Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
528.1
Ἰωάννῃ Γραμματικῷ Ἐν λόγοις ἐληλυθότος μου τῶν σεπτῶν εἰκόνων (παρῆν δὲ συνδιαλεγόμενος Πλάτων ὁ ἡμέτερος) ἔφη δὴ πάλαι εἰληφυῖαν τὴν λογιότητά σου ἐπιστολὴν ἐμὴν περὶ τῆς αὐτῆς ὑποθέσεως ἠπορηκέναι, πῶς οὐκ εὐκρινῶς δογματισθεῖσαν ἢ τάχα που καὶ παρακομίζουσαν τοῦ ἀληθοῦς τὸν ἀκροατήν. ἐγὼ δέ, εἰ μὲν τῶν ὡς ἔτυχεν ἦν ὁ βαλών, οὐ ταχέως ἐπεστράφην ἄν, εἰδὼς καὶ φθόνου βολίδας καὶ ἀγνώτων ἐπιτιμήσεις ὑποίσειν· ἐπεὶ δὲ παρὰ φίλου ἡ ἐπίληψις, καὶ φίλου σοφωτάτου, ἀναγκαῖον ᾠήθην αὐτὴν τὴν ἐπιστολὴν ὑπ' ὄψιν ἀγαγεῖν καί, καθ' ὅσον οἷόν τέ μοι ἐπικριθεῖσαν, ἀποστεῖλαι τῇ φιλότητί σου, ἢ ἀπολύουσαν τῆς ἀπορίας ἢ ἐπανορθουμένην ὑπὸ τῆς ἀγχινοίας σου· δεῖ γὰρ ἀντεισάγεσθαι πρὸς τοῦ ἐπιτιμῶντος τὴν οἰκείαν γνώμην τῆς μεμφθείσης ὑπολήψεως. ἔστιν οὖν ἡ ἐπιστολὴ ἥδε. Θεόδωρος Ἀθανασίῳ" 4Πῶς" 5, φῆς," 4οὐ λατρεύεται ἡ εἰκὼν Χριστοῦ, ἀλλ' ὁ ἐν αὐτῇ προσκυνούμενος Χριστός, μιᾶς οὔσης ἐπ' ἀμφοῖν προσκυνήσεως;" 5 ὅτι ἐπ' αὐτοῦ δὴ Χριστοῦ λατρευτικὴ ἡ προσκύνησις (προσκυνῶν γὰρ αὐτὸν συμπροσκυνῶ τὸν πατέρα καὶ τὸ Ἅγιον Πνεῦμα ὁμοῦ, ὅπερ ἐστὶν ἡ τριαδικὴ ἡμῶν προσκύνησις καὶ λατρεία), ἐπὶ δὲ τῆς εἰκόνος ἡ αὐτὴ μὲν (πῶς γὰρ οὔ; ὧν γὰρ ἓν τὸ κράτος καὶ ἡ δόξα μία, τούτων δηλαδὴ ἓν τὸ σέβας καὶ μία ἡ προσκύνησις), σχετικὴ δὲ ὅμως, ἤγουν ὁμωνυμική. προσκυνῶν γὰρ αὐτὴν οὐ συμπροσεκύνησα, ἀλλὰ προσεκύνησα Χριστόν, οὐ διαιρούμενον καθ' ὑπό στασιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον· ὅπερ ἐστὶ σχετική, ἀλλ' οὐ λατρευτική, κἂν ἡ αὐτή, ἐκεῖ μὲν οὕτως νοουμένη καὶ λεγομένη, καθότι τριαδική, ἤγουν φυσική, ἐνταῦθα δὲ τὸ ἔμπαλιν, καθότι σχετική, ἤγουν ὑποστατική. εἰ γὰρ εἴποις λατρευτική, ἐσήμανας σεσαρκῶσθαι ὡς τὸν υἱὸν τόντε πατέρα καὶ τὸ πνεῦμα, ὅπερ ἐστὶν ἔκτοπον. τοιγαροῦν προσκυνῶν τὴν εἰκόνα Χριστοῦ οὐ τὴν θεότητα προσκυνῶ, ὥς φασί τινες (τοῦτο γὰρ τῆς Τριάδος σημαντικόν· καὶ οὐ σεσάρκωται ἡ Τριάς, ἄπαγε), ἀλλὰ τί; αὐτὸν Χριστὸν σχετικῶς· μόνος γὰρ αὐτὸς ὁ σαρκωθεὶς θεὸς λόγος. προσκυνῶν δὲ αὐτὸν Χριστὸν δῆλον ὅτι συμπροσεκύνησα τὸν πατέρα ὁμοῦ καὶ τὸ πνεῦμα. ὥστε ἐπὶ τῆς εἰκόνος σχετικὴ εἰκότως ἂν νοοῖτο καὶ λέγοιτο, ἐπ' αὐτοῦ δὲ Χριστοῦ λατρευτική, ὡς συνεπινοουμένου τε καὶ συμπροσκυνουμένου τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος. Καλῶς οὖν, ὦ τᾶν, ἔχειν μοι δοκεῖ τὸ θεώρημα, ἐπὶ μὲν τῆς μακαρίας καὶ προσκυνητῆς Τριάδος τὴν σὺν πρόθεσιν εἰλῆφθαι (ἡ γὰρ σὺν διάκρισιν τῶν ὑποστάσεων ὑποφαίνουσα ἑνότητα φυσικὴν παρίστησι, καθὼς ἐπὶ τοῦ συμβόλου τῆς πίστεως παρὰ πᾶσι χριστιανοῖς ᾄδεται), ἐπὶ δὲ τῆς προσκυνήσεως Χριστοῦ τε καὶ τῆς αὐτοῦ εἰκόνος οὐκ ἔχει χώραν ἡ σὺν πρόθεσις εἰλῆφθαι· ἦ γὰρ ἂν εἰς δυάδα ὑποστάσεων κατὰ τὸν ἀποδοθέντα λόγον διιστᾶσα τὴν μίαν ὑπόστασιν ἀποκομίσῃ ἡμᾶς εἰς τὸ τῆς κοσμολατρείας ἀσέβημα. οὐκοῦν εἰκότως ἡ ἀντωνυμία παρελήφθη, ἥτις, τὸ ἑνιαῖον τῆς ὑποστάσεως ἐπ' ἀμφοῖν τηρήσασα, διίστησι τὸ ἑτεροῖον τῶν φύσεων. καὶ γοῦν, φησὶν ὁ πάνσοφος Διονύσιος, ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον. διαφορότητα οὖν οὐσίας φήσας ταὐτότητα δῆλον ὅτι ὑποστάσεως κατὰ τὸ ἑκάτερον ἐν ἑκατέρῳ ὑπέδειξε, καθ' ἣν καὶ ἡ κατὰ σχέσιν προσκύνησις τεθεώρηται. ἡ γὰρ σχέσις, ὥς φασι, τῶν πρός τί ἐστιν· ἅμα τε γάρ ἐστι καὶ ἀντιστρέφει πρὸς ἄλληλα, οἷον ἀρχέτυπον πρὸς εἰκόνα. οὐ γὰρ ἂν εἴη θάτερον μὴ θατέρου παρόντος, καθὸ καὶ τῶν ἅμα πεφιλοσόφηται. πρόσκειται δέ, ἤγουν ὁμωνυμική, καί γε τῆς αὐτῆς ἐμφάσεως καὶ ἥδε ἡ λέξις· τὸ γὰρ ὄνομα ὀνομαζομένου ὄνομα. ὥστε κἀνταῦθα τῶν πρός τι ὁ λόγος, ἐπεὶ καὶ κατὰ φιλοσοφίας ὅρον ὁμώνυμά ἐστι διδασκόμεθα, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον αὐτὸς Χριστὸς καὶ ὁ ἐγγεγραμμένος. ἐπεὶ δὲ καὶ ὑποστατικὴ πρόσκειται, τοῦτο διαρρήδην ἀποδέδεικται, ὅτι οὐχ ἑτέρα ὑπόστασις παρὰ τὴν τοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ εἰκόνι, ἀλλ' αὐτὴ δὴ ἡ ὑπόστασις Χριστοῦ, ἤγουν ὁ χαρακτήρ, τῷ τῆς μορφῆς αὐτοῦ εἴδει ἐκφαινόμενός τέ ἐστιν ἐν τῇ εἰκόνι καὶ προσκυνούμενος· καὶ ἔρρωται ὁ πᾶς λόγος τοῖς ὑγιῶς φρονοῦσι. Πρὸς δὲ τὸ πίστωσιν ἔχειν μᾶλλον τὸν λόγον ἀναγκαῖον ἡγησάμην τρεῖς χρήσεις πατρικὰς ὑποθεῖναι τῇ ἐπιστολῇ, ὡς ἂν πληρωθῇ κἀνταῦθα ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, γραφικῶς εἰπεῖν. Τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τοῦ νιπτῆροσ Ὅταν βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες εἰς πόλιν εἰσφέρωνται, ὑπαντῶσιν ἄρχοντες καὶ δῆμοι μετ' εὐφημίας, οὐ σανίδα τιμῶντες οὐδὲ τὴν κηρόχυτον γραφήν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ βασιλέως· οὕτως ἡ κτίσις οὐ τὸ γήινον σχῆμα τιμᾷ, ἀλλὰ τὸν οὐράνιον χαρακτῆρα αἰδεῖται. Τῆς ἐν Ἀντιοχείᾳ συνόδου ἐπὶ Θεοδωρήτου πατριάρχου Οὐχ ὡς ἕτερον τῇ μορφῇ, ἀλλ' ὡς αὐτὸν ἕνα Κύριον ἐν μιᾷ μορφῇ ὄντα, καθ' ὃν καὶ χαρακτὴρ εἷς πεφυκὼς τῆς τοῦ πατρὸς ὑποστάσεως καὶ πρὸ σαρκὸς ἀσώματος εἷς τε ἦν καὶ ἐν σαρκὶ εἷς ἐστι καὶ ἐν εἰκόνι ὁ αὐτὸς εἷς ὑπάρχει, μὴ διαιρούμενος εἰς δύο χαρακτῆρας μήτε δὲ σχιζόμενος εἰς δύο δόξας, ἀλλ' εἰς μίαν συναγόμενος. καὶ μεθ' ἕτερα· ἀλλ' ὥσπερ αὐτὸς εἷς ἐστιν ἐκ δύο τῶν ἐναντίων καὶ εἰς ἓν συνάγεται πρόσωπον, οὕτω καὶ ἡ εἰκὼν αὐτοῦ μία τέ ἐστι καὶ τοῦ αὐτοῦ ἑνὸς Χριστοῦ· καὶ οὐχ ἕτερον χαρακτῆρα ἐροῦμεν τὸν κατὰ σάρκα ἐπιφανέντα ἡμῖν καὶ ἕτερον τὸν κατ' εἰκόνα σχηματιζόμενον χαρακτῆρα ἐν εἴδει μορφῆς αὐτοῦ, ἀλλὰ τὸν αὐτὸν ἕνα, ἐπεὶ μήτε καθὸ σῶμα ὁ χαρακτὴρ εἴρηται, ἀλλὰ καθὸ ἀσώματον. καὶ τοῦτο μᾶλλον διὰ τοῦ θείου Χρυσοστόμου διευκρινηθήσεται, τὸν χαρακτῆρα οὐράνιον λέγοντος, ἐπείπερ καὶ ἐξ οὐρανοῦ οὐ καθὸ σῶμα, ἀλλὰ καθὸ ἀσώματον ὁ μονογενὴς θεὸς κατελθὼν ἐκ τῶν οὐρανῶν ἐσαρκώθη καὶ ἐπέφανε, σῶμα περιθέμενος τὸ ἡμέτερον. καὶ μετ' ὀλίγα· οὐκοῦν ἐπεὶ κατὰ ἀναφορὰν αὐτὸν δείκνυσι τὸν χαρακτῆρα, αὐτὸν Χριστὸν προσκυνοῦμεν καὶ οὐ τὴν ὕλην, τεχνικῶς σχηματιζομένην ἐν τῇ εἰκόνι. Τῆς ἐν Νικαίᾳ συνόδου τὸ δεύτερον Καὶ ὁ προσκυνῶν τὴν εἰκόνα προσκυνεῖ ἐν αὐτῇ τοῦ ἐγγραφομένου τὴν ὑπόστασιν. 529 Εὐδοκίᾳ κανδιδατίσσῃ Ἐδηλώθη μοι ὑπὸ τοῦ ἀδελφοῦ Σιλουανοῦ περὶ τῆς τιμιότητός σου ὅτι ἐν λύπῃ ἐστὶ διὰ τὸ ἐγγίνεσθαί σοι φόβον τινὰ καὶ πτόησιν ἐν τῇ ψυχῇ ἄνευ τινὸς αἰτίας· καὶ ἀκούσας οὐκ ἀπαθῶς ἤνεγκα ὁ ταπεινός, ἀλλὰ καὶ ἐλυπήθην καὶ ηὐξάμην, εἰ καὶ ἀνάξιος ὑπακούεσθαι παρὰ θεοῦ, λυθῆναι τὸ δέος ἐκεῖνο ἀπὸ σοῦ. ἀλλὰ καὶ ἔτι κἀγὼ καὶ ὁ κύριος ὁ ἀρχιεπίσκοπος καὶ οἱ ἀδελφοὶ συνεύχονται καταρραϊσθῆναι τὸ πάθος ἀπὸ τῆς εὐσεβείας σου· τοῦτο δέ, κυρία, ἀλλόκοτόν ἐστι τὸ πάθος καὶ εὐκαταφρόνητον καὶ οὐκ ὀφείλεις λογίζεσθαι αὐτὸ ὅλως ἔν τινι δυνάμενόν σε παραβλάπτειν, διότι, τὸν Χριστὸν ἐνδεδυμένη, καὶ τὸν σταυρὸν αὐτοῦ ἔχεις ὅπλον, ἐφ' ᾧ σημειουμένη ἀποδιώκειν παραυτὰ πίστευε πᾶσαν σκαιωρίαν δαιμονικήν, κἂν ἐν ἡμέρᾳ, κἂν ἐν νυκτὶ συμβαίνῃ σε ἐκθροεῖσθαι. ψάλλε οὖν πρὸς Κύριον, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου· καὶ πάλιν· οὐ φοβηθήσομαι ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ· καί, εἰ ὁ θεὸς ὑπὲρ σοῦ, τίς κατὰ σοῦ, οὗ καὶ τὸ σῶμα ἐσθίεις καὶ τὸ αἷμα πίνεις; ἐφ' οἷς καταπατοῦμεν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Μὴ τοίνυν συγκαταπέσῃς μηδὲ ῥαθυμήσῃς ἐν τῷ ἀκαίρῳ τούτῳ φόβῳ, ἀλλ' εὐθύμει ἐν Κυρίῳ καί, ὑπομιμνήσκομεν, προσεύχου, καθὼς καὶ εἴθισταί σοι, νύκτωρ καὶ μεθ' ἡμέραν, εἰ δύνῃ, καὶ μικρὸν ἀναγίνωσκε, καὶ ἡ εἰρήνη τοῦ θεοῦ φρουρήσει σε καὶ ἀπήμονα διατηρήσει ἐν πᾶσιν. 530 Εὐφροσύνῃ ἡγουμένῃ Μεμάθηκα παρὰ τοῦ εὖ εἰδότος ὅτι σου ἥψατο λύπη τῆς τιμιότητος διὰ τὸ ἐθέλειν μίαν ἀδελφὴν τετμῆσθαί σου τῆς ἁγίας συνοδίας. καὶ οὐκ ἔξω τοῦ εἰκότος ἡ λύπη· πῶς γὰρ ἂν καὶ οὐκ ἀλγήσειεν ψυχὴ ἐκκοπτομένου τοῦ οἰκείου μέλους; ἀλλ' ὅμως, ὅτι συμβαίνει τὰ τοιαῦτα ἐξ ἐπηρείας τοῦ ἐνεδρεύοντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ χρὴ ἡμᾶς μακροθύμως φέρειν, πᾶσαν ἐπιδεικνυμένους ἐπιμέλειαν ὅσον ἐπιτρέπει ὁ ἀληθὴς λόγος, ὡς ἂν ἀθῷοι τοῦ αἵματος εἴημεν τοῦ τοιούτου, ἤγουν τῆς τοιᾶσδε, ἀδελφοῦ τε ὀνομασθέντος ἢ ἀδελφῆς. Ἐπεζήτησας δὲ μαθεῖν, εἰ ἀνένοχόν ἐστι τῇ τιμιότητί σου ἀπολῦσαι τὴν φιλονεικοῦσαν ἐκραγῆναί σου ἀδελφήν. καὶ πῶς, σοφὴ οὖσα καὶ συνετή, οὐκ ἀφ' ἑαυτῆς ἐπιγινώσκεις τὸ δέον; οὔτε οὖν σεαυτῇ τῇ διδασκάλῳ οὔτε τῇ μαθητευθείσῃ ἀκίνδυνος ἡ διάστασις, ἐθελουσίως γινομένη. διατί γὰρ καὶ πόθεν τὸ εὔλογον ἔχουσα; εἰ μὲν γὰρ τελεία οὖσα καὶ κατηρτισμένη ἡ μαθήτρια πρὸς τὸ ἄλλων ἀδελφῶν καθηγεῖσθαι, ἤδη ἐπιζητουμένης ὑπ' ἀδελφότητος, οἰκονομία τὸ τοιοῦτον, καθώς φησιν ὁ Ἅγιος Βασίλειος, καὶ οὐ διάστασις, ἄπαγε· καὶ γοῦν ἀπὸ τοῦ ἄρχεσθαι καλῶς ἄνεισί τις ἐπὶ τὸ ἄρχειν ἐννόμως, κἀντεῦθεν ζῆλος ἀγαθὸς ταῖς ὁμοτρόποις ἰέναι ἐπὶ τελειότητα καὶ ταὐτοπραγῆσαι θεοπρεπῶς, ἐπειδὴ ἔνδειξιν τῆς εἰς αὐτὸν ἀγάπης ὁ Κύριος καὶ θεὸς ἡμῶν τῷ κορυφαίῳ τῶν ἀποστόλων ὑποδεικνὺς ἔφη· εἰ ἀγαπᾷς με, βόσκε τὰ ἀρνία μου· καὶ πάλιν· ποίμαινε τὰ πρόβατά μου. ὡς ὅ γε, ὁ τοιαύτῃ προθέσει ἐκβεβηκὼς εἰς τὸ ποιμαίνειν, μακάριος ἂν εἴη, Χριστὸν μιμούμενος τὸν ἀληθινὸν καὶ πρῶτον ἀρχιποίμενα. Ἔστι γοῦν καὶ ἑτέρα οἰκονομία ἐν τοῖς πατράσιν ἡμῶν τεθεωρημένη, ὁπόταν ψυχὴ δυστροπεύουσα μετὰ πολλὴν καὶ μακρὰν ἐπιμέλειαν αἱρῆται μεταπεσεῖν εἰς ἄλλην ἀδελφότητα, ὡς ἐκεῖσε χρησιμεύσειν μέλλουσα κατὰ μίμησιν τῶν μεταφυτευομένων δένδρων ἐκ τοῦδε εἰς τόνδε τὸν τόπον. ἐὰν οὖν καὶ τοῦτο ποιήσειας, ἔχει τινὰ λόγον, ἀμφοτέρων δῆλον ὅτι, τῆς τε ἐπιδιδούσης καὶ τῆς ἐπιδεχομένης, συναιρουμένων ἀλλήλαις, πληρουμένου τοῦ ἀποστολικοῦ παραγγέλματος, ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. ἄλλον δὲ χωρισμὸν οὐκ ἐπιδέχεται ὁ λόγος τῆς ἀληθείας, πρῶτον μὲν ὅτι ἡ σύμβασις τοῦ Ἁγίου Πνεύματος διασπᾶται, ἡ καθομολογηθεῖσα ἐνώπιον θεοῦ καὶ ἀνθρώπων ἐπὶ τῇ μοναχικῇ τελειώσει· οὗ τί ἂν εἴη ὀλεθριώτερον; καί γε ἁρμόζει κἀνταῦθα ὁ λόγος τοῦ Κυρίου, οὓς ὁ θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω· εἰ γὰρ ἐκεῖ, καίτοι ἐπὶ σαρκικῇ ζεύξει, ἀπηγόρευται ὁ χωρισμός, πόσῳ γε μᾶλλον ἐπὶ πνευματικῇ συναφείᾳ, εἰ μή τι ἆρα παίζεται τὰ θεῖα; ἀλλ' ἄπαγε, πιστὸς ὁ λόγος τοῦ μυστηρίου ἐπί τε ἀφέσει τῶν ἡμαρτημένων ἐπί τε δεσμῷ ἀλύτῳ τῆς συναφείας. ἔπειτα, πῶς οἰκοδομηθήσεται ἡ ἀδελφότης ἐξ ἧς ἀπορρήγνυται, εἴπερ ἀνεύθυνος ᾖ ἡ ἀπολελυμένη παρὰ τῆς καθηγουμένης, καὶ οὐχὶ μᾶλλον ὑπαχθήσεται εἰς διάστασιν, τῷ ὁμοίῳ ζήλῳ τεμνομένη νῦν μὲν αὕτη, πρὸς δὲ τὸ ἑξῆς ἑτέρα καὶ μετ' οὐ πολὺ ἄλλη (καὶ οὕτω τὸ ἄρτιον σῶμα τοῦ Χριστοῦ οἰχήσεται καὶ διαφθαρήσεται πάμπαν), ἐκ τῆς πρώτης βαλβῖδος ἀφορμηθεῖσα; καὶ τοῦ οὐαὶ κληρονόμος, ὡς βοᾷ ὁ Ἅγιος Βασίλειος, ἡ τοῦτο ὅλον τὸ κακὸν ἀπεργαζομένη· οὔτε γὰρ στάσιν οὔτε βάσιν ἕξει οὔτε ἡ σὴ μονὴ οὔτε ἑτέρα ἡ οὕτως πράττουσα. Ὥστε ὁ ἀπειθῶν ἀπειθείτω καὶ ὁ ἀνομῶν ἀνομείτω κατὰ τὸ γεγραμμένον. σὺ δὲ σῴζουσα σῷζε τὴν σεαυτῆς ψυχήν, μὴ προϊεμένη τοὺς νόμους τοῦ θεοῦ, ἀλλ' ἐρηρεισμένη ἐν ταῖς διδασκαλίαις τῶν ἁγίων, ὧν πρῶτος ἐν τούτοις ὁ Μέγας Βασίλειος, κἂν μετὰ δυοῖν ἢ τριῶν παρθένων φθάζῃς συζῆν· ὅπου γάρ εἰσι δύο ἢ τρεῖς ἐν τῷ ὀνόματί μου, φησὶν ὁ Κύριος, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, οὐ μὴν μετὰ παρανομούντων, κἂν μυρίοι ὦσιν. 531 Δωροθέῳ τέκνῳ Ἔγνων, τέκνον ἠγαπημένον, καὶ ἐκ τῆς ἀρτίως γραφείσης σου ἐπιστολῆς τὸ πρὸς ἡμᾶς τοὺς ταπεινοὺς πιστόν τε καὶ ἀγαπητόν σου, ὅπερ ἐστὶ γνώρισμα ἀληθινῆς ὑποταγῆς, εἰ καὶ ἡμεῖς ἁμαρτωλοὶ καὶ οὐδαμινοί· ἐφ' ᾧ καὶ συντηρηθείης πρὸς τὸ ἑξῆς, εὐαρεστῶν Κυρίῳ καὶ διαλάμπων τῇ ἀρετῇ ἐν τῇ ἀδελφότητί σου, οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς. φύσιν γὰρ οὐκ ἔχει κρύπτεσθαι τὸ ἀγαθόν, ἀλλὰ καὶ μᾶλλον λανθάνειν δοκοῦν εὔδηλον τὸν ἐργάτην ἀποκαθίστησιν ὡς πόλιν θεοῦ χρηματίζειν κατὰ τὸ γεγραμμένον. Ἀλλὰ τοῦτο μὲν ἐπὶ τοσοῦτον. περὶ δὲ ἧς ἐσήμανας ὑποθέσεως, ἤγουν τοῦ ποιεῖν μνήμην τοῦ δεῖνος, ὀφείλεις ἐξ ἑαυτοῦ συνορᾶν ὅτι, εἰ μὲν ἐν τῷ θανάτῳ, προκοινωνῶν τῇ αἱρέσει διὰ φόβον ἀνθρώ πινον, ἔστη ἐξαγορεύων καὶ οἱονεὶ ἐπιτιμώμενος πρός τινος, εἶθ' οὕτως μετέλαβεν τῆς ὀρθοδόξου κοινωνίας καὶ ταύτῃ συναπέπτη, ἔχει φύσιν ἐν μνημοσύνοις τάττεσθαι ὀρθοδόξων, τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ διὰ πολλὴν φιλανθρωπίαν ἐπ' αὐτῆς τῆς τελευταίας ὥρας δεχομένου τὸν μεταμελούμενον καὶ ὦδε αὐτὸν κρίνοντος. ὥστε, εἰ οὕτως ἐγένετο, ποιεῖσθαι λειτουργίας ὑπὲρ αὐτοῦ πρὸς θεὸν οὐ παραιτητέον. εἰ δὲ οὐδὲν τούτων γέγονεν, ἀλλὰ κοινωνῶν ἦν τῇ αἱρέσει καὶ οὐκ ἔφθασεν μετασχεῖν τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου (αἱρετικὸς γὰρ ὁ ἄρτος ἐκεῖνος καὶ οὐ σῶμα Χριστοῦ), οὐ τολμητέον εἰπεῖν σύναξιν περὶ αὐτοῦ (οὐδὲ γὰρ παίγνια τὰ θεῖα), ὡς ἂν μὴ ἀκούσῃ ὁ αἰτῶν περὶ τοῦ τοιούτου, αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. ἄλλο τι λέγειν οὐκ ἔχω, ὅσον τὸ κατ' ἐμὲ διαγινώσκειν ἔστι τὸ ἀληθές· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, οὔτε ἐν τῷ μέρει τῶν ὀρθοδόξων τετάξεται ὁ μὴ κοινωνῶν τῇ ὀρθοδοξίᾳ κἂν ἐν τῇ ἐσχάτῃ ὥρᾳ· ὅπου γὰρ εὑρεθῇ, ἐκεῖ καὶ κριθήσεται καί, οἷον ἐφόδιον εἴληφε πρὸς τὴν αἰώνιον ζωήν, τούτῳ καὶ συναριθμηθήσεται. Τὸ λοιπὸν εὔχου ὑπὲρ ἐμοῦ. ἀσπάζεταί σε ὁ κύριος ὁ ἀρχιεπίσκοπος καὶ οἱ ἀδελφοί σου. τοὺς μετὰ σοῦ ἀδελφοὺς ὡς τέκνα μου προσαγορεύω, ἐπεὶ καὶ τὴν κυρίαν Θέκλαν ὡς θυγατέρα ἐν Χριστῷ. 532 Μιχαὴλ καὶ Θεοφίλῳ βασιλεῦσιν. Βασιλεῦσι θεοφιλεστάτοις καὶ εὐσεβεστάτοις ἐκ θεοῦ αὐγούστοις καὶ αὐτοκράτορσιν ἀπολογία τε καὶ προσφώνησις παρὰ τῶν ὧδέ τε κἀκεῖσε διεσπαρμένων Ἐγνωσμένον ἐστὶ τοῖς λόγου μετέχουσιν ὅτι ὁ παμβασιλεὺς τῶν ἁπάντων θεὸς τὸ τῆς ἐπιγείου βασιλείας χρῆμά τε καὶ ὄνομα τούτου χάριν ἐδωρήσατο τῇ ἀνθρωπείᾳ φύσει, ἵνα, μιμήσει τῶν οὐρανίων καὶ τὰ ἐπίγεια τὸ εἰρηναῖον καὶ ἀστασίαστον κεκτημένα, σύμφωνον ἄγοιεν τὴν εἰς αὐτὸν δοξολογίαν τε καὶ προσκύνησιν· ἧς τὰς ἡνίας λαχοῦσα θεοκρίτως ἡ ὑμετέρα χριστομίμητος βασιλεία εἰκότως προσκέκληκεν ἡμᾶς τοὺς ἐλαχίστους εἰς λόγους ἐλθεῖν μετὰ τῶν ἀντιδιατιθεμένων ἡμῖν τῷ τῆς πίστεως λόγῳ, ὡς ἂν ἐντεῦθεν γνοίη πότερον μέρος τὸ ἀληθὲς πρεσβεύοι καὶ ταύτῃ δοίη τὰ νικητήρια εἰς τὸ μὴ εἶναι σχίσματα ἐν ἡμῖν, ἀλλὰ τὸ αὐτὸ φρονεῖν ὀρθοδόξως ἅπαντας. ἐφ' ᾧ ᾐνέσαμεν μὲν ὑμῶν τὸ φιλομαθὲς τῆς πίστεως, ὑπερῃνέσαμεν δὲ τὸ εἰρηνοθελὲς τῆς προαιρέσεως, οὕτως ἐφιεμένης ἐπ' ὠφελείᾳ καὶ σωτηρίᾳ τὸ ὑπήκοον καταστήσασθαι· εἴη γὰρ ὑμῖν ἐντεῦθεν ἄμειψις, ἐπὶ λαμπρότητι λαμπρότης ἄρρητος καὶ ἐπὶ βασιλείᾳ βασιλεία ἀτελεύτητος. Ἀλλ', ὦ δεσπόται κράτιστοι καὶ φιλοθεώτατοι, οὐχ οἷόν τέ ἐστι τοῦτο τὸ μέγα καὶ πολύευκτον κατόρθωμα ἁπλῶς οὕτως καὶ ἀκαμάτως γενέσθαι, διότι τῶν μεγίστων πραγμάτων μέγισται συναναφαίνονται καὶ αἱ τληπαθήσεις. τί τοῦτο; πρῶτον μὲν τὸ τοὺς ἐναντιουμένους ἡμῖν χρονίως τε καὶ συνοδικῶς πεπαγιῶσθαι ταῖς οἰκείαις δόξαις, ἡμᾶς δὲ ἀποστολικῶς τε καὶ πατρικῶς κεκωλῦσθαι συνᾶραι μετὰ τῶν οὕτω κεκρατημένων τὸν περὶ πίστεως λόγον· ἔπειτα, ὅτι καὶ ἡ περὶ αὐτοῦ κρίσις οὐκ ἄλλοις ἀνήκει ἢ μόνοις τοῖς ὑπὸ τοῦ Κυρίου τὴν ἐξουσίαν διὰ τοῦ Πνεύματος εἰληφόσι, συναιρομένων τε καὶ συνεπισφραγιζόντων καὶ ὑμῶν τῶν ἐπὶ τούτῳ ὑπὸ θεοῦ προηγουμένων κεκλημένων. τὸ δὲ ὑγιὲς καὶ ἀμώμητον τῆς χριστιανικωτάτης ἡμῶν θρησκείας φρόνημα ὁποῖόν ἐστιν ἀναγκαῖον ἐκθέσθαι. Πιστεύομεν εἰς ἕνα θεόν, τὸν ἐν πατρί τε καὶ υἱῷ καὶ Πνεύματι Ἁγίῳ προσκυνούμενόν τε καὶ συνδοξαζόμενον, τὴν πολυύμνητον, παντουργὸν καὶ ἀρχικὴν Τριάδα κατὰ τὸ ὑπὸ τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων παραδοθὲν ἡμῖν θεόπνευστον σύμβολον, δι' οὗ πᾶσα αἵρεσις ἐκκέκρουσται καὶ παρ' οὗ πᾶσα ἁγία σύνοδος ἤρτηται, οἷάπερ ἀπὸ ῥίζης κλάδοι καὶ πηγῆς ποταμοί. ἐντεῦθεν γὰρ ἡ δευτέρα τὴν κυρίαν φωνὴν τοῦ Πνεύματος ἐτράνωσεν· εἶτα ἡ τρίτη τὴν ἁγίαν Μαρίαν Θεοτόκον, ὡς αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἀποκυήσασαν, ἐκήρυξεν· ἔπειτα ἡ τετάρτη ἐκ δύο καὶ ἐν δυσὶ φύσεσι καθ' ὑπόστασιν ἑνικὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐδογμάτισεν· εἶτα ἡ πέμπτη, τὴν πρὸ αὐτῆς ἐπισφραγίσασα, Ὠριγένην τε καὶ τοὺς ἀμφ' αὐτὸν προϋπαρκτίτας ἀνεθεμάτισεν· ἔπειτα ἡ ἕκτη ἀκολούθως ταῖς δυσὶ φύσεσι δύο θελήματά τε καὶ ἐνεργείας ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ἐξεδίδαξεν· εἶθ' ὕστερον ἡ ἑβδόμη ἑπομένως ταῖς πρὸ αὐτῆς, ὡς διπλᾶ πάντα τὰ ἐπὶ τοῦ ἑνὸς Χριστοῦ φυσικὰ ἰδιώματα, τὸν αὐτὸν ἀπερίγραπτον κατὰ τὸ ἀόρατον καὶ περιγραπτὸν κατὰ τὸ ὁρώμενον ἀνεκήρυξε, τέτρασι τρόποις ἐρηρεισμένως τὸ ἀληθὲς ἔχουσα, ἔκ τε φυσικοῦ δόγματος, παρά τε πατρικῶν χρήσεων, ἔκ τε συνοδικῶν ἐκφωνήσεων καὶ παρὰ ἀρχαίας θεσμοθεσίας. κατὰ μὲν οὖν φυσικὴν ἀκολουθίαν, φέρε εἰπεῖν, ὁ εὐαγγελιστὴς Ἰωάννης ὑποδείκνυσι λέγων· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. εἰ τοίνυν ὁ λόγος σὰρξ ἐγένετο, δῆλον ὅτι ὡς μὲν λόγος ἀπερίγραπτος, ὡς δὲ σὰρξ περιγραφόμενος· καί, εἰ ἐσκήνωσεν ἐν ἡμῖν (ἄλλο δὲ τὸ σκηνοῦν καὶ ἕτερον ἡ σκηνή), καθ' ἕτερον μὲν περιγράφοιτο, καθ' ἕτερον δὲ περιγραφῆς ἀνώτερος. ἐπεί, ποίοις σημείοις ἄνθρωπος γεγονέναι ἐπιγνωσθήσεται, εἰ μὴ τὸ τῆς ἐξεικονίσεως ἰδίωμα, ὅπερ ἐστὶ πρῶτον ἐν μεμορφωμένῳ ἀνθρώπῳ, φυσικῶς κέκτηται, οὗ τῇ ἀναιρέσει φροῦδος ὁ ἄνθρωπος; ἀλλὰ μὴν ἄνθρωπος ἀληθῶς, οὐκοῦν καὶ ὡς ἄνθρωπος περιγραφόμενος ὁ ὡς θεὸς ὢν ἀπερίγραπτος. ἐφ' ᾧπερ λόγῳ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἐχρημάτισεν, ὡς τὰ ἀμφότερα ἄκρα πρὸς ἑαυτὸν συνάπτων καὶ ἀμφότερα ὑπάρχων καὶ τὰ τῶν ἀμφοτέρων ἐξ ὧν συνετέθη φύσεων ἰδιώματα ἐν μιᾷ ὑποστάσει ἀνελλιπῶς κεκτημένος, ἔκ τε πατρὸς σὺν πᾶσι καὶ τὸ ἀπερίγραπτον, ἐπείπερ εἴρηκε, πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά, ἔκ τε μητρὸς σὺν πᾶσι καὶ τὸ περιγραπτόν, ἐπείπερ γέγραπται, οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ἓν οὖν καθ' ἑκατέραν φύσιν ἀναιρούμενον ἰδίωμα συναναιρεῖν πέφυκεν ἐξ ἀναγκαίου πάντα τὰ ὁμόστοιχα, ἀναιρουμένων δὲ τῶν ἰδιωμάτων δῆλον ὅτι συναναιροῦνται καὶ αἱ τούτων φύσεις. καί, μάρτυς τοῦ λόγου, ὁ ἱερομάρτυς Ἰουστῖνος ὧδέ πού φησι· οὐδὲν γὰρ διαμένει τῶν ὄντων ὅπερ ἐστίν, ἑνὸς καὶ μόνου τῶν προσόντων αὐτῷ φυσικῶς ἐλλείποντος· κἀντεῦθεν φροῦδα τὰ τῆς πίστεως ἡμῶν ἐκ τῆς καινῆς ὑποθέσεως καθέστηκεν. ἑπομένως δ' οὖν τῷ εὐαγγελιστῇ καὶ ὁ ἀπόστολος τάδε φησίν· ὅς, ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. τοίνυν, εἴπερ ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν, ἀναντιρρήτως, ᾗ μὲν ἐν μορφῇ θεοῦ ὑπάρχει, οὐκ ἐξεικονίζεται, ὅτιπερ τὸ θεῖον ὑπὲρ κατάληψιν, ᾗ δὲ μορφὴν δούλου ἔλαβεν, ἐξεικονίζεται, ὅτι ὑπὸ κατάληψιν τῆς ἐν ἁφῇ τε καὶ χροιᾷ ἡ δουλικὴ μορφὴ περιορίζεται. πῶς γὰρ ἐν ὁμοιώματι ἀνθρώπων γεγονέναι πιστευθήσεται, εἰ μὴ ὁμοίως τοῖς ἀνθρώποις ἐξεικονίζεσθαι πέφυκε; πῶς δὲ καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπος λεχθήσεται, εἰ μὴ τῷ ἀνθρωπίνῳ σχήματι γεγραμμένος ὀφθήσεται; Ὁρᾶτε, ὦ γαληνότατοι, πῶς, ὀφειλομένως κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιούμενος, οἷς καὶ παραπλησίως μετέσχηκε σαρκὸς καὶ αἵματος, ἐξ ἀναγκαίου ἔχοι τὸ ἐπίσης τούτοις ἐξεικονίζεσθαι; εἰ δὲ μή, οὐχ ὡμοίωται, καὶ διέψευσται ὁ ἀποφηνάμενος, καὶ ἡ φύσις παρήλλακται. καὶ μὴν αὐτὸς ὁ θεὸς καὶ λόγος ὧδέ πού φησι· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ θεοῦ; οὐκ ἂν δὲ ὁ μὴ ἐξεικονιζόμενος ἄνθρωπον ἑαυτὸν εἴποιέ ποτε, οὐδ' ἂν ὁ πεφυκὼς ἀποκτένεσθαι μὴ οὐχὶ πεφυκὼς εἴη καὶ τοῦ ἐξεικονίζεσθαι· θάτερον γὰρ θατέρου εἰσαγωγικόν τε καὶ ὁμολογητικόν. οὗτός ἐστιν ὁ θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι, καθὼς ὁ μακάριος Πέτρος λέλεχε· τί δ' ἄλλο εἶεν τοῦτο ἢ τὸ φάναι ἐξεικονίζεσθαι σαρκί, οὐκ ἐξεικονιζόμενον πνεύματι; οὗτός ἐστιν ὁ εἰρηκώς, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι' ἐμέ· οὐκ ἂν δὲ ὁ μὴ περιγραφόμενος εἴποιεν ἐσθίεσθαι, εἰ μή τί γε ἆρα φάντασμα εἶεν. ὅπερ εἰ καταδεξοίμεθα, ἐμπεσούμεθα εἰς τὸ τοῦ Μανιχαίου φρόνημα, ἀποσκευαζόμενοι τὸ μέγα τῆς εὐσεβείας μυστήριον· καὶ γὰρ ἐκεῖνος ἐν τῷ ὁρατῷ καὶ ἀοράτῳ τὸν υἱὸν τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει πεφανερωκέναι φησίν, οὐ δύο ἔχοντα φύσεις, ἀλλὰ μίαν. ὥστε καὶ οἱ μὴ περιγράφεσθαι Χριστὸν διισχυριζόμενοι, ὡς μίαν φύσιν πρεσβεύοντες, ἐκείνου τῷ φρονήματι συνεμπίπτειν ἀπελέγχονται· ὃ γὰρ ἀπερίγραπτον, τοῦτο καὶ ἀσώματον, οὐδ' αὖ ἐν τῷ περιγεγράφθαι εἰς δυάδα προσώπων τὸ ἓν Χριστοῦ πρόσωπον, ὡς δοκεῖ τισι, διατέμνεται, ὅτι μηδὲ φύσις εἰκόνος τε καὶ πρωτοτύπου ὑποστατικῶς οἶδε τέμνεσθαι, ἀλλὰ τῷ τῆς οὐσίας λόγῳ τὴν διαφορὰν κέκτηται. φησὶ γὰρ ὁ πάνσοφος Διονύσιος· ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον. ἐπεὶ καὶ ἐπὶ τοῦ ζωοποιοῦ σταυροῦ οὐκ ἄν τις εἴποι τὴν σταυροειδῆ εἰκόνα ἄλλο τι παρὰ τὸ ταύτης πρωτότυπον ἢ μόνον τῷ φυσικῷ λόγῳ διαφορουμένην· καὶ τὸ παράδειγμα ἐγγύθεν καὶ ἡ ἀλήθεια ἀναμφίλεκτος. Οὗτος οὖν ὁ πρῶτος τρόπος τῶν εἰρημένων. τίς ὁ δεύτερος; αἱ τῶν ἁγίων φωναί, οὐ συλλογιστικῶς, ἀλλὰ γυμνῶς ἐξεικονίζεσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διαγορεύουσαι· ἅς, εἰ πάσας ἐνταῦθα βουληθείημεν ἐντάξαι, ἐκβησόμεθα τοῦ μετρίου τῆς προσφωνήσεως. ἐκ πολλῶν δὲ δύο ἢ τρεῖς, καὶ ταύτας προυργιαιτέρας, ἀναλεξάμενοι, ἐκ τῶνδε καὶ τὰς λοιπὰς πιστωσόμεθα, πληρουμένου κἀνταῦθα τοῦ γεγραμμένου, ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. φωνὴ τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου, ἐν ἱστορίᾳ τοῦ ἱερομάρτυρος Παγκρατίου ὑπομνηματιζομένη· ἐξένεγκον τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ, ἵνα ἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἔλαβεν ὁ υἱὸς τοῦ θεοῦ, ἵνα ἰδόντες ἐπὶ πλεῖον πιστεύσωσιν, ὁρῶντες τὸν τύπον τῆς μορφῆς, καὶ ὑπόμνησιν λαμβάνωσι τῶν παρ' ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων. ὡς φοβερὸς ὁ λόγος οὗτος, μονονουχὶ καὶ ἐπιβοῶντος," 4ἐξένεγκον τὴν εἰκόνα τοῦ τῇ ἀρετῇ τοὺς οὐρανοὺς καλύψαντος καὶ ἐντύπωσον οἱονεὶ ἐν τῷ μετεώρῳ εἰς μαρτύριον ἐμφανές" 5." 4ἵνα ἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἔλαβεν ὁ υἱὸς τοῦ θεοῦ" 5· οὐκ ἀγγέλου οὐδ' ἀρχαγγέλου οὐδέ τινος ἄλλης δυνάμεως, ἀλλὰ τὴν καθ' ἡμᾶς δουλικὴν μορφήν." 4ἵνα ἰδόντες ἐπὶ πλεῖον πιστεύσωσιν" 5· ὡς οὐκ ἀρκούσης τῆς διὰ λόγου ἱστορίας, ἀλλὰ δεομένης καὶ τῆς δι' ὄψεως ἐνεργείας εἰς πλείονα πίστωσιν ὅτι ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γέγονε." 4καὶ ὑπόμνησιν λαμβάνωσι τῶν παρ' ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων" 5· ὅμοιον τοῦ εἰπεῖν" 4τοῦτο ὑμῖν μνημόσυνον εἰς γενεὰς γενεῶν" 5. ἐπισημαίνει δὲ ἡ ἱστορία ὅτι καὶ οἱ λοιποὶ ἀπόστολοι τὸ αὐτὸ ἐποίουν ἔν τε πόλεσι καὶ κώμαις, ἅπασαν ἱστορίαν τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διακοσμοῦντες ἀπ' ἀρχῆς, ὅτε ὁ ἄγγελος τὸ" 4χαῖρε" 5 κέκραγε τῇ παρθένῳ, μέχρις ὅτου καὶ ἀνελήφθη· ἅς, φησί, καὶ φόβῳ παρῄνουν τιμᾶσθαι. Ὁρᾶτε, ὦ φιλοθεώτατοι, ὅτι ὁμοῦ τῇ ἀναστηλώσει τῶν ἱερῶν εἰκόνων καὶ τὸ προσκυνεῖσθαι αὐτὰς φόβῳ ὑπὸ τῶν ἀποστόλων ἀπ' ἀρχῆς παραδέδοται; τὸ γάρ τοι τιμᾶσθαι ἰσόρροπον δῆλον ὅτι τοῦ προσκυνεῖσθαι ὡμολόγηται. φωνὴ Ἀθανασίου τοῦ πολυάθλου ἐκ τῆς ἐν Βηρυτῷ προσφωνήσεως· ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν καὶ ἴδετε τὸ καινὸν θέαμα τοῦτο· καὶ μεθ' ἕτερα· τότε τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἱ Ἰουδαῖοι κατενέγκαντες ἔφησαν ὅτι" 4καθὼς οἱ πατέρες ἡμῶν ἐνέπτυσαν αὐτῷ ποτε, οὕτως καὶ ἡμεῖς ἐμπτύσωμεν αὐτῷ" 5. τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον τῆς εἰκόνος τοῦ Κυρίου καὶ ἐρράπισαν αὐτὴν κατὰ πρόσωπον τῶν συνελθόντων ἔνθεν κἀκεῖθεν, ἤγουν τὴν εἰκόνα τοῦ Κυρίου, λέγοντες·" 4ὅσα ἐποίησαν αὐτῷ οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν τῇ εἰκόνι αὐτοῦ. καὶ λέγουσιν ὅτι ἐνέπαιξαν αὐτῷ· καὶ ἡμεῖς τὸ αὐτὸ ποιήσωμεν" 5. ἐμπαιγμοῖς οὖν ἀπείροις ἐνέπαιξαν τὴν εἰκόνα τοῦ Κυρίου, ἅπερ οὐδὲ λέγειν ἡμῖν τετόλμηται. εἶτα λέγουσιν," 4ἠκούσαμεν ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν αὐτῷ" 5. τότε τὰς χεῖρας καὶ τοὺς πόδας τῆς τοῦ Κυρίου εἰκόνος ἔπηξαν τοῖς ἥλοις. πάλιν λέγουσι μεμηνότες," 4ἠκούσαμεν ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν αὐτῷ καὶ ἡμεῖς" 5. καὶ ἐποίη σαν, προσθέντες τῷ στόματι τῆς εἰκόνος τοῦ Κυρίου τὸν σπόγγον τοῦ ὄξους πεπληρωμένον. πάλιν λέγουσι·" 4μεμαθήκαμεν ὅτι καλάμῳ ἔτυψαν τὴν κεφαλὴν αὐτοῦ οἱ πατέρες ἡμῶν· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν" 5. καί, λαβόντες κάλαμον, ἔτυπτον εἰς τὴν κεφαλὴν τοῦ δεσπότου. τέλος λέγουσιν," 4ὡς ἀκριβῶς μανθάνομεν ὅτι λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἔνυξαν, μηδὲν παραλείψωμεν, ἀλλὰ προσθῶμεν καὶ τοῦτο" 5. καί, ποιήσαντες ἐνεχθῆναι λόγχην, ἐπέτρεψάν τινι αὐτῶν ἆραι τὴν λόγχην καὶ κροῦσαι κατὰ τῆς πλευρᾶς τῆς εἰκόνος τοῦ Κυρίου· καὶ τούτου γενομένου εὐθέως ἀνέβλυσεν ἀπ' αὐτῆς πλῆθος αἵματος καὶ ὕδατος. Πιστὸς ὁ λόγος, ὦ σοφώτατοι, τὸ μέν, ὅτι τὰ σημεῖα τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσι, τὸ δέ, ὡς ἂν καὶ ἡμεῖς γνοίημεν ὅτι τῇ τῆς εἰκόνος ὕβρει ἐφύβρισται τὸ πρωτότυπον, ὡς ἔμπαλιν τῇ τῆς εἰκόνος τιμῇ ἀποτετίμηται. φωνὴ τοῦ Μεγάλου Βασιλείου ἐκ τοῦ ἐγκωμίου τοῦ εἰς τὸν μάρτυρα Βαρλαάμ· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. κἀνταῦθα, ὦ γαληνότατοι, ἀσφαλὴς ὁ ὅρος τῆς εἰκονικῆς ἀναστηλώσεως. οὐ γάρ, ὥς τινες εἰκαιολογοῦσι, τῷ πίνακι τῆς ψυχῆς ἐγγεγράφθαι Χριστὸν εἴρηται τῷ θεοφόρῳ· οὐδὲ γὰρ ἐγγεγραμμένον ἐν ἡμῖν, ἀλλὰ κατοικοῦντα τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ἡμῶν ἔχομεν, ὡς ὁ ἀπόστολος βοᾷ. ἔπειτα, ὅτι καὶ τῇ ἐπιφορᾷ τοῦ" 4καί" 5 συνδέσμου τὰ προηγούμενα ὑπεσημήνατο, ἅτινά ἐστι τάδε· ἀνάστητέ μοι νῦν, οἱ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· ἀμαυρότερον παρ' ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ' ὑμῶν νενικημένος γραφῇ. χαίρω τῇ τοιαύτῃ τῆς ὑμετέρας ἰσχύος σήμερον νίκῃ ἡττώμενος. ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ' ὑμῶν ἐγγραφομένην τὴν πάλην, ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. κλαυσάτωσαν δαίμονες καὶ νῦν, ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι, φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. ταῦτα οὐ δήπου ἐγγεγράφθαι φαίη ἐν ἡμῖν· εἰ δὲ καὶ τοῦτο δοθείη, οὐκ ἂν πρότερον τὸν δοῦλον, εἶθ' οὕτως τὸν δεσπότην παρηγγυᾶτο, ἄλλως τε καὶ τῷ εὐθὺς ἐν τῇ ἀπαρχῇ λέγειν" 4ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι" 5 δῆλα δὴ τοὺς εἰκονουργούς, οὐ τοὺς λογογράφους ἐσήμανε, καθὼς καὶ ἐν τῷ ἐγκωμίῳ τῶν Τεσσαράκοντα μαρτύρων ὁ αὐτὸς τάδε φησίν· ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες. Ἐπεὶ γοῦν καὶ ὁ δεύτερος τρόπος πέρας εἴληφε, τίς ὁ τρίτος; φωνὴ τῶν μετὰ τὴν ἕκτην συνεδρευσάντων πατέρων ἐν Κωνσταντινουπόλει· ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν. τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ τὸ ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως. ἐνταῦθα ὁμοῦ τῇ Χριστοῦ εἰκόνι καὶ τῶν ἁπάντων ἁγίων εἰκόνων λόγος πρόσεστι, πρῶτον μὲν ὅτι ὡς ἤδη προεξεικονισμένου καὶ λείποντος τοῦ" 4καὶ ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ" 5 αὐτὸν ἀναστηλοῦσθαι ἡ διαγόρευσις, ἔπειτα, ὅτι οὐ μόνον ἀσπαστὴ ἡ τοῦδε εἰκὼν κατὰ τὰ ἐν νόμῳ σύμβολά τε καὶ προχαράγματα ἀσπαστὰ κεκλῆσθαι, ἀλλὰ καὶ προσκυνητή, αὐτοῦ τε καὶ παντὸς οὑτινοσοῦν ἁγίου. δῆλον γὰρ ὅτι τὸ σεπτὸν καὶ προσκυνητὸν ἄν τις ὁμολογήσειεν, ἔτι τε ὅτι πᾶσα εἰκὼν ὁμωνύμως τῷ αὐτῆς πρωτοτύπῳ κέκληται διὰ τοῦ εἰπεῖν" 4ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται" 5, ὡς καὶ ὁ Νυσσαεὺς θεῖος Γρηγόριος ὧδέ πού φησι· πρόκειται ὁ Ἰσαὰκ τῷ πατρὶ παρ' αὐτῷ τῷ θυσιαστηρίῳ. φωνὴ τῶν ἐν Ἀντιοχείᾳ συνεδρευσάντων πατέρων· οὐχ ὡς ἕτερον τῇ μορφῇ, ἀλλ' ὡς αὐτὸν ἕνα Κύριον ἐν μιᾷ μορφῇ ὄντα, καθ' ὃν καὶ χαρακτὴρ εἷς πεφυκὼς τῆς τοῦ πατρὸς ὑποστάσεως καὶ πρὸ σαρκὸς ἀσώματος εἷς τε ἦν καὶ ἐν σαρκὶ εἷς ἐστι καὶ ἐν εἰκόνι ὁ αὐτὸς εἷς ὑπάρχει, μὴ διαιρούμενος εἰς δύο χαρακτῆρας μήτε δὲ σχιζόμενος εἰς δύο δόξας, ἀλλ' εἰς μίαν συναγόμενος. καὶ μεθ' ἕτερα· ἀλλ' ὥσπερ αὐτὸς εἷς ἐστιν ἐκ δύο τῶν ἐναντίων καὶ εἰς ἓν συνάγεται πρόσωπον, οὕτω καὶ ἡ εἰκὼν αὐτοῦ μία τέ ἐστι καὶ τοῦ αὐτοῦ ἑνὸς Χριστοῦ. καὶ οὐχ ἕτερον χαρακτῆρα ἐροῦμεν τὸν κατὰ σάρκα ἐπιφανέντα ἡμῖν καὶ ἕτερον τὸν κατ' εἰκόνα σχηματιζόμενον χαρακτῆρα ἐν εἴδει μορφῆς αὐτοῦ, ἀλλὰ τὸν αὐτὸν ἕνα, ἐπεὶ μήτε καθὸ σῶμα ὁ χαρακτὴρ εἴρηται, ἀλλὰ καθὸ ἀσώματον. καὶ τοῦτο μᾶλλον διὰ τοῦ θείου Χρυσοστόμου διευκρινηθήσεται, τὸν χαρακτῆρα οὐράνιον λέγοντος, ἐπείπερ καὶ ἐξ οὐρανοῦ οὐ καθὸ σῶμα, ἀλλὰ καθὸ ἀσώματον ὁ μονογενὴς θεὸς κατελθὼν ἐκ τῶν οὐρανῶν ἐσαρκώθη καὶ ἐπέφανε, σῶμα περιθέμενος τὸ ἡμέτερον. καὶ μετ' ὀλίγα· οὐκοῦν, ἐπεὶ κατὰ ἀναφορὰν αὐτὸν δείκνυσι τὸν χαρακτῆρα, αὐτὸν Χριστὸν προσκυνοῦμεν καὶ οὐ τὴν ὕλην, τεχνικῶς σχηματιζομένην ἐν τῇ εἰκόνι. δεῦρο τρανοτέρα ἡ δογματικὴ διασάφησις, πρῶτον μέν, ὅτι μία μορφὴ ἐπ' ἀμφοῖν, τοῦ τε Χριστοῦ καὶ τῆς εἰκόνος, ἔπειτα, ὅτι αὐτὸς ὁ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως ἐν εἰκόνι τῷ εἴδει τῆς μορφῆς αὐτοῦ ἐκφαινόμενός τέ ἐστιν ὁμοῦ καὶ προσκυνούμενος ἀσχίστῳ δόξῃ. Λειπόμενός ἐστιν ὁ τέταρτος τρόπος τῆς ἀρχαίας νομοθεσίας. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, ὦ φιλανθρωπότατε, καὶ ἴδε τὴν ὑπ' οὐρανόν, ἐξ αὐτοῦ τοῦ ἀποστολικοῦ κηρύγματος πανταχοῦ γῆς τε καὶ θαλάσσης δι' ἱερῶν ναῶν, θείων τε σκευῶν καὶ σεπτῶν ἀναθημάτων τὸν Χριστὸν ἐξεικονισμένον φέρουσαν καὶ αὐτοῖς ἔργοις φωνὴν ἀφιεῖσαν ὅτι Χριστὸς βεβασίλευκε τῶν ἐπὶ γῆς κατὰ τὸ ᾀδόμενον Δαυιτικῶς, αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· καί, ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ κατὰ τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον καὶ ὅτι πάντα ὀλβίου φωτὸς πεπλήρωται, ἐληλυθότος τοῦ εἰπόντος, ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. οἷα γὰρ τὰ ὁρώμενα; ὧδε μὲν ἐν σπηλαίῳ τικτόμενος καὶ ὑπ' ἀγγέλων δοξαζόμενος, δεῦρο δὲ ἐπ' ὠλένης ὑπὸ τῆς μητρὸς βασταζόμενος καὶ ὑπὸ μάγων προσκυνούμενος· εἶτα ἐν μειρακίοις, ὁπηνίκα μέσος τῶν διδασκάλων ὦπται καθήμενος· ἔπειτα βαπτιζόμενος ὑπὸ τοῦ Προδρόμου, εἶτα θαυματουργῶν σὺν ἀποστόλοις, ἐπὶ τὸν σταυρὸν ἀνιών, ἀποπνέων, θαπτόμενος, ἀνιστάμενος, εἰς οὐρανοὺς ἀνερχόμενος. τούτοις οὖν πᾶσιν εἰκονικῶς ἐνατενίζοντες, ὡς τηνικαῦτα αὐτοπτικῶς οἱ ἀπόστολοι, εἴποιμεν ἂν εἰκότως καὶ ἡμεῖς· ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Αὕτη οὖν ἐστιν ἡ ἐξ αἰῶνος κηρυττομένη πίστις, ταύτην ἠσπάσαντο αἱ ἅγιαι σύνοδοι καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ πανταχοῦ κατὰ τόπον ἐκκλησίαι, ἔν τε ἀνατολῇ καὶ δύσει, βορρᾷ τε καὶ θαλάσσῃ· ἣν καὶ ἡμεῖς οἱ ἐλάχιστοι ἀσπαζόμενοι εὐχόμεθα καὶ ὑπερευχόμεθα ὀφειλομένως τῆς θεοφιλοῦς ὑμῶν βασιλείας. 533 Πέτρῳ Νικαίασ Ἤκουσεν πάντως ἡ ἱερά σου ἀκοὴ τὸ περὶ τὸν μακάριον καὶ κοινὸν πατέρα ἡμῶν μητροπολίτην Συννάδων πάθος καὶ ὠδύρατό σου ἡ ἁγία ψυχὴ ἐπ' αὐτῷ τὰ εἰκότα, ἐπεὶ καὶ ἔτι τοῦ στεναγμοῦ οὐκ ἀποπαύσοι οὐδὲ τῆς οἱονεὶ ἐκ τῆς διχοτομίας γενομένης ἀλγηδόνος ἀπολήξειεν. ἀλλὰ δεῦρο καὶ παρ' ἡμῶν, ὦ τριπόθητε, διδάχθητι ἐνεργέστερον, ὡς ἂν καὶ ἡμεῖς τὸ ὀφειλόμενον χρέος τίσωμεν καὶ αὐτὸς ἱστορικώτερον ἐπιγνοὺς τὰ κατ' αὐτὸν ῥᾳστώνην τινὰ λάβοις ἐκ τῆς ἐξηγορίας. ὤ, ὤ, πῶς ἀδακρυτὶ ἐνέγκοιμεν τὸ ὀδυρτικὸν ἀπάγγελμα; ὑγιαίνων ἦν ὁ πατήρ, τὰ συνήθη ἐνεργῶν τῆς ἀνυποκρίτου αὐτοῦ ἀγάπης καὶ πρὸς τοὺς ἀδελφοὺς καὶ πατέρας δεξιώσεως. τίς γὰρ ὁ πλέον ἐκείνου φιλοξενίαν ἀσπαζόμενος καὶ θεραπεύων φιλουμένους, ὃν οὐχὶ ἡ ἐπάλληλος τῶν ἐπιφοιτώντων παρουσία καὶ ἐπιμονὴ ἐδάμαζεν, ὅσον ἠνία μᾶλλον ἡ σπάνη τούτων καὶ ταχεῖα παλινοδία; Καὶ τί δεῖ πρὸς σὲ τὸν εὖ εἰδότα ὑποδειγματίζειν τὸ λεγόμενον; ἦν οὖν, ὡς εἴρηται, ἐν τούτοις. ἐπεὶ δὲ παρῆν ἡ ἡμέρα τῆς μετὰ τὴν Πεντηκοστὴν δευτέρας ἑορτάσιμος, ἀναστὰς ἀπὸ τῆς ἑστιάσεως ἐλήφθη πόνοις καταρροίας, ἀπὸ τῆς κεφαλῆς γενομένης ἐπὶ τὸν σπόνδυλον καὶ τοὺς τόπους τῶν μεταφρένων· ἐφ' ᾧ κινηθέντες οἱ ταπεινοὶ εὕρομεν αὐτὸν κάμνοντα τῷ ὄντι καὶ διασαφοῦντα τὰς αἰτίας τῆς συμπτώσεως. εἶτα, ἐπειδὴ ὑπεστρέψαμεν οἴκοι, αὖθις τῇ ἑξῆς παραγενόμενοι εὕρομεν αὐτὸν ἔτι βαλλόμενον σφοδροτέραις ἀλγηδόσι καὶ διακαεῖ πυρετῷ, μόλις δυνηθέντα ἡμῖν ἠρέμα προσφθέγξασθαι καὶ τὴν ἀπόγνωσιν τοῦ ζῆν ἐν σαρκὶ αἰνιττόμενον. τί τὸ ἑξῆς; τῇ τρίτῃ ἡμέρᾳ καὶ δεσμὸς τῆς γλώττης πάμπαν καὶ [οὐ] μετ' οὐ πολὺ ὁ πικρὸς θάνατος. Ἀλλ' ἡμῖν μὲν διὰ τὴν στέρησιν τοῦ ἁγίου ἀνδρὸς τὸ πικρὸν εἰρήσθω, ἐκείνῳ δὲ καὶ πάνυ γλυκὺ διὰ τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· οὗ τί ἂν εἴη μακαριώτερον; ἔκειτο οὖν ὁ μακαρίτης (καλὸν γὰρ καὶ τοῦτο ὑπογράψαι) ὥσπερ τι ξένον θέαμα, αἰδέσιμος τῇ ὄψει, ἀγγελοειδὴς τῷ σχήματι, τῆς ἐνδημησάσης πρὸς Κύριον ψυχῆς ὥσπερ τινὰς ἡλιοειδεῖς χαρακτῆρας ἐναπομαξαμένης τῷ ἱερῷ σώματι, μεθ' οὗ καὶ ἐφ' ᾧ λελάτρευκε τῇ Ἁγίᾳ Τριάδι. ἠθροίσθη ἐξαπίνης ὅμιλος, ὁμοῦ μὲν μοναστῶν, ὁμοῦ δὲ καὶ μιγάδων, πολὺς ὅτι μάλιστα, περιεκέχυτο εἰς αὐτὸ ὡς εἰς ἱερὸν κειμήλιον ἀποβλέπων ἤ, μᾶλλον, οἰκειότερον εἰπεῖν, ὡς ἔμπνουν καὶ φωνεῖν δυνάμενον. ἐχεῖτο δάκρυα τῶν μὲν αἰδημόνων ἀψοφητί, τῶν δὲ θεραπευτῶν ἐκραγέστερον. οὕτως οὖν σὺν ψαλμῳδίαις ταῖς καθηκούσαις καὶ ἐπικλήσεσιν ἱεραρχικαῖς παρεδόθη τῷ τάφῳ, καθ' ὃν τόπον εἰώθει ὁ μακάριος λειτουργεῖν Κυρίῳ· καί γε προσετέθη ὁ πατὴρ τοῖς πατράσιν, ὁ ὁμολογητὴς τοῖς ὁμολογηταῖς, ὁ διδάσκαλος τοῖς διδασκάλοις, ὁ ὑποφήτης τοῖς ὑποφήταις, προσθείημεν δ' ἂν καὶ ταῦτα, ὁ ἐγκρατὴς τοῖς ἐγκρατέσιν, ὁ ἁγνὸς τοῖς φιλάγνοις, ὁ φιλόξενος τοῖς φιλοξένοις, ὁ μέτριος τοῖς μετριόφροσιν, ὁ πάντα τοῖς πᾶσιν εὖ γεγονὼς καθ' ὅσον οἷόν τε, ἵνα τοὺς πάντας ἢ τοὺς πλείονας κερδήσῃ, ἀποστολικοῖς κατορθώμασιν ἐπερειδόμενος. καὶ νῦν ἡμεῖς μὲν οἱ ταπεινοὶ ὀρφανικῶς ἀποδυρόμενοι τὸν ὡς ἀληθῶς καὶ φιλοπάτορα καὶ φιλάδελφον, ἡ δὲ κατ' αὐτὸν ἐκκλησία, εἴτουν τὸ μικρὸν ποίμνιον, ἠπορημένον λίαν καὶ ἀνακαλούμενον τὸν ποιμένα καὶ πατέρα, οἷα εἰκὸς νεοττοὺς ἀπολελωκότας τοὺς φύσαντας καὶ πυκνὰ τρύζοντας καὶ ἀλύοντας καὶ οὐκ ἔχοντας τὸν δυνάμενον βρωματίζειν νοητῶς τε καὶ αἰσθητῶς· ἐφ' οἷς καὶ φροντιστέον τὰ κατὰ δύναμιν τοῖς ἐκείνου φίλοις. Σὺ δέ, ὦ μάκαρ, τί φῆς πρὸς ταῦτα; ἐπιμένεις τῇ σαρκὶ ἢ ἀναγκαιότερον κρίνεις ἀπᾶραι τῶν ἐνθένδε; ἐπειδὴ κεκμηκότα σε λίαν πάλιν ἄρτι μεμαθήκαμεν. ἢ κρεῖττον μᾶλλον ἡμᾶς τοὺς γεγηρακότας καὶ μή τι χρησιμεύοντας τῷ βίῳ, μᾶλλον δὲ καὶ ἁμαρτίας ἐφ' ἁμαρτίαις ἐπισπωμένους ἐκχωρῆσαι τοῦ δυστήνου τοῦδε σαρκίου, αὐτὸν δὲ καὶ τοὺς οἵους αὐτός, ἐπειδὴ φαεινοὶ καὶ βίῳ καὶ λόγῳ, ἔτι ἐμπολιτεύεσθαι ἐν ἀνθρώποις; πρὸς ταῦτα ἀντίφθεγξαι ἡμῖν, ὦ ἐπιπόθητε, οὐ μὴν ἀλλὰ καὶ φωνῆς σου ἀκουσάτωσαν παραμυθητικῆς οἱ τοῦ σοῦ ὁμαδέλφου καὶ συνάθλου καὶ συμψύχου παῖδες ἱεροί· οὕτω γὰρ ῥᾴους γενοίμεθα ἀμφότεροι, θεῷ τὰ χαριστήρια καὶ εὐκτήρια χαρμολύπως ἀνατιθέμενοι. 534 Συμεὼν μονάζοντι Τὸ παρὰ τῆς τιμιότητός σου προταθὲν ἐρώτημα ὀφείλει οἴκοθεν τὴν διασάφησιν εἰληφέναι· οὐδὲ γὰρ τῶν ἀμυήτων, ἀλλὰ καὶ ἄλλους ὠφελεῖν ἰσχυόντων ὑπάρχει. ποία γὰρ κοινωνία, φησὶν ὁ ἀπόστολος, φωτὶ πρὸς σκότος ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; εἰ οὖν τὸ ποτήριον τῆς εὐλογίας κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν καὶ ὁ ἄρτος ὃν κλῶμεν κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν, δῆλον ὅτι καὶ τὸ αἱρετικὸν ποτήριον καὶ ὁ ἄρτος κοινωνία τοῦ ἀντικειμένου ἐστίν. εἰ δὲ ταῦτα οὕτως ὁμολογουμένως, φανερὸν ὅτι ἐπὶ τῶν κεκοιμημένων ἐν τῇ ἑκατέρᾳ κοινωνίᾳ, ἐν ταύτῃ καὶ τὴν ἀποκλήρωσιν σχοίη. ἡμῖν δὲ φυλακτέον ἐπὶ τῶν τοιούτων τὴν ἀναφορὰν ἐγκεκριμένως ποιεῖσθαι, ἵνα μὴ ἀκούσωμεν, αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. 535 Φιλοθέῳ κτήτορι Ὅτε μὴ πάρεστι πρόσωπον πρὸς πρόσωπον τοὺς φιλουμένους ὁμιλεῖν, οὐ μικρὸν εἰς παρηγορίαν καὶ τὸ διὰ γράμματος φθέγγεσθαι, ὅπερ ποιοῦσα ἡ φιλόθεός σου ὡς ἀληθῶς ψυχὴ φαντασίαν ἡμῖν παρέχει τοῦ ὁρᾶν καὶ περιπτύσσεσθαι αὐτήν. ὅθεν καὶ ἡμεῖς, ἀφοσιούμενοι τὸ φίλτρον, οὐ διαλιμπάνομεν κινεῖν τὴν γραφίδα καὶ πνευματικῶς συνάπτεσθαι αὐτήν, χαίροντες ὅτι τοιούτου φίλου κάτοχοί ἐσμεν, οὗ ὁ ἔπαινος διὰ πάσης Μακεδονίας παρά τε μονα ζόντων καὶ λαϊκῶν εὐσεβῶν, ἐπὶ γλώσσης φερόντων τὴν καλλονὴν καὶ ἀρετὴν τῆς εὐσεβείας σου. ἀλλ' ἔτι δῴη σοι Κύριος ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμετάδοτον εἶναι, κοινωνικόν, ἀποθησαυρίζοντα ἑαυτῷ θεμέλιον καλὸν εἰς τὸ μέλλον, ὡς ἂν ἐπιτεύξῃ τῆς αἰωνίου ζωῆς. ὦ Φιλόθεε κράτιστε, τὴν παρακαταθήκην τῆς πίστεως ἀσφαλῶς κάτεχε, ἀεὶ λαμπρυνόμενος ταῖς θεουργοῖς πράξεσι. Καὶ περὶ τούτων μὲν ἅλις. ἐπειδὴ δὲ καὶ αὖθις περὶ τοῦ πρεσβυτέρου ὁ λόγος, ἐξαιτούσης τῆς τιμιότητός σου τὴν λύσιν τοῦ ἱερουργεῖν αὐτόν, εἰ μὲν ἀνθρώπινον ἦν τὸ ζητούμενον, εὖ ἂν εἶχεν· ἐχωροῦμεν γὰρ πρὸς πᾶσάν σου ὑπακοήν, φιλοῦντές σε θεραπεύειν, τὸν πολλοστὸν θεραπευτὴν ἡμῶν. ἐπειδὴ δὲ περὶ θεοῦ τὸ κινούμενον καὶ τῆς τῶν θείων κανόνων ὁροθεσίας ἡ παράβασις, σύγγνωθι, ἀδελφὲ φίλτατε, οὐχ οἷοί τέ ἐσμεν κατά τε θεοῦ καὶ ἱερῶν κανόνων ἀποῖσαι κρίσιν, μάλιστα ὅτι ἐν αὐτῷ τούτῳ τῷ παρομοίῳ κεφαλαίῳ ἐν τοῖς προλαβοῦσι χρόνοις πᾶσαν τὴν ζωὴν ἡμῶν ἐθέμεθα, χωρῆσαι πρὸς κινδύνους καὶ ἐξορίας καὶ θανάτους ἤπερ συνθέσθαι τῇ ἀνομίᾳ καὶ λύσει τοῦ εὐαγγελίου τοῦ Χριστοῦ. οὔτε οὖν μοιχοζεύκτης παρ' ἡμῶν οὔτε διγαμοζεύκτης λέλυται τῆς ἱερουργίας· εἰ γὰρ ὁ ἱερὸς κανὼν οὐκ ἀνέχεται εἰς διγαμοῦντος γάμον ἑστιαθῆναι τὸν πρεσβύτερον, πολλῷ γε μᾶλλον ἀπείργει τοῦτον τοῦ στεφανῶσαι. εἰ δὲ ἄλλοι ἄλλως κρίνουσιν, ὄψονται ἐφ' οἷς πράττουσιν· ἡμεῖς γάρ, φησίν, καὶ αἱ ἐκκλησίαι τοῦ θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ὥστε, εἰδὼς τὸ ἐπικίνδυνον κρίμα, μὴ παραβιάζου τὴν ταπείνωσιν ἡμῶν· εἰ γὰρ ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας καθ' ἑκάστην ἡμέραν εἰς κινδύνους παρατετάγμεθα, πῶς κατὰ τῆς ἀληθείας ἑτεροτρόπως κινηθησόμεθα; οὐκ ἔχει φύσιν, ὦ δέσποτα, παρὰ τὰ θειωδῶς κεκριμένα τοῖς κανόσι δρᾶσαί τι ἢ εἰπεῖν. πιστεύομεν δὲ ὅτι καὶ αὐτός, ἓν ζητῶν, τὸ θεῖον θέλημα καὶ τὸ σωτηριῶδες τῆς ψυχῆς σου, συμφήσειας ἡμῖν ἐπὶ τοῖς λελεγμένοις καὶ προσεύξῃ μᾶλλον ἐπερείδεσθαι ἡμᾶς τῷ θείῳ νόμῳ καὶ μὴ προΐεσθαι τὸ οἱονοῦν ἐπὶ παραβάσει ἐντολῆς θεοῦ καὶ κανόνος. 536 Εἰρήνῃ ἡγουμένῃ Μακρὰν ἀπὸ τῶν ἐγκωμίων σου οἱ τρόποι καὶ οἱ λόγοι τῆς πολιτείας μου, τιμιωτάτη γυναικῶν· ἀλλ' εἴωθεν ψυχὴ πιστὴ καὶ ζητοῦσα τὸν Κύριον ἐπαίνους ἀνάπτειν τοῖς ἀγεράστοις, ὡς ἂν ἐντεῦθεν ἐρανίσοιτο τὸ τῆς ταπεινοφροσύνης κλέος. τοιαύτη οὖν ὑπεδείχθης ἡμῖν, ἀδελφὴ ἐν Κυρίῳ, ἐπεὶ ἡμεῖς, γινώσκοντες τὰ καθ' ἑαυτούς, οὐδὲ τῶν νῦν ἐσχάτων ἰσοστατεῖν κρίνομεν ἑαυτούς, μὴ ὅτι γε ὕψει τηλικούτῳ παρενείρειν, καθὰ γέγραφας. Ἀλλ' ὧδε μὲν ταῦτα κείσθω. ἐπὶ δὲ τῇ τοῦ πρεσβυτέρου ὑποθέσει μετατακτέον τὸν λόγον. οὔ τί που ἡμεῖς, ὦ ἀμμάς, νῦν μὲν τοῦτο λέγομεν, αὔριον δὲ ἕτερον, ἀλλ' ὁ αὐτὸς λόγος ἡμῖν ἐστιν ἀεί· τί τοῦτο; τὸν ἁλόντα πρεσβύτερον τῇ κοινωνίᾳ τῶν αἱρετικῶν, εἴ γε μάλιστα καὶ ὑπογραφῇ, μὴ ἐξεῖναι ἱερουργεῖν ἕως καιροῦ ὀρθοδόξου συνόδου, ἐφ' ᾗ τὰ τοιαῦτα καὶ θεωρηθήσεται καὶ διακριθήσεται, ἢ μόνον τὸ κατὰ περίστασιν βαπτίζειν, ἐκκομίζειν νεκρόν, διδεῖν σχῆμα μοναχῷ, ἁγιάζειν τῶν Θεοφανίων τὸ ὕδωρ, εὐαγγελίζεσθαι κατ' ὄρθρον καὶ μεταδιδόναι τῶν ἁγιασμάτων, ἤδη θεουργηθέντων ὑπὸ σεσωσμένου πρεσβυτέρου. καὶ ταῦτα, ὡς εἶπον, ἐξ ἀνάγκης, ἐπεί, εὑρισκομένου τοῦ μὴ ἐμπαρέντος τῇ κοινωνίᾳ ἱερέως, οὐδὲ τὰ προειρημένα πράσσειν ἐξόν. Ὁ μὲν οὖν ἡμέτερος λόγος τοιοῦτος. εἰ δὲ ἄλλοι ἄλλως ἢ φρονοῦσιν ἢ κρίνουσιν εἴτε ἰσοστάσιοι εἴτε ὑπερβάθμιοι (ἐπειδὴ οὐχ ὅρος ἐξήνεκται ἀπὸ τοῦ ἀρχιερέως, ἐφ' ᾧ ἀναγκαῖον ἦν στέργειν πάντας), τῆς ἐξουσίας εἰσὶ κύριοι, καὶ ἡμεῖς γε σιωπὴν ἕξομεν. παρακαλοῦμεν δέ σου τὴν τιμιότητα ὡς ἐπὶ τῇ ἀγαθῇ πολιτείᾳ οὕτως καὶ ἐπὶ τῇ ὀρθοδοξίᾳ ἀκρίβειαν ἕλκειν, ἀκούουσαν τοῦ ἀποστόλου λέγοντος· καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ. οἶδας γὰρ ὅτι οὐ μικρὸς ἀνερριπίσθη διωγμὸς ἐν τῇ λυσσώσῃ μέχρι τοῦ παρόντος αἱρέσει, ἀλλὰ καὶ αἵματα ἐκενώθησαν καὶ σάρκες κατεξάνθησαν καὶ μάρτυρες ἀπετελέσθησαν· ὅσα δὲ τὰ ἐν ταῖς φυλακαῖς καὶ εἱρκταῖς κακωτικά, τί δεῖ καὶ λέγειν, τὰς ἐξορίας, τὰς ἐπαγωγάς, τὰς ἁρπαγάς, τὰς σιδηρώσεις, τὰς λιμαγχονήσεις, τὰς μονώσεις, τὰ ἄλλα πάντα, ὧν οὐ μικρᾶς ἐστιν ἱστορίας ἔργον. εἰ τοίνυν ταῦτα οὕτως, καὶ δεῖν τὸν πρεσβύτερον ἰσοπαθῶς διεξελθεῖν, κομιούμενον τὸν ἀμαράντινον τῆς δόξης στέφανον, τοὐναντίον, ἐπειδὴ ἑάλω τῇ κοινωνίᾳ καὶ τῇ ὑπογραφῇ τῇ κατὰ Χριστοῦ, τῆς τε μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων (τοῦτο γὰρ διὰ τῶν οἰκείων εἰκόνων ἡ ἐπὶ τῶν πρωτοτύπων ἀναφορά), πῶς οὐ μέγα ἡγεῖται καὶ τὸ ὅλως ζῆν, καὶ τὸ ὅλως συγκεχωρῆσθαι αὐτῷ τὸ ἀνόμημα, φεύγων ἐφάπτεσθαι καὶ τῶν προειρημένων κατὰ φιλανθρωπίαν, μὴ ὅτι γε καὶ ἐξ ὁλοκλήρου λελύσθαι αὐτὸν ἱερουργεῖν; οὐκοῦν ἕωλα τὰ πάντα καὶ εἰκῇ τὰ μαρτύρια καὶ μάτην αἱ ἀθλητικαὶ ἐνστάσεις. ἀλλὰ μὴ γένοιτο· καὶ ὁ μάρτυς μάρτυς ἐν τῇδε τῇ ὁμολογίᾳ καὶ ὁ ἠρνημένος ἔκπτωτος ἐν τῇδε τῇ ἐξαρνήσει, καὶ δεῖν προσκλαίειν μέχρι θανάτου πάντα τὸν ἁλόντα, εἴ γε ἐμοὶ πείθοιτο καλῷ συμβούλῳ. 537 Μαρίᾳ σπαθαρέᾳ Ἡ τιμιότης σου γνωρίζει ὅτι ἡ ἐκκλησία φυγαδευτήριόν ἐστι σωτηρίας καὶ ὥσπερ εἰς χεῖρας θεοῦ ὁ πρόσφυξ ἀποτρέχει, περιστατηθεὶς ὑπὸ ἀναγκῶν. οὔτε οὖν ἐν τῇ παλαιᾷ διαθήκῃ ἐξὸν ἦν τὸν εἰς τὴν πόλιν τῶν φυγαδευτηρίων ἀποσεσωσμένον ἀφαρπάζειν τινὰ οὔτε πολλῷ μᾶλλον ἐν τῇ νέᾳ θεμιτὸν ἀποσπᾶν τῆς ἐκκλησίας τοὺς καταφεύγοντας· καθύβρισις γάρ ἐστι τοῦτο τῶν θείων νόμων καὶ τοῦ θείου θυσιαστηρίου. ὥστε σκοπησάτω σου ἡ εὐσέβεια ἡλίκον τὸ τόλμημα. Τίς δὲ ἡ θεραπεία; πρῶτον μὲν τοῦ θέσθαι ἑαυτῇ ὅρον μηκέτι τολμᾶν τοῦτο πρᾶξαι, κἂν τὰ ἄνω κάτω γένηται· ἔπειτα τεσσαρακοστὴν ὅλην ἀπόσχου τῶν ἁγιασμάτων, γονυκλιτοῦσα καθ' ἑκάστην δεκάκις καὶ πεντηκοντάκις λέγουσα" 4Κύριε, συγχώρησόν μοι τὴν ἁμαρτίαν, Κύριε, ἱλάσθητί μοι τῇ ἁμαρτωλῷ" 5, ὁμοίως καὶ" 4Κύριε, ἐλέησόν με δωρεάν" 5, τρεῖς τε ψαλμοὺς στιχολογεῖν, ἐξαιρέτως τὸν ˉ ʹ, τὸν ˉλˉζʹ καὶ τὸν ˉνʹ, καὶ εἶθ' οὕτως ὁ θεὸς συγχωρήσει σοι τὴν ἁμαρτίαν, κυρία. εἰ δὲ καὶ πάρεστι δύναμις, τεσσαράκοντα ἀργύρια δοῦναι πτωχοῖς. 538 Θεοδοσίᾳ αὐγούστῃ καὶ Βασιλείῳ υἱῷ αὐτῆσ Ἐκ διαφόρων ἀξιοπίστων προσώπων, καί γε πρὸ τῶν ἄλλων παρά τε τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἠσαΐου καὶ τοῦ τιμιωτάτου καθηγουμένου τοῦ Μηδικίου, ὁσίων πατέρων ἡμῶν, ἐκδιδαχθέντες τὰ καθ' ὑμᾶς, ὅτι εὐδοκίᾳ τοῦ ὑπεραγάθου θεοῦ ἡμῶν μετεστοιχειώθητε εἰς τὸν τῆς εὐσεβείας καὶ ὀρθοδοξίας τρόπον καὶ λόγον, χαίρειν φράσαντες τῇ πάλαι κακοδοξίᾳ ὡς οὐκ ἠργμένῃ θεόθεν, ἀλλ' ἐκ τῆς ἐναντίας μερίδος, καθὸ καὶ ὥρμηται πατρόθεν ἐξ εὐσεβοῦς ῥίζης ἡ σὴ θεοσέβεια (ὁμολογητέον γὰρ ὅτι τοιοῦτος ὁ ἀνὴρ ἐκεῖνος, θεῷ τε πεφιλημένος καὶ πάσῃ καλοκἀγαθίᾳ κατηγλαϊσμένος), ηὐχαριστήσαμεν τῷ Κυρίῳ, ὃς οὐκ εἴασεν ὑμᾶς ἐν τῷ ζόφῳ τῆς αἱρέσεως διαμεῖναι, ἀλλ' ἔπλησε τὰς ψυχικὰς ὑμῶν ὄψεις ὀλβίου φωτός, εἰς τὸ ἐπιγνῶναι ὅτι Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, ἐν τῷ καθ' ἡμᾶς εἴδει γεγονὼς διὰ σπλάγχνα οἰκτιρμῶν, εἰς τὸ ἀνασώσασθαι τὸ ἑαυτοῦ ἐκπεπτωκὸς εἰς φθορὰν πλάσμα, ὁμοίως ἡμῖν ἐξεικονίζεται, ὡς ἂν μηδὲν λείποι ἐν αὐτῷ τῶν ἀνθρωπίνων ἰδιωμάτων, μένων ὡς θεὸς ὁ αὐτὸς ἀπερίγραπτος, ὡς καὶ τὰ πατρῷα ἰδιώματα ἅπαντα ὑφ' ἑνὶ προσώπῳ κεκτημένος, καθὸ καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων πέφηνε, τῇ μεσότητι τοῖς ἄκροις κοινωνῶν καὶ δι' ἑαυτοῦ κοινωνοὺς ἡμᾶς θείας φύσεως ἀπεργασάμενος. ὡς γὰρ οὐκ ἐνδέχεται θεὸν αὐτὸν ὄντα καὶ ἴσον τῷ πατρὶ μὴ οὐχὶ ἔξω περιγραφῆς εἶναι (ἄπειρον γὰρ τὸ θεῖον καὶ ἀόριστον καὶ ἀπερίληπτον), τὸν αὐτὸν δὴ τρόπον ἀνεγχώρητόν ἐστιν ἄνθρωπον αὐτὸν ἀληθῶς ὄντα καὶ ὅμοιον ἡμῖν κατὰ πάντα γεγονότα μὴ οὐχὶ περιγραφῆς εἴσω μένειν· περιληπτὸν γὰρ αὐτοῦ τὸ σῶμα, ἁφῇ καὶ χροιᾷ ψηλαφώμενον. ὅπερ οὐχ ὁμολογοῦντες οἱ εἰκονομάχοι ἀρνησίχριστοι ἀριδήλως καθεστήκασι, τὸν ἐνσώματον ἀσώματον ὑπολαμβάνοντες καὶ τὸν μεθ' ἡμῶν γεγονότα ἔξω τῆς καθ' ἡμᾶς φύσεως δογματίζοντες. ἐντεῦθεν ἐδονήθη ὁ κόσμος, ἠρνήθη Χριστὸς διὰ τῆς σεπτῆς αὐτοῦ εἰκόνος, ἥ τε Θεοτόκος καὶ πᾶς τις τῶν ἁγίων· τῇ γὰρ παραδοχῇ τῆς εἰκόνος παραδέδεκται ὁ εἰκονιζόμενος, ὡς καὶ ἔμπαλιν τῇ ἀθετήσει ἠθέτηται. ἐντεῦθεν διωγμὸς ἀναβρασσόμενος καὶ πατριάρχης θεσπέσιος ἐκσκορακιζόμενος, ἱερεῖς τε καὶ ἱεράρχαι, μονασταί τε καὶ μιγάδες ἐνθεώτατοι, οἱ μὲν ἐξοριζόμενοι καὶ φυλακιζόμενοι, ἕτεροι δὲ μαστιγούμενοι καὶ λιμοκτονούμενοι, ἔνιοι δὲ καὶ ἀποκτενόμενοι· ἐντεῦθεν ἐν ὄρεσι φυγαδευόμενοι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς οἱ μηδὲν τῶν τῇδε προκρίνοντες θεοῦ· ἐντεῦθεν ναοὶ κατασκαπτόμενοι καὶ ἅγια βεβηλούμενα καὶ θεῖα ἀναθήματα πυρὶ παραδιδόμενα, καὶ κραυγῆς τὰ πάντα καὶ λεηλασίας πλήρη, ὡς ἐν συντόμῳ εἰπεῖν. Τοιαῦτα τὰ τῆς ἀσεβείας ἐγχειρήματα, ὡς ἂν ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκηται. ἐπειδὴ δὲ ὑμᾶς, ὡς προείρηται, ἡ θεία χάρις ἠγκαλίσατο διὰ τῆς καλῆς ὁμολογίας, ἧς ὡμολογήσατε τοῖς πατράσιν, ὑπὲ ἧς καὶ μέχρις αἵματος προθυμεῖσθε ἀντικαθίστασθαι, καὶ ἡμεῖς οἱ ταπεινοὶ ταύτῃ δή, ταύτῃ τῇ ὁμολογητικῇ πεποιθήσει σέ τε τὴν κυρίαν δέσποιναν, τόν τε κύριον καὶ δεσπότην σὺν τοῖς λοιποῖς εὐκλεέσι κλάδοις καὶ εἰσδεδέγμεθα καὶ συνεισκρίνομεν τῷ μέρει τῆς ὀρθοδοξίας, μᾶλλον δὲ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ· καί, ἥκοντας ὑμᾶς πρὸς τὴν ταπείνωσιν ἡμῶν, προσκυνοῦμεν καὶ συγκοινωνοῦμεν ὑμῖν, εὐχαριστήρια τῷ ἀγαθῷ θεῷ ἀναπέμποντες, τῷ ποιοῦντι μεγάλα καὶ ἀνεξιχνίαστα, ὧν οὐκ ἔστιν ἀριθμός, τῷ ἐκ σκότους εἰς φῶς ἄγοντι καὶ ἐξ ὁδοῦ πλάνης εἰς τρίβον εὐσεβείας μεταφέροντι πάντα τὸν ἐξ ἀληθινῆς καρδίας ἐφιέμενον σῴζεσθαι. Ταῦτα μὲν οὕτως. ἐπειδὴ δὲ ἀπεδόθη ὑμῖν παρὰ τοῦ μεγάλου βασιλέως εἰς κατοικητήριον διαίτης ἡ νῆσος τῆς Χαλκίτου, οὐ μικρῶς ἐλύπησεν οὐχ ἡμᾶς μόνους, ἀλλὰ καὶ πολλοὺς τῶν πατέρων ὅτι ἀδελφότης ὅλη σὺν καθηγουμένῳ τῆς πάλαι οἰκείας μονῆς ἐξεώθη καὶ νῦν ὧδε κἀκεῖσε περιφέρεται καὶ ὅτι ὤφθημεν ἀνοίγοντες γλώσσας ἐπὶ προτέραις δυσφημίαις. ὅμως, ἐπειδὴ ἀπελογήσασθε διὰ τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ Κλήμεντος, τοῦ εὐλαβεστάτου ἡγουμένου, οὕτως καὶ οὕτως ὑπάρξαι τὴν ὑπόθεσιν ἐκ βασιλικῆς ἐξουσίας, ἀπελύθημεν τῆς λύπης. τοῦτο δὲ παρακαλοῦμεν, ὅσον ἐνδέχεται ἐκβιάσασθαι ὑμᾶς, θεραπεῦσαι τὸ ἄλγος τῶν ἐξιόντων, ἐπειδὴ γέγραπται, μὴ δῷς ἀνθρώπῳ τόπον καταρᾶσθαί σε, καί, ἱνατί, φησίν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 539 Κασσίᾳ κανδιδατίσσῃ Χρονία ἡ ἐπιστολὴ τῆς τιμιότητός σου, καὶ αὕτη ἐγκλητική, καὶ πῇ μὲν ὑποταπεινουμένη, πῇ δὲ κατεξανισταμένη τῆς οὐθενότητος ἡμῶν, ὡς ἁπλῶς καὶ ἀνεξετάστως προσιεμένων τὰς κατὰ σοῦ διαβολάς, οὐ μὴν ἀλλὰ καὶ ἀκρίτως ἐκφερόντων φωνάς, καὶ ταύτας ἐν τοῖς μάλιστα ἀναγκαίοις. ἡμεῖς δέ, κατειθισθέντες τοῖς τοιούτοις χαίρειν λέγειν, ἐκεῖνο δηλοῦμεν, ὅτι οὕτως ἀκούομεν τὰ θρυλλού μενα ὡς παιδιάς τινας καὶ οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ θεῷ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν, εἰ καὶ ἄλλως ἁμαρτωλοὶ τυγχάνομεν· εἰ γὰρ Βαλαὰμ ὁ οἰωνοσκόπος οὐ παρὰ τὸ βούλημα τοῦ θεοῦ ἠνέσχετο ἀποκριθῆναι τῷ Βαλάκ, βασιλεῖ τῶν ἀλλοφύλων, πῶς ἡμεῖς, οἱ ἐν βαθμῷ ἱερωσύνης κείμενοι καὶ λόγον ὑφέξοντες ἐν ἡμέρᾳ κρίσεως ἀνθ' ὧν ἐρωτώμενοι ἀποκρινούμεθα, δυνατὸν παρατετραμμένως φθέγγεσθαι τοῦ δέοντος; Οὕτως οὖν ἀπεκρίθημεν τοῖς ἐρωτήσασιν, οὐκ αὐτοὶ ἀφ' ἑαυτῶν ἐπιτετραπότες τοῦτο κἀκεῖνο γενέσθαι, ὡς αὐτὴ προήχθης εἰπεῖν. καὶ τί βούλει, πρὸς τὸ ἀρέσκον ἑκάστῳ ἐμπορικῶς ἡμᾶς ἀποκρίνεσθαι ἢ ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας; μὴ τοίνυν μήτε αὐτὴ πλήττου εἰς ἡμᾶς τοὺς ταπεινοὺς ἀκαίρως μήτε ἡ κυρία ἡ ἀδελφὴ μήτ' ἄλλος, ὁ προαιρούμενος σκώπτειν καὶ διασύρειν ἡμᾶς, ἀλλὰ γίνωσκε ὅτι καὶ τὸν ἀείμνηστον στρατηγὸν οὐκ ἐχθρωδῶς ἔχομεν, ἀλλὰ καὶ μάλα ἀσπασίως, ὥσπερ καὶ τὴν ὁμόζυγον αὐτοῦ. λυπούμεθα δὲ καὶ ἀντεγκαλοῦμεν εἰκότως ὅτι ὑμεῖς, αἱ καὶ γνώσει διαφέρουσαι καὶ εὐλαβείας ἀντιποιούμεναι, οὐκ ἀληθινῇ ἀγάπῃ ἤχθητε ἐν τέλει πρὸς αὐτόν· ἐπεὶ ἔδει πρὸ πάντων καὶ ὑπὲρ πάντα τὸ σωτηριῶδες τῆς ψυχῆς αὐτοῦ εἰς τὸ μετασχεῖν τῶν ἁγιασμάτων ἀγωνίσασθαι, τὰ ἄλλα πάντα σκύβαλα ἡγούμεναι, ὥστ' ἂν εὑρεθῇ ἐν τῇ ὀρθοδόξῳ κοινωνίᾳ, ἐπειδὴ γέγραπται, ὅπου ἄν εὕρω σε, ἐκεῖ σε κρινῶ. Ἡμεῖς μὲν οὕτως φρονοῦμεν καὶ λέγομεν. εἰ δὲ ἄλλοι ἄλλως, αὐτοὶ κύριοι τῆς οἰκείας φωνῆς, καὶ ἡμεῖς γε σιωπῶμεν. οἶδεν Κύριος τοὺς ὄντας αὐτῷ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου, καθὰ γέγραπται. 540 Ὑπακοῇ μοναζούσῃ Οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι καὶ τῷ κόσμῳ ἐντεῦθεν ἐσταυρωμένοι, ὡς ἤδη ἀνώτεροι γενόμενοι τῶν σαρκικῶν σχέσεων καὶ συμβάσεων, οὐ πεφύκασι κατακάμπτεσθαι ἐν ταῖς συμβατικαῖς τῶν συγγενῶν περιστάσεσιν οὐδὲ λυπεῖσθαι ἐν ταῖς τούτων ἀποβιώσεσιν. ἀλλ', ἐπειδὴ εὑρίσκομεν καὶ ἐπ' αὐτῶν τῶν ἁγίων κεκάμφθαι ἐν τῷ τῶν συναίμων πάθει καὶ δάκρυον ἀποστάζειν θερμὸν ἐν ταῖς τούτων ἀποβιώσεσιν, οὐ ξένον τι κρίνομεν καὶ ἡμεῖς τὰ αὐτὰ πεπονθέναι, καὶ μάλιστα ἐπὶ ἀδελφῷ, καὶ ἀδελφῷ καλλίστῳ κατά τε φρόνησιν καὶ περιφάνειαν καὶ οἷον ἐν τάξει πατρὸς ἐπέχοντι τῆς καθ' ὑμᾶς φροντίδος τὸν λόγον. Δεινὸν ὄντως τὸ πάθος, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἥψατο ὑμῶν τῆς καρδίας ἡ πληγὴ καθάπερ ὑπὸ μαχαίρας τεμνούσης. τί τοῦτο; ἐκκαλυπτέον γὰρ τὸ πρόσωπον. ὁ κύριος ὁ ἀδελφός, ὥς φασι, κεκοίμηται· ᾤχετο ἀνὴρ ἀγαθός, ἐσβέσθη ὁ ὀφθαλμὸς τοῦ γένους, ἀπέπτη τὸ παραμύθιον ὑμῶν. ὀρφανοὶ μὲν οἱ παῖδες οὓς ἤνεγκεν, ὀρφανὴ δὲ καὶ αὐτὴ σὺν ταῖς ἀδελφαῖς, οὐκ ἔχουσα ποῦ ἐρείσῃ τὴν χεῖρα ὀκλάζουσα ἢ ποῦ ἀποβλέψοις περιστατουμένη. ἀλλ' ἱνατί ἐπὶ πλεῖον ἐλεεινολογοῦμεν τὸ πάθος; πρὸς θεοφιλῆ ἡμῖν ὁ λόγος, πρὸς συνετήν, πρὸς ἐχέφρονα, πρὸς πολύπειρον, πρὸς ἔμπλεων τῇ θείᾳ γνώσει, δυναμένην καὶ ἄλλους σωφρονίζειν τῷ καθ' ἑαυτῆς ὑποδείγματι. ἔκβαλε ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας σου τὸν πνευματικὸν πλοῦτον, τὰ φάρμακα τῆς παραμυθίας, ἐπαρκοῦσα σαυτῇ τε καὶ ταῖς ἀδελφαῖς· ἴσμεν γὰρ ὅτι κἀκείνων ἥψατο ἐξ ἴσου ἡ λύπη, ἐπεὶ καὶ τῆς κυρίας ἡγουμένης, ἀλλὰ γὰρ καὶ ὅλου τοῦ γένους, προσθείην δ' ἂν καὶ αὐτῆς τῆς συγκλήτου. τίς ἐπ' αὐτῷ μὴ ἐπιστενάξειε; τίς δὲ μὴ καταγάγοι δάκρυα, ὅπερ καὶ ἡμῶν τῶν ταπεινῶν, καίπερ οὕτω φιλοσοφούντων, ἥψατο ἡ λύπη; Ἀλλ', ἐπειδὴ ἀπεβλέψαμεν ὅτι οὐδεὶς εἰς γέννησιν ἐλθὼν μὴ οὐχὶ καὶ ἐκδημήσειε τῶν ἐνθένδε, καὶ τοῦτο ἀπὸ τοῦ προπάτορος ἡμῶν Ἀδάμ μέχρι τοῦ δεῦρο, οὐδὲν ξένον ἡγησάμεθα ἐπὶ τῷ συμβεβηκότι· ξένον δ' ἂν εἶεν, εἴπερ ἡ θεοσύνετός σου καρδία ἐνέγκοι εὐχαρίστως, ὑποτύπωσις γενομένη σὺν τῇ κυρίᾳ καθηγουμένῃ ταῖς τε ἀδελφαῖς καὶ ἐξαδέλφαις καὶ πάσῃ τῇ συγγενείᾳ. διάθου κατὰ τὸ εἰωθός σοι εὐψύχως πάντα, μεγαλοβούλως καθ' ὅσον ἐνδέχεται ἐπικουροῦσα καὶ τὴν οἰκίαν τοῦ ἀδελφοῦ εἰς τὸ μὴ ἐρήμην καταδραμεῖν τοὺς ἐφεδρεύοντας ἐν ταῖς περιστάσεσι τῶν ἀνθρώπων. φρόντισον οὖν ὅσον δυνατὸν καὶ τῆς τιμίας ψυχῆς τοῦ ἀγαθοῦ ἀνδρὸς ἐκείνου, ὅτι καὶ μετὰ θάνατον βοηθοῦνται παρὰ τῶν ζώντων οἱ ἐκδεδημηκότες. Καὶ ἁπλῶς τὰ πάντα ἐν πᾶσιν οἴδαμέν σε εὖ διατίθεσθαι καὶ στρατηγεῖν τὸν λογισμὸν μᾶλλον ἢ στρατηγεῖσθαι ὑπὸ τῆς ἀθυμίας καὶ μοχθηρίας. εἰς αὐτὸ γὰρ τοῦτο καὶ τὸν ἀδελφὸν Ἀθανάσιον ἀπεστάλκαμεν, ἐπιδεικνύντες τὸ περιπαθὲς ἡμῶν πρὸς τὸν ἄνδρα καὶ πρὸς τὴν ὑμετέραν τιμιότητα ἐπικαμπτικόν· ὃν εὐχόμεθα τάχιον ἀποδέξασθαι, ἄγγελον ἀγαθὸν τῆς εὐχαρίστου ὑμῶν ὑπομονῆς γιγνόμενον. 541 Ὀλβιανῷ πατρικίῳ Γεώργιος ὁ θεοφιλὴς ἀνὴρ καὶ περίδοξος νοτάριος, προσηγορίαν ἡμῖν κεκομικὼς παρὰ τῆς πανευφήμου καὶ διαβοήτου ὑμῶν ὑπεροχῆς, ἀπῄτησε τὸν ἀντασπασμὸν ἐγγράμματον ἡμᾶς ποιήσασθαι, ὡς τοῦτο κελευούσης τῆς μακαριότητος ὑμῶν. ἡμεῖς δέ, ἑαυτοὺς πεπεικότες ὑπείκειν ἐν τοῖς φιλικοῖς καθήκουσιν, χαράττομεν τήνδε τὴν ἐπιστολήν, πρῶτον μὲν προσαγορεύοντες τὰ εἰκότα οἱ εὐτελεῖς, αὐτὸ τοῦτο ἀποδεχόμενοι καὶ ὑπεραποδεχόμενοι, ὅτι γλίχεται τῆς φωνῆς ἡμῶν ἀκοῦσαι, οἰκτρῶν ὄντων καὶ ἁμαρτωλῶν (καὶ γὰρ εὐσεβείας δεῖγμα τοῦτο οὐ τὸ τυχόν, ὅτι ὁ ὑψηλὸς τῇ ὑπεροχῇ πρὸς τὴν τῶν ταπεινῶν φωνὴν ἐπικάμπτεται, καὶ μάλιστα ἐν τῷ παρόντι καιρῷ, ὁπότε ἀποτροπάδην οἱ πολλοὶ καὶ τοὺς ἄγαν φίλους ἔχουσι, μὴ ὅτι γε καὶ τοὺς ἀφανεστέρους), ἔπειτα ὑπομνήσκοντες μεθ' ὑποστολῆς ἄρχειν καὶ διέπειν τὸ ὑπήκοον θεοπρεπῶς· εἰ γὰρ πᾶσα ἀρχὴ καὶ ἐξουσία ὑπὸ θεοῦ ἐστι τεταγμένη, ἀποστολικῶς εἰπεῖν, δῆλον ὅτι ὁ ἄρχων καὶ ἐξουσιάζων θεοτελῶς ὀφείλει διεξάγειν τὸν ὑπὸ χεῖρα λαόν, τοῦτο μὲν ἐν ἀδεκάστοις κρίμασι τῶν ἐν ταῖς διαδικασίαις ἀμφισβητουμένων, τοῦτο δὲ καὶ ἐν εὐμενεῖ καὶ εἰρηνικῷ προσώπῳ ὀπτάνεσθαι τοὺς προσιόντας καὶ διδεῖν τῇ εὐπροσίτῳ παραδοχῇ θάρσος φθέγγεσθαι τὸ παριστάμενον (πτωχὸς γάρ, φησίν, οὐχ ὑφίσταται ἀπειλήν), εἶτα καὶ περὶ τὸ πτωχὸν μέρος καὶ τεταπεινωμένον ἐπικάμπτεσθαι καὶ παιδεύειν μέν, ὁπηνίκα ἡ χρεία ἀναγκάζει, παιδεύειν δὲ μὴ ἐν θυμῷ, ἀλλὰ σκοπῷ διορθώσεως ἀταράχως, μηδὲ ἐν πολλαῖς μάστιξι (τὸ γὰρ ἀπηνὲς ἄφιλον θεῷ), ἀλλ' ἐγκεκριμένως καὶ ὅσον τὸ ἀπαίδευτον ἀναστεῖλαι καὶ τὸ διορθωτικὸν περιποιήσασθαι, οἷα πατὴρ παιδὶ καὶ ὡς ἰατρὸς τῷ κάμνοντι. καὶ μακάριος ὁ οὕτως δημαγωγῶν καὶ στρατηγῶν, ἐπειδὴ καὶ Μωσῆς ὁ θεράπων τοῦ θεοῦ ἀρχικὸς καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ στρατηγός· καὶ πολλοῦ ἐστι φάναι ὅσοι οὐ μόνον ἐν βασιλεῦσιν, ἀλλὰ καὶ κριταῖς καὶ ἄρχουσι καὶ πρὸ νόμου καὶ ἐν νόμῳ καὶ μετὰ τὴν χάριν ἀρχαΐζοντες καὶ πρωταρχοῦντες εὐηρέστησαν τῷ Κυρίῳ, σὺν εὐσεβείᾳ ἀναστρεφόμενοι. Ταύτῃ δὴ οὖν καὶ σέ, τὸν πανεύφημον καὶ ἐπιπόθητον ἡμῶν δεσπότην, φιλοῦμεν καὶ αἰτοῦμεν διέπειν καὶ τούτοις δὴ τοῖς σεσωσμένοις καὶ ἀξιαγάστοις ἐναρίθμιον γενέσθαι. καὶ μή τοι δέξῃ τὴν ὑπόμνησιν ἡμῶν ὡς αὐθαδιασμόν, ἀλλ' ὡς ἀγαπητικὸν τρόπον, ἐπειδὴ φιλοῦμέν σε, φιλοῦντα τὸν θεόν, καὶ φίλου δεῖγμα τὰ ἐπωφελῆ φθέγγεσθαι τῷ φιλουμένῳ· ὅπερ δέδειχεν τὸ εὐτελὲς ἡμῶν γράμμα. ἀξιώσειε δὲ ἡμᾶς ὁ ἀγαθὸς θεὸς ἡμῶν καὶ εἰς τὴν κατ' ὀφθαλμοὺς ὁμιλίαν ὀψέ ποτε ἐλθεῖν καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν, ἵνα, ὅσα ὁ λόγος τῆς ἀκοῆς οὐ παρίστησι, ταῦτα ἡ αὐτοπτικὴ ἱστορία ὑποδείξασα ἐνεργεστέρους ἡμᾶς καταστήσειεν τῆς φιλικῆς ἀνακράσεως, ἐπειδήπερ ἐξεδιδάχθημεν παρὰ τοῦ χρηστοῦ γραμματηφόρου οὐκ ὀλίγων κατορθωμάτων κεχαρακτηρίσθαι τὴν εὐσέβειαν ὑμῶν· ἣν καὶ διασώσειεν ὁ Κύριος ὡς κόρην ὀφθαλμοῦ, ὑπερθέουσαν πάσης βλαπτικῆς ἐπηρείας, καὶ σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.