Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 499 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
499.1
Νικήτᾳ μονάζοντι Τὸ παρὰ τῆς ὁσιότητος ὑμῶν διὰ τοῦ θεοφιλεστάτου μητροπολίτου ἀποσταλὲν ἡμῖν βιβλίον ἀνέγνωμεν· καὶ οὐκ ἔστιν ὁ τοῦτο συγγραψάμενος ἐπὶ τῷ δόγματι τῶν σεπτῶν εἰκόνων ὀρθοφρονῶν. λέγει γὰρ τάδε·" 4τὴν ἄρρητον καὶ ἀπερίληπτον εἰς ἡμᾶς τοῦ θεοῦ φιλανθρωπίαν καὶ τοὺς ἱεροὺς τῶν ἁγίων ἀγῶνας ἐν γράμμασι μὲν ἡμεῖς ἱεροῖς ἀνευφημεῖσθαι διατυποῦμεν, οὐδεμιᾷ πλάσει τὸ ἐφ' ἡμῖν ἢ γραφῇ καθάπαξ ἡδόμενοι· συγχωροῦμεν δὲ τοῖς ἁπλουστέροις, ἀτελεστέροις αὐτοῖς ὑπάρχουσιν, ὑπὸ συμφυοῦς αὐτῶν ἐναγωγῆς καὶ ὄψει τῇ αὐτοῖς συμμέτρῳ τὰ τοιαῦτα ἐν εἰσαγωγῆς τρόπῳ μανθάνειν" 5. Τί οὖν ἔστιν ἐν τούτοις εἰπεῖν; πρῶτον μὲν ὅτι διαίρεσιν τῆς μιᾶς καὶ ἐντελοῦς καὶ μηδ' ὁτιοῦν πρόσθεσιν ἢ ὑφαίρεσιν προσιεμένης πίστεως ἡμῶν ἀπεργάζεται, ἑαυτῷ μὲν τὴν διὰ τῶν ἱερῶν γραμμάτων ἀπονέμων διατύπωσιν, τοῖς ἁπλουστέροις δὲ δῆθεν καὶ ἀτελεστέροις ὑπάρχουσι τὴν ἐν πλάσει καὶ γραφῇ ἱστορίαν ἀποίσας· ἔπειτα ἑαυτῷ μὲν ἀνάπτοι τὸ τέλειον τῆς χάριτος, τοῖς δὲ τὴν Ἰουδαϊκὴν ἀπορρίπτοι νηπιότητα, δεομένοις συμφυοῦς ἀναγωγῆς. οὐκοῦν κατ' αὐτὸν διαψεύδεται ὁ ἱερὸς ἀπόστολος, φάσκων· οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. εἰ δὲ ἀληθεύει, ὥσπερ οὖν ἠλήθευται, καὶ εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, τίς ἡ καινὴ αὕτη διαίρεσις εἰς δύο τμήματα ἄνισα; τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα ἀποκρίνεσθαι, καὶ τὸ μὲν εἶναι τῆς ἐντελεστέρας μοίρας, τὸ δὲ τῆς ὑφειμενεστέρας. ἔπειτα, ὅτι ἐπειδὴ πᾶς τις εὖ φρονῶν ἐφίεται τελειότητος, νεμεσητὸν ἡγήσεται τὸ ἀτελὲς κἀντεῦθεν ἐξ ἀναγκαίου παρέλκον ἐστὶ τὸ τῆς ἱστορίας δόγμα. ἐναντιοῦται δὲ ὅτι μάλιστα καὶ τῷ Μεγάλῳ Βασιλείῳ, μὴ ταὐτίζων τὰ ὑπ' ἐκείνου ἐπ' ἴσης δογματιζόμενα· ἃ γὰρ ὁ λόγος, φησί, τῆς ἱστορίας δι' ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν. Ἀντανίσταται ἄρα ὁ γεννάδας τοῖς ἱεροῖς λογίοις ὥσπερ καὶ τῷ κορυφαίῳ πατρὶ καί, οἰόμενος ἄλλον ἐπ' αὐτῷ δὴ τούτῳ τῷ δόγματι διορθοῦσθαι, αὐτὸς πεφώραται ὀφλισκάνων μάταια. καὶ διὰ τοῦτο ἡμεῖς μὲν πάντῃ διαγράφομεν τὰ τοιαῦτα βατταρίσματα, ὑπομιμνήσκομεν δὲ καὶ τὴν ὑμετέραν ἐμμέλειαν τῷ αὐτῷ στοιχεῖν κανόνι τῆς ὀρθοδοξίας, εἰδυῖαν ὅτι, ὡς δεῖται πᾶς τέλειος, κἂν ἐν ἀποστολικῷ ἀξιώματι κατείλεκται, τῆς εὐαγγελικῆς δέλτου, οὕτω καὶ τῆς κατ' αὐτὴν γραφικῆς ἱστορίας, ὅτι καὶ τῆς ἴσης τιμῆς τε καὶ προσκυνήσεως ἀμφότερα. 500 Ἡσυχίῳ πρωτονοταρίῳ Καλὴ μὲν ἡ ἐπιστολὴ τῆς παγκάλου σου τιμιότητος καὶ ὡς ἀπ' ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐξηγορευθεῖσα καὶ ὡς τῷ κάλλει τῆς ἀγάπης ἐναγλαϊσθεῖσα, οὐ μὴν ὡς ἀπεσέμνυνεν ἡμᾶς τοὺς ἀμούσους λόγοις ἐγκωμίοις ἔχει. πότε γὰρ ἐγενόμην, ὡς φῆ, λύχνος καιόμενος καὶ φαίνων, ἐν ᾧ ὁ δεσπότης μου ἠγαλλιάσω φωτιζόμενος, ἢ πηγὴ νάουσα διειδέστατα, ἀφ' ἧς ἠρύσατο ἡ φιλότης σου λόγον σωτήριον, καὶ οὐχὶ τοὐναντίον μᾶλλον ἐσκότασεν ὑπὲρ ἀσβόλην, προφητικῶς εἰπεῖν, τὸ εἶδος ἡμῶν τῇ τοῦ βίου ἀχρηστότητι καὶ ὁ λόγος ἠσθένησεν, οὐκ ἔχων τὴν ἐξ ἔργου δύναμιν εἰς ἐνίδρυσιν τοῦ ἀκούοντος; καὶ ταῦτα λέγω οὐ τὴν ἐν τῇ Σμύρνῃ φυλακὴν κακίζων (μή τι γένοιτο· ἡ μὲν γὰρ σεβαστή, σεβαστῆς ὁμολογίας μοι φρουρός), ἐμαυτὸν δὲ αἰτιώμενος ὡς οὐκ ἀξίως ἐν αὐτῇ πολιτευσάμενος. Ἀλλ' ἀφεὶς ταῦτα, ὡς τῆς ἀγάπης ὄντα συμβόλαια, ἐπὶ τὸ κατεπεῖγον τὸν λόγον μεθαρμόσομαι. ἐσήμανεν ἡμῖν ἡ χρηστότης σου ὡς δύο ἔχειν, συντόμως εἰπεῖν, θεοδωρήτους θυγατέρας, καὶ τὴν μὲν πρώτην πρὸ γεννήσεως καθυποσχέσθαι δι' ἀφιερώσεως τοῦ μοναδικοῦ βίου θεῷ, τὴν δὲ δευτέραν ἐν μεταιχμίῳ φέρεσθαι· νῦν δὲ μεταβεβουλεῦσθαι ἐναλλὰξ ποιήσασθαι κατά τινα ἀναγκαίαν περιπέτειαν, ὥστε τὴν ὑποσχεθεῖσαν ἀπονεῖμαι τῷ κόσμῳ, ἤγουν ἀποδόσθαι ἀνδρὶ καλῷ τε τὰ πάντα καὶ τῇ παιδὶ συνηλικιώτῃ, τὴν δὲ ἐν μεταιχμίῳ, κομιδῇ νέαν οὖσαν καὶ οὐ συντρέχουσαν τῇ ἡλικίᾳ, ἀναθεῖναι θεῷ, κἀν τούτῳ σκάζειν καὶ δυσχεραίνειν μήπως ἐναντιοθελὲς εἴη τῷ θεῷ. ἔδει μὲν οὖν, ὦ δέσποτα τιμιώτατε, ἄλλοις πυνθάνεσθαι περὶ τοῦδε τοῦ δράματος καὶ παρ' αὐτῶν ὡς προφερεστέρων κατὰ γνῶσιν τῆς ἡμῶν οὐθενότητος λαμβάνειν τὴν λύσιν καὶ μὴ τοσούτῳ μήκει διῳκισμένους ἡμᾶς τῇ θέσει τοῦ τόπου ἐπαναλαμβάνειν εἰς ἀπόκρισιν· ὅμως, ἐπειδὴ κέκρικας οἷς πεπίστευκας τρόποις, τοῦτο δὴ μετὰ τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου καὶ ἀδελφοῦ ἡμῶν συνέσκεπται ὡς παρὰ τὸ δέον τὸ πρᾶγμα καὶ παρὰ τὴν ὀρθὴν κρίσιν καὶ παρὰ τὰ ἐξ αἰῶνος παραδείγματα. πάλαι Ἄννα ἡ ἀοίδιμος, τὸν Σαμουὴλ πρὸ γεννήσεως ὑποσχομένη, οὐχ ὑπήλλαξεν τὸν ὑποσχεθέντα, καίτοι ἔχουσα καὶ ἑτέρους παῖδας, ἀλλὰ τοῦτον προσήγαγεν τῷ θεῷ· Νόννα ἡ μακαρία, ὡσαύτως ὑποσχομένη Γρηγόριον τὸν Θεολόγον, ἀπέδωκεν θεῷ τὴν εὐχὴν αὐτῆς· καὶ μὴν ὁ Ἅγιος Εὐθύμιος δοτὸς τῷ θεῷ παρὰ τοῖς γονεῦσι πρὸ γεννήσεως καὶ οὐ διήλλακται μετὰ τὴν γέννησιν. οἳ καὶ χρῆμά τι θαυμαστὸν τῷ κόσμῳ ὤφθησαν, ἐξ ὧν καὶ οἱ τοκεῖς μεμακάρηνται. πῶς δ' ἂν οὖν ἡμεῖς, ὦ συνετώτατε, παρὰ ταῦτα ποιοῦντες, ἔξω ἐγκλήματος πέσοιμεν καὶ οὐχὶ μᾶλλον καθάψοιτο ἡμῶν ὁ μακάριος Πέτρος, ὧδέ που λέγων, οὐχὶ μένον σοι ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; καὶ τὸ ἑξῆς δύσφημον πάρειμι λέγειν, εἰδότι διαλεγόμενος. καὶ γάρ, ἐπὰν ὁτιοῦν ἀποταχθείη θεῷ δι' εὐχῆς αἰσίας, εἰς κοινὴν χρῆσιν μεταφέρειν οὐκ ἀκίνδυνον. κοινὴ δὲ χρῆσίς ἐστιν ἡ τοῦ βίου ἐπιγαμία. καὶ ὥσπερ ὁ ὑποσχόμενος μονάσαι καὶ ἐπὶ τούτῳ κείμενος ὑποστήσας καὶ γήμας κατακέκριται, οὕτω καὶ ὁ προελόμενος υἱὸν ἢ θυγατέρα προσοῖσαι θεῷ, εἶτα μεταλλάξας, τὴν αὐτὴν κατάκρισιν ἔχοι. οὕτω νοοῦμεν, σύγγνωθι, καίπερ ἐφιέμενοι τὸ ἀναπαυστικόν σου καὶ τὸ περὶ σεαυτὸν εὐχθὲν εἰς ἔργον ἀποβῆναι· ἀλλ' οὐ δι' ἐντολὴν ἐντολὴ παραβαίνοιτο οὐδὲ διὰ τὸ θατέρου σωτηριῶδες τὸ θατέρου ἐπιζήμιον πραγματεύοιτο, ὡς οἱ θεοφόροι πατέρες ἀπεφήναντο. Ἡ δὲ τρίτη ἐπιβολὴ τοῦ λόγου, ὅτι εἰσί τινες, φησί, μοναχοί, ὡς τὸ δοκεῖν τῆς ὀρθῆς πίστεως ἀντεχόμενοι καὶ πολλοὺς διωγμοὺς ὑπὲρ ἀληθείας ὑπομεμενηκότες, συναναστρεφόμενοι δὲ ὅμως καὶ συνεσθίοντες τοῖς αἱρετικοῖς καὶ συγκαταβάταις καὶ ἀδιάφορον τὸ πρᾶγμα οἰόμενοι, ὡς παρά τινι πατρὶ νενομοθετημένοι τρία ταῦτα φυλάξασθαι, μὴ εὐλογεῖσθαι ὑπὸ τῶν αἱρετιζόντων, μὴ συμψάλλειν αὐτοῖς προαρχομένοις καὶ τὸ ἀπέχεσθαι τῆς κοινωνίας τοῦ ἄρτου αὐτῶν. παρὰ τὰ διατεταγμένα τοῖς ἁγίοις πατράσιν τὸ λεγόμενον· οὔτε γὰρ συναναστρέφεσθαι οὔτε συνεσθίειν οὔτε συμψάλλειν οὐθ' ὅλως ἔχειν τινὰ κοινωνίαν πρὸς αὐτοὺς καταδέχονται, ἀλλὰ καὶ τὸ οὐαὶ ἐπιφθέγγονται τοῖς μέχρι βρώματος καὶ πόματος καὶ σχέσεως κοινωνοῦσιν αὐτοῖς. ὥστε ἐκκήρυκτος καὶ ἀλλοτριοδιδάσκαλος ὁ ἐκεῖνα λέγων, ὅστις ἂν εἴη ἐν ἀνθρώποις. 501 Τῇ ἀδελφότητι τῆς Πελεκητῆσ Λυπηρὸν μὲν τὸ συμβεβηκὸς τῇ τιμιότητι ὑμῶν, ἀδελφοὶ καὶ πατέρες (πῶς γὰρ οὔ;), ὅτι τὸν ποιμένα ὑμῶν ἀποβεβλήκατε καὶ ἐγένεσθε ὡς ποίμνιον ἠπορημένον, καὶ ταῦτα ἐν ἡμέραις τοιαύταις, ἐφ' αἷς λύκοι βαρεῖς ἐπὶ τὰ ποίμνια τοῦ Χριστοῦ ἐπερχόμενοι καὶ συλαγωγεῖν ψυχὰς σοφιζόμενοι. ἀλλ' ὅμως, ἐπειδὴ παρὰ θεοῦ τὸ συμβὰν καὶ παρ' αὐτοῦ προσελήφθη ὁ ποιμὴν ὑμῶν, καθ' ὃν καιρὸν ᾔδει τὸ συμφέρον ἀμφοτέρων ὁ τὰ πάντα ἐν τῇ αὐτοῦ σοφίᾳ διοικῶν Κύριος, εὐχαριστητέον καὶ οὐκ ἀγανακτητέον· αὐτὸς γὰρ ἔδωκεν, αὐτὸς καὶ προσελάβετο καί, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. τί οὖν τὸ ἐπιζητούμενον; ἵνα εἰς ἑαυτοὺς ἄρτι γένησθε καί, καθὼς ᾑρετίσασθε ἑλέσθαι ποιμένα τὸν κύριον Σέργιον τὸν εὐλαβέστατον ἀδελφὸν ἡμῶν, εἴπερ μή ἐστί τι πρὸς τὸν κύριον Μακάριον τὸν πνευματικὸν ἡμῶν πατέρα ἐνδοιάζον, ἐπιμείνητε εὐθυνόμενοι καὶ ἀρχόμενοι ὑπ' αὐτοῦ, οὗ ἐξελέξασθε πνευματικοῦ πατρός, εἰς ἐπισύστασιν ὑμῶν θεόσωστον καὶ εἰς ἀποπεραίωσιν βίου θεοκλινοῦς, ὡς ἂν τὴν ζάλην τῶν αἱρετικῶν πνευμάτων διαφύγοιτε καὶ εἰς λιμένα σωτηρίας ἐμβιβάζοισθε εἰς τὸ μὴ βλασφημηθῆναι δι' ὑμᾶς τὸ ὄνομα τοῦ θεοῦ, μᾶλλον δὲ δοξασθῆναι κατὰ τὴν προκρατήσασαν εὐαγῆ διαγωγὴν τῆς ζωῆς ὑμῶν. Σὺ δέ, ἀδελφὲ ἀγαπητέ, οὐκ ἔξω τοῦ εἰκότος πέπραχας, ἐπὰν οὕτως ἐγένετο, κατεληλυθὼς ἐκ τῆς ὀπῆς τῆς πέτρας καὶ ἡγησάμενος τῶν ἀδελφῶν· καὶ γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, συγκαταβάσει χρησάμενος, τὸ τῆς οἰκονομίας ἐξετέλεσε μυστήριον ἐπὶ σωτηρίᾳ τοῦ παντός. στῆθι οὖν, καθὸ κέκρικας καὶ κέκριται ὑπὸ τῶν ἀδελφῶν, ἕως ἡμέρας ἀναδείξεως τοῦ ἱεροῦ ἡμῶν ἀρχιερέως, καὶ τότε γενήσεται ὃ δεῖ γενέσθαι νομιμώτερόν τε καὶ κανονικώτερον· ἕως δ' ἂν μὴ παρῇ ὁ καιρὸς ὁ ἐπιζητούμενος, ἡγοῦ τῶν ἀδελφῶν καὶ κατευ οδοῦ ἐν Κυρίῳ, ὡς λόγον ἀποδώσων ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ἀλλὰ καὶ ὡς τὸν ὑπὲρ αὐτῶν μισθὸν κομιούμενος· καθ' ὅσον γὰρ μέγας ὁ ζυγὸς τῆς προστασίας, κατὰ τοσοῦτον καὶ πολύμισθος. μόνον ἔχε ὀφθαλμοὺς τοῦ ὁρᾶν καὶ ὦτα τοῦ ἀκούειν, καρδίαν ἄγρυπνον καὶ θεοζήτητον, ἕξιν ποιμαντικήν, λόγον διδασκαλικόν, εὔρυθμον ἦθος, εὔσημον στάσιν καὶ βάσιν, ὅλος δι' ὅλου ὑπὸ τοῦ λόγου συντηρούμενος καὶ διευθυνόμενος. καὶ μακάριος εἶ, ἀποστολικὸν ἔργον διατελῶν· καὶ γὰρ ὁ Κύριος ἀπόδειξιν τῆς εἰς αὐτὸν φιλίας προύχουσαν ὑπέδειξε τῷ κορυφαίῳ τῶν ἀποστόλων Πέτρῳ τὴν ποιμαντικὴν ῥάβδον· εἰ φιλεῖς με γάρ, φησί, πλέον τούτων, Πέτρε, ποίμαινε τὰ πρόβατά μου. Ποίμαινε οὖν τὰ πρόβατα Κυρίου, ἀσφαλιζόμενος αὐτὰ ἐν τῇ μάνδρᾳ τῆς ὀρθοδοξίας καὶ ἐκτρέφων αὐτὰ εἰς χλόην τῶν ἐντολῶν αὐτοῦ καὶ κατασκηνῶν ἐπὶ ὕδατος ἀναπαύσεως τοῦ θελήματος αὐτοῦ. βλέπε μή που ὑφαρπαγῇς ἢ αὐτὸς ἢ τῶν σαυτοῦ τι προβάτων ὑπὸ τῶν αἱρετικῶν θηρῶν. ἀρκεῖ τὰ προλαβόντα ἐν τοῖς προλαβοῦσι· νῦν δὲ ἀσφαλῶς περιπατήσωμεν καὶ ἀνεμπτώτως, πάντα δεύτερα ἡγούμενοι καιροῦ καλοῦντος, καὶ αὐτὰ τὰ σώματα, μὴ ὅτι γε ἄλλο τι τῶν φθειρομένων ὑπὲρ τῆς ἀγάπης τοῦ θεοῦ, οὗ ἡ εἰρήνη βραβεύσοι τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν καὶ κατευθύναι τὴν ὁδὸν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. 502 Γρηγορίῳ ὑπάτῳ Ἐζημίου ἡμᾶς μέχρι τοῦ δεῦρο ἡ τιμιότης σου μὴ ἐπιστείλασα, καίπερ ἐπιστέλλουσα καλῶς, ὡς αὐτὰ τὰ γράμματα δηλοῖ, ἐφ' οἷς καὶ ἐπαινέσαμεν αὐτῆς οὐ μόνον τὸ εὐμαθές, ἀλλὰ καὶ τὸ ἔτι φιλομαθές, γλιχομένης παιδείας ὑψηλοτέρας μετασχεῖν· ἧς τὸ πτυκτίον, καθὼς ἐπεζήτησεν, ἔχομεν μέν, οὐ μὴν δὲ ἐνταῦθα. ἐὰν δὲ συμβαίη ἀφικέσθαι ἐν τοῖς αὐτόθι τὸν παροικονόμον ἡμῶν, λαβὼν ἐξ οὗπερ τεταμίευται τόπου ἐπιδώσειεν αὐτό. Καλὴ δὲ ἡ παιδεία, ὦ δέσποτα, ἕως ἂν συνεργὸς εἴη πρὸς τὴν ὄντως ἀληθινὴν παιδείαν, ἀλλὰ μὴ κορυβαντιῶσα ἀπαιδεύτους διαδεικνύοι τοὺς μετόχους αὐτῆς. τοῦ δὲ ἀποστολικοῦ ῥητοῦ ἡ ἔννοια, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, οὕτως μοι δοκεῖ ἔχειν, τουτέστιν ὅτι ἐν τῇ προσληφθείσῃ ἐκ παρθένου σαρκὶ τοῦ λόγου, ἤτοι ἐν τῷ ναῷ, ᾧ ᾠκοδόμησεν ἑαυτῷ, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· πᾶν τὸ πλήρωμα, φησίν, οὐ μέρος τι, καθὰ πεφρόνηται τοῖς τὴν ἀμερῆ μερίζουσι θεότητα. τὸ δὲ σωματικῶς ἤγουν οὐσιωδῶς· οὕτω γὰρ ἐξείληπται τοῖς πατράσιν κατὰ ἀντίθεσιν τῶν σχετικῶς φληναφούντων. τοιοῦτόν ἐστι καὶ τό, ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ἵνα γὰρ μὴ δόξειέν τις εἰς σάρκα τετράφθαι τὸν λόγον, ἐπήγαγεν, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. δῆλον δὲ ὅτι ἄλλο τὸ σκηνοῦν καὶ ἄλλο τὸ σκήνωμα, ἐν ᾧ ἡ σκήνωσις τοῦ σκηνοῦντος, ὥσθ' ἅμα μὲν εἶναι τὰ δύο, θεότητα καὶ ἀνθρωπότητα, ἐν τῷ ἑνὶ προσώπῳ Χριστοῦ. εἰ δέ σοι δοκεῖ ἄλλως ἔχειν, τῆς ὀπτικωτέρας καὶ ἀληθεστέρας θεωρίας μὴ ἀποστερήσειας ἡμᾶς τοὺς ὀλιγομαθεῖς, προσθείην δ' ἂν καὶ ἀτημελεῖς, κἂν ἄλλως αὐτὸς ἐξεθείασας τοῖς φιλικοῖς ἐπαίνοις. 503 Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάσ Τῆς ἱερᾶς Τεσσαρακοστῆς ἤδη ἐπιούσης εὔκαιρον ἡγησάμην βραχέα φθέγξασθαι πρὸς ὑμᾶς, ὦ τέκνα ἠγαπημένα καὶ ἀδελφοὶ τιμιώτατοι, καίτοι γε ὑπὸ τοῦ ἀποστόλου παρακαλεῖν, ἐλέγχειν, ἐπιτιμᾶν εὐκαίρως ἀκαίρως προτρεπόμενος. νῦν δὲ ὁ τῆς νηστείας καιρὸς αὐτοδίδακτον ἔχει τὴν παράκλησιν, κατανύσσειν εἰδὼς καὶ τὸν ἀτεράμονα. ὑποδέξασθε οὖν, ἀδελφοί, ἄσμενοι τὰς ἱλαρίου ἡμέρας, ἕκαστος ἐν τῷ καταλύματι ᾧ ξενίζεται τὰ εἰωθότα κατὰ δύναμιν ἐπιτελῶν, ὡς ἂν διὰ τῆς ἡσυχίας καὶ μετριοτροφίας καθάρωμεν καρδίαν, πτερώσωμεν ψυχήν, πτερνίσωμεν πάθη· τοῦτο γὰρ ἡ νηστεία, τοῦτο ἡ ἡσυχία, τοῦτο ἡ ἐντολὴ ἐπιζητοῦσα, τοῦτο τὸ τῆς σωτηρίας ἡμῶν κεφάλαιον· ἐξ οὗ καὶ τὸ μετέχειν τῶν ἁγιασμάτων εἴη ἂν ἡμῖν εὐπρόσιτον, μᾶλλον δὲ ζωῆς αἰωνίου ἐφόδιον. ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, ἤγουν μὴ καθαρῶς ὅσον ἐνδέχεται τῇ ταπεινῇ ἡμῶν φύσει, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει κατὰ τὴν ἀποστολικὴν ἀπόφασιν, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἀγωνιστέον, ἀδελφοί μου, καὶ ἀπὸ ἐπιθυμίας ἐκτόπου καὶ ἀπὸ φθόνου κατεσθίοντος ψυχὴν καὶ ἀπὸ φιλαργυρίας βυθιζούσης νοῦν καὶ ἀπὸ ἀκηδίας σκοτιζούσης ὀφθαλμὸν ψυχῆς καθαροὺς ἑαυτοὺς διατηρεῖν, προσδεχομένους ἀεὶ τὴν τοῦ σώματος ἔξοδον, ἐφ' ᾧ τήκεται τὰ πάθη καὶ νευροῦται ψυχή. κλείετε τὰς εἰσόδους τῶν παθῶν, φεύγετε τοὺς τῶν πτωμάτων τόπους, φεύγετε τὰς γυναικείας ὁμιλίας καὶ συνδιαιτήσεις· πῶς γὰρ ἂν καὶ μὴ φλεχθείη καρδία, μᾶλλον δὲ ἐμπυρισθείη, λόγους διδοῦσα καὶ λαμβάνουσα μετὰ παρθένου, μετὰ ψαλλούσης, μεθ' οἱασδήποτε γυναικός; πῶς, φησί, θεολογικῶς εἰπεῖν, σώσει ἡ ἀλλοτρία ὃν ἀπώλεσεν ἡ ἰδία; κἂν γὰρ πρακτικῶς δόξειέν τις φυλάττεσθαι, ἀλλά γε καρδιακῶς ἀμοίχευτος οὐ διασωθῇ κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου. Ὁ διωγμὸς οὖν οὐ δι' ἀπώλειαν, ἀλλὰ διὰ σωτηρίαν, οὐδὲ τοσαύτη ἀνάγκη κατεπείγουσα εἰς τὸ συνδιαιτᾶσθαι γυναικί, καθὼς ἐν τοῖς πατράσι τὸ περιστατικὸν ἠνάγκασεν ὑπὸ παρθένῳ τὸν ἀοίδιμον Ἀθανάσιον ἑπταετῆσαι ἢ τόνδε καὶ τόνδε τὸν ἅγιον ὑπὸ γυναικὸς ἐξυπηρετηθῆναι. ἀλλὰ νῦν καὶ πόλεις καὶ χῶραι τὸ ἐλευθέριον ἔχουσι τῆς ἀσυνδυάστῳ τρόπῳ γυναιξὶ ξενίας. σὺ δέ, δῆθεν ὁμολογίας καὶ διωγμοῦ τοῦ ὑπὲρ Χριστοῦ, κατὰ τοῦ Χριστοῦ κινούμενος οὐκ ἐπαισθάνῃ γυναιξὶ πυκνῶς ὁμιλῶν, συμψάλλων ἴσως, τάχα δὲ καὶ συνεσθίων ἢ καὶ συνοικῶν, ἐσθίων τὴν ὄψιν τῆς συνοίκου καὶ ἐσθιόμενος ὑπὸ τῆσδε ὀλεθρίως; φύγετε ὡς ἀπὸ πυρὸς καὶ οἱ ἄνδρες ἀπὸ γυναικῶν καὶ αἱ γυναῖκες ἀπὸ τῶν ἀνδρῶν, εἰ δὲ καὶ σύμβασιν δεῖ γενέσθαι, τοσοῦτον, ὅσον ἡ ἀνάγκη καὶ ἡ χρεία ἀπαιτοίη, διαδιδράσκοντες καὶ τὸ τιθέναι σκάνδαλον ἄλλοις. ἱνατί γὰρ ἡ ἐλευθερία μου, φησί, κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; καί, εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Ἀσκανδαλίστως οὖν πολιτεύεσθε, ὦ τέκνα, καὶ ἀποσκόπως καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, καθὼς γέγραπται, ἐπινοοῦντες καὶ τὸ ἄδηλον τοῦ θανάτου. ἤδη παρῆλθεν καὶ ὁ ἀδελφὸς Σίλας, καὶ πρό γε τούτου ὁ ἀββᾶς Θεόσωστος καί γε ὁ ἀδελφὸς Προκόπιος, καὶ οὐδεὶς ἐπιμενεῖ. καὶ μακάριος ὁ συνιῶν ἀκαταγνώστως παρελθεῖν τὸν τῇδε βίον. προσεύχεσθε περὶ ἡμῶν τῶν ταπεινῶν ἀνεπιλήστως ἵνα σῳζοίμεθα. 504 Δημητρίῳ ὑπάτῳ Ἡ ἀπουσία τοῦ σώματος τίνα ἄλλην εὕροι παραμυθίαν ἢ τὴν διὰ τοῦ γράμματος συνάφειαν; ταύτῃ τοιγαροῦν, ὦ φίλων ἄριστε, συν απτόμεθά σου τῇ ἀγάπῃ οἱ ταπεινοὶ τὸ παρόν, προσπτυσσόμενοί σε τῷ πνεύματι καὶ γνωρίζοντες ὅτι οὐχὶ ἡ ἀπουσία διέζευξεν τὴν ἀγάπην, ἀλλὰ καὶ μᾶλλον ἐκκαλεῖται αὐτὴν διψῶσαν τὸ φίλτρον, καθάπερ οἱ διψαλέως ἔχοντες ἐπιτρέχουσι πρὸς τὰς πηγὰς τῶν ὑδάτων. Ἀλλὰ τὸ μὲν τῆς ἀγάπης δεικτικὸν τοσοῦτον. πῶς δὲ αὐτὸς διατελοίης ἐν τῇ πιστευθείσῃ σοι παρὰ τῶν βασιλέων ἀρχῇ ἀγνοοῦμεν, μᾶλλον δὲ καὶ ἐμμερίμνως ἔχομεν, ἐπειδὴ καὶ μανθάνομεν τῇ προτέρᾳ ἀρχῇ ἑτέραν ἐπιτεθῆναί σοι, οὐκ ἐθέλοντι, ἀλλὰ προστάσσοντος τοῦ κρατοῦντος, καὶ ὅτι, πορρωτέρω τῆς προτέρας οὖσαν, ἐγγίζει τοῖς βαρβάροις· ἐφ' ᾧ καὶ δέος ἐσχηκέναι τὴν τιμίαν σου ψυχήν, ὥς φασι, μήτε ἐθέλουσαν μήτε ἐξηρτυμένην εἰς τὸ φορεῖν μάχαιραν καὶ πολεμεῖν καὶ πολεμεῖσθαι. ταῦτα ἅπαντα συνεκίνησεν καὶ ἡμᾶς δεήσεις καὶ προσευχὰς ποιεῖσθαι ὑπὲρ τοῦ ἀπήμονά σε φυλάττεσθαι ἐν ἀμφοτέραις ταῖς ἀρχαῖς· καί γε πιστεύομεν διατηρεῖσθαί σε σῶον, ἔχοντα πρὸ ὀφθαλμῶν τὸν φόβον τοῦ θεοῦ καὶ τὴν ἐκεῖθεν ἐκκαλούμενον βοήθειαν. οὗ γὰρ θεὸς ἐπίκουρος, ἐκεῖ ἐκποδὼν πᾶν κακὸν γίνοιτο· παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου, φησί, κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. Τοιοῦτος οὖν ἔσο καὶ αὐτός, δέσποτα ἡμῶν ἐπιπόθητε, διὰ τῆς εὐσεβείας σου καὶ ἀγαθοεργίας, ὑπὸ τοῦ φύλακος τῆς ζωῆς σου ἀγγέλου φρουρούμενος. γρηγόρει ἐν προσευχαῖς, νῆφε ἐν δεήσεσιν, ἔκφερε ἔνδικον κρίμα, ἐπιδείκνυσο εὐμενὲς ὄμμα πτωχῷ, προασπιστὴς γενοῦ τῶν ἀδικουμένων, μετριότητα ἔν τε βρώσει καὶ πόσει φέρων· ἡ γὰρ ἀκρασία τῶν κακῶν μήτηρ. ἂν ἄλλοι παίζωσι καὶ γελῶσιν, ὁ κύριός μου, ἄκουε τοῦ Κυρίου πάντων λέγοντος, οὐαὶ οἱ γελῶντες, ὅτι κλαύσονται. ἂν ἄλλοι αἰσχρολογοῦσιν, αὐτός, παρακαλῶ, ἐπιφράσσαιο τὰ ὦτα· ὁδὸς γὰρ ἐπὶ τὰ πράγματα οἱ λόγοι τυγχάνουσιν. ἂν ἄλλοι πληρῶσι δώρων τὰς δεξιὰς αὐτῶν, ὁ φιλόθεός μου, ἀρκούμενος εἴης τοῖς ὀψωνίοις, εὐαγγελικῶς εἰπεῖν, τοῖς κατὰ συνήθειαν ἀρχικῶς διδομένοις. ἂν ἄλλοι ἀσεβῶσιν, αὐτὸς εὐσέβει, ὅσον οἷόν τε στελλόμενος τῶν ἀτασθάλων ἀνδρῶν· οἶσθα γὰρ ὅτι ὁ βίος οὗτος ὀνείρου δίκην παραπέμπει τοὺς λειτουργοῦντας αὐτῷ. καὶ τί ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ὅπερ ἀπείη περὶ τῆς τιμιότητός σου ἐννοεῖν, ἐχούσης ἔμφυτον τὸ ἀγαθὸν καὶ φιλούσης θεὸν θεραπεύειν, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα σε καὶ αὐτὸ τὸ ζῆν διδοῦντά σοι καὶ τὸ κινεῖσθαι καὶ ἀναπνεῖν. ὥστε τὴν παραθήκην, ἣν παρέθετό σοι διὰ Πνεύματος Ἁγίου, τήν τε πίστιν καὶ τὴν δεξιὰν πρᾶξιν φυλάξαι ἀποδοῦναι αὐτῷ σώαν ἐν καιρῷ ἐξόδου, ἀκούσων παρ' αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. καὶ γένοιτό σοι ταύτης τῆς φωνῆς ὑπακοῦσαι καὶ σωθῆναι πανοικὶ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν. 505 Λυκάστῳ ὑπάτῳ Αὐτὸς ὁ τὸ γραμμάτιον ἐπιφερόμενος τῇ τιμιότητί σου ἀπήγγειλεν ἡμῖν τὴν ἐπελθοῦσάν σοι συμφορὰν καὶ τῷ ὄντι καθήψατο ἡμῶν ἡ περὶ σὲ λύπη· ἴδιος γάρ σοι καὶ ἀγχιστεύων, ὁμοῦ τε φίλος ἀρχαῖος καὶ συνηλικιώτης, καὶ οὐκ ἔστι τὸν φιλοῦντα γνησίως μὴ συμπάσχειν τῷ φιλουμένῳ ὡς καὶ ἔμπαλιν ἐπὶ τῇ χαρᾷ. ἀλλ' ὢ τῆς ἀπευκταίας ἀγγελίας· ἀπολέλοιπεν ἡμᾶς ἡ κυρία ἡ ὑπάτισσα, τὸ δὴ λεγόμενον, γυνὴ τῶν ἐπαινουμένων, ὡς καὶ παρ' ἄλλων ἀκηκόαμεν καὶ αὐτοὶ ἡμεῖς ὀφθαλμοῖς ὑπελάβομεν, πρῶτον μὲν ὅτι φίλανδρος, ὃ ὑπὸ τοῦ ἀποστόλου ὑποτυποῦται κάλλιστον εἶναι ἐν συζυγίᾳ, φρό νιμος, οἰκουρός, εὐαπάντητος, εὐπροσήγορος, φιλευσεβής, φιλόπτωχος, τὸ μεῖζον, σωφροσύνῃ κατηγλαϊσμένη καὶ ὀρθοδοξίᾳ περιηργυρωμένη, ἧς καὶ οἱ καρποί, τὰ τέκνα, μαρτύριον τῆς ἀμφοτέρων ὑμῶν εὐζωίας. καὶ γάρ, ὥσπερ ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεται, οὕτως κἀκ τῶν παίδων οἱ φύσαντες, ὁποῖοί εἰσι καὶ ἡλίκοι. καὶ οὔπω βαθεῖαν πεῖραν ἐσχηκὼς τῆς μακαρίας ἐκείνης πῶς ἂν δυναίμην ἐκθειάσαι τὰ κατ' αὐτήν; ἢ μόνον δὶς αὐτῇ συνοψισθεὶς καὶ εἰς ὁμιλίαν ἐλθὼν ἔγνων ὅτι γυναῖκα ἐχαρίσατό σοι ὁ θεὸς τῷ ὄντι βοηθόν, οὐ κατὰ τὴν πάλαι προμήτορα ἀπάτης αἰτία, ἀλλά γε σωτηρίας ὑπόθεσις γενηθεῖσά σοι διὰ παντὸς τοῦ βίου. ὢ τῆς συμφορᾶς· ᾤχετο αὕτη, ἀπέπτη ἐξ ὀφθαλμῶν ὑμῶν, ἐγκατέλιπεν ὑμᾶς ἡμιθνεῖς, ἀπορραγέντας τῆς καλῆς ὁμοζύγου. οὐκ ἔχομεν ὀφθαλμοῖς ὁρᾶν τὸ ὑπὲρ πᾶσαν θυμηδίαν παραμύθιον, οὐ τὴν ἐν θλίψεσι παράκλησιν, οὐ τὴν ἐν συμφοραῖς παρηγορίαν, οὐ τὴν ἐν ἅπασι τοῖς ὀφειλομένοις ὑπόμνησιν καὶ συνεργὸν καὶ σύμπραξιν. ὁ ἥλιος τῆς ἑστίας ἔδυ· τίς ὁ ὑπαντήσων; τίς ὁ χαριούμενος; τίς ὁ παρακαλέσων; ἤδη ἐγενήθημεν ὡς πόλις ἀποκειραμένη τὸν ἑαυτῆς κόσμον, ὡς στρουθίον μονάζον ἐπὶ δώματι, Δαυιτικῶς εἰπεῖν. Τί οὖν; λυπηθῶμεν πέρα τοῦ μέτρου καὶ περιβαλούμεθα ἀπαραμύθητον πένθος; οὐδαμῶς οὖν, οὐδαμῶς, ὦ τριπόθητε, ἀλλ', εἰδότες ὅτι ὁ δοὺς ἡμῖν αὐτὴν θεὸς τὰ πρῶτα εἰς κοινωνίαν βίου αὐτός ἐστιν ὁ νῦν προσλαβόμενος, οἴσωμεν εὐχαρίστως τὸ συμβάν, μιμούμενοι τὸν ἀοίδιμον Ἰὼβ καὶ ἐπιφθεγγόμενοι τὴν μακαρίαν ἐκείνην φωνήν, ἣν ἐκεῖνος οὐκ ἐπὶ ἀποβολῇ γυναικός, ἀλλ' ἐπὶ παισὶ δέκα ὁμοῦ τεθνηκόσι σὺν ταῖς προτεραίαις τῶν ἐκτὸς πάντων ἀφαιρέσεσι καὶ αὐτῇ τῇ ὑστεραίᾳ πληγῇ τοῦ σώματος, ἐπὶ κοπρίας ὁ πρὶν βασιλεὺς καθήμενος καὶ ξέων τοὺς ἰχῶρας τῶν ἑαυτοῦ σαρκῶν βώλαξι, τάδε φησίν· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. ἐὰν οὖν ταῦτα, ὦ φιλότης, ἐφ' ἑαυτοῖς καὶ διαθώμεθα καὶ φθεγξώμεθα, οὐ μακρὰν εἴημεν τῆς μερίδος ἐκείνων, ἀλλὰ γὰρ καὶ τῇ μακαρίᾳ ἐκείνῃ τοῦτο καλὸν ἐπιτάφιον ποιησαίμεθα, αὐτούς τε τοὺς ἐκ θεοῦ δοθέντας ὑμῖν κλάδους ὑποτυπωσόμεθα δι' ἑαυτῶν εἰς εἰκόνα θεοτερποῦς βιώσεως καὶ πάντα ὑμῖν ἐντεῦθεν εἰς καλὸν ἀπαντήσοι· ἃ γὰρ ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν ἁπάντων δεσπότης, ποιῶν ἐν ἡμῖν εὕροιεν εὐμενῶς δεχομένους, πῶς οὐκ ἂν καὶ τὰ παρόντα ἡμῖν εὖ διάθηται τῇ παρακλήσει τοῦ Ἁγίου αὐτοῦ Πνεύματος καὶ τὰ μέλλοντα ἑτοιμάσειεν ἀπολαυστήρια ἐν αἰῶσιν ἀπείροις; Ταῦτα ἐγὼ μέν, εἰ καὶ βραχέα, ὅμως ὡς σὸς ἐν ἀγάπῃ καὶ γέγραφα καὶ παρεκάλεσα· αὐτὸς δέ, ὦ δέσποτα, αὐτὰ τὰ τίμιά σου τέκνα προσειπεῖν περὶ ἡμῶν ἀξίωσον. 506 Εὐφροσύνῃ ἡγουμένῃ Ὅτι μέλει ἡμῖν περὶ τῆς τιμιότητός σου μαρτύριον τὸ τῇδε ἡμῶν ταπεινὸν γράμμα· οὐδὲ γάρ, ὃν λόγον ὑπεσχόμεθα τῇ μακαρίᾳ ἐκείνῃ καὶ ἁγίᾳ μητρὶ ἐπὶ τὸ περιέπειν ἡμᾶς τὴν σεμνοπρέπειάν σου ἐν τῇ διὰ λόγου ἐπισκέψει καθ' ὅσον οἷόν τε, μακρόθεν ἢ ἐγγύθεν ὄντας, ὅσιον διαψεύσασθαι. καίτοι γε, εἰ καὶ μὴ ἐκεῖθεν εἴχομεν τὸν λόγον, κἀξ αὐτῆς σου μόνης τῆς περὶ ἡμᾶς τοὺς εὐτελεῖς πεποιθήσεώς τε καὶ περιποιήσεως ἐπειθόμεθα ἂν τὴν διὰ τοῦ γράμματος προσοίσειν ἐπιμέλειαν. Ὑγίαινε τοιγαροῦν, ὦ τιμιωτάτη μοι, καὶ ἄγοιο τὸ ποίμνιον, ὃ παρέθετό σοι ἡ ἁγία ἀμμάς, μᾶλλον δὲ δι' αὐτῆς ὁ θεός, θεοπρεπῶς καὶ ἐπιμελῶς. ἴσθι ὡς μέγιστον τὸ τῆς προστασίας σου ἐγχείρημα, γνῶθι τῶν ὑπὸ χεῖρά σου ψυχῶν τὸ θεώρημα, ὅτι νυμφοφυλακτήριόν ἐστι τοῦ βασιλέως τῶν οὐρανῶν, τοῦ μόνου ὡραίου καὶ ἀφθάρτου νυμφίου Χριστοῦ· ὃς οὐ μίαν νύμφην σοι παρέθετο εἰς ἡμέραν νυμφεύσεως αὐτοῦ διὰ τῆς ἐν Ἁγίῳ Πνεύματι συναφείας, ἀλλὰ τοσαύτας, ὅσας γε καὶ ἔχοις, σοῦ τε αὐτῆς πρωτονύμφου τυγχανούσης. νυμφεύεται γὰρ Ἰησοῦς καὶ τὰς ὡς σὺ διὰ βίου ἐληλυθυίας ὡς πολύνυμφος καὶ ἀπειρόνυμφος καὶ πάσας ψυχὰς ἀνδρῶν τε καὶ γυναικῶν ἐρῶν ἁρμόζεσθαι εἰς τὸ πληρῶσαι τὸν ἄνω νυμφῶνα· ἐν ᾧ πολλαὶ αἱ μοναὶ οἷά τινες θάλαμοι παρὰ τοῦ πατρὸς ἡτοιμάσθησαν ταῖς ἀξιωθησομέναις ψυχαῖς διὰ βίου καθαροῦ καὶ πίστεως εἰλικρινοῦς, ἡνίκα φθάσῃ ὁ καιρὸς τῆς ἀποκαλύψεως τοῦ νυμφίου, ὀπίσω αὐτοῦ δραμεῖν καὶ συνεισελθεῖν ἐν τῷ νυμφῶνι καὶ τῆς ἀπεράντου χαρᾶς ἐκείνης ἀπολαῦσαι εἰς αἰῶνας αἰώνων. ἰδοὺ ὑποδέδεικταί σου ἡ διακονία, ἣν παρέλαβες παρὰ Κυρίου, μεγάλη τε καὶ πολλῶν ἀμοιβαία μισθῶν οὐρανίων, ὡς μὴ μόνον σέ, ἀλλὰ καὶ πολλὰς νύμφας προσοῖσαι τῷ ἀθανάτῳ νυμφίῳ. ὑπὲρ ὧν ὅση καὶ ἡλίκη ἡ ἀνταπόδοσις· τετάξεταί σε ἐν προυχούσαις νύμφαις, ἐν ἐκλεκταῖς νεάνισιν, ἐμπλόκιά σοι παράσχοι, τὰ τοῦ πνεύματος ἀίδια χαρίσματα, ἐπιβλήματα φωτοειδῆ, ἀφθαρσίαν ἀστράπτοντα, στεφανώσει σε τῷ τῆς δικαιοσύνης στεφάνῳ, χορεύσεις χορείαν ἄλυτον ἴσα καὶ ἀγγέλοις σὺν ἀγαλλιάσει ἀμηρύτῳ. Βλέπε λοιπόν, κυρία, καὶ πρόσεχε σαυτῇ καὶ τὰς νύμφας τοῦ Χριστοῦ φυλάττοιο περιμερίμνως· τρέφοις αὐτὰς τῷ καθαρῷ ἄρτῳ τῆς ὀρθοδοξίας, ποτίζοις τῷ νάματι τῆς εὐπραξίας, ὡς ἂν εἶεν πίονες, ὡραιοειδεῖς. πρὸς τὸ κάλλος τῆς ψυχῆς ὁ λόγος, οὗ καὶ ἐπιθυμεῖ, καθὼς ὑπισχνεῖται ὁ ἅγιος Δαυίδ, Χριστὸς ὁ θεὸς ἡμῶν· φησὶ γάρ· ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου καὶ προσκυνήσεις αὐτῷ. ὁρᾷς ὅτι ἐν τῷ ἐπιλαθέσθαι ὑμᾶς, ἤγουν ἀποτάξασθαι γονεῦσιν, ἀδελφοῖς καὶ συγγενέσιν, φίλοις τε καὶ πᾶσι τοῖς κατὰ τὸν βίον, ἐπεθύμησεν ὑμῶν ὁ βασιλεὺς τοῦ κάλλους τῆς ψυχῆς εἰς νυμφίωσιν; τὸ δέ," 4αὐτός ἐστι Κύριός σου καὶ προσκυνήσεις αὐτῷ" 5 γενήσεται ὑμῖν ἐν τῇ ἡμέρᾳ τῆς ἐπιφανείας αὐτοῦ. ὤ, ὤ, οἷον ἐφρονήσατε, ἐπιλαθόμεναι τῶν ἁπάντων· βαβαί, βαβαί, οἵου ἐπετύχετε νυμφίου· κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι ὑπὲρ πάσας τὰς ἐπὶ γῆς βασιλείας ὑψώθητε, ὑπὲρ πάντα τὰ ὡραῖα τῆς γῆς ὡραΐσθητε. αἰδοῦνται ὑμᾶς καὶ ἄγγελοι, περιέπουσιν ὑμᾶς καὶ ἀρχάγγελοι, προύχουσαι ὑμεῖς βασιλίδες ἐν οὐρανοῖς, ὑπεράνω πασῶν μητέρων καὶ θυγατέρων τῶν ἀπὸ σαρκὸς ἐρχομένων. Οὐκοῦν χαίρετε καὶ συγχαίρετε ἀλλήλαις, τὰ ἐπίπονα ἐντεῦθεν τῆς ἀσκήσεως εἴτουν θαλαμεύσεως φέρουσαι εὐψύχως, εἰδυῖαι ὅτι πᾶσα σὰρξ χόρτος, πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου, πᾶσαί τε ἐπιθυμίαι τοῦ αἰῶνος τούτου ἐκ φθορᾶς καὶ εἰς φθορὰν καταλήγουσαι, μόνον δὲ ὑμῶν ὁ ἔρως καὶ ἡ ἐπιθυμία ἄπειρος καὶ ἄφθαρτος. μικρὸν λοιπὸν ὅσον ὅσον ἀναμείνατε, ὑπομείνατε, ὑποτασσόμεναι μὲν ὑμεῖς τῇ κυρίᾳ τῇ πρωτονύμφῳ καλῶς καὶ εὐηκόως, τὰ τοῦ νυμφίου Χριστοῦ ἐρωτικὰ ἰδιώματα καὶ φυλάγματα ἐπιταττούσῃ, αὐτὴ δὲ κυρία ὡς νυμφιοφόρος καὶ τὴν ψυχὴν προϊεμένη, μὴ ὅτι γέ τι τῶν ἄλλων, εἰς περιποίησιν τῶν νεανίδων, οὐ λέγω ψυχῆς μόνης, ἀλλὰ καὶ σώματος, πληροῦσα τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον· ὀμειρόμενοι εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὃν καὶ περὶ ἡμῶν αἰτεῖσθε τὴν σωτηρίαν τῆς ταπεινῆς ἡμῶν ψυχῆς, ἵνα οἷς ἐνουθετήσαμεν νενουθετήμεθα καὶ σῳζοίμεθα πάντες ἀπὸ τοῦ πονηροῦ. τ507- 556 ΑΡΧΗ ΒΙΒΛΙΟΥ Δʹ

Intertext edge

Open linked passage

Note