇ ἑνώσει διαφυλάττων. ἐφ' ᾧ ἡ Τριὰς μένει Τριάς, ἀσυμφυές τι εἰς προσθήκην μὴ προσιεμένη, καὶ ἡ ἀνθρωπότης μένει ἀνθρωπότης, τῆς ἑνωθείσης αὐτῇ θεότητος μήπω διαιρουμένη. ὥστε σου ἀλογῶδες τὸ πρόβλημα, ἐκ τῆς τῶν Ἀκεφάλων συγχυτικῆς αἱρέσεως ἀποζευγνύμενον. Τοῦ αὐτοῦ αἱρετικοῦ ἕτερον πρόβλημα. Οὗτος ὁ Χριστὸς ὁ παρ' ὑμῶν ὁμολογούμενος συναριθμεῖται τῇ Ἁγίᾳ Τριάδι ἢ οὔ; καὶ εἰ μὲν συναριθμεῖται τῇ Ἁγίᾳ Τριάδι, πῶς ἔσται λοιπὸν ἡ Τριὰς ὁμοούσιος; εἰ δὲ οὐ συναριθμεῖται, οὐδὲ θεὸς ἔσται, ἀλλὰ μόνον ψιλὸς ἄνθρωπος. οἷς τοίνυν ὑμεῖς τὴν ἀπορίαν ἐπιλύσοισθε λόγοις, τὴν περὶ ἑνὸς Χριστοῦ φυλάττοντες δόξαν ἀπήμαντον, οὗτοι καὶ ἡμῖν πρὸς ταύτην ἀρκέσουσιν. Λύσις πρὸς τοῦτο. Οὗτος ὁ Χριστὸς ὁ παρ' ἡμῖν ὁμολογούμενος, οἷς λόγοις ἀληθότητος ἐξεκρούσατο τὴν προτέραν πρότασιν, τούτοις καὶ τὴν παροῦσαν συνεκκρούσειεν, ὡς ἰσορρόπως τὸ ἀσεβὲς ἔχουσαν. ὃν δὲ ὑμεῖς Χριστόν, ἤγουν μίαν ὁλότητα φυσικὴν ἐκ μερῶν, θεότητός τε καὶ ἀνθρωπότητος, πρεσβεύετε, οὔτε ὁμοούσιος ἂν εἴη τῷ πατρί, εἴπερ ὁ πατὴρ θεὸς μόνον, ἀλλ' οὐχὶ καὶ ἄνθρωπος, οὔτε ὁμοούσιος τῇ μητρί, εἴπερ ἡ μήτηρ ἄνθρωπος μόνον, ἀλλ' οὐχὶ καὶ θεός. καὶ ὥρα ὑμῖν ζητεῖν ἑτέρους Χριστούς, οἷς οὗτος ἂν εἴη ὁμοούσιος· ἐπεὶ μὴ οἷόν τε μονοπρόσωπον φύσιν γνωρίζεσθαι. εἰ δὲ οὐχ εὑρίσκοιτε, τοῖς ἰδίοις προβλήμασιν ἑαλωκότες, τῷ κενῷ ἀναπλασμῷ οὐ Χριστὸν εἶναι ὅλως δοξάζοιτε. τ71- 380 ΑΡΧΗ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟΔΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΩΝ ΣΤΟΥΔΙΟΥ ΕΠΙΣΤΟΛΑΙ ΔΙΑΦΟΡΟΙ ΕΞΟΡΙΑΣ ΤΡΙΤΗΣ 71 Τῇ εἰκονομαχικῇ συνόδῳ ὡς ἐκ προσώπου πάντων τῶν ἡγουμένων Νόμοις θείοις καὶ κανονικοῖς θεσπίσμασιν ἑπόμενοι τοῦ μὴ δεῖν παρὰ τὴν τοῦ οἰκείου ἐπισκόπου γνώμην πράττειν τι ἢ λέγειν τῶν ὅσα εἰς ἐκκλησιαστικὴν φέρει εὐταξίαν, πολλοῦ γε εἰπεῖν εἰς δογματικὴν ἐξέλκει συζήτησιν, τούτου χάριν τῆς ὑμετέρας ἐξουσίας ἅπαξ καὶ δὶς ἐκκαλεσάσης πρὸς τὰ τοιαῦτα τὴν καθ' ἡμᾶς εὐτέλειαν, οὐκ ἐτόλμησεν ἔξω τι τῶν νενομισμένων πράττουσα παραγενέσθαι ὡς ὑπὸ τὴν ἱερὰν χεῖρα Νικηφόρου τοῦ ἁγιωτάτου πατριάρχου πνεύματι θείῳ τελοῦσα. ἐπειδὴ δέ τινες τῶν ὁμοταγῶν ἡμῖν ἡγουμένων, ἀπόπειράν τινα ποιούμενοι, κεκρίκασιν ἀφικέσθαι, εἴς τε λόγους ἐλθεῖν ἀντιθετικούς, τί ἄλλο ἢ ἐκεῖνα ἡμᾶς ἀκουτισθῆναι, ἃ ἐξίστησιν ἡμῶν τὴν ταπεινὴν καρδίαν; φασὶ γὰρ τὴν πρόσκλησιν εἶναι ἐπὶ καταστροφῇ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίας συνόδου, τὸ δὴ λεγόμενον ἐπ' ἀναιρέσει τοῦ προσκυνεῖσθαι τὴν σεπτὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε Θεοτόκου καὶ πάντων ὁμοῦ τῶν ἁγίων. ὢ τίς ἐνηχηθεὶς ταῦτα οὐκ ἂν στενάξειεν πικρὸν ἐκ βάθους καρδίας, ὡς ἀνατρεπομένης ἤδη ἐν τούτοις τῆς σωτηρίου οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, βοάτω μεθ' ἡμῶν ὁ μεγαλοφωνότατος Ἠσαΐας, καὶ ὅσα τούτοις ἐπιφερόμενα κατὰ συνέχειαν· μᾶλλον δέ, ἵν' οἰκειότερον φθεγξώμεθα, ἄκουε ἀνατολὴ καὶ δύσις, βορρᾶ τε καὶ ἡ κατὰ θάλασσαν λῆξις, ἐν οἷς νῦν τὰ καθ' ἡμᾶς καὶ ἐφ' οἷς συνεδρεύειν τετόλμηται. Ἡμεῖς μὲν οὖν οἱ ἐλάχιστοι, οἵ τε παραγενάμενοι καὶ μὴ παραγενάμενοι (ἀμφοτέροις γὰρ εἷς ὁ λόγος, ὡς συμψύχοις οὖσιν ἐν ἑνὶ θείῳ φρονήματι), τῇ ὑπ' οὐρανὸν ἐκκλησίᾳ σύμφωνον πίστιν ἄγοντες, ἤγουν ἀναστηλοῦν τε καὶ προσκυνεῖν τὴν θείαν εἰκόνα αὐτοῦ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε παναγίας μητρὸς αὐτοῦ καὶ οὑτινοσοῦν τῶν ἁγίων, οὐχ ὅτι παρὰ τῇ ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίᾳ συνόδῳ ἢ παρὰ τῇ πρὸ αὐτῆς δογματισάσῃ θειότατα τὸ ἀσφαλὲς ἔχειν διαβεβαιούμεθα, ἀλλὰ γὰρ ἀπ' αὐτῆς τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν καὶ θεοῦ ἐγγράφως τε καὶ ἀγράφως ἐρηρεισμένοι ὄντες ἀσφαλῶς βεβήκαμεν ἐπ' ἐκείνην τὴν ἕδραν, ἐφ' ᾗ φησιν ὁ Χριστός, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τίς γὰρ καὶ λόγος ἐξευρεθείη τῷ ἀντηγορεῖν ἑλομένῳ τοσούτῳ κράτει τῆς ἀληθείας; εἰ γὰρ ὁμολογουμένως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν ἀνθρωπείᾳ μορφῇ καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς ὦπται, ἀραρότως περιγράφεταί τε καὶ εἰκονίζεται καθ' ἡμᾶς, εἰ καὶ μένει τῇ θείᾳ μορφῇ ὁ αὐτὸς ἀπερίγραπτος, ἐπείπερ ἐστὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἑκατέρων τῶν φύσεων, ἐξ ὧν ἐστι, τὰ ἰδιώματα ἀλώβητα διασῴζων. εἰ δὲ μὴ περιγράφοιτο, ἀπόλωλεν τοῦ εἶναι ἄνθρωπος, πολλοῦ γε εἰπεῖν μεσίτης, διὰ τῆς ἀναιρέσεως τοῦ περιγραπτοῦ συναναιρουμένων πάντων τῶν ὁμοστοίχων ἰδιωμάτων. εἰ γὰρ οὐ περιγραπτός, οὐδ' ἁπτός. εἰ δὲ ἁπτὸς ὁμοῦ καὶ ψηλαφητὸς (οἷς ἀντερεῖν ἠλιθιῶδες· σώματος γὰρ ταῦτα, τοῦ ἁφῇ τε καὶ χροιᾷ ὑπο πίπτοντος), πῶς οὐχὶ καὶ περιγραπτός, ἐξ οὗ καὶ παθητός; εἰ δὲ περιγραπτὸς καὶ παθητός, πάντως καὶ προσκυνητὸς δηλαδὴ καὶ καθ' ἣν περιγράφεται εἰδέαν, ὡς μὴ σχιζομένης τῆς δόξης τοῦ πρωτοτύπου ἐν τῷ παραγώγῳ κατὰ τὸν Μέγαν Βασίλειον· ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, δῆλον ὅτι οὑτινοσοῦν, εἴτε φυσικῆς εἴτε τεχνητῆς. ἐπεὶ καὶ ἐπὶ τοῦ τύπου τοῦ τιμίου σταυροῦ τὸ αὐτὸ θεώρημα νοητέον· τῇ γὰρ προσκυνήσει τοῦ τύπου συμπροσκυνεῖται τὸ ζωοποιὸν ξύλον, ὡς καὶ ἔμπαλιν τῇ ἀναιρέσει συναναιρεῖσθαι ἔστιν ἐξ ἀναγκαίου. ἢ οὐχὶ ἡ ὁμολογία τοῦ τύπου ὁμολογία ἐστὶ τοῦ ζωοποιοῦ σταυροῦ, ὥσπερ οὖν καὶ ἡ ἄρνησις καθ' ὁμοίωσιν ἀντιστροφῆς; τὸ ἀνάλογον οὖν ληπτέον ἐπί τε τῆς εἰκόνος Χριστοῦ καὶ αὐτοῦ δὴ Χριστοῦ παντὶ τῷ συνιόντι. καὶ οὔπω καιρὸς δογματικῆς ἐξαπλώσεως, πειθούσης καὶ τὸν ἄγαν ἀμυδρόνουν ἀνανεύειν εὐπετῶς πρὸς τὰς αὐγὰς τῆς ἀληθείας. Αὕτη ἡ εὐαγγελικὴ ἡμῶν πίστις τῶν ἁμαρτωλῶν, αὕτη ἡ ἀποστολικὴ ἡμῶν ὁμολογία τῶν εὐτελῶν, εἰ δ' οὖν, ἡ πατροπαράδοτος ἡμῶν θρησκεία τῶν ἐλαχίστων. παρὰ ταύτην οὐχ ὅτι ὁ τίσδε καὶ τίσδε τῶν νῦν ἢ τῶν πάλαι, ἀλλ' οὐδ' εἰ Πέτρος καὶ Παῦλος (εἴπωμεν γὰρ τὰ ἀνένδεκτα ὡς ἐνδεχόμενα) οὐδ' ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν δογματίζων καὶ εὐαγγελιζόμενος, δυνάμεθα αὐτὸν κοινωνὸν προσήκασθαι, ὡς μὴ στοιχοῦντα τῇ ὑγιαινούσῃ τῆς πίστεως διδασκαλίᾳ. καὶ πρὸς ταῦτα, ὅ τι ἂν δοκῇ τῇ ἐξουσίᾳ ὑμῶν, ἑτοίμη ἡ ταπείνωσις ἡμῶν μέχρι θανάτου ὑποστῆναι ἢ ἐξάρνους ἡμᾶς γενέσθαι τῆς τοιαύτης ἡμῶν εἰλικρινοῦς ὁμολογίας. 72 Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ἐδεξάμην τὰ γράμματα τῆς σῆς ἁγιωσύνης, ἐν οἷς μαθὼν τὴν πρὸς τὸν κρατοῦντα διάλεξιν αὐτῆς καὶ τέλος εἰπεῖν τὴν εὐλογημένην αὐτῆς ἐξορίαν ἐστέναξα μὲν ὁ ταπεινὸς (πῶς γὰρ οὔ;), ἐδόξασα δὲ τὸν θεόν, τὸν δοξάσαντα αὐτὴν ἐν τούτῳ. χαίρω οὖν καὶ συγχαίρω σου, ἀδελφὲ ἠγαπημένε, τῇ εὐδοκιμήσει καὶ ἐγκαλλωπίζομαί σου ταῖς εὐπραγίαις εἴτ' οὖν ἐξορίαις, ὅσον οἱ βασιλεύοντες τοῖς διαδήμασι. καὶ τίς ἄν μοι ἔδωκεν ἰδεῖν σου τὸ ποθούμενον πρόσωπον; περιεπτυξάμην γὰρ ἂν ἀπλήστως, τρὶς ἄρτι ἐξοριζόμενον καὶ φυλακιζόμενον ὑπὲρ ἀληθείας θεοῦ. ἠδικεῖτο ὄντως ἡ ἀρετή σου καὶ οἱονεὶ ὑπὸ μόδιον ἦν ἐν τῷ μοναστηρίῳ καθημένου σου· νῦν ἄνεισιν ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πάσῃ τῇ ἐκκλησίᾳ. οὕτως οἱ δοκοῦντες κατακρύπτειν ἐξέλαμψάν σου τὴν ἀρετήν. καλὴ μὲν καὶ ἡ τῶν ἄλλων ἁγιωτάτων ἐπισκόπων ἐξορία καὶ οὐκ ἀποδέουσα ἐγκωμίων, οὔπω δὲ τῆς σῆς ἰσοστάσιος· διατί; ὅτι μονοστέλεχός τίς ἐστιν, ἀλλ' οὐχὶ ἐκ δυνάμεως εἰς δύναμιν προϊοῦσα κατὰ τὴν σὴν τριστέλεχόν τε καὶ τρικόρυφον. διὰ τοῦτο αἰνετὸν τὸ ὄνομά σου, περίβλεπτον τὸ κατόρθωμά σου, αἰώνιον τὸ ἀγαλλίαμά σου. ἐξενώθημεν ἀλλήλων καὶ ἀπῳκίσθημεν, ἀλλὰ ἀγαθὸς ὁ θεὸς ἑνῶσαι ἡμᾶς καὶ συνοικίσαι ἀιδίως· τάχα δὲ κἀνταῦθα οὐκ ἀδυνατήσει αὐτῷ πάλιν κατ' ὀφθαλμοὺς ἰδεῖν ἀλλήλους. Προεπέμψαμεν τοὺς ἁγίους πατέρας καὶ ἀδελφούς, καί γε τὸν καλὸν Καλόγηρον, οὗ ἐν ταῖς χερσί σου ἡ ἐναπόψυξις, ὥσπερ ἐκ προστάγματος θεοῦ καὶ οὐκ ἐκ βασιλέως φθαρτοῦ μεταστάντος Θεσσαλονίκης καὶ ἐξελθόντος ἐν τῷ Σακκουδίωνι. ἐναπελείφθημεν δυοῖν, λάλημα οὐκ οἶδ' ὁποῖον τοῖς ἀνθρώποις, ἀλλ' οὖν τοῖς εὐσεβέσιν ἀγαθόν, κἂν ἀγέραστός εἰμι ταῖς ἁμαρτίαις ἐγώ. σὺ δέ, ὦ μακαριώτατε, προβαίνοις ἀεὶ τῷ καλῷ, εὐχόμενός μοι ἀενάως τὴν σωτηρίαν· ὅτι δὲ κἀγὼ μνημονεύω σου– καὶ τί γὰρ ἂν ἄλλο μετὰ θεὸν ἢ τὸ σὲ ἀναπνέειν; διέσπασαν ἀπὸ τῆς πλευρᾶς σου τὸν ἀδελφὸν Ἀθανάσιον (προσθήκη πόνου, ἀλλὰ καὶ στεφάνων), ὡσαύτως καὶ τὸν Νεκτάριον· ἀλλ' εἰ μὲν ἄκοντα, οὐ πολὺ τὸ λυπηρόν, εἰ δὲ ἐκ συνθήματος, φεῦ τῆς ἐμῆς ταλαιπωρίας· πλὴν ὁποτέρως ἤρθη δείξειεν ὁ καιρός. ἐμονώθης σχεδόν, ἔχων τὸν καλόν μου Ἄνθον καὶ Ἐπιφάνιον. χαριτώσειεν αὐτοὺς ὁ Κύριος ἐπὶ τῇ ὑπηρεσίᾳ τῆς ὁσιότητός σου, οὓς καὶ προσαγορεύω πλεῖστα καὶ εὔχομαι φανῆναι μέχρι θανάτου συνεπομένους σοι. τί τἆλλα; θεὸς ἐπίδοι τὴν ἑαυτοῦ κληρονομίαν καὶ βραβεύσειεν εἰρήνην ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ. Ἀσπάζονταί σε δουλοπρεπῶς οἱ σὺν ἐμοὶ ἀδελφοί. 73 Τῷ αὐτῷ Δὶς ἄρτι ἐπιστέλλω μετὰ τὴν ἀπὸ τοῦ Βυζαντίου ἄφιξιν τῆς ἁγιωσύνης σου. ἐγὼ δὲ καθ' ἑκάστην ἐβουλόμην τοῦτο ποιεῖν, εἰ οἷόν τε ἦν· ὅμως χάριν τῷ θεῷ ἀναθετέον, ὅτι ἐν τοσούτῳ διαστήματι ἔδωκεν ὁ ἀγαθὸς ἐντὸς ὀλίγου χρόνου τῇ τοῦ γράμματος μεσιτείᾳ ὁμιλῆσαι ἡμᾶς ἀλλήλοις, ἠγαπημένε. Ἡ μὲν οὖν τῆς ποντοπορίας μέριμνα κατέληξεν ἡμῖν· πιστεύομεν γὰρ τῷ θεῷ ἀποσεσῶσθαί σε ἀκινδύνως μέχρις οὗ περιωρίσθης τόπου ὑπὲρ ἀληθείας, ὁ τῆς ὀρθοδοξίας στῦλος καὶ τὸ τῆς ἐκκλησίας ἑδραίωμα. ὁποῖος δὲ ὁ χῶρος καὶ ἡ ὑποδεξαμένη σε ἑστία, οἵ τε κτήτορες, ἐνστρέφεται ἡμῶν ἐν τῇ κατὰ νοῦν θεωρίᾳ ποικίλαις μορφαῖς διαζωγραφούμενα, μήπως δύσχρηστα· ὅλως ὁποῖά ποτ' ἂν εἶεν, οἶδ' ὅτι ἐνέγκοι ἡ θεοφιλία σου, ἐνειθισμένη ταλαιπωρεῖσθαι ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις. Περὶ γὰρ ἡμῶν τῶν ἁμαρτωλῶν οὐδέν τι καινότερον τῶν προεγνωσμένων σοι ἢ ὅτι λόγος ἐρρύη μεθορίζεσθαι ἡμᾶς ἀλλαχοῦ πάλιν. τοῦ Κυρίου δὲ ἡ γῆ πάντως, ἐφ' ἣν ἂν παραρριφῶμεν, εἴπερ μὴ διαλείποις προσεύχεσθαι ἐν ἀγαθοῖς ἡμᾶς ἀναστρέφεσθαι διανοίᾳ καὶ καρδίᾳ καὶ ψυχῇ· ὁμολογοῦμεν γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι. τὰ δὲ τῆς αἱρέσεως αὔξει καθ' ἑκάστην κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ οἱονεὶ παφλάζει τῇ πυρᾷ τῶν βασάνων καὶ ἐξοριῶν, ἐνισταμένων χάριτι Χριστοῦ πλείστων ὅτι μάλιστα ἡγουμένων, ἐῶ λέγειν ὑποτακτιτῶν. καί γε ὁ ποτὲ διώκτης Χριστοῦ νῦν ὑπὲρ αὐτοῦ πάσχων, Ἰωσὴφ ὁ εὐλαβέστατος ἡγούμενος. ἴδε οὖν θεοῦ φιλανθρωπίαν, ἀδελφέ, πῶς σῴζειν ἐθέλει πάντας. ἀλλὰ ἄθρει πάλιν τὸν δόλιον ἐχθρόν· ἦρεν τὸν οὐδέποτε πιστόν, ἀλλὰ πολλαχῶς προδότην, Νεκτάριον τὸν ποτὲ ἡμέτερον, νῦν δὲ μετὰ τῶν ἀσεβῶν. καὶ τό γε σχετλιώτερον, ὅτι εἷς ἐστι τῶν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούντων παρὰ τῶν καθηγουμένων τῆς ἔξω χώρας. μὴ οὖν θαυμάσῃς, ὦ ἄνθρωπε τοῦ θεοῦ, μηδὲ λυπήσῃ σε πολύ, ἐπεὶ οὐδὲ ἄλυπον πάντως τὸ ἐκ τοῦ κόλπου ἡμῶν ἐξελθεῖν τὸν ἄνομον· ἐπεὶ καὶ ἐξ ἀποστόλων Ἰούδας. εὕροιεν δὲ ἔλεος οἱ συναποθνῄσκοντές σοι πιστοὶ ἀδελφοὶ ἡμῶν, οὓς καὶ προσαγορεύω πλεῖστα, ἐξαιρέτως τὸν καλόν μου Ἄνθον, εἰ σύνεστι, καὶ τὸν φερώνυμον Ἀθανάσιόν μου. Οἱ σὺν ἐμοὶ μετ' αἰδοῦς κατασπάζονταί σου τὰ ἴχνη. 74 Εὐθυμίῳ Σάρδησ Ἐμακρύνθη σου ἡ ὁσιότης ὑπὸ ἐξουσίας διὰ τὴν ἁπάντων ἐξουσίαν ἀφ' ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλ' οὐ τῷ πνεύματι, ᾧ μᾶλλον ἑνοῦσθαι φίλον θεῷ· ἐπεὶ πολλοὶ τῶν σωματικῶς ἡνωμένων οὐ σὺν ἀλλήλοις διὰ τὴν τοῦ πνεύματος στέρησιν. ὥστε οὐδ' ἂν εἰς αὐτὰ τὰ τέρματα τῆς οἰκουμένης φιλονεικήσοι διάραι ἡμᾶς ὁ κρατῶν, χωρίσειεν ἀπ' ἀλλήλων, καὶ μάλιστα εὐδοκοῦντος θεοῦ γράμμασιν ὁρᾶν ἡμᾶς καὶ ὁμιλεῖν ἀλλήλοις. Οὗτος δή μοι ὁ πρῶτος λόγος. δεύτερος, ἡ ἐσχατιὰ εἰς ἣν περιωρίσθης, μέριμναν ἐμποιοῦσα τῆς διαφυλάξεώς σου διὰ τὴν ἐγγύθεν βαρβαρικὴν χώραν. πλὴν ἐν χειρὶ Κυρίου τὰ σά, ὅς σε περιέπων διαφυλάξειεν ἀπὸ παντὸς κακοῦ. τάχα δὲ βουλόμενος ὁ θεὸς διᾴττειν ὥσπερ τινὰς ἀστέρας τοὺς ἑαυτοῦ ἐκλεκτοὺς ἐν τῷ στερεώματι τῆς πίστεως ἄλλον ἀλλαχοῦ τῶν ὡς σὺ ἀνδρικῶν ἀνδρῶν διεπέμψατο, ὡς ἂν μὴ περὶ ἕνα χῶρον ἡ τῆς ὀρθοδοξίας λαμπηδὼν διαβαίνοι, πολλοὺς δὲ φωτίζοι τῶν ἀμυήτων. τοιγαροῦν ἀνάτειλον ὡς ὁ λαμπρὸς ἑωσφόρος τὰς ἡλιακάς σου διδασκαλίας καὶ δημιούργησον ἡμέραν σωτηρίας τοῖς νυκτομαχοῦσιν, ἢ καὶ ἐπίρρωσον τοὺς ἐκ φωτολειψίας ἀσθενοῦντας. γένοιο Παύλῳ σύνδεσμος, εἰ δ' οὖν, ἀλλὰ γὰρ Ἀθανασίῳ σύναθλος· ἐκ Δύσεως γὰρ αὐτῷ τὸ πολὺ κλέος. Οὕτως ἡμεῖς φιλοπαθοῦντες τῷ καλῷ πατρὶ υἱικῶς διαλεγόμεθα, τοὺς ἐν τῇ θεοφιλίᾳ σου ἱεροὺς σπινθῆρας ἀνασκαλεύειν πειρώμενοι, ὡς ἂν πλέον ὁ τῆς διδασκαλίας αὐτῆς πυρσὸς ἀναλάμψειεν. ἐπειδή, ὡς οἶσθα, νὺξ χαλεπὴ καὶ σκότος βαθύ, πολὺ τῆς κατ' Αἴγυπτον ἐνάτης πληγῆς ὀλεθριώτερον, συμφέρουσα καὶ συγχέουσα καὶ ζοφοῦσα οὐ σώματα, ἀλλὰ ψυχὰς αὐτὰς τὸ ἐλεεινότατον. βρέμει ὁ κρατῶν, ἀπειλαί, πληγαί, φυλακαί, κακώσεις, δοκιμασίαι, ἐξεγχελήσεις, κολακεῖαι, ἐξορίαι, πᾶν ὁτιοῦν εἶδος φόβου καὶ ἀπάτης. διαλάμπουσι δὲ καὶ κεκραταίωνται τίνες ἄλλοι ἢ οἱ καθ' ἡμᾶς Ναζιραῖοι, τὰ νεῦρα τῆς ἐκκλησίας, τὰ ἀκροθίνια τῆς ὁσιότητος, ὧν οὐκ ἄξιος ὁ κόσμος; σὺν πολλοῖς τοῖς ἀριθμουμένοις καὶ ὁ εὐλαβέστατος ἡγούμενος τῶν Κεραμέα· οὕτω γὰρ κλητέον τὸν τὴν ἧτταν ἀναμαχησάμενον. καὶ εὐλογητὸς Κύριος ὁ πολλοὺς ἔχων μάρτυρας ἐν τῷ νῦν διωγμῷ εἰς στηριγμὸν τῆς πίστεως τῆς ἀμωμήτου. Μὴ οὖν παρασιωπησάτω σου ἡ ἁγία ψυχὴ δεομένη ὑπὲρ τοῦ λωφῆσαι τὰ κακὰ ἐπιλάμψει θείας προμηθείας, ἀλλά γε καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ, ἵνα κατ' ἴχνος ὑμῶν τῶν ἁγίων πατέρων πορεύσωμαι.

Intertext edge

Open linked passage

Note