Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 507 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
507.1
Φιλοθέῳ κτήτορι Εὐαπόδεκτα τὰ γράμματα τῆς τιμιότητός σου καὶ θεῷ καὶ εὐσεβεῖ ἀνθρώπῳ, ὅτι ἐν τῷ παρόντι καιρῷ, ἐφ' ᾧ νυκτομαχία αἱρετικὴ καὶ ζάλη ἀπιστίας, δήλωσιν ἡμῖν ἐποιήσατο ὅτι ὥσπερ τις ἀστὴρ φαίνοις ἐν τοῖς αὐτόθι, μὴ ζοφωθεὶς τῇ αἱρετικῇ κοινωνίᾳ μηδὲ μὴν ὑποβρύχιος γεγονὼς τῷ τῆς ἀπιστίας σάλῳ. καὶ εὐλογητὸς Κύριος, ὃς ἔχει καὶ ἐν τῷ λαϊκῷ τάγματι τοὺς ἀντεχομένους τοῦ νόμου αὐτοῦ κατὰ τὴν νῦν σύγχυσιν καὶ ἀνατροπὴν τῆς ὀρθοδοξίας. μακάριος εἶ, ἀδελφὲ τιμιώτατε, καὶ ὄντως φερωνύμως σοι ἡ κλῆσις, ὅτι καὶ θεὸν πεφίληκας καὶ τὴν παρακαταθήκην τῆς πίστεως πεφρούρηκας. Ἀπήγγειλας δὲ ἐν τοῖς γράμμασιν οὕτως καὶ οὕτως ἦχθαί σε ὑπὸ τῶν μακαρίων πατέρων ἐκείνων, τῶν τέλει χρηστῷ ἐκδημησάντων πρὸς Κύριον, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. καὶ εὖ ἂν ἔχοι, καὶ τοῦτο τοῦ διαπύρου σου ζήλου ἰδίωμα. ἐπειδὴ δὲ τῇ ἐκδημίᾳ ἐκείνων οἷα ἀπορφανισθεὶς ἐπεζήτησας πάλιν πρὸς τῆς ταπεινώσεως ἡμῶν στοιχειωθῆναι, ἡμεῖς μὲν εὐτελεῖς καὶ οὐδαμινοί, ὅμως, ἐπεὶ γέγραπται ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, διὰ ταύτην τὴν ἐν Κυρίῳ ἀγάπην ὑπείκομεν καὶ προσιέμεθα τὴν ἀνάθεσίν σου, καλὴν οὖσαν τῷ ὄντι καὶ ἐπαινετήν. τὸ μὲν οὖν ἀπέχεσθαί σε παντάπασιν τῆς αἱρετικῆς κοινωνίας καὶ ἠγωνίσω καὶ ἀπέσχου, ὡς φῆς, χάριτι Χριστοῦ, καὶ ἔτι ἀπόσχου· οὕτω γὰρ δείξειας τὸ πρὸς τὸν θεόν σου φιλητὸν καὶ κοινωνικόν· ἡ γὰρ ἐναντία κοινωνία διίστησιν ἀπὸ Χριστοῦ. εἰς ἃ δὲ ἀναγκάζεσθε ὑπὸ τοῦ στρατηγοῦντος, εἴς τε τὸ συμψάλλειν τοῖς αἱρετικοῖς καὶ τὰ πρὸς αὐτῶν σφραγιζόμενα βρώματα ἐσθίειν, ὡς οὐκ ἂν ἄλλως δύνασθαι τὸν κύριον τὸν στρατηγὸν ἀκινδύνως διελθεῖν, καὶ πρὸς τοῦτο οὐκ ἔχομεν εὐπετῶς ἀποκρίνεσθαι· διότι ἡ ἀκρίβεια ἀπείργει παντάπασιν ἀμέθεκτον εἶναι τῶν ἑτεροδόξων τὸν ὀρθόφρονα καὶ μήτε ἐν βρώσει μήτε ἐν πόσει μήτε ἐν σχέσει συνέρχεσθαι αὐτοῖς. Ταῦτα εἰδυῖα ἡ χρηστότης σου ἐχέσθω τοῦ ἀγαθοῦ αὐτῆς ζήλου, ἐποικοδομοῦσα τῷ καλῷ θεμελίῳ τὰς τῆς ἀκριβείας χρυσοειδεῖς ἐνδομήσεις, εὐχομένη καὶ ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν. 508 Εἰρήνῃ πατρικίᾳ Ἐπειδὴ προσηγόρευσας ἡμᾶς τοὺς ταπεινούς, κυρία, διὰ τοῦ αἰδεσιμωτάτου πρεσβυτέρου, ἀμειβόμεθα τὴν προσηγορίαν γράμμασιν, ἀποδεχόμενοί σου τὴν καλὴν πίστιν καὶ τὴν θερμὴν πεποίθησιν, ἐγνωκότες ἐντεῦθεν ἀγαθήν σε εἶναι ἐν γυναιξίν, φιλόθεόν τε καὶ φιλομόναχον, ὥστε ἁρμόσαι ἐκεῖνο ἐπιφθέγξασθαι τὸ γραφικόν, γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ. ὁρᾷς, ὦ κυρία, ὅτι τῇ ἀγαθότητί σου μακαρίζεται ὑπὸ τῆς Γραφῆς ὁ κύριος ὁ πατρίκιος καὶ θεόσδοτός σου σύζυγος; οὐκοῦν ζηλοῦσα ζήλωσον ἔτι μακαριώτερον αὐτὸν ἀπεργάσασθαι. πῶς δ' ἂν εἶεν τοῦτο; ἐν τῷ σὲ ἔτι ἀγαθύνεσθαι, ἤγουν ὑπομνηματίζειν αὐτόν, παρακαλεῖν, ἐκλιπαρεῖν τὸ τῆς στρατηγίας ὕψωμα διέπειν θεοφιλῶς, καθὰ καὶ διέπει, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ ἀδικίας, φιλομόναχόν τε εἶναι καὶ φιλόπτωχον, ἡμερότητι κεκραμένον, ἐπειδήπερ ἡ ἐξουσία αὕτη ἀρκοῦσά ἐστι καταπλῆξαι τοὺς ὑπὸ χεῖρα, καὶ μὴν ἀνεχόμενον ἀπειλῆς καὶ παιδευτικῶς μὲν πλήττοντα, φιλαν θρώπως δὲ καὶ μεμετρημένως μαστίζοντα· ἐπείπερ οὔτε τὸ ἄφετον παντάπασι σωτήριον οὔτε τὸ ὑπὲρ μέτρον πληκτικὸν εὐαπόδεκτον καί, πρό γε πάντων, τὸ κατὰ πίστιν ὀρθόδοξον. εἰ γὰρ καὶ πρὸς τὸ ἔξω ἔστι λέγειν ἀδυνατεῖν κατὰ τὰ φθάσαντα τοῦτο φυλάττειν (ὅπερ οὐδὲ τοῦτο ἀρκοῦν εἰς θεοῦ ἀπολογίαν· τῆς γὰρ αὐτοῦ ἀγάπης οὐδὲν προτιμότερον), ἀλλ' οὖν γε κατὰ τὸν ἔσω ἄνθρωπον δυνατὸν τοῦτο παραφυλάττεσθαι καὶ πολλῶν σωτῆρα χρηματίζειν αὐτὸν καὶ μοναστῶν καὶ λαϊκῶν καὶ ἀρχόντων καὶ ἀρχομένων. Ταῦτα, ἐξ ἀγάπης πνευματικῆς τῆς πρὸς ὑμᾶς κινούμενοι, τεθαρρήκαμεν ὑπομνῆσαι, εἰδότες καὶ ἀνυπομνήστως ἔχεσθαι ὑμᾶς τοῦ καλοῦ. 509 Βρυένᾳ στρατηγῷ Ἀνηγγέλη ἡμῖν ὁ θάνατος τῆς μακαρίας μητρὸς καί, ὅσον ἐστενάξαμεν, τί δεῖ καὶ λέγειν; οὐ διὰ τὴν ὁσίως κεκοιμημένην (ἄπαγε· κέρδος γὰρ αὐτῇ ἐγένετο ἡ μετάστασις, φυγούσῃ τὸν πολυαμάρτητον βίον τοῦτον), ἀλλ' ἐννοοῦντες τὴν σὴν καλοκἀγαθίαν ὡς ἀπορφανισθεῖσαν τέλεον καὶ μηδεμίαν ἐν τῷ βίῳ παραμυθίαν κεκτημένην (καὶ ταῦτα ἐν οὕτω σκυθρωπῇ καταστάσει ὑπάρχουσαν) καὶ οὐδὲ αὐτῆς τῆς ὁσίας κηδείας ἀπολαύσασαν, ὃ φέρειν οἶδεν μικρὰν παρηγορίαν, λόγος ἐξιτήριος καὶ τελευταία φωνή, πρόσπτυξίς τε τοῦ τιμίου λειψάνου καὶ αὐτῆς τῆς ἐν ᾧ κατατίθεται θήκης ἐπικύψεως. καὶ ἔοικας τὸ τοῦ Ταντάλου παθεῖν, εἰ καὶ μυθικώτερον τὸ ἐπίφθεγμα, ἐν μέσαις πηγαῖς δίψῃ τηκόμενος, ἀκοαῖς μόναις, ἀλλ' οὐκ ὀφθαλμοῖς ὑπολαβὼν τὴν τῆς μητρὸς κοίμησιν. Τί οὖν ἐν τούτοις; στενάξομεν ἆρα πέρα τοῦ δέοντος; δακρυρροήσομεν ἄπληστα; ἀποδυσπετήσομεν ἀκράτητα; καὶ ποῦ ἡ γνῶσις, ποῦ ἡ σοφία, ποῦ ἡ σύνεσις, οἷς κατεκοσμήθη σου ἡ εὐγένεια καί γε ὑπὲρ πολλοὺς τῶν νῦν ὁρωμένων ἐν τέλει; μηδαμῶς οὖν, ὦ ἐπιπόθητε, μηδαμῶς, ἀλλὰ στενάξας καὶ κλαύσας μετρίως ὅσον καὶ τὰ μητρικὰ ἐπικήδεια ἀφοσιώσασθαι καὶ τὸ τῆς φύσεως ἐπιδείξασθαι εἰς ἑαυτοὺς πάλιν, εἰ βούλει, γενώμεθα καὶ διαβλέψωμεν μετεώρῳ θεωρίᾳ τὰ τῇδε ὡς ὄναρ καὶ σκιὰ καὶ τὸ ἐπὶ γῆς τοῦτο παίγνιον, ὥς πού φησί τις τῶν θεολόγων, οὐκ ὄντας γενέσθαι καὶ γενομένους ἀναλυθῆναι. καὶ γὰρ τὴν αὐτὴν ὁδὸν καὶ ἡμεῖς πορευσόμεθα, ἥνπερ οἱ πατέρες ἡμῶν προωδεύκασι, καὶ τὸ αὐτὸ πᾶσιν ἐξ ἴσου ἀναμένει κατάλυμα, τάχα δὲ καὶ ἄλλου ἄλλο τραγῳδικώτερον, ὅτι τοῦ μὲν ἐν εἰρήνῃ ἡ ταφὴ τυχόν, τοῦ δὲ οὐχ οὕτως· ἢ γὰρ πολέμου παρανάλωμα γέγονεν ἢ θαλάσσης ὑπορρόφημα ἤ πως ἄλλως, ὡς ὁρᾶται τὰ ἄλλοις τρόποις ἐλεεινὰ τῶν ἐξαπίνης θανάτων, ὧν ἡ μακαρία μήτηρ ἀνωτέρα, ἐν ὁσιότητι καὶ σταυροφόρῳ βίῳ ἀπάρασα τῶν ἐνθένδε. λειπόμενον οὖν ἐστιν ἐν τούτοις εἰπεῖν ἡμᾶς τὴν ἀοίδιμον φωνὴν ἐκείνην τοῦ μακαρίου Ἰώβ, ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· προσθείην δ' ἂν λυσιτελεῖν ἡμᾶς τὴν φωνὴν ταύτην καὶ ἐν οἷς ἐσμεν θλιπτικῶς καὶ ἐξαπορητικῶς, ἐπεὶ κἀκεῖνος ὁ ἀοίδιμος, ὡς οἶσθα, ἐπὶ μυρίοις ἀλγεινοῖς τὰ εὐχαριστήρια τῷ θεῷ ἀπεδίδου. Μὴ τοίνυν ῥαθυμήσωμεν, ὦ φίλτατε, μηδὲ ἐξαπορήσωμεν καὶ τοῦ ζῆν, εἰδότες ὅτι οὐκ ἐάσει ἡμᾶς Κύριος πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα. τίς οἶδεν τί τέξεται ἡ ἐπιοῦσα καὶ τίς ἀναγγελεῖ Ἀβραὰμ ὅτι Σάρρα θηλάζει; συμβολικὸς ὁ λόγος. εὐχόμεθα οὖν αὐτὸν τὸν Κύριον τῆς δόξης, ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς ἐν αὐτῇ ἀλήκτου παραμυθίας, ὡς ἂν οἴκοθεν ἔχουσα τὰς ἀφορμὰς τῆς παρακλήσεως μὴ δεδεῆσθαι φωνῆς ἑτέρας. Εἴδομεν δὲ καὶ τὸν ἀγαπητὸν ἡμῶν ἀδελφὸν καὶ πνευματικὸν υἱέα, τὸν κύριον Ἰωάννην, τὸν ὁμαίμονα τῆς ὑψηλότητός σου, ἐπισκεψάμενον ἡμᾶς τοὺς ἁμαρτωλοὺς κατὰ τὸ εἰκός· ὃν καὶ παρεμυθησάμεθα βραχέσι λόγοις διὰ τὸ μητρικὸν πάθος καὶ συμπαρεκαλέσαμεν οἴσειν τῇ ἀδελφικῇ συνδιαθέσει τὰ κατὰ τὴν θεοσέβειάν σου. 510 Εὐφροσύνῃ ἡγουμένῃ Καὶ ἐπὶ τοῦ παρόντος ἐπισκεπτόμεθά σου τὴν τιμιότητα διὰ τοῦ γράμματος, γλιχόμενοι μαθεῖν ὅπως ὑγιῶς διατελοίη, φέρουσα εὐαγῶς τὴν πνευματικὴν ζωήν· καὶ γὰρ ἔργον ἡμῖν ὀφειλόμενον τοῦτο ποιεῖν, καθάπερ καὶ αὕτη προσανατέθεικας ἑαυτὴν τῇ ταπεινώσει ἡμῶν ἀπ' αὐτῆς τῆς μακαρίας μητρός σου, ἧς τὸ μνημόσυνον ἐν βίβλῳ ζώντων, καλῶς βιωσάσης καὶ χαρακτῆρα εὐσεβείας τὸν ἑαυτῆς βίον καταλιπούσης, οὐ μόνον σοὶ τῇ ἱερᾷ καὶ θεόφρονι ταῖς τε ὑπὸ χεῖρα, ἀλλὰ καὶ πᾶσιν ἄλλοις, οἷς ἐστι πόθος ζηλοῦν τὰ καλά. τὸ γοῦν ὑπόδειγμα τῆς ἀρετῆς μητρόθεν ἔχουσα πρόσθες καὶ τὰ κατὰ σαυτὴν ἔτι, κυρία, παρακαλοῦμεν, ἐξ εἰκόνος ἀρίστης εἰκὼν γινομένη καὶ αὐτὴ ἐνθέου βίου τοῖς ὁρῶσί σε, ὥσπερ καὶ γίνοιο· καὶ γὰρ ἀκούομεν ἔτι καὶ ἔτι τὰ καλά σε πράττουσαν, τοῦτο μὲν ἐν τῇ καθηγήσει τῶν ἀδελφῶν, μιᾷ ψυχῇ ἀγαπητικῇ τὰς πάσας συνέχουσαν, γρηγοροῦσαν τὰ πρὸς θεὸν ἐν προσευχαῖς, ἐν ψαλμῳδίαις, ἐν ἀναγνώσεσι, τοῦτο δὲ ἐν φιλαδέλφῳ ξενοδοχίᾳ, πολυτρόπως διαμεριζομένην ταῖς φροντίσεσί τε καὶ ἐπιδόσεσι καὶ οἷόν τις ὀφθαλμὸς ἐν σώματι, τοῦτο ἐν τῇ Βυζαντίδι, ὡς κατανοῶ, τὸ σὸν μοναστήριον· δι' οὗ δοξάζεται θεὸς καὶ ἥδεται ἀρρήτως ἡ μακαρία μήτηρ, ἐπείπερ ἠξίωνται οἱ ἅγιοι βλέπειν τῶν σφῶν μαθητῶν τὰ κατορθώματα. Χαίροις οὖν, ἀγαθὴ διδάσκαλε καὶ μήτηρ γνησιεύουσα τῶν κατὰ θεὸν τέκνων· καὶ ἄλλοι μὲν ἐχέτωσαν δόξας γηΐνας καὶ λαμπρότητας, διαδήματά τε καὶ στεφανώματα πρόσκαιρα, σοὶ δὲ ἀρκέσει ὁ σταυρὸς Χριστοῦ, ὁ θεόληπτος βίος, ὁ χριστοπόθητος παρθενών, εἰ δὲ βούλει, τὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον τιμαλφέστερα λόγια τοῦ θεοῦ, τὸ φαιὸν ἱμάτιον, ἡ ἀκολούθησις τοῦ Χριστοῦ, ἅτινά ἐστι μείζω πάντων τῶν ἐπιγείων καὶ ἀρραβωνίσματα τῆς βασιλείας τῶν οὐρανῶν. μή σοι λοιπόν ποτε νυστάξῃ τὸ ὄμμα τῆς διανοίας μηδὲ ἡ ἀκοὴ τῆς καρδίας ἀνακουστήσῃ μηδὲ λήξῃ σού ποτε ὁ θεῖος ἔρως, ἀλλὰ γὰρ καὶ προσθήκαις ἀρετῶν ἀεὶ ἐπαύξαιο, νύσσουσα καὶ κατανύσσουσα τὴν ψυχὴν καὶ ὥσπερ ἔκ τινος πηγῆς προχέουσα δάκρυον. καλὸν γὰρ ὅτι μάλιστα τὸ ὕδωρ τοῦτο· καθαίρει ψυχήν, ἔσθ' ὅτε ῥυπουμένην ἐν λογισμοῖς, σβέννυσι πῦρ ἐξ ἀπροσεξίας ἀναπτόμενον ὑπὸ ἔρωτος σαρκός, κατευνάζει ταραχώδη διάθεσιν καὶ δυσμενοῦς προσβολῆς, κάμπτει τῷ ὄντι θεὸν εἰς ἔλεον καὶ ἵστησιν ἐπὶ τῆς προτέρας γνησιότητος τὸν ἐραστήν. σοφὴ οὖσα νόει ἃ λέγω· δίδωσι γάρ σοι Κύριος χάριν καὶ δώσειέ σοι ἔτι εἰς τὸ στέργειν αὐτὸν καὶ ἀντιστέργεσθαι, ποθεῖν καὶ ἀντιποθεῖσθαι, ὡς ἂν ἕξει καὶ σοὶ εἰπεῖν μετὰ τοῦ ἀποστόλου· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. καὶ γὰρ ὁ ἀγαπῶν ὁλοσχερῶς τὸν θεὸν ἐξίσταται ἑαυτοῦ ἐν τῷ ἀγαπωμένῳ καὶ ζῶν καὶ κινούμενος καὶ ὤν. Τοιαύτην σε ὁ λόγος ἐπιζητεῖ, τὴν νύμφην τοῦ Χριστοῦ, καί γε τὰς ὑπὸ σὲ θυγατέρας θεοῦ. καὶ τί τὸ ἐντεῦθεν; ὁ νυμφίος Χριστός, ὁ ἐπουράνιος νυμφὼν καὶ τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλήμ, αὕτη ἡ βασιλεία τῶν οὐρανῶν καὶ ὅσα ἐπήγγελται ἀναπαυστικὰ τοῖς ἁγίοις· ἃ φθάσασα ἡ μακαρία μήτηρ παρακαλεῖ ἐπιμένειν ὑμᾶς ἐν τῇ ἀσκήσει, ἐν τῇ ὁμονοίᾳ, ἐν τῇ συμψυχίᾳ, πατεῖν τὰ πάθη, μισεῖν σάρκα καὶ αἷμα, ἀντέχεσθαι τῶν ἀρετῶν, δι' ὧν ἔστιν ἐπιτυχεῖν τῶνδε τῶν ἀρρήτων ἀγαθῶν. 511 Εὐδοκίμῳ σπαθαρίῳ Δευτερεύω τοῦ ἐπιστέλλειν τῇ τιμιότητί σου, καὶ τοῦτο προτραπεὶς παρὰ Σιλουανοῦ, τοῦ αἰδεσιμωτάτου ἡμῶν ἀδελφοῦ· ἐπειδὴ γὰρ ἦλθεν εἰς ὁμιλίαν τὴν κατ' ὀφθαλμούς, κατέκλασεν ἡμῶν τὴν ταπεινὴν ψυχήν, ἐξηγορήσας ἕκαστα, ὅτι καὶ εὐχαρίστως φέροις, ὁ δεσπότης ἡμῶν, τὸ συμβεβηκὸς καὶ ἐπὶ θεὸν ἀναφέρεις τὸ πάθος, ἔξω ἑαυτὸν τιθῶν τῶν σκαιωρηθέντων ἀνθρωπίναις ἐπηρείαις, καὶ τέλος ἓν ζητῶν, ὅπως εὐπρόσδεκτον πρὸς τὸ ἑξῆς τὴν ζωὴν καταστήσειας τῷ δεσπότῃ τῶν ἁπάντων. ἐπὶ πᾶσι τούτοις διέθηκεν ἡμᾶς κατὰ τὸ εἰκός, ἐκεῖνο εἰπόντας, ὅτι ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά· καὶ γὰρ ὥσπερ ἔν τινι ταμιείῳ τὰ ἐκ τῆς προλαβούσης παιδείας θείας τε καὶ ἀνθρωπίνης ἐναποθέμενος τῇ ψυχῇ γνωστικὰ θησαυρίσματα ἐπὶ καιροῦ εἰκότως χρειώδους προΐοις τὰ πνευματικὰ πλούτη, οἰκονομῶν τὸ κατὰ σεαυτὸν σωτήριον. καὶ ἴδε, ἄνθρωπε ἀγαθέ, ὅτι εἰς καλόν σοι ἀπέβη τὰ θεῖα μαθήματα, ἡ ἀνάγνωσις καὶ ἐπίγνωσις, ἡ σχολὴ καὶ ἐντριβή, ἡ ἔντευξις καὶ ἡ προσευχή, ἡ κτῆσις τῶν ἱερῶν λόγων τε καὶ δέλτων. ὡς πλούσιος σὺ ἄγαν, κἂν εἰς ὀλίγα σοι περίεστι τὰ τῆς ζωῆς ἐφόδια, ὡς εὐωπὴς καὶ καλλιβλέφαρος, κἂν τὴν ὄψιν ἀδικίᾳ ἀπεστέρησαι, ὡς περιφανὴς λίαν καὶ περίδοξος, κἂν τὴν ἄτιμον καὶ ἄδοξον ζωὴν ἀνατλᾶν διανενόησαι. καί γε πάντως τοῦτο δοκιμή τίς ἐστι καὶ βάσανος ἀρετῆς, ἵνα, ἐξ ὧν δοκῶμεν ἐγκαταλελεῖφθαι, ἐντεῦθεν εὕρωμεν εὐεργετῆσθαι πρὸς θεοῦ τοῦ ἀγαθοῦ· ὃς διὰ τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας καὶ τῶν ἄλλων, ὅσα ἡ ἀποστολικὴ διεστείλατο φωνή, οἶδεν οἰκονομεῖν συμφερόντως τὴν ζωὴν ἡμῶν. καὶ τοῦτο δόγμα ἀρχαῖον καὶ τῆς τῶν θεολήπτων ἀνδρῶν πολιτείας γνωριστικόν. λάβε μοι Ἄβελ, τὸν θεοκρίτως μαρτυρηθέντα δίκαιον· οὐχὶ παρανάλωμα ἀδελφικῆς χειρὸς γέγονεν; τὸν Ἐνὼχ ἐκεῖνον, θεῷ εὐαρεστήσαντα, οὐχὶ διὰ τοὺς τηνικαῦτα φθορεῖς καὶ φθείρειν αὐτὸν ἐσπουδακότας θεὸς ἐκ μέσου ἥρπασεν, ἐν ἀδήλοις τόποις μεταθέμενος, ὃς καὶ μένει μέχρι τοῦ δεῦρο προάγγελος τῆς δευτέρας ἐπιφανείας Χριστοῦ ἐσόμενος; γνῶθι τὸν Ἀβραάμ, πειραζόμενον ὑπὸ θεοῦ πολυτρόπως, οὗ τὸ δοκίμιον τῆς πίστεως πολυτιμότερον χρυσίου ὅτι μάλιστα. καὶ ἵνα τοὺς ἄλλους παραδράμοιμι, πολλοὺς ὄντας καὶ οὐκ ἐν ἐπιστολῆς μέτρῳ ὑπομνηματίζεσθαι ἐγχωροῦντας, Ἰὼβ τὸν μυρίαθλον τάχα, εἰ παραβάλωμεν τὰ ἑαυτῶν τοῖς ἐκείνου πάθεσιν, εὕροιμεν δὴ ἐνδεῶς ἔχοντα καὶ συμφθεγξόμεθα τὴν ἐκείνου ἀοίδιμον φωνὴν ἑκάστοτε ἀναλαμβάνοντες. Οὕτως οὖν παρακαλοῦμέν σε, ἐπιπόθητε, διαθέσθαι τὰ κατὰ σαυτὸν καὶ τὸν καιρὸν τῆς δυσπραγίας καὶ πολυπαθείας κρείττονι λογισμῷ καὶ βεβαιοπίστῳ γνώμῃ εἰς εὐτυχίαν καὶ εὐπάθειαν μεταστοιχειώσασθαι· τὸν γὰρ οὕτως ἐρηρεισμένον καὶ πεποιθήσει θεοῦ ζῶντα οὐδὲν παρακινήσει τῶν ἀνθρωπίνων, ὑψηλότερον πεφηνότα πάντων τῶν λυπεῖν εἰωθότων. κἂν λέγῃς ἐν τῇ παρακροάσει τοῦ ἀναγινώσκοντος εἰς ὕπνον τρέπεσθαι, οὐ θαῦμα· πέφυκε γὰρ ἡ ἀφαίρεσις τῆς ὄψεως τοῦτο ἐργάζεσθαι. κἂν φῇς μηδὲν ἔργον ἐπὶ χεῖρας ἔχειν, ἀπρακτούσης τῆς φύσεως, μηδέν σοι μελέτω· φησὶν ὁ ἀπόστολος· ψαλμὸν ἔχεις, διδαχὴν ἔχεις, γλῶσσαν ἔχεις, ἀποκάλυψιν ἔχεις· πάντα πρὸς οἰκοδομὴν γινέσθω. φάγε, πίε, ὕπνωσον, μόνον τὸ εὐχάριστον κέκτησο καί, ὅσα σοι οἴκοθεν καὶ ἐν τῷ φυσικῷ τοῦ νοῦ βιβλίῳ ἀπόκειται, ἀναγίνωσκε. καὶ μικρὸν ὕστερον ἀναβλέψειας μέγα καὶ ἴδοις τὸ φῶς τὸ ἀπρόσιτον, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, ἀπ' οὐρανοῦ ἐρχόμενον μετὰ δόξης δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, οὓς μὲν κρίνοντα ὡς ἐνδίκους κρίσεως, οὓς δὲ δοξάζοντα ὡς δόξης συνίστορας· μεθ' ὧν εἴης καὶ αὐτός. φίλτατέ μοι καὶ τιμιώτατε, ἀπαστράπτων ἴσα καὶ ἡλίου βολίδι. Περὶ οὗ προώρισας προαστείου εἰς μοναστήριον καθεστάναι, εἴ τι οὖν ἄλλο οὕτως ἢ ἑτέρως ἐν καλῷ διώριστο, πάντα ὡς ἤδη γεγονότα θεὸς ἐδέξατο, εἴπερ εὐχαρίστως τὴν ἀφαίρεσιν πάντων οἴσεις. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν· ἄρτι γὰρ οὐχ ἡμεῖς οἱ ἁμαρτωλοί, ἀλλὰ καὶ εἴ τις τῶν ὁσίων ἐξαιτήσοιτο ἄν σου τὴν δέησιν, ὡς κάμνοντος τοῖς παθήμασιν. ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν καὶ ἀρχιεπίσκοπος πλεῖστά σε προσαγορεύει. 512 Σεργίῳ ἡγουμένῳ Χάρις Κυρίῳ, ὅτι ὑγιαίνει ἡ τιμιότης σου· τοῦτο γὰρ ἀνήγγειλε τὸ γράμμα καὶ ἡ δυὰς τῶν ἀδελφῶν. ἀπεδεξάμεθα δὲ καὶ τὴν πρόθεσιν τοῦ ἐπιθυμεῖν σε ἀφῖχθαι πρὸς ἡμᾶς, κωλυθέντα γε μὴν ὑπὸ τῆς συνοχῆς τῶν ἐμφυλίων πολέμων καὶ τῆς κατὰ τὴν ὁδὸν ἐπηρείας· ἅτινα κακὰ Κύριος ὁ θεὸς ἡμῶν διασκεδάσει ἐν τάχει, ἐπανάγων εἰς εἰρήνην τὸ ὑπήκοον καί γε ἀπαλλάττων τῆς τῶν Ἀγαρηνῶν ἐπιδρομῆς· ἐδιδάχθημεν γὰρ καὶ τὴν περὶ αὐτῶν ῥομφαίαν, οἵα καὶ ἡλίκη γένονεν ἐν τοῖς αὐτόθι. Καὶ ταῦτα πάντα ἐπιτίμιά ἐστι παρὰ θεοῦ ἐπὶ τῇ ἀμετανοήτῳ ἡμῶν κακίᾳ. ὅμως σύ, ἄνερ ἀγαθὲ καὶ ἀδελφὲ τιμιώτατε, στῆθι καὶ ἀνδρίζου ἐν τῷ καθηγεῖσθαι τῆς ἀδελφότητος, μὴ ὑποπίπτων ἀθυμίᾳ, κἂν πολλαὶ αἱ δυσκολίαι, μὴ ἀποκάμνων ταῖς ἀπορίαις, κἂν ἡ ἰσχὺς δαπανᾶται· ἀλλὰ πρῶτον μέν, ὃ καὶ πρώτου λόγου ἐστὶ ζήτημα, τὴν πίστιν φρούρει ἀσφαλῆ καὶ ἀκράδαντον, φεύγων τὴν κοινωνίαν τῶν ἑτεροδόξων παντοίῳ τρόπῳ. ἴσθι γὰρ ὅτι διωγμὸς πάρεστι, καὶ οὐ τελειότητος, τὸ ὑμᾶς οἴκοι καθέζεσθαι καὶ ἀδιώκτους διαμένειν, τῶν ζηλωτῶν τῆς εὐσεβείας πολλὰ πεπονθότων καὶ μαρτυρίου διάδημα στεψαμένων τινῶν. ὥστε ἀκριβοῦς ζωῆς ὑμῖν χρεία, ἀναπληρούσης τὸ ἐλλιπὲς τῆς ὑποπτώσεως, ἣν ὑπέπεσεν ὁ προκαθηγησάμενος ὑμῶν καὶ δι' αὐτοῦ πάντες ὑμεῖς τῇ ἐκείνου παραδοχῇ· οἵα γὰρ ἡ κεφαλή, τοιοῦτον καὶ τὸ ὅλον σῶμα. καὶ ταῦτα λέγω οὐχ ἵνα διαλυθῆτε, ἀλλ' ἵνα συντηρῆσθε ἀκριβῶς καὶ ἐπιρρώννυσθε τῇ ἀμεθεξίᾳ τῆς αἱρέσεως. δεύτερον, νήφων νῆφε καὶ γρηγορῶν γρηγόρει, ὅτι πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους, ὅτι πολλὰ τὰ θήρατρα τοῦ διαβόλου, ὅτι ὡς λέων ὠρυόμενος ζητεῖ τίνα καταπίῃ· καὶ ὃν μὲν ἡδονῇ σαρκὸς πειρᾶται ῥοφῆσαι, ὃν δὲ ἀπιστίας νοσήματι διαρρῆξαι τῆς συναφείας τῶν ἀδελφῶν· καὶ ἄλλον φθόνου βέλεσι κατατιτρώσκει, Κάιν ἄλλον ἀποδεῖξαι βουλόμενος, ἕτερον δὲ φιλαργυρίας πτώματι καταβάλλει Ἰούδαν δεύτερον γνωρίσαι γλιχόμενος. καὶ ἁπαξαπλῶς, ἔργον αὐτῷ νύκτωρ καὶ μεθ' ἡμέραν ἡ καθ' ἡμῶν ἀπώλεια. Σκόπει, φυλάττου τρόποις καὶ λόγοις τὰ πρόβατα τοῦ Χριστοῦ καὶ ὁ μισθός σου πολὺς παρὰ θεοῦ· αὐτὸς γὰρ εἴρηκε πρὸς τὸν κορυφαῖον τῶν ἀποστόλων· Σίμων Ἰωνᾶ, φιλεῖς με πλέον τούτων; ποίμαινε τὰ πρόβατά μου. ὥστε ἀπόδειξις τῆς εἰς αὐτὸν ἀγάπης ἡ ποιμαντικὴ κατὰ λόγον ῥάβδος. 513 Στεφάνῳ τέκνῳ Κατέλαβεν καὶ ὁ ἀββᾶς Ἄνθιμος, ὦ καλὲ Στέφανε καὶ υἱὲ ἠγαπημένε, καί, καθάπερ σε ὀφειλομένως ἰδών, ἀνέκρινα ὅπως διάγοις· ἐπειδὴ ὁ λόγος τῆς προστασίας ἀπαιτεῖ τοῦτο, οὕτως ἐχρησάμην καὶ ἐπὶ τοῦ ἀδελφοῦ σου Ἀνθίμου. καὶ ὅτι μὲν ἀγάπην ἔχετε μετ' ἀλλήλων διέγνων, οὐ μὴν οἵαν ἐπιζητεῖ ἡ ἀλήθεια ἐπὶ ἀδελφοῖς γνησιεύουσι κατὰ Κύριον. καὶ τί τοῦτο, ὅτι οὐ κοινοποιεῖτε πάντα, ἀλλὰ καὶ αὐτὸς ἰδιοχρυσεῖς καὶ οὗτος ἰδιοχρυσεῖ, ὅπερ ἐστὶ διαιρετικὸν ἀγάπης; ποῦ γὰρ δύναιτ' ἂν μία ψυχὴ καὶ μία καρδία εἶναι, ὅπου" 4τὸ ἐμὸν καὶ τὸ σὸν" 5 εἴρηται; ἐντεῦθεν αἱ ὑποψίαι, ἐντεῦθεν αἱ καταλαλιαί· καὶ τὸ τρίτον, ἐντεῦθεν οὐχ ὁ Χριστὸς ἐν μέσῳ ὑμῶν, ὁ εἰπών, ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, ἀλλ' ὁ ἐχθρὸς τῶν ψυχῶν ἡμῶν, ὁ διατέμνων τὰ μέλη τοῦ Χριστοῦ. δῆλον γὰρ ὅτι, ὅπου ἰδιοκτημοσύνη καὶ οὐ κοινότης, ἄπεστιν ἐκεῖθεν ὁ Χριστός, ἐπειδὴ γέγραπται ἐπὶ τῶν ἀποστόλων, εἶχον ἅπαντα κοινὰ καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Οὐκ αἰσχυνόμεθα ἄρτι, σύγγνωτε, δύο ὄντες μὴ κεκτῆσθαι κοινὰ τὰ ὄντα, ἐπὶ τῶν ἀποστόλων τοσούτου πλήθους ὄντος τὴν κοινότητα ὑπάρχειν; διὰ τοῦτο ἐκεῖ ἦν ὁ Χριστός, ἐν ὑμῖν δὲ οὐδαμῶς, κἂν βαρὺς ὁ λόγος· ἦ γὰρ ἂν καὶ σύμψυχοι ἦτε, σύμφρονές τε καὶ ὁμοκάρδιοι, ἀλλήλους ἀνεχόμενοι, ἀλλήλων φροντίζοντες, αὐτάρκεις, εὐπειθεῖς, εὐμείλικτοι, ἱλαροί, ἀρκούμενοι τοῖς παροῦσι, γλυκεῖαν ζωὴν ἔχοντες καὶ μετὰ μόνου ἄρτου καὶ ὕδατος, οἵαν εἶχον οἱ ἅγιοι. νῦν δὲ τοὐναντίον κατὰ τὰ προειρημένα. διὰ τοῦτο καὶ ὁ περισπασμὸς ὑμῖν, ἵνα προστεθῇ ἓν ἀργύριον καὶ ἓν χρυσίον τῷ ἤδη προστοιβασθέντι κέρματι· ὅπερ ἐστὶ φιλαργυρίας πάθος καὶ Ἰουδαϊκὸν ἀποτέλεσμα. ἐρωτῶ καὶ ἀποκρίθητέ μοι· ἔχετε ἄρτον καὶ οἶνον καὶ ἔλαιον κατ' ὀλιγότητα σὺν τοῖς ἄλλοις ἐπιτηδείοις καὶ τροφευτικοῖς τοῦ σώματος μέχρι μηνὸς ἑνὸς ἢ δυοῖν; ἐὰν κατανεύσητε, χάρις Κυρίῳ, εἰ δὲ μή, πριᾶσθε ἐξ οὗ δέδωκα ὑμῖν νομίσματος ἄρτι, καὶ οὐδεὶς περισπασμός, καὶ οὐδεμία ταραχή· ἱκανήσει γὰρ οἶδ' ὅτι καὶ τετραμηνιαίου χρόνου εἰς χρείαν. καὶ ὅτε ἀπορήσητε πάλιν ἢ ἐντεῦθεν ἢ ἄλλοθεν, προσθείην δ' ἂν καὶ ἐκ τοῦ ἐργοχείρου ὑμῶν, ὁ τρέφων τὰ πάντα θρέψειεν καὶ ὑμᾶς. Οὗτος ὁ βίος ἄριστος, οὕτως τὸν Χριστὸν μέσον ὑμῶν σχοίητε, πῇ μὲν ἐργαζόμενοι, πῇ δὲ προσευχόμενοι, καὶ ποτὲ μὲν ἡσυχάζοντες, ποτὲ δὲ ἀναγινώσκοντες. καὶ ἀνατελεῖ ὑμῖν φῶς γλυκὺ καὶ τοῖς ὁρῶσιν ἔσεσθε ἐραστοί· καὶ θεὸς δοξασθήσεται ἐν ὑμῖν καὶ ἀντιδοξάσειεν ὑμᾶς καὶ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι, ἡμῶν τε αὐτῶν τῶν ἁμαρτωλῶν ἔσεσθε καύχημα καὶ ὅλης τῆς ἀδελφότητος κλέος. ταῦτα εἴρηκα ὡς οὐκ ἐχόντων ὑμῶν χρυσίον τεθησαυρισμένον, μηδὲ εἴη ἔχειν ὑμᾶς, ὡς ἂν μὴ ἀκούσοιτε· ὅπου ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. θησαυρισμὸς δέ ἐστι μοναχῷ, ἐὰν ἐπάνω τῶν τριῶν νομισμάτων κατὰ τὸ γεγραμμένον ἐν τοῖς πατράσι περιποιήσηταί τις ἑαυτῷ, καὶ τοῦτο ἐπὶ τῶν πτωχῶν τὴν διάνοιαν, ἐπεὶ ὅ γε ἀκριβὴς μοναχὸς καὶ δεσπόζων κόσμου δι' ἀκτημοσύνης οὐδὲ ἓν ἀργύριον κέκτηται καὶ κράζει μετὰ τοῦ ἁγίου Παύλου· ὡς πτωχὸς ἐγώ, πολλοὺς δὲ πλουτίζων· καὶ ὡς τὰ πάντα κατέχων καὶ μηδὲν ἔχων. καὶ γὰρ ὁ θεὸς τῷ τοιούτῳ πάντοθεν ἀνοίγει θύραν, καὶ ἡσυχάζοντι καὶ διωκομένῳ καὶ φυλακιζομένῳ καὶ ὁτιοῦν πάσχοντι ἕτερον. καὶ χριστοφόρος ὁ τοιοῦτος καὶ χριστιανὸς ἀληθινὸς καὶ ἄγγελος ἐπὶ γῆς καὶ θεομίμητος ἀνὴρ καὶ κληρονόμος θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ. Σκέψασθε οὖν λοιπόν, ὦ ἀδελφοί, τὸν λόγον καί, εἰ μὲν τρινομεῖτε ἀμφότεροι, οὐκ ἀπόβλητοι ἐν μοναχοῖς κατὰ τὸ ὑπόδειγμα τὸ πατρικόν· εἰ δὲ ἐπάνω δεκανομοῦντες, καθὼς ἀκούω, ἢ καὶ πρός, γινώσκετε ἔκπτωτοι εἶναι τῆς μοναχικῆς καταστάσεως καὶ θεραπευταὶ οὐ Χριστοῦ, ἀλλὰ τοῦ ἐναντίου, καὶ τέκνα οὐκ ἐμοῦ τοῦ ταπεινοῦ, ἀλλὰ τοῦ φιλοχρυσοῦντος. δόξειεν ὑμᾶς λέγειν ὅτι" 4ἔχεις, ναί· ἐπεὶ καὶ Χριστὸς διὰ τοῦ γλωσσοκόμου, οὗ ἐπεφέρετο, καὶ πᾶς καθηγούμενος καὶ προεστὼς τῶν ἐκκλησιῶν" 5. ἀλλὰ διὰ τὴν οἰκονομίαν τῆς ἀδελφότητος· φησὶ γὰρ ἐν τῷ εὐαγγελίῳ ὁ Κύριος πρὸς τὸν Ἰούδαν· ὃ ποιεῖς, ποίησον τάχιον. τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ, ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτὴν ἢ τοῖς πτωχοῖς ἵνα δῷ τι. οὕτως κατὰ μίμησιν Χριστοῦ ἐν πᾶσι τοῖς ἀληθινοῖς προεστῶσιν ἔστι πάντως τὸ γλωσσόκομον καὶ οὐ δι' ἄλλο τι, ἄπαγε· ἔχθιστον γὰρ θεῷ. εἰ οὖν καὶ ὑμεῖς ἐστε προεστῶτες καὶ ἐπιδιδοῦσιν ὑμῖν τινες, ὡς καὶ αὐτῷ τῷ Χριστῷ ἐκ τῶν ὑπαρχόντων αὐτῶν, καθὰ γέγραπται, αἱ συνακολουθοῦσαι αὐτῷ γυναῖκες καὶ τοῖς ἁγίοις ὁμοιοτρόπως ἄλλοι καὶ ἄλλαι, εὖ ἂν ἔχοι, καὶ σχοίητε μὴ ἀπὸ δέκα νομισμάτων, ἀλλὰ καὶ ἀπὸ μυρίων· οὐδὲν γὰρ ὑμέτερον, ἀλλὰ Χριστοῦ, καὶ οἰκονόμοι ὑμεῖς τῶν τοῦ Χριστοῦ, καθὸ καὶ Παῦλος τὰ πάντα κατέχων οὐδὲν εἶχεν καὶ πᾶς τις ἄλλος μέχρι τοῦ δεῦρο θεοφόβως ἔχων τὴν προστασίαν. εἰ δὲ οὐκ ἐστὲ προστάται καὶ οἰκονόμοι ψυχῶν, παρακαλῶ καὶ ἀντιβολῶ, διανείματε τὸ παρὰ τὸ ὡρισμένον μέτρον τάχει, ἵνα μή, τῷ τῆς φιλαργυρίας πάθει ἁλόντες ὑπὸ τοῦ διαβόλου, ἐκπέσοιτε ἀπὸ τῆς μαθητείας Χριστοῦ. Ταῦτα οὐχ ὑμῖν μόνοις εἴρηκα, ἀλλὰ καὶ δι' ὑμῶν πᾶσι τοῖς ἀδελφοῖς· καὶ οὐ μισῶν (ἄπαγε), ἀλλὰ καὶ πάνυ φιλῶν, καὶ οὐ στενοχωρῆσαι ὑμᾶς αἱρούμενος, ἀλλὰ καὶ πάνυ εὐρυχωρῆσαι. ἐν γὰρ τῇ στενότητι ἡ πλατύτης καὶ ἐν τῇ κατὰ Χριστὸν θλίψει ἡ ἀγαλλίασις τοῦ πνεύματος. καὶ ἀκούσατέ μου, τέκνα, τοῦ ἁμαρτωλοῦ, καλῶς συμβουλεύοντος, ἐννόμως προστάσσοντος, ἵνα, κατὰ πάντα καὶ ἐν πᾶσιν εὐαρεστοῦντες Χριστῷ, κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν. 514 Μαρίᾳ βασιλίσσῃ Ὁποῖοι ἡμεῖς καὶ τίνες, οἱ εὐτελεῖς, ἀπολογίας ἠξιωμένοι ἐπὶ τοῖς συμβᾶσιν ἀνιαροῖς, πρὸς δὲ καὶ ἐπαίνοις ὑπεράγαν ἀφοσιωθέντες παρὰ τῆς ὑπερτίμου σου κυριότητος; ὅμως ὅτι ἀποδεδέγμεθα τὸ εὐσυγκατάβατόν σου τῆς εὐσεβείας, διδαξάσης τὸ ἀληθὲς τῶν πραγμάτων (ἐπεί τοι καὶ ἀναγκαῖον) ἀπαλλαξάσης τε τοὺς πολλοὺς ψευδοεποῦς ὑπολήψεως, εἰωθυίας ἐν ταῖς τοιαύταις ὑποθέσεσι παρεισκρίνεσθαι. καὶ οὐ θαυμαστόν· ῥυϊσκόμενος γὰρ ὁ λόγος σκιδνᾶται ἐπὶ πολλοῖς, οὐκ ἔχων ἐφ' ἑκάστῳ τἀληθὲς ἐντελῶς. Ἡμεῖς δὲ ποίοις λόγοις χρησόμεθα, πειρώμενοί σου θεραπεύειν τὸ ἄλγος τῆς πολυωδύνου καρδίας; ἢ τίσι πραοτέραις ἐπαφαῖς λεᾶναί σου δυνηθείημεν τὸ τραχύνον τῆς ψυχῆς; ἤνεγκας τοιγαροῦν, ἵν' ἐξ ὑπαρχῆς ἡμῖν προΐοι ὁ λόγος, ἄδικον χωρισμὸν ὁμοζύγου, συνεκρα γεῖσα καὶ τοῦ κράτους, ἐφ' ᾧ δεδόνηται ὁ κόσμος. ἐλεεινὸν θέαμα· ἡ μοιχαλὶς πορφυροφοροῦσα καὶ ἡ βασιλὶς μελανειμονοῦσα, ἡ δούλη δεσπόζουσα καὶ ἡ δέσποινα θητεύουσα. καί, ἵνα τἆλλα παραδράμοιμεν, σοῦ τῆς παθούσης μᾶλλον εἰδυίας ὑπὲρ ἡμᾶς τοὺς ἀγνῶτας, ἤνεγκας ἐξορίαν ὑπὲρ ἀληθείας, ἐκτμηθεῖσα τοῦ γνησίου σπάγχνου. κἀνταῦθα καὶ ὁ πόνος μέγας καὶ ὁ ὕμνος σοι μάλα παρά τε θεῷ καὶ πᾶσι τοῖς εὐσεβέσιν. τρίτη πληγὴ ἡ παροῦσα, ἐφ' ᾗ τὸ δέον παραδεῖξαι κεκελεύσμεθα. ἄλλα μὲν οὖν ἄλλοι φθέγξονται, συνέπεσθαι μητέρα θυγατρί, ὅτι τοῦτο καὶ θηρίοις, φασί, φυσικῇ ὁλκῇ συμβαῖνον ἴδοι τις ἄν, ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ τὰ τοῦ δεσπότου· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; καὶ αὖθις· εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὴν θυγατέρα, οὐκ ἔστι μου ἄξιος. τί τὸ συναγόμενον; τὸ τὴν σὴν θεοσέβειαν οἴκοι μένειν, τῆς αὐγούστης ἐχούσης τὰ βασίλεια· ἐφ' ᾧ δέδεικται ἡ εὐαγγελικὴ μάχαιρα τὴν τομὴν ἐπάγουσα. Ταῦτα, σύγγνωθι, δέσποινα, σὺν πολλῇ προσοχῇ καὶ συνοχῇ καρδίας τεθαρρήκαμεν, ὡς ἂν εἰς οὖς ὁμιλοῦντες, ἐπιστεῖλαι, ὑπὲρ ἀμφοτέρων προσευχόμενοι τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας νῦν τε καὶ πρὸς τὸ ἑξῆς. 515 Βασιλείῳ μονάζοντι Οὐ παραιτούμεθα γράφειν τὸν ταπεινὸν ἡμῶν λόγον, ὁσάκις ἂν εὐλόγως ἐπιζητῇ ἡ τιμιότης ὑμῶν, εἴπερ καὶ εἴη λυσιτελῶν ὑμῖν· αὐτὸ γὰρ τοῦτο καὶ ἐν τῇ προλαβούσῃ ἐπιστολῇ ἐπεσημηνάμεθα. οὐκοῦν καὶ νῦν προσιέμεθα αὐτόν, ὁμοῦ μὲν παρακλητικόν, ὁμοῦ δὲ καὶ ὑπομνηστικόν. τίς δὲ ὁ παρακλητικός; ὅτι ἐπειδὴ ἀπεβίωσεν ἐν Κυρίῳ ἡ καθηγουμένη σὺν δεκαδικῷ ἀριθμῷ ἀδελφότητος, ὥς φατε, οὐκ ἀπαθὲς τὸ δρᾶμα, ἀλλὰ καὶ λίαν ἐκστατικόν, ἐπείπερ κεφαλῆς ἀπούσης ὅλον τὸ σῶμα νεκρὸν καὶ μελῶν τῶν τιμιωτάτων ἐκκοπέντων τὰ ἐναπολειφθέντα εἰδεχθῆ. Τοιοῦτον οὖν ὅσον τὸ κατὰ σάρκα τὸ γεγονός. ἀλλ' ἐπειδὴ πνευματικὰ πνευματικοῖς συγκρίνονται, ὁμοῦ μὲν λυπηρόν, ὁμοῦ δὲ καὶ περιχαρὲς τὸ συμβάν, τὸ μὲν διὰ τὴν στέρησιν, τὸ δὲ διὰ τὴν ἐλπίδα. παρεπέμψατε καθηγουμένην ἱερὰν ὅτι μάλιστα, καθὼς διηγεῖσθε, ἀδελφὰς σεβασμίας. χαρᾶς ὑπόθεσις, ἐκείνων μὲν τῶν προσληφθεισῶν ἑτοιμαζουσῶν ὑμῖν τόπον ἀναπαύσεως διὰ πρεσβευτικῆς ἐντεύξεως, ὡς ἂν οἱ προκαταλαμβάνοντες καθ' ὁδὸν τὰ καταλύματα, ὑμῶν δὲ τῶν ἀπομεινάντων ἤγουν ἀπομεινασῶν, ζηλούντων καὶ ζηλουσῶν προκαταλαβέσθαι τὸν ἀγαθὸν βίον καὶ τὴν σεμνὴν πολιτείαν καὶ ἀεὶ ἐκεῖ βλεπόντων καὶ βλεπουσῶν, ὅπου μικρὸν ὕστερον συντευξόμεθα τῇ κατὰ θεὸν μητρὶ καὶ ταῖς ἀδελφαῖς. ἴδε τοιοῦτον τὸ καθ' ὑμᾶς πάθημα εὔελπες καὶ περιχαρὲς καὶ οὐχ ὡς τῶν κατὰ σάρκα τεθνηκότων, οἵ, θρήνοις καὶ κοπετοῖς ἀλόγοις βαλλόμενοι, ἴσα τοῖς μὴ ἔχουσιν ἐλπίδα ἔθνεσι λύπης πεπλήρωνται. διὰ τοῦτο οὐδὲ ἐπιθυμητὴ αὐτοῖς ἡ μετάστασις, ἀλλὰ καὶ λίαν φευκτέα. ἡμῖν δέ, οἷς τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος, χαρᾶς περιπέτεια ἡ κοίμησις τῶν πνευματικῶν πατέρων, ὡς ἐν Κυρίῳ ζώντων καὶ μᾶλλον τῆς ἐνθάδε ζωῆς ὑψηλότερον καὶ ἀθανατώτερον. Ἀπορρίψαντες οὖν καὶ ἀπορρίψασαι πᾶσαν ἄλογον λύπην καὶ ἀγεννὲς δάκρυον, καθὸ κατέστητε χάριτι Χριστοῦ, ὁ μὲν ἐπὶ τῇ καθηγήσει τοῦ ἀνδρῶνος, ἡ δὲ ἐπὶ τῇ ἀφηγήσει τοῦ παρθενῶνος, νήφετε, γρηγορεῖτε, ἀνδρίζεσθε, κραταιοῦσθε· πάντα ὑμῶν ἐν ἀγάπῃ, πάντα ἐν φυλακῇ ἐντολῶν κατὰ τὰς ὑποθήκας τοῦ Ἁγίου Βασιλείου μεταξὺ ὑμῶν τοῖν δυοῖν μοναστηρίων ἔστωσαν, ἵνα, ἀπρόσκοπον καὶ ἀνένοχον βίον διανύοντες καὶ διανύουσαι, δοξάσητε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἕτερον ὑφ' ἑτέρου μοναστήριον θεοπρεπῶς συγκροτούμενόν τε καὶ συνιστάμενον, δηλονότι σοῦ τοῦ ἀδελφοῦ Βασιλείου, τοῦ καὶ γεγραφότος ἡμῖν καὶ συνεγνωσμένου, συμπαρόντος καὶ συναντιλαμβανομένου ἑκατέρας τῶν μονῶν καθ' ὅσον οἷόν τε· καὶ μὴ ὅτι οὐχ ὑπέχεις λόγον προεστῶτος, ἀλλ', ὡς τῆς ἐφέσεώς σου πληρωθείσης διὰ τῆς τοῦ προβληθέντος ἀναδοχῆς, μᾶλλον ἑαυτὸν συνεισβάλλων καὶ συνεπαμύνων τὰ δέοντα. Ἔχετε τοιγαροῦν καλὰ παραδείγματα εἰς ἀρετῆς ἐπίδοσιν, τὰς ἐκδημησάσας εἴτουν ἐκδημήσαντας· ἔχετε τοὺς βίους τῶν ἁγίων, τὰς νομοθεσίας τῶν πατέρων· ἔχετε τὸ μεῖζον αὐτῶν, τὸν ποιητὴν τῶν ὅλων θεὸν ἐν μέσῳ ὑμῶν κατὰ τὴν ἀψευδῆ αὐτοῦ ἐπαγγελίαν· ἔχετε τὴν ἁγίαν Θεοτόκον ἐπίκουρον, τοὺς πάντας ἁγίους πρεσβευτάς· ἔχετε καὶ τὴν ἡμῶν οὐθενότητα, προθυμουμένην ὑμῖν ἐν τἀγαθῷ. πάντα οὖν εὖ πράξατε, πάντα εἰρηνικῶς διατελέσατε, πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε, βοᾷ ὁ μέγας ἀπόστολος· οὗ ταῖς πρεσβείαις σωθείημεν καὶ ἡμεῖς καὶ ὑμεῖς. 516 Ἠλίᾳ πρεσβυτέρῳ Τὸ μὲν φίλημά σου, ὦ ἱερὲ ἄνθρωπε τοῦ θεοῦ, σεπτὸν ὅτι μάλιστα καὶ τὸ τῆς συμψυχίας ἀποσῷζον γνώρισμα, τὸ δὲ ἐρώτημα, οὐκ οἶδ' ὅπως εἴπω, ἀκατάλληλον καὶ οὐ συνεγνωσμένον τῇ ταπεινώσει ἡμῶν· οὐδέπω γὰρ καὶ τήμερον ἀκηκόαμεν πρὸς πατρὸς ἀναγκαστικῶς καὶ οὐκ ἐθελουσίως ἀποκαρθῆναι παῖδας. εἰ μὲν γὰρ κομιδῇ νήπιοι εἴτουν πρὸ τῆς ἡλικίας, οὐκ ἐν αὐτοῖς τὸ θελητόν· οὐδὲ γάρ εἰσι διαγνωστικοὶ καλοῦ τε καὶ κακοῦ, ἀλλὰ τῇ τῶν φυσάντων προαιρέσει ἀνενεκτέον τὸ πρᾶγμα, ὡς ἐπὶ Ἄννης, τῆς τὸν Σαμουὴλ προσαγούσης θεῷ, καὶ τῶν ἐφαμίλλων ταύτῃ οὐκ εὐλαβουμένων τὸ μέλλον, καθά πού φησιν ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος· δοτὸς γὰρ καὐτὸς πρὸ γεννήσεως τῷ θεῷ. ὧν ἡ προσφορὰ οὐ πάντως ἐπιτευκτὴ διὰ τὸ ἡμαρτῆσθαι παρά τινων· καὶ νοῦς ὧδε τῶν προσοισομένων προσώπου τε καὶ καιροῦ διὰ τὰ ἀποτεύγματα, ἐπειδὴ τὰ μέν, ὡς πάλαι τε καὶ νῦν διέγνωσται, εἰς καλὸν ἀπέβη, τὰ δὲ εἰς τοὐναντίον. οὕτω δὲ ἐμφρόνων ὄντων καὶ ἐννόμων τῇ ἡλικίᾳ τῶν παίδων, ἀναγκαστικῶς τὴν μοναχικὴν τελειότητα τοὺς γεννήτορας ἐπιθεῖναι αὐτοῖς οὔτε ἤκουσται οὔτε φύσεως ἔχει λόγον. καὶ ἐπεὶ περὶ τῶν ἔξω φύσεως ἐπιτετράμμεθα δοῦναι λόγον, ὡς ἂν μὴ καὶ αὐτοὶ ἀφύσικοί τινες, μᾶλλον δὲ ἀσύνετοι, λογισθείημεν τοῖς ἀσυφήλοις, παραπεμποίμεθα τὴν περὶ τούτου διασάφησιν. Σὲ δὲ τὸν πισύνιον καὶ θεοφιλῆ ὑπομνήσκομεν καὶ ἀντιβολοῦμεν ὀρθοτομεῖν τὸν λόγον τῆς ἀληθείας ὡς πῦρ ἔχοντα τὸν λόγον μιμήσει τοῦ ὁμωνύμου. καὶ τὸν μὲν πορνείαις ἑαυτὸν ἐκδεδωκότα μονάζοντα νουθετεῖν, παρακαλεῖν, φωταγωγεῖν ἀνασφῆλαι τῆς πτώσεως καὶ μὴ τὰ Χριστοῦ μέλη πόρνης ποιεῖν μέλη· οὗ ἴσως ἁψάμενος ὁ λόγος ὀψέ ποτε καθάπερ σπινθῆρα ὕλης τῆς ξηροτέρας ἀνάψειεν τὸν Χριστοῦ ἔρωτα εἰς τὸν ἔσω ἄνθρωπον, εὐμαρῆ τὴν ἀνάκλησιν ἔχοντα ἐκ τοῦ τὸν ἔξω ἄνθρωπον ἔχειν μεμοναχημένον. τὸν δὲ παντάπασι τὴν ὁμολογίαν ἠθετηκότα, ὡς εἰς αὐτὸ τὸ Ἅγιον Πνεῦμα, παρ' οὗ καὶ ἡ χάρις, ὀφλήσαντα, παραιτήσειας καὐτὸς καὶ πᾶς τις τῶν εὐσεβούντων μηδὲ ἁλῶν μετασχεῖν κατὰ τὰ ἐντάλματα τῶν θεοπαραδότων λογίων. 517 Μακαρίῳ μονάζοντι Ὅτι ἠκούσαμέν σου τῆς ἀδελφικῆς φωνῆς, ἥσθημεν, ἠγαπημένε· οὐδὲν γὰρ φιλίας πνευματικῆς γλυκύτερον, καὶ μάλιστα ὁπηνίκα ἓν φρόνημα καὶ μία ψυχὴ ἐν τοῖς κατὰ θεὸν λόγοις καὶ πράγμασιν ἐπιτεθεώρηται. οὕτως αὐτὸς ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐγνωσμένος ἡμῖν ὑπάρχεις· ἐφ' ᾧ καὶ προσευχόμεθα οἱ ταπεινοὶ ἐν τῇ αὐτῇ σε διαθέσει ἐπιμένειν, τόν τε λόγον τῆς ὀρθοδοξίας σῶον διαφυλάττοντα καὶ τὸν βίον μὴ ἀνθιστάμενον τῷ λόγῳ. εἰ δέ τι πρὸς ἡμῶν ὁμολογεῖς ἀπώνασθαι, θεῷ ἀναθετέον τὸ πρᾶγμα, παρ' οὗ καὶ ἡμῖν καὶ ὑμῖν τὸ σωτήριον ψυχῆς τε καὶ σώματος. Καὶ περὶ τούτων μὲν ἅλις, ὅτι μηδὲ καιρός μοι μακρηγορεῖν, ἐν ἄλλοις ἀσχολουμένῳ πράγμασιν οὐκ εὐδιαλύτοις. περὶ δὲ τοῦ ἐπισκόπου Χίου τί τοῦτο κἀκεῖνο γέγραφας; ἡμεῖς οὔτε τὸν ἄνδρα εἰς ὄψιν ἡμῶν ἠγάγομεν ἐληλυθότα ἐνταῦθα, τὰς ὑποψίας διαφεύγοντες, οὔτε πάντῃ ἀναπόκριτον εἰάσαμεν, ὅτι μηδὲ θεμιτὸν καὶ τὸν τυχόντα ἀποπέμπεσθαι, μὴ ὅτι γε ὁμόσχημον καὶ ἐπισκοπῆς ὄνομα κεκληρωμένον. ἠσμενίσαμεν οὖν ὅτι ὀψέ ποτε ἀπενόσφισε τῆς ἐπισκοπῆς, εἱλάμενος ὧδέ που παραρρερρίφθαι, ὑποβάλλοντες αὐτὸν καὶ ἐπιτιμίῳ προσήκοντι, ὥσπερ πεποιήκαμεν ἐπὶ τοῖς ὁμοίως αὐτῷ δράσασι. καὶ ὁ θεὸς τῶν μετανοούντων ἐστίν. καὶ τοῦτο ἐναργὲς ὑπόδειγμα μετανοίας ἐπεζήτηται καὶ παρ' ἡμῶν καὶ πρὸς ἄλλων, τῶν ἰατρεύειν ἐπιτεταγμένων, ἡ τοῦ ὑποπεπτωκότος ὑποχώρησις τῆς ἐπισκοπῆς καὶ εἶρξις τῆς ἱερουργίας σὺν ἐπιτιμίῳ ἕως καιροῦ εἰρήνης. Εἰ οὖν ταῦτα ὡμολόγηται τῷ ἀνδρί, τίνες ἦμεν ἡμεῖς ἀποσείεσθαι τὸν προσιόντα καὶ ἐχθραίνειν ἐν τούτῳ θεῷ; μὴ σύ, ὦ θαυμάσιε, βαρέως φέροιο ἐπὶ τῷ ἀνδρί, κἂν ὅτι μάλιστα, ἃ λέγεις πεπραχέναι αὐτόν, ἀποδέδεικται ἀληθῆ εἶναι, ἐπεὶ ἡμεῖς οὔτε ἀκηκόαμεν ἕως τοῦ παρόντος οὔτε, εἰ καὶ ἀκηκόαμεν, κρίνομεν αὐτὸν ἐν τούτοις· γέγραπται γάρ· μὴ ὁ νόμος ὑμῶν κρίνῃ τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ. καὶ πάλιν ὁ ἀπόστολος λέγει· κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. ἔπειτα οὐδὲ περὶ τούτων πρόκειται λόγος ἢ ἐξουσία τοῦ κρίνειν, ἀλλὰ περὶ τοῦ προσίεσθαι τοὺς ὑποπεπτωκότας τὴν μετάνοιαν, ταμιευομένων τῶν ὑπὸ τῆς τιμιότητός σου λελεγμένων ἢ ἐνταῦθα καιρῷ τῷ δέοντι τοῖς προεστῶσι τῆς ἐκκλησίας ἢ ἐν τῷ μέλλοντι αἰῶνι τῷ κριτῇ τῶν ἁπάντων. διὸ συμβουλεύω τῇ χρηστότητί σου, ἀφεμένῃ τῶν λόγων ἐκείνων, ἐν τῷ τέως εὐχαριστεῖν τῷ Κυρίῳ ἐπὶ τῇ τοῦ ἀνδρὸς μετανοίᾳ, ὡς ἂν συνεργοὶ εἴημεν θεῷ, τῷ φιλοῦντι σῴζεσθαι πάντα ἄνθρωπον, κἀν τούτῳ εἰρήνην ἔχωμεν πρὸς αὐτὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τέλος, ὅταν λάβῃς καιρόν, εἴπερ καὶ ζητεῖς, τότε εὐθύτητας κρίνοιο· τὸ δὲ νῦν προσεύχου περὶ ἡμῶν σῴζεσθαι ἡμᾶς ψυχῇ τε καὶ σώματι, ὅτι ὁμολογοῦμεν πάντων ἀνθρώπων ἁμαρτωλότεροι εἶναι. ὁ κύριος ὁ ἀρχιεπίσκοπος πλεῖστά σε προσαγορεύει, προσαγορευθεὶς ὑπὸ τῆς φωνῆς σου, ἐπεὶ καὶ πάντες οἱ μεθ' ἡμῶν ἀδελφοί. ἔρρωσο ἐν Κυρίῳ, ἀδελφέ. 518 Αὐξεντίῳ ἡγουμένῳ Τὸ μὲν γράμμα τῆς τιμιότητός σου ἐδεξάμεθα καὶ ὡς ἦν ἡμῖν δυνατὸν ἐπήλθομεν, τὰ μὲν καθ' ἡμῶν ἐγκώμια πορρωτέρω θέμενοι, ὡς οὐκ ἄξιοι ἐγκωμιαστικῆς οὐδόλως ἐμφάσεως, ὅτι μὴ καὶ κατηγορητικῆς μᾶλλον ἐπισκώψεως· τίνες γάρ ἐσμεν ἡμεῖς οἱ ἀχρεῖοι καὶ οὐδὲ ὀνόματος ἄξιοι, οὗ ἐπικεκλήμεθα; πρὸς δὲ τὰ ἐπιζητηθέντα σοι κεφάλαια γραφικὰ πάνυ ἐξενίσθημεν, ὅτι καὶ πρὸς ἡμῶν τῶν ἀμαθῶν ἡ ἐξήτησις, καί γε περὶ τοιούτων ἐμφάσεων, ἃ ἀνήκει μόνοις τοῖς θεοφόροις διαλευκαίνειν, παρ' ὧν καὶ ἡ διασάφησις ἐγεγόνει, καί γε μάλιστα κατὰ λέξιν ὑπὸ τοῦ Μεγάλου καὶ θείου Βασιλείου. λαβὼν οὖν τὸ εἰς τὸν Ἠσαΐαν ἑρμηνευτικὸν αὐτοῦ πτυ- κτίον μαθήσῃ τὰ ἐπιζητούμενα, ἄλλως τε ὅτι καὶ μέτρον ὑπερβαίνει ἐπιστολῆς, ὅλης συγγραφῆς δεομένη ἡ τῶν τοιούτων ἐπίκρισις. Πρὸς δὲ ὅτι τοῖς Ἰουδαίοις λογομαχία πρόκειται, ἔα τοὺς χριστομάχους, ὦ πατέρων ἄριστε, λυττᾶν εἰς ἑαυτούς· οἱ γὰρ αὐτοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τὰς διδαχὰς ἀπορραπίσαντες, τάς τε τῶν ἀποστόλων ὑποθήκας παρωσάμενοι καὶ συλλήβδην πάντων τῶν θεοφόρων τὰς ὑψηγορίας βδελυξάμενοι σχολῇ γ' ἂν ὑφ' ἡμῶν αὐτοὺς ὁδηγεῖσθαι ἢ συναίρειν λόγον καθῆκον. ἄφετε αὐτούς, ὁ Κύριος εἶπεν, τυφλοί εἰσιν. καὶ ὁ προφήτης φησίν· οὐκ ἔστι λέγειν χαίρειν τοῖς ἀσεβέσι λέγει Κύριος. πρὸς γὰρ τῷ μηδὲν ὠφελεῖσθαι ἐν τῇ συμβολῇ τοῦ λόγου καὶ ἑαυτοὺς παραβλάψοιμεν, τοῖς ἰοβόλοις αὐτῶν ῥήμασι δίκην ὄφεως φαρμακευόμενοι. ὁ θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν· τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. Ἱκανούσθω σοι ταῦτα. τὸ δὲ ὀφειλόμενον ἡμῖν ἐξ ἀναγκαίου, ὅπως εὐαρεστήσωμεν τῷ Κυρίῳ, πῶς διαφευξόμεθα τὰς παγὰς τοῦ διαβόλου· δῆλον ὅτι ὑπόπτεροι τῷ πνεύματι γιγνόμενοι, τὰ ἄνω ζητοῦντες, τὰ ἄνω φρονοῦντες, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· ἀφ' οὗ καὶ ἥξει μετ' ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ αὐτοῦ, ἤγουν Ἰουδαίοις καὶ εἴ τισι σύμφροσι τῶν Ἰου- δαίων καὶ κατὰ πίστεως διαστροφὴν καὶ κατὰ βίου στρεβλότητα. Ταῦτα μελέτα, ὦ τᾶν, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν, παρακελεύεταί σοι Παῦλος, ὁ μέγας τῆς ἀληθείας κῆρυξ· τὰς δὲ μωρὰς ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας Ἰουδαϊκὰς παραιτήσαιο. ἵνα δὲ ἐν κεφαλαίῳ περὶ ὧν προέτεινας ἀποκριθῶμεν, ὅλον τὸ λῆμμα τῆς προφητείας περὶ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐστιν, ἐν ᾧ καὶ ὁ λαὸς ὁ ἀπωσμένος ἀνασέσωσται ἐκ τῶν τεσσάρων πτερύγων εἴτουν περάτων τῆς γῆς· τό τε ἐπὶ τῶν χειρῶν ἐζωγραφῆσθαι τὰ τείχη τῆς νέας Ἱερουσαλὴμ τὸ σταυρικὸν πάθος δηλοῖ, ἐπείπερ, ἥλοις ἐμπεπαρμένος ταῖς ἁγίαις χερσίν, ἀφηλοῖ τὸ ἀνθρώπινον ἐκ τῆς ἐμπαθοῦς καθ' ἁμαρτίαν ἕξεως καὶ ὡραιοῖ τῷ ἀρχετύπῳ κάλλει τῆς θεώσεως. ἐφ' οἷς μικρὸν διὰ τῆς τριημερονύκτου ἀναστάσεως, ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντας τοὺς υἱούς σου· ἰδοὺ συνήχθησαν καὶ ἦλθον πρὸς σέ· ζῶ ἐγώ, λέγει Κύριος. ἑπόμενα τούτοις τὰ συνημμένα τῇ προφητείᾳ χαρήσιμά τε καὶ ἑορτάσιμα καὶ πλήρη θυμηδίας. καὶ ὁ μὲν εὐγνώμων εἴσεται καὶ συνεπιφθέγξεται τὰ εἰκότα, ὁ δὲ ἀγνώμων Ἰουδαῖος στρεβλοκαρδιάσει καὶ οὔτε παλαιᾶς οὔτε νέας διαθήκης ἐπακούσεται ὑγιῶς· οὗ ῥυσθείημεν εὐχαῖς ἁγίων, ἡγιασμένε πάτερ, καὶ σωθείημεν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν. 519 Εὐδοκίμῳ σπαθαρίῳ Καὶ ἀφ' ἑαυτῶν ἐπαισθανόμεθα ὅσον τὸ πάθος καὶ τὸ ἄλγος, τὸ συμπεσὸν τῇ τιμιότητί σου· νῦν δέ, ἐπειδὴ ἠκούσαμέν σου καὶ τῶν πολυστενάκτων φωνῶν, ὑποδηλουσῶν ἕκαστα τῶν συμβεβηκότων ἀνιαρῶν, πλέον ἐπαιστάνθημεν καὶ συνηλγήσαμεν κατὰ τὸ εἰκός. ἀλλ' ὅμως, ὅπως ἂν μεθοδεύοις τὰ πράγματα, κατὰ δικαίαν ἔκτισιν θεοῦ ἀπαντήσαντά σοι, εὖ πράττων κἀν τούτῳ, ὡς κακίας μᾶλλον καὶ οὐκ ἀρετῆς βάσανον τὰς ἐπιφορὰς ἐνεχθῆναι. Ἡμεῖς δ' οὖν οὐ παυσόμεθα καὶ ἔτι πρὸς τὸ εὔσημον καὶ εὐδιάγνωστον ἀνθυποφέρειν τὸν λόγον. ἐστέρησαι τοιγαροῦν ὄψεως· καὶ ἀλγεινὸν (πῶς γὰρ οὔ;) τὸν λύχνον τοῦ σώματος ἀπολελωκέναι, ἀλλὰ πάλιν εὐχαριστήριον, ὅτι ἀβλεπτοῦμεν τὰ τοῦ κόσμου μάταια, ἐξ οὗπερ ὑποφέρεσθαι πέφυκεν πᾶς νοῦς οὐκ εὐκταίως. εἴρχθης προόδων καὶ συνόδων ἀστικῶν τε καὶ ἀνακτορικῶν; ἀλλ' οὖν γε λελύτρωσαι ἐκκλησίας πονηρευομένων καὶ συναναστροφῆς παρανομούντων (οἶδας ὃ λέγω). ἐψιλώθης τὰ ὑπάρχοντα; καὶ τοῦτο δυσφορώτατον· ἀλλ' ἔχεις τὸ κούφως φέρεσθαι καὶ ὑπερπλέειν τῶν βιωτικῶν περιστάσεων καὶ συναλλαγμάτων. ποῦ ποτ' ἂν εὗρες, ὦ θαυμάσιε, τόπον τοιοῦτον οἷον νῦν, ἐν ᾧ ἔστι σε σχολάζειν θεῷ καὶ γνῶναι αὐτὸν καθ' ὅσον οἷόν τε; ποῦ δὲ καιρὸν τοιοῦτον προσευχῆς, στεναγμοῦ, κατανύξεως, ἐκπετάσεως χειρῶν, ὅσων πρόκειται ὑμῖν ἀπολαύειν ἐκ τῆς ἐπενεχθείσης ἐπηρείας; οὐχ ὁρᾷς ὅτι εἰς καλόν σοι ἀπήντηκεν τὰ πράγματα, περιτραπείσης τῆς κακίας τῶν ἀνθρώπων εἰς σωτηρίαν σου; ἓν ἐπὶ πάντων διαγνωστέον, ὅτι κατὰ τὴν προτέραν ἀναστροφὴν δυστέκμαρτον ἦν ἐπιλαβέσθαι τοῦ σωτηρίου συντάγματος, πολλῶν ὄντων, ὡς οἶσθα, τῶν ἀντιπραττόντων τῷ εὐσεβεῖ σκοπῷ· νῦν δὲ ἤνοικται ὑμῖν οὐχὶ μόνη τῆς μετανοίας ἡ θύρα, ἀλλὰ καὶ τῆς οὐρανίου βασιλείας ἡ εἴσοδος, καὶ πᾶς τις τῶν εὖ φρονούντων ἐν τῷ μέρει τῶν σῳζομένων σε τετάξεται, περὶ οὗ πᾶς σπουδαῖος ἐπείγεται καὶ οὗ τοῦ τυχεῖν οὐδὲν τῶν ἁπάντων ἀνταξιώτερον. εἴθε ἦν πως ἀντάλλαγμα γενέσθαι εἰς τὸ ἀμείψασθαι ἀλλήλοις τὰς αἰσθήσεις· καὶ πολλοῦ ἂν εὐχῆς μοι ἔργον ἦν τῇ ἀφαιρέσει τῆς ὄψεως συναφαιρεθῆναι καὶ τῶν πρὸ τῆς ὄψεως κέντρων τῆς ἁμαρτίας. Ἀλλὰ ταῦτα μὲν κατὰ φιλίας τρόπον· σὲ δὲ ὁ ἀγαθὸς θεὸς ἡμῶν παρακαλέσειε παρακλήσει πολλῇ οἴσειν πάντα εὐχαρίστως κατὰ μίμησιν τοῦ μακαρίου Ἰὼβ καὶ ἀξιώσειεν καὶ εἰς τὴν κατ' ὀφθαλμοὺς ὁμιλίαν ἐλθεῖν ἡμᾶς ποτε, ἵνα, ὅσα νῦν διαφεύγει τοῖς γράμμασι, ζώσῃ φωνῇ ἀναπληρώσαιμεν καὶ μᾶλλον τηνικαῦτα γνωρίσωμεν ἀλλήλους, ἐκ μικρᾶς πρότερον πείρας ἀπογευσάμενοί σου τῆς γλυκείας ἀγάπης. 520 Νικήτᾳ σπαθαρίῳ Ἐπὶ μὲν μικροῖς πάθεσιν ἔστιν ἐξευρίσκειν εὐκόλως τὰς παρακλήσεις τὸν προαιρούμενον παραμυθεῖσθαι τοὺς κακουμένους· ἐπὶ δὲ τοιούτῳ μεγίστῳ πάθει, ἐν ᾧ περιεσχέθη ἡ θεοφίλειά σου, τίς ἂν καὶ ἐξευρεθείη λόγος παρακλητικός; τίς δὲ ὁ ἐπιχειρῶν θεραπεύειν τοιοῦτον ἄλγος ἐπιστημόνως δυνηθείη; ὢ τῆς ἀπευκταίας ἀκοῆς· ἀπερράγη σοι ἡ κυρία ἡ ὁμόζυγος, ὡς ἄρτι ἤκουσται ἡμῖν, ἀφῃρέθη τὸ μόνον παραμύθιον ἐν ταῖς συμβατικαῖς περιστάσεσιν, ἀπεκοσμήθη ἡ εὐλογημένη ἑστία· οἱ κλάδοι κατηφεῖς, τῆς ἀγαθῆς ῥίζης ἐκκοπείσης, οἱ θεράποντες καὶ αἱ θεράπαιναι ὧδε κἀκεῖσε περιειλούμεναι, ὡς οὐκ ἔχουσαι τὸ δεσποτικὸν πρόσωπον ἐπιλάμπον τῇ οἰκίᾳ· τὰ πάντα κατηφείας μεστά, τάχα καὶ ὁ ἀήρ σοι ἠλλοιωμένος τῇ ἀλλοιώσει τῶν φρενῶν. ποῦ ἡ προσιεμένη σε ἐπανιόντα οἴκοι περιχαρῶς ἀπὸ τῶν ἀνακτορικῶν διατριβῶν; ποῦ ἡ τοὺς ἀγχιστεύοντας δεξιουμένη ἐπιεικῶς, ἡ τόδε καὶ τόδε καὶ ὅσα ἐστί, συντόμως εἰπεῖν, διευθετοῦσα καὶ συμβιβάζουσα, οἰκονομοῦσά τε καὶ οἰκουροῦσα ὅσα τὰ κατ' οἶκον, ὅσα τὰ πρὸς ἄλλους οἰκείους τε καὶ ἐπιξενουμένους; πάντα οἴχεται καὶ ἀπόλωλε, καὶ γεγόναμεν ὡς ἐν ἐρημίᾳ πάντων τῶν προσόντων ἀγαθῶν ἀπεστερημένοι. Τοιοῦτον καὶ τηλικοῦτον τὸ πάθος τῆς τιμίας σου ψυχῆς, ὦ δέσποτα, καὶ οὐδεμία παραμυθία πρὸς ἀνθρώπου, ἱκανουμένη καταλεᾶναι τὴν φλεγμαίνουσάν σου καρδίαν, ἢ παρὰ μόνου θεοῦ, τοῦ παρακαλοῦντος τοὺς ταπεινοὺς τῇ καρδίᾳ διὰ τῆς τῶν ἀγαθῶν λογισμῶν ἀναλήψεως. ἐκείνη μὲν οὖν ἡ μακαρία (μακαρία γάρ ἐστιν), ἐπὰν τὴν πίστιν πρὸς θεὸν ἐκέκτητο ἀσφαλῆ, καὶ τὸν βίον διετέλει σεμνόν· οὗ γνωρίσματα πολλά, ὧν καὶ ἡμεῖς οὐκ ἄμοιροι τετυχήκαμεν, τὸ δὲ τελευταῖον, ὅτι ὡς χρυσὸς ἐν πυρὶ τῇ μακροτέρᾳ καὶ δυσοίστῳ νόσῳ δοκιμασθεῖσα ἀπέπτη τῶν ἐνθένδε. οὐκοῦν ἀρκετὸν ἡμῖν τοῦτο εἰς παρηγορίαν, ὅτι τηλικαύτην ὁμόζυγον παρέπεμψας μὲν θεῷ, ὑπόδειγμα καλλίστης πολιτείας τὸν ἑαυτῆς βίον ἐναφήσασαν ἡμῖν, καὶ ἄλλως ὅτι, τὰ θεῖα ὤν πεπαιδευμένος αὐτός, οὐ τοσοῦτον ὀφείλεις ἐκσταθῆναι ἐπὶ τῷ γεγονότι· οἶδας γὰρ ὅτι, εἰς γέννησιν ἐληλυθότες κατ' εὐδοκίαν θεοῦ, πάντως τῇ γεννήσει συνεζευγμένη καὶ ἡ ἔξοδος ἡμῖν προσγίνεται καὶ οὐδεὶς ἄνθρωπος ἀθάνατος καὶ οὐδεμία συζυγία ἀδιάζευκτος. ἀναθεωρήσωμεν, εἰ δοκεῖ, τοὺς ἀπὸ Ἀδὰμ μέχρι τήμερον καὶ εὑρήσομεν τὴν ὑπάλληλον διαδοχὴν κατιοῦσαν ἕως ἂν καὶ συσταίη ὁ τῇδε κόσμος. ποῦ οἱ φύσαντές σε, δέσποτα, καὶ οἱ ἐκείνους τεκόντες; καὶ ἀναποδίζων οὐδὲν ἄλλο εὑρήσεις ἢ ῥοὴν καὶ ἀπορροὴν τὰ ἀνθρώπινα. τί οὖν ἐστι νῦν τὸ ζητούμενον; ὅπως εἰς ἡμᾶς αὐτοὺς γενοίμεθα, καὶ τὰ μὲν εἰκότα ἐπιτάφια ἐπιτελέσωμεν τῇ ἀειμνήστῳ, ὑπὲρ ἧς καὶ ἡμεῖς οἱ ταπεινοὶ οὐκ ἐλάχιστα ηὐξάμεθα, εἰ καὶ οὐκ ἠκούσθημεν ὡς ἁμαρτωλοί, τὸ ἐπιμεῖναι αὐτὴν ἐν τῷδε τῷ βίῳ, τὰ δὲ τῶν παίδων εὖ διαθώμεθα καὶ τὰ ἡμέτερα ἐξόδια προευτρεπίσωμεν, ἐμβιοτεύοντες τῷ βίῳ θεοπρεπῶς, ἵνα, μεταστάντες τῶν ἐνθένδε ὁπηνίκα ἐπιτρέπει ἡ πρόνοια, εὑρήσομεν ἐκεῖσε τὴν καλὴν ὁμόζυγον, ἐν ἀπείροις αἰῶσι χαίρουσαν σὺν ἡμῖν αὐτοῖς ἐπὶ μεθέξει τῶν ἀπορρήτων ἀγαθῶν. Ταῦτα, εἰ καὶ ἐλάχιστα πρὸς παρηγορίαν, ὅμως ὅτι ἐπιδεικτικὰ τῆς ἀγάπης σου, ἥτις καὶ χαρισθείη ἡμῖν εὔθυμος καὶ εὐπαρηγόρητος διὰ τῆς ἐπὶ πάντα εἰς θεὸν ἀναθέσεως ὑμῶν. 21 Λέοντι σακελλαρίῳ Καὶ σιωπᾶν οὐκ ἐπιτρεπόμεθα, τῶν εὐεργεσιῶν τῆς μεγίστης καὶ ἐπιποθήτου σου ὑπεροχῆς ἀπολαύοντες, καὶ ἀπαντᾶν κατ' ἀξίαν οὐκ εὐποροῦμεν, λόγου ἀποροῦντες προσήκοντος. εἰ δὲ ὅτι ἡ θεοφιλής σου ψυχὴ μὴ οὕτως οἴεται, οὐ θαυμαστὸν (ἡ ἀγάπη γάρ, φησί, τὸ κακὸν οὐ λογίζεται), ἐπεὶ καὶ ἔκπαλαι τὸ αὐτὸ εἴωθεν φιλικῶς ὑπολαμβάνειν καὶ ἀποσεμνύνειν ἡμᾶς δωρεὰν τοὺς ἀλιτίμους καί, ὥς φησιν, οὐδὲ συγκρίνειν ἔχειν πρὸς ἀλλήλους καθ' ὑπεροχήν. Ἀλλὰ ταῦτα μέν, ὡς εἴρηται, τῆς ἱερᾶς στοργῆς τὰ συμβόλαια. αὐτὸς δέ, ὦ παντεπαίνετε, ἔοικας ἀκρόπολίς τις ἐνιδρῦσθαι ἐν τῇ βασιλίδι τῶν πόλεων ἤ, τἀληθὲς οἰκειότερον εἰπεῖν, λιμὴν πολυχώρητος, θλιβομένων ἀνάπαυλα, διψώντων λόγου ἐμμελοῦς ἱκανὸν παραμύθιον, καθ' ἑκάστην, ὡς εἰπεῖν, εἰσδεχόμενος καὶ ἰώμενος, θεραπεύων τε καὶ ἀφοσιούμενος τούτους κἀκείνους, μείζους καὶ ἐλάττους, ἱερεῖς καὶ ἀρχιερεῖς, ἐντελεῖς καὶ ὑφειμένους. ὡς μεγαλοπρεπές σου τὸ θεῖον ἀξίωμα καὶ τὸ θεοφιλὲς πρακτήριον. προσήκει σοι καὶ τὰ τοῦ ἀοιδίμου Ἰὼβ ἐπιφθέγματα· πατὴρ ἐγενόμην ὀρφανῶν, ποὺς δὲ χωλῶν, παντὶ δὲ ἀνθρώπῳ ἠνέῳκταί μου ἡ θύρα καὶ ὅσα τούτοις συνεπόμενα. σὺ τὸ λείψανον τῆς εὐσεβείας, αὐτὸς τὸ κειμήλιον τῆς ὀρθοδοξίας· καὶ τὰ πολλὰ παρατρέχοι ὁ λόγος, ἵνα μὴ δόξῃ πρὸς χάριν λέγειν καὶ κολακείαν τὰ εἰς πρόσωπον ἀκουτιζόμενα. ὅμως μίαν φωνὴν προσθεὶς ἀποπαύσειεν τοῦ λέγειν· μία παραμυθία πατρί, μονογενής τε καὶ φιλοπάτωρ υἱός, καὶ τῇ βασιλίδι πόλει ἡ σὴ μεγαλοφυὴς καὶ περιβόητος ἀρισταρχία. 522 Τῇ σπαθαρέᾳ τοῦ Φλαβιανοῦ Ἔφθασεν ἡ ἀπευκτὴ ἀγγελία τοῦ περὶ τοῦ ἀειμνήστου υἱοῦ σου πάθους μέχρι καὶ τῆς ἡμῶν ταπεινώσεως· ἐν ᾗ, ὥσπερ οἱ τὰς ἀκοὰς βροντηδὸν καταπλαγέντες πεπτήχασιν ὅλως, οὕτως ἡμῖν ὁ λόγος ἐξαπορεῖσθαι πεποίηκεν καὶ μηδὲ ἔχειν τι φθέγξασθαι ἄξιον τῆς ὀδύνης. ὤ, τί γέγονεν ἐξάπινα; πῶς ᾤχετο ἀνὴρ θαυμαστός, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον; ὡς μεγαλοῆλιξ· ὡς ὡραῖος τὴν ὄψιν· ὡς εὐγενὴς τὸ αἷμα· ὡς εὐκλεὴς τὸ κῦδος· ὡς μόνος ἐγκαταλελειμμένος παραμύθιον μητρὶ αἰσίᾳ, οἰκίᾳ πατρῴᾳ ἔρεισμα, γένει ἐγκαλλώπισμα, προσθείην δ' ἂν καὶ βασιλείοις αὐλαῖς ξένον ὅραμα. οὗτος, ἐν ἀλ λοδαπῇ τὰ βασιλέως διοικούμενος, ἀπέπτη, καταλιπὼν μὲν τὴν περιβόητον μητέρα, συναπολιπὼν δὲ καὶ τὴν περίδοξον ὁμόζυγα σὺν εὐγενέσι νεογόνοις καὶ λαμπρὰν ἑστίαν, τὸ πολυθρύλλητον αἷμα, τὸ πολυούσιον κτῆμα, τοὺς δεξιοὺς ὑπηρέτας, τοὺς φιλοδεσπότους παραστάτας, ταῦτα κἀκεῖνα, ὁμοῦ τὰ πάντα, ὡς ἂν μὴ κατακερματίζοιεν ἓν ἕκαστον ὁ λόγος, εἶτα, ἐπανελθὼν ἐκ τῆς ξένης οἴκαδε, φόρτος ἐλεεινός, σκυθρωπὸν ἀπάντημα καὶ βασιλίδι πόλει καὶ ἀξιαγάστῳ ἑστίᾳ. ὢ τῆς ὑπερβαλλούσης συμφορᾶς· στενάξειεν δ' ἂν καὶ αὐτὰ τὰ τείχη τῆς πόλεως, μὴ ὅτι ἄρχοντες καὶ ὁμήλικες, στενάξειαν δ' ἂν καὶ αὐτοὶ οἱ αὐτοκράτορες, ἀποβεβληκότες ἔρνος πολυθαύμαστον, δακρύσειεν τάχα καὶ ὁ ἐπιπόλιος ὅμιλος, ἐπιστυγνάσει δὲ εἰκότως καὶ πᾶν τὸ γένος. εἰ δὲ ταῦτα οὕτως, τίς τὸ ἐπὶ σοὶ πάθος ἐκτραγωδήσειεν, ὦ δέσποινα; τίς δὲ τὸ τῆς ὁμοζύγου; τίς δὲ τὸ τῆς ἀδελφῆς; τίς δὲ τὸ τῶν οἰκετῶν; οὐδ' ἂν τῶν ποταμῶν τὰ ῥεύματα εἰς δάκρυον μεταποιούμενα ἐξαρκέσειεν ὑμῖν ὑπηρετεῖσθαι τῷ θρήνῳ. τί δὲ ὁ ἀήρ; οὐκ ἠλλοίωται τοῖς ὀφθαλμοῖς ὑμῶν ἆρα καὶ ὁ ἥλιος οὐκ ἀνατεταλκώς, τὸν τῆς ἑστίας ἥλιον ἀπολελωκώς; Τοσαῦτα καὶ ὅσα τούτοις ἐφάμιλλα ὑποβάλλει τὸ πάθος ἀποδύρασθαι. ἀλλ' ἐπειδὴ πρὸς γυναῖκα ἡμῖν ὁ λόγος, πάλαι τὰ θεῖα πεπαιδευμένην καὶ ὅλην ὑπόθεσιν ἀρετῆς τὸν ἑαυτῆς βίον ὑποδεικνύουσαν, ὡς μαρτυρεῖ σχεδὸν πᾶσα ἀκοὴ καὶ ὄψις, οὐ πολλῆς χρεία ὑπομνήσεως, οἴκοθεν ἔχουσαν τὰ φάρμακα τῆς παραμυθίας. πολλὰς ἱερὰς βίβλους ἐπὶ χεῖρας εἴληφας, πολλὰ πατρικὰ ἀναγνώσματα διεξελήλυθας, νύκτωρ τε καὶ μεθ' ἡμέραν σχολάζουσα ταῖς προσευχαῖς, ταῖς δεήσεσιν ἐπιμένουσα ταῖς παννύχοις εἴτουν νυκτεριναῖς καὶ ἡμεριναῖς ψαλμῳδίαις τε καὶ ὑμνῳδίαις· ἀφ' ὧν καὶ τὸ ἐγκρατὲς καὶ τὸ ὑπωπιαστικὸν τοῦ σώματος, τὸ πρὸς τοὺς ἐνδεεῖς ἐπιδοτικόν, ἱερεῖς τε καὶ μοναστὰς θεραπευτικόν, τὸ ἐπὶ πολλοῖς οὖν ἄλλοις εὐσεβείας τρόποις ὑμνούμενόν τε καὶ ᾀδόμενον. οἴκοθεν τοιγαροῦν καὶ παρ' ἑαυτῆς ἱκανῶς ἔχεις ἐπᾴσαι τῇ ψυχῇ τὰ εἰκότα, οὐ μὴν ἀλλὰ καὶ τῇ νύμφῃ καὶ θυγατρὶ καὶ πάσῃ τῇ Ἀβραμιαίᾳ ἑστίᾳ ὡς κοινὸς διδάσκαλος, ὡς ἀρετῆς ὑπόδειγμα, ὡς ἔκπαλαι τὰ θεῖα λόγια θησαυρίσασα καὶ ἐν καιρῷ τὸ σιτομέτριον ἑκάστῳ διανέμειν ἔχουσα. ἀναμνήσθητι, ὦ γενναία καὶ θαυμαστὴ ἐν γυναιξίν, ὡς οὐδὲν ξένον καὶ τῶν παρ' ἐλπίδα τὸ συμβεβηκός. ἀναθεώρησον τοὺς ἀπὸ Ἀδὰμ μέχρι τῆς σήμερον καὶ χώρησον εἰς τὰ τοῦ θεοῦ βαθέα κρίματα καὶ ἴδε ὅτι ἄνθρωπος ὡσεὶ χόρτος· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιαὶ παράγουσιν. ἐπεὶ οὖν ὁ προπάτωρ θνητὸς δι' ἁμαρτίαν, θνητὸς καὶ ὁ γόνος, ἀλληλούχως ἰὼν μέχρι τοῦ δεῦρο. ἀλλ' ὅμως ὅτι ἀφ' οὗ Χριστὸς οὐκέτι θάνατος ὁ θάνατος, ἀλλὰ ἀρχὴ παλιγγενεσίας ἀθανάτου. εὐσεβῆ παῖδα καὶ ὀρθόδοξον, φιλομόναχόν τε καὶ φιλάγαθον καὶ γεγέννηκας καὶ προύπεμψας. ἔστω σοι παραμυθία αὔταρκες καὶ εὐχαριστίας ὑπόθεσις. Ναί, παρακαλοῦμεν, παρακαλοῦμέν σε, τὴν θεοπαράκλητον καὶ πανσύνετον, γενοῦ ὡς ἐν πᾶσι τοῖς ἄλλοις κἀνταῦθα μεγαλοψυχίας ὑπόδειγμα, καλὸν ἐντάφιον καὶ τῷ παγκάλῳ υἱῷ, ὡς καὶ ψυχικῶς ὀμειρομένη τὰ αὐτῷ ἐπιβάλλοντα, ἀπόμοιραν θεῷ εἰσοίσουσα· τάχα γὰρ διὰ τοῦτο θεός σε ἐταμιεύσατο τῶν προλαβόντων ὑστάτην, ἵνα, πάντα θεοπρεπῶς διαθεμένη, εὐκταίως συναπάρῃς τῶν ἐνθένδε καὶ κληρονομήσῃς σὺν αὐτοῖς ζωὴν αἰώνιον. ταῦτα καὶ ὁ ἀδελφὸς ἡμῶν, ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος, συμφθεγγόμενός ἐστιν, πολυτιμιωτάτη μοι κυρία. 523 Παντολέοντι λογοθέτῃ Ἴσμεν καὶ τὸ εὐπαρρησίαστον νεμεσητὸν ὑπάρχειν, συνεπιστάμεθα καὶ τὸν καιρὸν συστολὴν ἡμῖν ἐπιτρέπειν. ἀλλ' ὅμως τὸ ὑπερβάλλον τῆς ἀμυθήτου σου περὶ ἡμᾶς τοὺς ταπεινοὺς εὐμενείας εὐδιάθετον ἠνάγκασεν ἡμᾶς τολμηρότερον χρήσασθαι καὶ τῷδε τῷ γραμματείῳ· τολμηρὸν γάρ ἐστιν ὡς ἀληθῶς οὐ μόνον τὰ καθ' ἑαυτοὺς ἀναφέρειν, ἀλλὰ καὶ ὑπὲρ ἑτέρων δεδεῆσθαι. ὅμως, ὡς εἴρηται, τὸ πολύ σου εὐμενὲς καὶ διπλοῦν εὐσεβὲς παρεθάρρυνεν ἡμᾶς τολμῆσαι. τί οὖν τὸ λεγόμενον; περὶ Θεοδότου τοῦ πρωτοσπαθαρίου, ὅς, ὅπως ἐστὶν ἐναγώνιος αἰτίᾳ τοῦ συναπάραντος αὐτῷ οἰκονόμου τῆς ἐκκλησίας ἐν τῇ Δύσει, διαγινώσκει πάντως ἡ ἀνυπέρβλητός σου ὑπεροχή. τίς οὖν ἄλλος ἂν ἐξευρεθείη ἀρωγὸς ἐπὶ τῇ ἀντιλήψει τοῦ ἀνδρός; τίς δ' ἂν ἐχεφρονέστερος τῆς σῆς μεγαλονοίας συνιδεῖν τὸ δέον; τίς δὲ καὶ ὁ ἐπὶ τοῦ κράτους τὸ ὑπόγυον ἔχων πλέον τῆς σῆς γνησιευτικῆς παραστάσεως; Δὸς ὃ εἴληφας παρὰ θεοῦ ἔλεος, δέσποτα παμπόθητε, τῷ δεομένῳ. προκυλινδούμεθά σου τοῖς τιμίοις ἴχνεσιν· βουλή σου ὡς βουλὴ ἀγγέλου, φωνή σου ὡς βολὶς ἀστράπτουσα τῇ τε λαμπρότητι τῆς παρρησίας καὶ τῇ τῆς ἀγάπης ἀγλαΐᾳ. ἧς εἰ ἀξιωθείη μέτοχος γενέσθαι ὁ ἱκέτης σου, πάντως ἂν ἔξω που γένηται τῶν κατηγορητικῶν βελῶν τοῦ ἀντικειμένου αὐτῷ, ὡς οἶδας ὁ ὑψηλὸς νοῦς κατὰ διαφόρους τρόπους, ἡμεῖς τε οἱ ταπεινοὶ προσοίσομέν σοι πολλὰς τὰς εὐχαριστίας τε καὶ προσευχὰς ὑπὲρ ὑγείας ἀμφοτέρων ὑμῶν, τῆς καλῆς ὄντως καὶ ἀξιαγάστου συζυγίας. καὶ τάχα ὑπὲρ τῶν τὰ χρύσεα δῶρα προσφερόντων οὐκ ἀτιμοτέρα εἴη ὑμῖν ἡ θεοπάροχος δωρεὰ καὶ ἡ ἀπὸ Κυρίου χορηγουμένη εὐμένεια εἰς σωτηρίαν ψυχῆς τε ὁμοῦ καὶ σώματος ὑμῶν, τῆς παμποθήτου καὶ πανευφήμου δυάδος. 524 Θεοφάνει μονάζοντι Εἴ σοι φίλον τὸ πρὸς ἡμῶν τῶν εὐτελῶν γράμμα, δέχοιο καὶ αὖθις, ὦ τριπόθητε, οὐδὲν μὲν ἔχον εὐπρεπές τε καὶ εὐφραδές, ὡς χάριτι φῆς, τὸ δ' οὖν τῆς ἀγάπης σύμβολον καὶ πάνυ ὁμολογουμένως· καί γε ὅσον ἡ ἀντίδοσις τῶν γραμμάτων γίνοιτο, τοσοῦτον ἡ τῆς ἀγάπης διάθεσις αὔξοιτο· οὗ τί ἂν εἴη σπουδαιότερον; Ἀλλὰ τοῦτο νῦν κείσθω ἐνταῦθα, πρὸς δὲ τὸ ἑξῆς βαδιστέος ὁ λόγος. τί τὸ νῦν καινοτομηθὲν ἐν τοῖς αὐτόθι καὶ τίνες οἱ νεοφανεῖς δράκοντες, χαρυβδηδὸν καταπίνοντες ψυχὰς μὴ ἐστηριγμένας τῷ λόγῳ τῆς ἀληθείας; αὐτὸς μὲν οὖν οὐκ ἐξωνομάτισας, ἡμεῖς δὲ καὶ πρὸ τῆς δηλώσεως τῶν γραμμάτων κατεστενάξαμεν ὅτι μάλιστα ἐφ' ἑνὶ ἀνδρὶ αἱρετικῷ, μᾶλλον δὲ βλασφήμῳ τῷ ὄντι εἰς θεόν, λαχόντι ἐν τοῖς αὐτόθι παρὰ τοῦ κράτους χαρτουλαρεύειν, ἐκεῖνο εἰπόντες, ὅτι γε τῆς περιβοήτου Σικελίας ἔφθασεν ὄλεθρος. τόδε τὸ πῆμα οὐκ ἐκ δογματικῆς πείρας τετεχνωμένον· ἄπειρον γὰρ τὸ ἀνδριαντάριον, ἀλλ' ἐξ ἀσεβοῦς γνώμης πεπληρωμένον καί, ἵνα τἀληθέστερον ῥηθείη, πατρόθεν ἐπὶ τὸ ἀσεβεῖν ἠγμένον καί γε σὺν δυσὶν ἄλλοις ὁμαίμοσιν. Ἀλλὰ τούτους μὲν ἡ Τριὰς οἶδ' ὅτι ἐπιρραπίσειεν ἐνθέοις στόμασιν ὑμῶν τε καὶ τῶν ἐνταῦθα ὑπερμαχούντων τῆς ἀληθείας. σὲ δὲ καὶ τὸν οἷος σὺ μηδὲν ξενιζέτω ἡ ἔτι λυττῶσα αἵρεσις· οὔπω γὰρ ἐκτέτριπται τὸ κακὸν οὔτε δεδοκίμασται ἱκανῶς τῶν πιστῶν τὸ φιλόθεον καί, τρίτον, οὐχ οἷοί ἐσμεν ἐμβατεύειν εἰς ἄβυσσον κριμάτων θεοῦ, καθ' οὓς τρόπους ἀνέχεται ἀκμὴν κλυδωνίζεσθαι τῷ σάλῳ τῆς ἀπι στίας τὸν λαὸν αὐτοῦ, πλήν, συμπέρασμα τοῦ λόγου, ἵνα οἱ δόκιμοι φανεροὶ γίγνοιντο, ὡς ὁ τῆς σοφίας ταμίας Παῦλος λέλεχεν. διὸ καὶ παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν μὴ ἐκκακεῖν διακατελέγχειν σε τοὺς ὑπεναντίους, ἐκ τῶν ἀδύτων ταμείων τῆς καρδίας σου προφέρων τὰ θεῖα διδάγματα καὶ ὑποδεικνύων ἐντεῦθεν ἀριδήλως ὅτι Χριστὸς οὐ Χριστός, εἰ μὴ περιγράφοιτο τῇ καθ' ἡμᾶς εἰδέᾳ· εἴπερ γὰρ σὰρξ ἐγεγόνει, πάντως καὶ ὡς σὰρξ περιγράφεται, ὃ δὲ μὴ περιγράφοιτο, τοῦτο οὐκ εἴσω ἀνθρωπότητος, ἀλλ' ἔξω δῆλον ὅτι καὶ τόπου καὶ χρόνου, θεὸς γυμνὸς τῇ ἀπεριληψίᾳ τε καὶ ἀοριστίᾳ καὶ λεγόμενος καὶ νοούμενος· καὶ τοῦτο ἀραρότως εἰς ἀναμφίλεκτον ἀπόδειξιν τῆς ἀληθείας φυσικαῖς ἀκολουθίαις ἀναγκαζόμενον, περιγράφεσθαι Χριστόν, κἀν τῇ εἰκόνι προσκυνούμενον, ἐπείπερ ἐν αὐτῇ τὸ ἀρχέτυπον ἐκπέφασται, ὥς πού φησιν ὁ θεοφάντωρ Διονύσιος· καὶ ἀλλαχοῦ· ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον. ὥστε ὁ ἀπαναινόμενος ἐγγράφεσθαι Χριστὸν ἤρνηται ἄνθρωπον γεγονέναι καὶ ὁ μὴ προσκυνῶν αὐτοῦ τὴν εἰκόνα οὔ τί που προσκυνεῖ αὐτὸν τὸ καθόλου, κἂν νομίζῃ προσκυνεῖν, ἐπεί φησιν ὁ ἱερὸς λόγος, οἱ ἄπιστοι ὁμολογοῦσι θεὸν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ταῦτα οὐχ ὡς ἀγνοούσῃ τῇ τιμιότητί σου ὑπεδήλωσα, ἀλλ' ὡς συνομογνωμονούσῃ καὶ ὥσπερ ῥανίδα ἐκ πελάγους δογμάτων ἀνελκύσας, πρὸς τῷ καὶ ἄπειρον ἑσμὸν εἶναι πατρικῶν μετὰ καὶ τῆς ἀρχαιολόγου ἱστορίας ἀπ' αὐτῆς βαλβῖδος τοῦ κηρύγματος εἰς σύστασιν τῆς ἀμωμήτου ἡμῶν τῶν χριστιανῶν πίστεως. 525 Φιλοθέῳ κτήτορι Μέγα κέρδος ἡγεῖταί σου ἡ τιμιότης, ὡς φῆ, δεχομένη ἡμῶν γράμματα ὁμοῦ τε καὶ μνημονευομένη πρὸς ἡμῶν αὐτῶν, τοῦτο δὲ τῆς σῆς θεόφρονος διανοίας ταπεινοφροσύνῃ πολλῇ κεχρημένης ἐγκώμιον, οὐχ ἡμῶν τῶν εὐτελῶν καὶ οὐδενὸς ἀξίων λόγου. ὅμως κατὰ τὴν πεποίθησιν αὐτῆς λήψεται τὸν μισθὸν ὑπὸ τῆς τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ δικαιοκρισίας, ἀμειβομένου τὴν πίστιν ἑκάστου ἀμοιβαῖς οὐρανίαις καὶ εἰς ἑαυτὸν τὸ τοῦ πέλας γιγνόμενον χριστοειδῶς ἀνατιθεμένου. Ἡμεῖς δὲ τῷ ὄντι χαίρομεν, ἀνδρὶ τοσούτῳ καὶ τηλικούτῳ φιλιάζειν γνωρίσαντες, οὗ ἡ ἀρετὴ διαπρύσιος καὶ ὁ ἔπαινος δικαιότατος καὶ τὸ πολίτευμα πολλοῖς ὑπόδειγμα τοῖς ἐθέλουσιν εὐσεβεῖν ἐν τῇ παρούσῃ γενεᾷ, ὡς ἐν περιωπῇ ὄρους ἀρετῶν προκείμενον. καὶ φερωνύμως ὡς ἀληθῶς ἐξέλαμψας φιλόθεος, φίλτρῳ θεοῦ τὸ ἀπράγμονον καὶ ἡσύχιον αἱρησάμενος ἐπιτηρήσει θείων ἐντολῶν καὶ ἐπιτεύξει τῶν αἰωνίων ἀγαθῶν. καίτοι ὑπάρχων καὶ κατὰ εἰδέαν ἄξιος τυραννίδος καὶ κατὰ γένος ὑπέρλαμπρος τὸ αἷμα, ἀλλ' ὁ θεῖος πόθος, σβέσας ταῦτα πάντα καὶ ὡς οὐδαμινὰ δείξας, ὅπερ καὶ ἄληθες, πρὸς τὴν ὑπέρφωτον τῆς θείας ὡραιότητος ἦρέν σου τοὺς τῆς διανοίας ὀφθαλμοὺς αἴγλην, ἐκεῖ βλέπειν, ἐκεῖ φαντάζεσθαι, ἐκεῖ μετατιθέναι τὸ πολίτευμα, οὗ χαρὰ ἀνεκλάλητος, ἔνθα ζωὴ ἀμήρυτος, ὅπου ἡ ἔλλαμψις τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος. ἀλλὰ γένοιτό σοι, ὦ θαυμάσιε καὶ ἐπιπόθητε ἡμῖν, ἐπαύξησις ἀρετῆς ἔτι καὶ ἔτι καὶ θησαύρισις ἀγαθῶν ἔργων εἰς τὸ μεγαλεμπόρως ἀπᾶραί σε τῶν ἐνθένδε ἐπὶ μεθέξει τῶν ἀιδίων. Τὰ μὲν οὖν τῆς προσηγορίας ἐνταῦθα κείσθω. ἐπειδὴ δὲ καὶ περὶ τοῦ πρεσβυτέρου ἐπερώτησας αὖθις, ὑποδείξας τὸ ἀνεξαγόρευτον ὄφλημα, ἐκεῖνο λέγομεν, ὅτι ὁ κανὼν οὐδὲ εἰς διγαμοῦντος γάμον ἑστιαθῆναι τὸν πρεσβύτερον παραχωρεῖ, πόσῳ γε μᾶλλον στεφανῶσαι τὸν τοιοῦτον; ὁ γὰρ στέφανος ἐπιτίθεται ἐπὶ τῷ νικῶντι τὴν ἀκρασίαν καὶ τὸ τῆς παρθενίας κλέος ἀποσωσαμένῳ. ὁ δὲ διγαμῶν πρὸς τῷ μὴ ἄξιος εἶναι στεφανωθῆναι καὶ ἐπιτιμίοις ὑποβέβληται κανονικῶς. πῶς οὖν οὐκ ἔδεισε στεφανῶσαι τοὺς ὑπὸ κανόνας κειμένους τῆς διγαμίας; παρ' ἡμῶν τοίνυν, σύγγνωθι, ἵνα μηδὲν ἦν ἄλλο αἰτίαμα, οὐκ ἐπιτέτραπται τὸ καθόλου ἱερουργεῖν, οὐκ οἶδα εἰ μή τι κατ' οἰκονομίαν μεταδιδεῖν ὑμῖν τῶν ἁγιασμάτων, παρὰ σεσωσμένου πρεσβυτέρου τετελεσμένων. περὶ τοῦ ἀναγνώστου, ὅτι ἐπέστρεψεν ἐπιτιμιασθείς, δίκαιόν ἐστιν ἕως καιροῦ συνόδου μὴ ἀποστολίζεσθαι αὐτόν· ὁ μὲν γὰρ πρεσβύτερος εἴργεται τῆς λειτουργίας ἐπιτιμιασθείς, ὁ δὲ διάκονος τῆς διακονίας καὶ ὁ ἀναγνώστης τῆς ἀναγνώσεως. ἡμεῖς οὕτως φρονοῦμεν καὶ τυποῦμεν, ὡς δὲ ἡ εὐσέβεια ὑμῶν νομίζει, ποιείτω. 526 Εἰρήνῃ πατρικίᾳ Τῆς ἀγαθῆς σου πεποιθήσεως σύμβολον τὸ ἡμᾶς τοὺς ταπεινοὺς προσαγορεῦσαι, κυρία τιμιωτάτη μοι, διὰ τοῦ ἠγαπημένου ἡμῶν ἀδελφοῦ κυρίου Πέτρου καὶ συγγενοῦς σου· δι' οὗ καὶ ἡμεῖς ἀντιπροσαγορεύομεν ὀφειλομένως, ἐπαινοῦντές σου τὸ εὐσεβὲς καὶ εὐζήλωτον ἐν ἀγαθοῖς, ὅτι τοῦτο καὶ ἀφ' ἑαυτῶν ἴσμεν καὶ παρὰ τοῦ ἀδελφοῦ πολλάκις διδασκόμεθα, καί γε ὡς διὰ θεοῦ ἀγάπην καὶ αὐτὸν διὰ τιμῆς ἄγοις ἀξίως τῆς ἐνούσης σοι ἀρετῆς καὶ τῆς τοῦ ἀνδρὸς πολιτείας. Ἐπειδὴ δὲ ἠρώτησας περὶ τοῦ μοναστηρίου τοῦ ἐπιλεγομένου τοὺς Λέοντας, ὡς εἰ δέοι ἀνδρεῖον αὐτὸ καταστήσασθαι, οὕτως αἱρέσεως ἔχουσα ἐν τῷ μετασχηματισμῷ τοῦ πρὶν γυναικείαν μονὴν ὀνομαζομένου καὶ χρηματίσαντος, τοῦτο ἀποκρίνασθαι ἔχομεν, ὅτι, εἰ μὲν νεωστὶ ἦρκταί σοι καθιεροῦν τὸν τόπον, ἐξὸν ὅπερ αἱρῇ διαπράξασθαι· ἐπειδὴ δὲ προκαθιέρωται διὰ τῆς ἐν μακαρίᾳ μνήμῃ τελεσθείσης σου θυγατρὸς ἐκεῖσε καθηγουμένης καὶ τοῦτο ἐπὶ χρόνοις ἱκανοῖς διακρατησάσης μετὰ καὶ συνοδίας παρθενικῆς, εἰ καὶ ὅτι μετάθεσις γέγονεν ἐκ τοῦ προλαβόντος ἐμφυλίου πολέμου τῆς ἀδελφότητος τῶν ἐκεῖσε, αὐτῆς τε τῆς ἡγουμένης δεῦρο κατακειμένης ἐν θήκαις ὁσίαις μετὰ καὶ προλαβουσῶν ἄλλων ὁμοταγῶν ψυχῶν, οὐ θεμιτόν, ὡς οἶμαι κυρία, ἐξαλλαγὴν ποιήσασθαί σε, μάλιστα τῶν ἀφεθεισῶν ἀδελφῶν καὶ τέκνων τῆς προηγησαμένης ὧδε αἱρουμένων λατρεύειν θεῷ, ἔνθα καὶ ἡ καθηγουμένη κατάκειται. ἀποστολικὸς ὁ λόγος ἐστίν· ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω. μονὴ ἐκλήθη γυναικεία· τίς λόγος τῆς μεταλλαγῆς ἀνδρώνυμον γενέσθαι, καίτοι ἀνδρῶν μὴ κατ' ὀφθαλμοὺς φαινομένων καὶ τῶν ἐκβεβλημένων οὐκ ἀνεχομένων μὴ οὐχὶ ἐκεῖσε διαζῆν; εἰ δὲ ὅτι γέγονε πολλάκις ἐξαλλαγὴ ἔν τισι μοναστηρίοις, ἀλλὰ κατὰ διωγμοῦ αἰτίαν καὶ ὑφαρπαγὴν οὐχ ὁσίαν καὶ ἐξουσίαν οὐκ ἔνθεσμον. οἷς δὲ καὶ πίστις ὀρθὴ καὶ βίος μὴ ἀνθιστάμενος, τούτοις ἀκόλουθον ἂν εἴη ἐνθέσμως καὶ κανονικῶς λέγειν καὶ πράττειν. Διὰ τοῦτο παραινοῦμεν καὶ ἀντιβολοῦμεν, ὡς αὐτῆς τῆς μακαρίας θυγατρός σου φωνὴν ἀφιείσης δι' ἡμῶν τῶν ταπεινῶν, μενέτω τὸ μοναστήριον οἱ Λέοντες γυναικεῖον χρηματίζον καὶ φρουροῦν τὰς καταλειφθείσας θυγατέρας αὐτῆς ἐν πνεύματι λάτριδας θεῷ· τοῦτο γὰρ σὺν ἐκείνῃ καὶ τῇ σῇ θεοσεβείᾳ κλέος ὅτι μάλιστα καὶ ἀνεπίψογον τοῖς ἐπισκήπτουσι τὰ ἡμέτερα. ὅπερ παρεγγυᾷ ὁ ἀπόστολος, λέγων· ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλη- σίᾳ τοῦ θεοῦ. ἐπεί, ἐὰν μὴ οὕτως πράξοις, τὸ μὲν δρᾶμα στάσιν οὐχ ἕξει, ἅπαξ κινηθὲν ἐκ τοῦ καθήκοντος εἰς τὸ παρὰ φύσιν, ἡμεῖς δὲ οὐκ ἔξω κωμῳδίας, προσθείην δ' ἂν καὶ κατακρίσεως, ἀπενεγκοίμεθα παράπτωμα. 527 Εὐδοκίμῳ σπαθαρίῳ Ὠψίσαμεν τοῦ ἀντεπιστεῖλαι τῇ τιμιότητί σου, ὥστε μικροῦ δεῖν καὶ ἐκκεκροῦσθαι ἡμᾶς τῆς τῶν ἐπεσταλμένων δυνάμεως. ἀλλὰ τὸ αἴτιον, τοῦ μὴ παρεῖναι πιστὸν γραμματηφόρον. νῦν δέ, ἐπειδὴ ἐξ ἀναγκαίου ἀπεστείλαμεν τὸν οἰκονόμον τῆς καθ' ἡμᾶς μονῆς ἐν τοῖς αὐτόθι, εἰκότως τὸ ἐλλιπὲς ἀποπληροῦμεν, ἐκεῖνο πρῶτον λέγοντες, ὅτι οὐχ οἷοί ἐσμεν φαρμακεύειν ψυχὴν λυπουμένην καὶ πολλοῖς τετρυχωμένην πάθεσιν. ὅμως πειρατέον ἐκ τῶν θεοπνεύστων λογίων τὴν θεραπείαν ἐξευρίσκειν. Τί οὖν φησιν ὁ τούτων μέγιστος ταμίας; πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. εἰ οὖν ἐν παντὶ καιρῷ καὶ ἐν παντὶ πράγματι καὶ ἀδιαλείπτως τὸ χαίρειν καὶ εὐχαριστεῖν καὶ προσεύχεσθαι ἡμῖν διατέτακται, οὐκ ἂν ἐξοιχήσεται χρόνος, οὐδὲ ὁ ἀκαριαῖος, μὴ οὐχὶ περιοριζόμενος ἐν τῷ χαίρειν καὶ εὐχαριστεῖν τὸν ἀληθινὸν χριστιανόν. οὔκουν λοιπὸν θλιπτικὰ τὰ παρόντα, κἂν οἷά ποτ' ἂν εἶεν, τῆς δυσπραγίας ἔχοντα τὸ ὑπέρογκον. καὶ ταῦτα οὐχ ὡς ἀγνοούσῃ τῇ ἀγαθῇ σου ψυχῇ, ἀλλ' ὑπομνηστικῶς εἴρηταί μοι, ἐπειδὴ κάμνουσα ψυχὴ ἔσθ' ὅτε ἀτονεῖ πρὸς τὸ ἀνηγμένον τῆς θεωρίας. δεύτερος λόγος μοι ὅτι, εἰ καὶ πολλῶν τῶν ἐνόντων ἀπεγύμνωσάν σε οἱ ἐξουσιάζοντες, ἀλλ' οὐδαμῶς ἀποτερῆσαί σε τοῦ τιμιωτέρου κτήματος ἠδυνήθησαν. οὐχ ὁρᾷς καὶ εὐχαριστεῖς, οἵαν σοι γνῶσιν ὁ θεὸς ἐθησαύρισεν, πηλίκην γλῶσσαν, ἐξ ἧς ὡς ἐξ ἀδύτων θησαυρῶν τῆς καρδίας προφέρει τὰ ἀγορεύματα καὶ διανοήματα προὶξ ὅτι μάλιστα; τοῦτο προφερέστατον καὶ πάντων χρημάτων χρηματιστικώτερον καὶ πάσης οὐσίας ὑπερουσιώτερον· ὅ, εἴ τις κέκτηται, τῶν ἄγαν πολυουσίων αἱρετώτερός ἐστι τῷ νοῦν ἔχοντι, κἂν ῥακίοις μόνον ἀμπεχόμενος. καὶ τοῦτο δέδειχε σύμπας μὲν ὁ τῶν δικαίων χορός, ἐν δὲ τοῖς ἐξωτερικοῖς προσώποις ὁ Ὀδυσσεὺς ἐκεῖνος, ἐκ ναυαγίου γυμνὸς ὀφθεὶς τῇ βασιλίδι. Ἀλλ' ἐπὶ τὸ ἐρώτημά σου ἐπιστρεπτέον τὸν λόγον. καίτοι εἰδὼς ἀφ' ἑαυτοῦ τὸ εὖ ἔχον, φιλοπευστεῖς πρὸς ἡμῶν τῶν ἀμαθῶν ἐκδιδάσκεσθαι. φῆς γὰρ ὅτι" 4πῇ μὲν ὁ λογισμὸς προτρέπεταί με εἰς προσευχήν, πῇ δὲ ἀνακόπτει" 5, ὡς τοῦ θεοῦ εἰδότος ὅπερ βουλόμεθα αἰτεῖσθαι, ὡς ἐντεῦθεν παρέλκον ἂν τὸ προσεύχεσθαι. πρὸς τούτοις, ἐπεὶ ἁμαρτωλὸς εἶ, οὐδὲν ὀνίνησι τὸ προσεύχεσθαι, καὶ ἁπλῶς εἴ τι ἄλλο ἐδήλου τὸ γράμμα· οὐ γὰρ παρῆν μοι ἐπὶ χεῖρας ἔχειν. τί οὖν ἔστιν εἰπεῖν ἐν τούτοις; ὅτι τύχης καὶ εἱμαρμένης ἔμφασιν ἔχει ἡ διάνοια καί, τὸ ὅλον εἰπεῖν, τοῦ αὐτεξουσίου ἀναίρεσιν, οὐ μὲν οὖν ταύτῃ τῇ δόξῃ ἐπερείδεσθαι ἡμᾶς δεῖν, ἐχέφρονας ὄντας καὶ γνῶσιν θεοῦ πεπλουτισμένους· ἀλλὰ περὶ μὲν τοῦ δευτέρου προβλήματος πεπεῖσθαι ὅτι καὶ ἁμαρτωλῶν ἀκούει ὁ θεὸς μετανοίᾳ κεχρημένων ἀρίστῃ (πῶς γὰρ ἐφ' οἷς χαίρει μετανοοῦσι κατὰ τὰ ἱερὰ λόγια μὴ οὐχὶ καὶ εἰσακούειν τῆς τούτων δεήσεως;), περὶ δὲ τοῦ προηγουμένου προβλήματος οὕτως ἀπαντητέον, ὅτι ἡ θεία πρόγνωσις οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον· καὶ γὰρ οὐχ ὅτι προγινώσκει πράττομεν ἃ πράττομεν, ἀλλ' ὅ τι πράξομεν προγινώσκει, καὶ ἔρρωται ἐν τούτῳ καὶ ὁ τῆς προγνώσεως ὅρος καὶ ὁ τοῦ αὐτεξουσίου λόγος. ἐν μὲν γὰρ τοῖς οὐκ ἐφ' ἡμῖν προηγούμενός ἐστιν ὁ τοῦ θεοῦ ὅρος ἐπί τε χρόνου καὶ τόπου καὶ τρόπου, ἐπὶ δὲ τῶν ἐφ' ἡμῖν, ἐφ' οἷς τὸ αὐτεξούσιον, οἱονεὶ ἑπομένη ἐστὶν ἡ τοῦ θεοῦ πρόγνωσις ἐπί τε ἀρετῆς καὶ κακίας. ὥστε δεῖ ἡμᾶς καὶ ἐρᾶν καὶ εὔχεσθαι τὰ κρείττονα, ἵνα ἔχωμεν ἐντεῦθεν τὸν θεὸν ἐφεπόμενον ἡμῖν, ἀλλὰ μὴ τοὐναντίον· ἐξ ἐναντίου γὰρ ἕψεται ἡμῖν, ὧδε μὲν κολάζων καὶ τιμωρῶν, ἐκεῖ δὲ στεφανῶν καὶ ἀποδιδοὺς ἡμῖν βασιλείαν οὐρανῶν.

Intertext edge

Open linked passage

Note