Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
447.1
Ἀνθίμῳ τέκνῳ Ὁ νόμος τοῦ θεοῦ, ὁ φόβος τε καὶ ὁ τρόμος αὐτοῦ ὥς φησι· σκοπόν σε τέθεικα τῷ οἴκῳ Ἰσραήλ· ὁ δὲ σκοπὸς τῆς ἀγγελίας ἠνάγκασέ με, ἀδελφέ, διὰ γράμματος πάλιν ἀναγγεῖλαί σοι τὴν ἐρχομένην ῥομφαίαν τοῦ θεοῦ ἐπὶ σέ, ῥομφαίαν φοβεράν, ῥομφαίαν πύρινον, ῥομφαίαν οὐ σῶμα, ἀλλὰ ψυχὴν ἐμβάλλουσαν εἰς γέενναν πυρὸς εἰς ἀπεράντους αἰῶνας. καὶ δακρύω γράφων, ὁ τάλας, καὶ στένω πικρόν, ὅτι ἐπὶ τὸν ἐμὸν υἱὸν καὶ μαθητὴν ὁ λόγος. ἀλλὰ τί πάθω; ἐὰν μὴ ἀναγγείλω, τὸ αἷμά σου ἐκ τῶν χειρῶν μου ἐκζητεῖν ἔφη θεός, οὐδὲν ἕτερον ἢ τὸ αὐτό με τῆς τιμωρίας συναπολαῦσαι κρίμα. ὦ ἀδελφέ, τί ἔμυσας τὸ ὄμμα σου οὕτω τῆς καρδίας; τί κατεφρόνησας θεοῦ, οὗ τῷ βλέμματι τὰ σύμπαντα σείεται καὶ οὐ φέρει στήκειν; ἀπεπήδησας πάλαι τῆς ἀσκητικῆς παλαίστρας, ἐπορεύθης εἰς τόπους, οὓς οὐκ ἐπισκοπεῖ Κύριος, ἔλυσας τὴν σφραγῖδα τῆς ἁγνείας, ἔφθειρας τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου δοῦλος τῆς ἁμαρτίας· εἶτα ὀψέ ποτε ἐπανῆκες πρὸς ἡμᾶς ἐν τῇ ἀπαρχῇ τοῦ διωγμοῦ, ἐξομολογούμενος, ἐπιτιμώμενος, ἐπαγγελλόμενος τὴν ἀναδρομὴν μετὰ τὴν παῦλαν τοῦ διωγμοῦ. ἐπὶ τούτῳ καὶ πρὸς τοῦ οἰκονόμου ἐστοιχειώθης καὶ παρὰ τοῦ ἀδελφοῦ Διονυσίου προσελήφθης καὶ τὴν καλὴν φυγαδείαν εἵλου, ἐκ τόπων πονηρῶν εἰς τόπους ἀγαθοὺς διαιτώμενος, ἐφ' οὓς ὀφθαλμοὶ Κυρίου καὶ ὁ μακαρισμὸς τοῦ διωγμοῦ ὑπὲρ κεφαλῆς σου περικυκλούμενος. καὶ εὗ γε τῆς ἀνακλήσεως, τῆς καθάρσεως, τῆς ἀγγελικῆς ἐπικουρήσεως. τί οὖν πάλιν τὸ γεγονός; τί τὸ ἐκστῆσάν σε θεοῦ καὶ παραδῶσαν τῷ διαβόλῳ; φεῦ τῆς ἐμῆς ἀθλιότητος· ἐπέστρεψας πάλιν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας, φθείρων καὶ φθειρόμενος ὑπὸ γυναικός, μᾶλλον δὲ γυναικῶν. Κύριε, ἐλέησον, φεῖσαι, ὁ θεός· ἀφῆκέν σε ὁ φύλαξ σου ἄγγελος, προσελάβετο ὁ σατανᾶς. ζῇς ἆρα, ἄθλιε; καὶ πῶς ἔστι ζῆν τὸν ὑπὸ ἀνθρωποκτόνου κατεσθιόμενον; ὁρᾷς ἆρα τὸ φῶς; καὶ πῶς ἔστι βλέπειν τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ; προσεύχῃ ἆρα τῷ θεῷ; καὶ πῶς ἔστι προσιέναι Κυρίῳ τὸν ἑαυτὸν δουλώσαντα τῷ διαβόλῳ; ποῦ ἐστιν ἡ καλή σου ἀρχή, ἡ θέρμη, ἡ κατάνυξις, ἡ ὑποταγή, τὸ δάκρυον, ἡ θεοπτέρωτος προσευχή, ἡ οὐράνιος πολιτεία; ᾤχοντο πάντα, ἀπολώλασιν. ὢ στεναγμῶν μοι πικρῶν ἐπὶ τῇ σῇ ἀλογίᾳ· εἴθε ζῷον ἄλογον ἦς, ὅπερ εἰς κρίσιν οὐκ ἔρχεται· ἀλλ' ὅτι θεόπλαστον, ἀνιστάμενον καὶ κρίνεσθαι μέλλον, τοῦτο ἐλεεινόν. Δεῦρο δή, ὁ ἀπολωλώς μου υἱός, δεῦρο, ἐπίστρεψον πρὸς Κύριον, ὅτι σφόδρα φιλάνθρωπος ὢν πάλιν δέχεται, πάλιν ὑγιάζει, πάλιν νυμφοστολεῖ, πάλιν θύει τὸν μόσχον τὸν σιτευτὸν καὶ χαίρων συγκαλέσει τὰς ἄνω δυνάμεις ἐπὶ τῇ σῇ εὑρέσει. μὴ δὴ οὖν ἀπειθήσῃς υἱέ μου, υἱέ μου, ἀλλὰ ἀνακλήθητι, ἀλλ' ὑπόστρεψον, συγκολληθεὶς τῷ καλῷ σου ἀδελφῷ Διονυσίῳ, πρίν σε καταλάβῃ ἡ ῥομφαία τοῦ αἰωνίου θανάτου. 448 Εὐστρατίῳ ἡγουμένῳ Ἐχάρην δεξάμενός σου τὸ τίμιον γράμμα, πατέρων φίλτατε, καὶ διδαχθεὶς τὰ κατὰ τὴν ὁσιότητά σου οὕτως ἔχειν καὶ οὕτως, ἐπεί, ὅσον ἐκ τῶν ἀπαγγειλάντων, καίτοι ἀξιοπίστων, λυπηρῶς διεκείμην, ἀκούσας τὴν ὑποκριτικὴν ὑπογραφήν. καί με δέξαι, τιμιώτατε, παρρησιαστικώτερον διαλεγόμενον. οὐκ ἔξω αἰτίας τὸ κατασχεθέντα σε ὑπὸ βασιλικοῦ μεῖναι ἀπαθῆ, ἤγουν ἄφετον· τοῦτο γὰρ τῶν τεθρυλλημένων ἐπάγωγον. οὐδεὶς οὖν τῶν πεπαρρησιασμένων ἄτερ φυλακῆς ἢ τοὐλάχιστον ἐξορίας, ἤτοι φυγαδείας, ὡμολόγηται διαμεῖναι. οἱ δὲ τούτων ἐκτὸς ἐντὸς τῆς ἀπαγωγῆς, ἵνα μὴ τραχύτερον εἰπὼν λυπήσω. ἢ οὐ διεβλέψω, διορατικώτατε, τὸν χαλεπὸν διωγμὸν Λέοντος τοῦ θηριωνύμου; οὗ ἡ Ἀχααβιτικὴ χεὶρ εἷλε καὶ τοὺς ἐξ ἄλλου κράτους, ἔκτεινέ τε καὶ ὤλεσεν, τό γε φιλανθρωπότερον ἐφρούρησεν μετὰ πικρὰν μαστίγωσιν, μὴ ὅτι γε τοὺς ὑπὸ χεῖρα. εἰ δὲ αὐτὸς οὔ τί που τῶν τοιούτων πεπονθὼς μετὰ τὴν σύλληψιν, σύγγνωθι, ἐσυλήθης, ἅγιε. καὶ μή μοι φυλάττεσθαι τὰς οἰκείας ἐκκλησίας λέγε καὶ σώας τὰς ἱστορίας μένειν τήν τε ἀναφορὰν τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου· τοῦτο γὰρ καὶ ἄλλοι ἀπαχθέντες φιλολογοῦσιν. οὐ δύναται ταῦτα διασεσῶσθαι, εἰ μή τοι προδοσία ἀληθινῆς ἐνστάσεως ἐγένετο. τί τὸ ὄφελος, εἰ ἡμεῖς, οἱ ναὸς θεοῦ καὶ ὄντες καὶ λεγόμενοι, ἠχρειώθημεν καὶ ἀψύχους οἴκους περιεποιησάμεθα; ἡ εἰκὼν τοῦ Χριστοῦ οὔτε τῆς Θεοτόκου οὔτε τινὸς ἁγίου διαπίπτει· μένει γὰρ ἐν αὐτοῖς ὡς πρωτοτύποις, πίπτουσι δὲ οἱ δοκοῦντες καθαιρεῖν αὐτάς, ἀλλὰ γὰρ καὶ οἱ φειδοῖ τούτων προώμενοι τὴν παρρησίαν καὶ τὴν δι' αὐτῆς κάκωσιν. οὐά, ἄλλοι ἀποθνήσκοντες, ἕτεροι ὑπεροριζόμενοι, ἄλλοι μαστιζόμενοι, ἕτεροι φρουρούμενοι, τὰ ὄρη ἔχοντα καὶ αἱ ἐρημίαι, πέτραι τε καὶ σπήλαια τοὺς μακαρίως δεδιωγμένους, καὶ ἡμεῖς οἴκοι μένοντες, καὶ οἰόμενοι ἀβλαβῶς διαμένειν; οὐδαμῶς. ἀπολέσθω πᾶσα ἡ τοῦ κόσμου ὕλη τῶν δοκούντων, ἡ ὁμολογουμένη βλάβη ψυχῆς προκρινέσθω, ἣν ὑπέστη πᾶς προφασιστής. Ταῦτα φιλῶν καὶ ὑπομνήσκων εἴρηκα, καὶ ὡς ὑπὸ ἐπιτιμίαν ἐσμὲν ἄξιοι ἐλθεῖν καὶ ὅτι ἐν καιρῷ ὀρθοδοξίας οὐδὲν ἀψηλάφητον ἀφεθείη. καὶ εὖ ἔχει διὰ ταπεινώσεως βαδίσαι καὶ ἰάσασθαι τὸ ἠσθενηκὸς ἢ διὰ ἀναιτιασμοῦ προστρίβειν ἑαυτοῖς μείζονα αἰτιάματα. 449 Λαυρεντίῳ τέκνῳ Ἀκουστὸν ἡμῖν ἐγένετο, τέκνον Λαυρέντιε, ὅπερ ἐκ τοῦ πονηροῦ δαίμονος ἐτελέσθη δρᾶμα ἐν τῇ Ἀντισάρχῳ κωμοπόλει· καὶ ἐστενάξαμεν ἐπ' αὐτῷ μεγάλως καὶ κατὰ τὸν κοινὸν νόμον τῆς ἀνθρωπίνης ἀγάπης καὶ διότι ἀφ' αἵματος τοῦ ἀδελφοῦ Ἀθανασίου καὶ πρωτοπρεσβυτέρου (ὑφ' οὗ καὶ κινηθεὶς γράφω) ἐστὶν ὁ ἀπαγχονισθείς. ὢ φοβεροῦ τραγῳδήματος· ἄνθρωπος ἐν τιμῇ ὤν, προφερέστερος τῶν ἐκεῖσε αὐτοχθόνων, αὐτάρκης κατὰ τὸν βίον, ἀνὴρ συνετός, προσκαρτερῶν εὐχαῖς τε καὶ δεήσεσι καὶ τῇ λοιπῇ τῆς ζωῆς ἀγωγῇ ἐμπρέπων, μηδενὸς περιστατικοῦ συμβεβηκότος, ἐξ οὗ πολλάκις ἔστι περιτρέπεσθαι τοῦ δέοντος κατά τι μικρόν, οὕτως ἐν ἀταραξίᾳ πραγμάτων τηλικοῦτον κακὸν ἀπεργάσασθαι, ἀγχόνῃ χρησάμενος. ὤ, καὶ αὖθις ἐρῶ, τῆς ἀπευκτῆς ἀκοῆς. τοιαῦτα τοῦ διαβόλου τὰ μηχανήματα· ἐκεῖνος ἀνθρωποκτόνος ἀπ' ἀρχῆς, καθὼς ἔφη ὁ Κύριος, ἐκεῖνος πρῶτον μὲν τὸν Ἀχιτόφελ, ἔπειτα τὸν Ἰούδαν ἔπεισεν ἀπάγξασθαι· ὃς οὐ παύεται καὶ μέχρι σήμερον τὸ αὐτὸ ἀποτελεῖν ἐν τοῖς πειθομένοις αὐτῷ. οἶμαι δὲ κατὰ δύο τρόπους συλᾶν τὸν ἄνθρωπον, ὡς πείρᾳ ἔγνωμεν· ἢ ἀπὸ ὀδύνης καρδίας ἀπαρακλήτου ἢ ἀπὸ ἐφέσεως ἀλογίστου, σκοτώσας καὶ περιτρέψας· ὡς γὰρ ἐπὶ φόνου ἢ μοιχείας καὶ τῶν ὁμοίων ἀσελγημάτων ὑποδείκνυσι τὸ σκότος φῶς καὶ τὸ πικρὸν γλυκεῖον (οὐ γὰρ ἄν, εἰ μὴ οὕτως ἀναστοιχειώσει λογίσασθαι, ἡμᾶς εὑρίσκῃ θηρᾶσαι), οὕτω καὶ ἐπὶ τῆς ἀγχόνης ἥδυνε τὸν θάνατον, ἐζόφωσε τὸν νοῦν, ἀπετέλεσεν τὴν ἀγχόνην. οἴμοι, οἷός ἐστιν ὁ δράκων καὶ ἐφ' ὅσοις μαγγανεύμασιν ἀνθρωποκτονεῖ ἑκάστοτε· τοῦτον οὕτως, ἄλλον ἄλλως, καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὰς παγὰς αὐτοῦ ἄνευ βοηθείας τοῦ θεοῦ, ἥτις εἴη μετὰ φόβου καὶ τρόμου τῷ κατ' ἐντολὴν αὐτοῦ πιστῶς βιοῦντι. Ἀλλ' ἐπὶ τὸ κατεπεῖγον ὁ λόγος. ἐδήλωσας ὡς οἱ τοῦ χωρίου ὁμοῦ ἅπαντες ἀποτρέπονται τῆς οἰκίας αὐτοῦ, ἤγουν γυναικὸς καὶ τέκνων, μήτε ἅπτεσθαι μήτε θίγειν μέχρι καὶ μεταδόσεως ἄρτου δανεικοῦ. καὶ εἰ μὲν λέγουσιν οἱ τοῦ ἀπαγξαμένου καλὴν εἶναι τὴν πρᾶξιν τῆς ἀπαγχονίσεως καὶ τὴν αὐτὴν αὐτῷ φιλεῖν τελέσαι κἀκεῖνοι, καλῶς ἀφίστανται, ὁπότε οὐδ' οὕτως εὐθύς· δεῖν γὰρ πρῶτον διδάξαι, φωτίσαι, παρακαλέσαι φυγεῖν τὸν ὄλεθρον· τοῦτο γὰρ χριστιανῶν, τοῦτο φιλαδέλφων, ὅτι καὶ ὁ Κύριος τὸν Ἰούδαν πολλοῖς χρηστεύμασιν καὶ διορθωτικοῖς προφητεύμασιν, εἰδὼς ὃ ἔμελλεν ποιεῖν, ἐπειρᾶτο ἀναπείθειν, τὸ οὐαὶ αὐτῷ ἐπιφθεγγόμενος καὶ τὸ συνέφερεν εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος λέγων, κἂν οὐ συνῆκεν ὁ τάλας. εἰ δέ, ὡς φῆς, καὶ καταθρηνοῦσι τὸν ἰουδοτέλεστον καὶ ἀπεύχονται τῆς μερίδος ἐκείνης πάντα χριστιανὸν καὶ ἔκστασιν ἐξέστησαν ἀφορήτου θλίψεως καὶ ζητοῦσι παράκλησιν, τί τοῦτο, ὅπερ διηγῇ, ἢ ὅτι τῷ Χριστῷ ἐναντιοῦνται οἱ χωριάται καὶ τῷ διαβόλῳ ἀνοίγουσι θύραν ἀπωλείας τῶν ἀξιοπαρακλήτων; οὐαὶ τοῖς οὕτω ποιοῦσιν, ὅτι συνεργοί εἰσι τοῦ διαβόλου. Καλῶς οὖν ὁ κύριος Μακάριος καὶ πνευματικὸς πατὴρ παρεκάλεσεν τοὺς τοιούτους, καλῶς καὶ ἑστιάθη ἐν ἐκείνῃ τῇ οἰκίᾳ καὶ μηδεὶς χριστιανὸς διακρινέτω τὸ αὐτὸ ποιεῖν. ἐπειδὴ δὲ λόγος περὶ ἐπιτιμίου, οὐχ ὅτι ὑπαίτιοι (ἕκαστος γάρ, φησίν, ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ οὐκ ἀποθανοῦνται τέκνα ὑπὲρ πατέρων, ὡς καὶ ἔμπαλιν), πρὸς δὲ παρηγορίαν, μιᾷ τεσσαρακοστῇ φυλάξονται κρεοφαγίας, δῆλον ὅτι καὶ τοῦ μὴ μετέχειν τῶν ἁγιασμάτων. εἰς δὲ τὴν ἐκκλησίαν εἰσιέτωσαν εὐχόμενοι, μέχρι τῶν κατηχουμένων ἐπιμένοντες, δότωσαν καὶ τὴν ἀνήκουσαν μοῖραν τοῦ ἀθλίου εἰς πτωχούς· προσφορὰ μὲν γὰρ καὶ λειτουργία ὑπὲρ αὐτοῦ οὐ θέμις γίνεσθαι πάντῃ, ἡ δὲ ἐλεημοσύνη γινέσθω· ὠφελεῖ γὰρ αὕτη καὶ εἰς ἄπιστον, ὥς φησιν ὁ Χρυσόστομος, καὶ ἄλλως ὅτι τοῦ Ἰούδα τὰ ἀγκτικὰ ἀργύρια εἰς ταφὴν τοῖς ξένοις ἐδόθη. πηξάτωσαν καὶ τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ εἰς τὸν τόπον, οὗ ἡ ἀγχόνη, ὅτι καὶ αὐτὸς ὁ σταυρὸς ἐν τῷ Κρανίου τόπῳ πήγνυται, διότι ἐκεῖ τοῦ ἀνθρωποκτονηθέντος Ἀδὰμ τὸ κρανίον, ἀφ' οὗ καὶ ὠνόμασται. Τοσαῦτα ἔχομεν λέγειν ἐκ τῶν ἐγγράφως, καὶ τοὺς μὲν τοῦ παθόντος παρακαλοῦντες καταλῆξαι τῆς πολλῆς λύπης καὶ δι' εὐχαριστίας καὶ ἀγαθοεργίας προσεδρεύειν τῷ ἀγαθῷ θεῷ, τοὺς δὲ τοῦ χωρίου παραινοῦντες, ἀφεμένους τῆς πονηρᾶς διακρίσεως, κοινωνοὺς ἔχειν ὡς πρὶν τοὺς τῆς οἰκίας ἐκείνης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν. 450 Τοῖς ἐν ἄστει ἀδελφοῖσ Εὔκαιρον ἡγησάμην τανῦν, εἰσιόντος τοῦ ἀδελφοῦ Λέοντος, ἐπιστεῖλαι κοινῶς πᾶσιν, εὐλογημένοι ἀδελφοὶ καὶ πατέρες, προσυπομνήσκων τὰ ἐχόμενα σωτηρίας, ἐπειδὴ κἀν τῇ ἀπουσίᾳ ταύτῃ καὶ ἐξορίᾳ, ἔμφοβός εἰμι καὶ ἔντρομος μετὰ τοῦ οἰκείου φορτίου τῶν ἁμαρτημάτων καὶ περὶ τῆς ἀνηκούσης μοι εἰς ὑμᾶς φροντίδος καὶ προστασίας· φοβοῦμαι γὰρ καὶ δεδιῶ μήπως ὑμεῖς οἱ ἐν ἄστει διατρίβοντες εὐριπιστότερον εἰς ἔμπτωσίν τινα ἐμπέσοιτε καί, ἅπερ διὰ πολλῶν κόπων τε καὶ ἄθλων τῶν πρὸ διωγμοῦ καὶ ἐν τῷ διωγμῷ συνηθροίσαμεν ἀγαθουργήματα, ἀφυλακτήσαντες πρὸς βραχὺ ἄρδην ἀπολέσωμεν. ἀκούω ἀστασίαν, μεταβασίαν, ἄλλον ἐξ ἄλλου καὶ ἀδελφοῦ καὶ τόπου μεταβαίνοντα καί, τό γε ἐλεεινότερον, μόνον ἄλλον καθεζόμενον καὶ ἕτερον τὸ κελλίον εἰς οἰκίαν, ἔνθα γυναῖκες, ἔχοντα· καὶ ἄλλον πάλιν εἰς μοναστήριον γυναικεῖον διαιτώμενον εἰσαεί, ἕτερον πάλιν ὧδέ τε κἀκεῖ οἰκοτριβοῦντα, ἔνθα κόραι, ἔνθα πῦρ οὐκ ἐμπρῆζον χόρτον, ἀλλ' οἶκον ψυχῆς, ἐνίους πάλιν ἐπιλαθομένους τῆς ἐννόμου ζωῆς, δούλους ὠνησαμένους, αὐτοῖς συζῆν καὶ γοῦν ἑτέρους ἀγροὺς ἀγοράζειν. ὢ τῆς ἀθλίας μου ψυχῆς· πῶς ἐν τούτοις οὐ στενάξω, πῶς δὲ οὐ φοβηθήσομαι μὴ ἀναγγέλλων τὸ δικαίωμα τοῦ θεοῦ; τί δὴ ἐξέστητε, ἀδελφοί, τί δὲ οἱ δοῦλοι Κυρίου δοῦλοι παθῶν γεγόνατε; τί οἱ ἐν νόμῳ ἀνομεῖν ἀνέχεσθε, τί δὲ οἱ θεραπευταὶ Χριστοῦ, υἱοὶ παραπικραίνοντες, οὐ μετέρχεσθε τῆς πονηρᾶς ἀπαγωγῆς, οὐ καθέζεσθε εἰς τόπους ἀσκανδαλίστους, οὐ δύο δύο ἢ καὶ πρὸς σύνεστε ἀποστολικῶς; Οὐαὶ τῷ μόνῳ· οὐαὶ τῷ ἀκαθίστῳ· οὐαὶ τῷ γυναιάζοντι, οὐαὶ τῷ δουλοδούλῳ· οὐαὶ τῷ Γιεζῇ, ὃς ὠνησάμενος ἀγροὺς καὶ ἀμπελῶνας κεκληρονόμηκε τὴν λέπραν Νεεμάν. μὴ οὐχὶ θεῖαι φωναὶ αὗται, μή τι ἐγὼ παρ' ἐμαυτοῦ εἰσφέρω; ὅτε ἔβραζεν ὁ διωγμός, εἶχέ τις λόγον ἐξ ἀνάγκης ἔν τισιν ὧν ἀπηριθμησάμην ἐμπίπτειν καὶ ἡ διὰ τὴν πίστιν ἀνάγκη ἔσῳζε τὸν εὑρισκόμενον. νῦν δὲ οὐδεὶς ὁ διώκων οὐδὲ κωλύσων καλῶς ἡμᾶς καθέζεσθαι καὶ σὺν ἀλλήλοις δυοῖν εἶναι τοὐλάχιστον· ἐξ ὑμῶν γὰρ αὐτῶν κατακρίνεσθε, τῶν ἐννόμως διαζώντων οἱ κακόζωοι. ἢ οὐχὶ προδήλωμα τῆς ἐν εἰρήνῃ ἀσυνδρομίας ὑμῶν ἡ παροῦσα ἀθεσία; ἀνανήψατε, παρακαλῶ, ἀδελφοί μου ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι· ἂν μὴ διορθώσησθε, οὐχ οὕτως κλητέοι, ἀλλ' ἐναντίως, ὅπερ ἀπείη. Ταῦτα διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων· εἴ τις μὴ διορθώσηται μετὰ τὴν ὡρισμένην εἰς χρόνου τινὸς σύμφθασιν ἐπιμονήν, τῶν ἁγιασμάτων ὑπὸ θεοῦ εἰς μετάληψιν εἴργεται κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέν μοι ὁ Κύριος ἐν ὑμῖν. εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὁ λόγος. ὑμεῖς δέ, ἀδελφοί μου, ὡς υἱοὶ ὑπακοῆς εὖ πράξατε, ἵνα καὶ θεὸν θεραπεύσητε κἀμὲ τὸν ἐλεεινὸν τοῦ θανάτου τῆς ἁμαρτίας ἐξέλησθε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν πατρὶ καὶ Ἁγίῳ Πνεύματι. ἀμήν. 451 Ἰωάννῃ Σάρδησ Ἀπὸ χρόνου ἠκούσαμεν νοσηλεύεσθαί σου τὴν πατρικὴν ἁγιωσύνην, ἄρτι δὲ μικροῦ δεῖν καὶ ἀπογνωσθεῖσαν, καὶ τοσοῦτον ἐθροήθημεν οἱ ταπεινοὶ καὶ συνεκινήθημεν λυπηρῶς, ὡς ὁρμῆσαι καταλαβεῖν ἡμᾶς ἐν τοῖς αὐτόθι καὶ ὄψει ὑπολαβεῖν τὴν ἀπευκτὴν ἀκοήν· οὐκ ἐξεγένετο δὲ διὰ τὰ παριστάμενα τοῦτο. διὸ ἠναγκάσθημεν οἱονεὶ πετασθῆναι τοῖς γράμμασιν ὡς ἐν σώματι καὶ ἰδεῖν σε, τὸν καλὸν πατέρα, τὸν γνήσιον φίλον, τὸν γενναῖον μάρτυρα τῆς ἀληθείας· εἴπερ ὑπὲρ αὐτῆς σὺ καὶ ἐξόριστος καὶ φρουροδέσμιος, καί γε πρὸ τούτων θέατρον γενάμενος, ἀποστολικῶς εἰπεῖν, καὶ ἀγγέλοις καὶ ἀνθρώποις, καθ' ἣν ἡμέραν ἔρριπταί σου ὑπὸ τῶν ἀσεβῶν κατὰ πρόσωπον τοῦ καϊαφαϊκοῦ συνεδρίου εἰς τοὔδαφος ἡ ἱερὰ κορυφή. ὤ, τί γίνεται ἐν ἡμῖν; τί ἀπαίρειν τῶν τῇδε σπεύδεις ὁ στῦλος τῆς ἐκκλησίας; μεῖνον μεθ' ἡμῶν ἔτι, μεῖνον, συγκακοπάθησον τῷ εὐαγγελίῳ ὡς καλὸς στρατιώτης. ὁρᾷς ὅπως ἔνεστιν ὁ πόλεμος, ὅπως βαλλοίμεθα καὶ βάλλομεν ὑπὲρ τοῦ λόγου; Ναί, ἀντιβολοῦμεν, ἐπίμεινον· αἴτησαι ὃν ὡμολόγησας Χριστὸν καὶ ὁμολογεῖς προσκυνεῖν ἀνθρωποπρεπῶς ἐγγραφόμενον καὶ εἰσακούσει τῆς δεήσεώς σου. εἰ δὲ πάντως ἀπαίρεις, οὕτω τῆς προνοίας κελευούσης, αὐτὸς μὲν χωρήσεις, εὖ ἴσμεν, ὁμολογίας ἔπαθλον ἀπενεγκάμενος, ἡμῖν δὲ ἵλεω τὸν θεὸν τὸν ἀγαθὸν καταστήσοις ταῖς πρεσβείαις, οὐ μὴν ἀλλὰ καὶ εἰς τὸ ταχῦναι ἐπισκέψασθαι τὴν ἑαυτοῦ ἐκκλησίαν. 452 Νικήτᾳ ἡγουμένῳ Οὐκ ἄκαιρον, οἶμαι, τὸ παρὸν γραμματεῖον τῇ πατρικῇ σου ἁγιωσύνῃ, οὐ μόνον ὅτι τὸ τῆς ἀγάπης πληροῖ, ἀλλ' ὅτι καὶ λυπηρόν τι ἐνιζάνον ἡμῶν τῇ ταπεινῇ ψυχῇ φανεροποιεῖ· καί, εἰ κελεύεις, πρόσσχες τοῖς λεγομένοις. μεθ' ὑποστροφὴν τῆς ἐν τῷ Ἀκρίτᾳ συνοψίσεως ὑμῶν τῶν ἁγίων πατέρων συνέτυχον τῷ ἡμετέρῳ ἀδελφῷ Ἀθανασίῳ, διηγούμενος ἕκαστα τῶν ἐν Κυρίῳ διειλεγμένων, ἐπειπὼν ὅτι καὶ ὁ τοῦ Μηδικίου συνίστησι τὸν Μαξιμίνου ἐπὶ τῇ καλλίστῃ μεταβολῇ αὐτοῦ, ἤγουν ἀπολογίᾳ καὶ ὁμολογίᾳ. ὁ δὲ ἀνένευσεν, καὶ τὴν αἰτίαν τῆς ἀνανεύσεως ἐγὼ μὲν ἀπῄτουν, ἐκεῖνος δέ φησιν·" 4ἐν τῷ ἀπολογητικῷ, ὅπερ συνεγράψατο καὶ αὐτὸς ἀνέγνων, λέγει μεταλαβεῖν, ἀλλ' οὐχὶ κοινωνῆσαι, καὶ οἰκονομίαν εἶναι καθ' ὕφεσιν ἀκριβείας, ἀλλ' οὐκ ἔκπτωσιν ἀληθείας τοῦτο" 5. τί ταῦτα, ὦ πάτερ τιμιώτατε; οὐχ ὁμολογεῖ, ὡς ἐν τύπῳ εἰπεῖν, ὅτι" 4φειδοῖ τοῦ γήρους ὤλεσά μου τὴν ψυχήν, κοινωνήσας ἐπὶ τῇ ἀρνήσει τῆς εἰκόνος Χριστοῦ, τῆς τε Θεοτόκου καὶ πάντων ἁγίων· τοῦτο γὰρ ἡ εἰκονομαχικὴ αἵρεσις, κἀν τούτῳ συνηλίσθην τοῖς ἀσεβέσιν, εἶτα καὶ ἕως τέλους ἐνέμεινα ἐν τῷ μοναστηρίῳ μου ἀδίωκτος, δονουμένης τῆς καθ' ἡμᾶς οἰκουμένης" 5; οὐχ οὕτως ἐξομολογεῖται καὶ προσκλαίει, ἀλλὰ τὰ βατταρίσματα ἐκεῖνα φαίη καί, ὥς φησιν ὁ ἐξηγούμενος, ὅτι γε καὶ παράγει εἰς συνηγορίαν αὐτοῦ Διάνιόν τινα τῶν πατέρων τὸ αὐτὸ πεποιηκότα, ὅν, φησίν, εἰσεδέξατο ὁ Ἅγιος Βασίλειος, ἐπεὶ καὶ τὸν πατέρα Γρηγορίου τοῦ Θεολόγου. Ὢ δικαίας ἀγανακτήσεως τοῦ τε ἱεροῦ ἡμῶν ἀρχιερέως καὶ παντὸς τοῦ ὁμολογητικοῦ πληρώματος· εἰ γὰρ ἐκεῖνο οὐ κοινωνία οὐδὲ ἔκπτωσις, τί τὸ ὄφελος τῶν ἐκείνοις ἀγώνων τε καὶ ἄθλων, αἱμάτων τε καὶ ταλαιπωρημάτων; τί δὲ καὶ αὐτὸς ἐπετιμήθη; τί δὲ καὶ ἀφίησι τὸ μοναστήριον; τί δὲ καὶ εἴργεται τῆς ἱερουργίας; ὤ, καὶ αὖθις λέγω, τῆς θείας ἀγανακτήσεως· ὅτι τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατέχων οἴεται καὶ τοὺς πατέρας ταὐτοπαθεῖν αὐτῷ. φέρε οὖν, ἴδωμεν τὸν ἀλόγιστον λόγον·" 4μετέλαβον, ἀλλ' οὐκ ἐκοινώνησα" 5. λέγει τοιγαροῦν ὧδέ που τῶν θεολόγων ὁ διαβόητος· μετέλαβον τῆς εἰκόνος καὶ οὐκ ἐφύλαξα. μεταλαμβάνει τῆς ἐμῆς ἀσθενείας, ἵνα καὶ τὴν εἰκόνα σώσῃ καὶ τὴν σάρκα ἀθανατίσῃ· δευτέραν οὖν κοινωνίαν κοινωνεῖ, καὶ πολὺ τῆς προτέρας παραδοξοτέραν. ἰδού, τὸ" 4μετέλαβον" 5 κοινωνεῖν ἐκπέφασται· μετάληψις γὰρ καὶ κοινωνία ταὐτόν, ἡ μὲν ἐκ τοῦ μετέχεσθαι, ἡ δὲ ἐκ τοῦ τοὺς μετέχοντας κοινοποιεῖσθαι ὀνομαζομένη. καὶ τοίνυν ὁ θεσπέσιος ἀπόστολος· τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; τὸν ἄρτον, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Κυρίου ἐστίν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Ἰδού, δέδειχε κἀνταῦθα τὸ φῶς τοῦ κόσμου ὅτι κοινωνία ἐστὶν ἡ μετοχή, οὐκ ἄν τις δὲ φρενῶν εἴσω ὢν οὐχὶ τὴν μετοχὴν μετάληψιν εἴποι. ὡς οὖν ὁ θεῖος ἄρτος ὑπὸ τῶν ὀρθοδόξων μετεχόμενος πάντας τοὺς μετόχους ἓν σῶμα ἀποτελεῖ, οὕτω δὴ καὶ ὁ αἱρετικὸς ἄρτος κοινωνοὺς τοὺς αὐτοῦ μετέχοντας ἀλλήλων ἀπεργαζόμενος ἓν σῶμα ἀντίθετον Χριστοῦ παρίστησι, καὶ ὁ κενολόγος μάτην κενολογεῖ. εἰ δὲ ὅτι ὁ νοῦς, ὁπότε μετελάμβανεν, οὐ συνδιετίθετο τῷ πραττομένῳ, τοῦτό ἐστι τὸ μᾶλλον ἀρνητικόν, ὅτι, καίπερ εἰδὼς ἐκτοπουργεῖν, ὅμως ἐν γνώσει ἡμάρτανεν, μὴ φοβηθεὶς τὸν ἀποκτένοντα θεὸν καὶ ψυχὴν καὶ σῶμα διὰ τῆς ἐν γεέννῃ ἐμβολῆς, ἀλλὰ τὸν προσκαίρως σῶμα τύπτοντα. τί συμφέρει τὰ ἀσύμβατα; τί οἴεται συνηγόρους τοὺς ἀντηγόρους αὐτοῦ ἁγίους; ἤδη καὶ μόνον κατάνευσις ἢ ἀνάνευσις ἐπί τε ὁμολογίας καὶ ἀρνήσεως ἔργου πλήρωσις αὐτοῖς δογματίζεται καὶ οὐδὲ ὑπόκρισιν εἰς μαρτύριον προσήκαντο τοῦ μόνον ἅψασθαι θύματος, οὐκ εἰδωλικοῦ, ἀλλ' οὐδὲ ἰδιοθύτου· καὶ τὰ παραδείγματα ἄπειρα. Τί δὴ οὖν ἄλλο ἢ τοῦτο ἦν ἐν τῷ προλαβόντι διωγμῷ; ὁ ἱερὸς πατριάρχης κατηνέχθη, ἐξωστρακίσθη, περιωρίσθη ἐν παραβύστῳ τόπῳ· ἀντίθρονος χριστομάχος, σύνοδος ἀθετούντων, ἀναθεματισμὸς τῆς ἐν Νικαίᾳ ἁγίας συνόδου, ἀνάρρησις τῆς πάλαι ἀντιχριστούσης, ὑπερορίαι τῶν ἁγίων ἐπισκόπων τε καὶ ἡγουμένων, μοναζόντων καὶ μοναζουσῶν· αἵματα χεόμενα, θάνατοι ἄωροι, εἱρκταί, λιμαγχονήσεις, λεηλασίαι· τὸ φοβερώτερον καὶ ὁρώμενον καὶ ἀκουόμενον, ἡ σεπτὴ εἰκὼν τοῦ Χριστοῦ ἐνυβριζομένη, καταπατουμένη, τῆς Θεοτόκου, τῶν ἁπάντων ἁγίων, οἵ τε ναοὶ καὶ τὰ θυσιαστήρια ἐρειπούμενα, τὰ ἅγια βεβηλούμενα, πυρὶ παραδιδόμενα. τούτων οὕτως ἐχόντων, οὐ πᾶς ὁ κοινωνήσας, ἤγουν μεταλαβών, τοῦ ἰοβόλου ἄρτου ἀρνησίχριστος, ἔκθετος, ἀνόσιος, εἰ μή τι διὰ μετανοίας ἀνακληθῇ; οὕτως ἔχει ἡ ἀλήθεια καὶ ταύτῃ ἀπεκτάνθησαν οἱ μάρτυρες καὶ ὕποισαν ἅπαντα οἱ ἀντεχόμενοι. καὶ εἴ τις τῷ κανόνι τούτῳ στοιχεῖ, φησὶν ὁ ἀπόστολος, εἰρήνη ἐπ' αὐτὸν καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ· τὸ γὰρ τοῦ Διανίου καὶ τοῦ πατρὸς τοῦ Θεολόγου, εἴ τι καὶ τοιοῦτον ἕτερον, τεχνικοῦ γράμματος ὑπὸ αἱρετικῶν σκαιωρηθέντος κλοπὴ ἦν, ἁπλότητι κατασοφισθέντων καὶ οὐκ ἐκ φόβου τινὸς (ἄπαγε) ὑπογραψάντων τῶν ἁγίων ἐκείνων. διόπερ εὐθὺς αὐτοῖς ἅμα τοῦ γνῶναι τὸν δόλον ἡ ἀνάκλησις καὶ ἡ εὔθαρσος ἀπολογία. Ταῦτα, πάτερ ἅγιε, εἴ σοι θεμιτόν, ἐκφερομύθησον τῷ ἀνδρί, ἵνα εἰδὼς τὴν ἀλήθειαν ἀπορρίψοι τὴν ἄδικον συγγραφὴν ἐκείνην καὶ μετὰ εὐσεβούντων τάττοιτο, ἐπὰν καὶ γέρων καὶ ἐπιτιμηθεὶς καὶ διά τοι τοῦτο ἐάσας τὴν περιβόητον μονήν· εἰ δὲ μή, ἀλλ' ἡμῖν γε εὖξαι μηδεμίαν κοινωνίαν ἔχειν ἐν τῷδε τῷ μέρει μετὰ τοῦ ἀνδρός, εἴπερ καὶ οὐ μεταμελοῖτο. 453 Ἠλίᾳ τέκνῳ Τίς ὁ ἀναγκάσας με ἐπιστεῖλαί σοι, ἄνθρωπε; θεὸς δῆλον ὅτι, ὁ καταστήσας με ἐπὶ σὲ ποιμένα καὶ νομοθέτην, ᾧ δώσω ὡς ὑπὲρ πάντων τῶν ἀδελφῶν σου καὶ περὶ σοῦ λόγον. ἀπετάξω δὴ οὖν αὐθαιρέτως, ὑπετάγης εὐηκόως, εἶτα ἐσινίασέ σε ὁ σατανᾶς, ἀπορρήξας τῆς θείας συναφείας· αὖθις ἐλέει θεοῦ συνήφθης καὶ πάλιν ἐνεργείᾳ δαίμονος ἀπεπήδησας. ἔπειτα πάλιν ἐλθὼν ἐξωμολογήσω, ὑποσχόμενος τὴν πρὸς τὸ ἑξῆς ἀσφάλειαν, καί, ἐπειδὴ ὑποστροφὴ τῆς ἐξορίας ἐπὶ τοῦ Νικηφόρου, οὐ συνῆλθες τοῖς λοιποῖς, ἀλλ' ἔμεινας ἐφ' ἑαυτοῦ, δελεαζόμενος ὑπὸ τοῦ ὄφεως, καὶ τοῦτο ἕως τοῦ νῦν βασιλεύοντος τετάρτου μετὰ Νικηφόρον. ἕως πότε, ἐλεεινέ, ἐγκυλίῃ τοῖς τῆς ἁμαρτίας τέλμασιν; ἕως τίνος οὐκ ἀνήσεις ἀσχημονεῖν ἐνώπιον θεοῦ καὶ ἀνθρώπων; οὐκ ἔνι θάνατος; οὐκ ἔνι κριτήριον; οὐ δώσεις τίσιν αἰώνιον, ἧς καὶ μόνον ἐνθύμησις καταστέλλει ψυχὴν καὶ ἐπιστρέφει πρὸς μετάνοιαν; Ἀνάνηψον, ἄνθρωπε, ἀνακλήθητι, παρακαλῶ· ἄφες οἰκοδομεῖν οἰκίας κοσμικῶς, ὁ τὸν οἶκόν σου τῆς ψυχῆς καταλελυκώς· ἔα τεκτονεῖν ὡς λαϊκός, ὁ τεκταινόμενος ὑπὸ τοῦ σατανᾶ. μὴ προφασίσῃ τοῦτο κἀκεῖνο, οὐδείς σε ἐξελεῖται ἐκ χειρὸς Κυρίου. μὴ εἴπῃς ἡμαρτηκὼς" 4οὐκ οἴσω τὰς ἐπιτιμήσεις" 5. οἴσεις, τέκνον μου· καλῶ γάρ σε οὕτως ἐλπίδι τῆς ὑποστροφῆς ἐγὼ ὁ ταπεινός· εἰ πατήρ, πεφεισμένως ἰατρεύσω, συμπαθητικῶς, φιλοστόργως. μόνον θέλησον, μόνον κινήθητι, διάρρηξον τὰ κατέχοντά σε δεσμὰ τοῦ θανάτου· ἐγγύθεν θεοῦ βοήθεια καὶ ὁ φύλαξ σου τῆς ζωῆς ἄγγελος προπορεύσεται· χαρὰ ἐν οὐρανῷ γενήσεται, θρηνήσει διάβολος, σκιρτήσω ἐγὼ ὁ τάλας, εὑρηκὼς τὸ ἀπολωλός μου πρόβατον, καί γε ἡ ἀδελφότης σου. εἰ δὲ μή, ἔσῃ θήραμα τῷ διαβόλῳ, τοῦ οὐαὶ κληρονόμος· οὗ ῥυσθείης ὑπακούσας καὶ σὺν τῷ ἀδελφῷ σου Σίλᾳ ἐλευσόμενος. 454 Τῇ ὁμόζυγι Δημόχαρι Ἀφ' ἧς ἡμέρας ἀνηγγέλη ἡμῖν ὁ θάνατος τοῦ μακαρίου στρατηγοῦ μέχρι τοῦ δεῦρο, πολλὰ δοκιμάσαντες, οὐκ εὐωδώθημεν ἐπιστεῖλαι τῇ τιμιότητί σου· καὶ νῦν δὲ ἐπιστέλλοντες οὐδέν σε ὠφελεῖν οὐδὲ ἐλαφροποιεῖν τοῦ βάρους τῆς ἐνωδύνου καρδίας δυνάμεθα (τίς γὰρ καὶ ἐξευρεθείη λόγος ἄλγος τοσοῦτον θεραπεύειν;), ἀλλ' ἵνα καταδήλους ἑαυτοὺς ποιήσωμεν ὡς μετέσχομεν καὶ αὐτοὶ λύπης οὐ μόνον ἐπὶ τῷ ἐνδημήσαντι πρὸς Κύριον, ὅτι ἀνὴρ ἀγαθὸς καὶ εὐσεβής, πρόμαχος ὀρθοδοξίας καὶ ἀγωνιστὴς εἰρήνης ἀπολέλοιπεν ἡμᾶς (ὢ τῆς συμφορᾶς), ἀλλὰ καὶ ἐπὶ σοὶ τῇ καταλειφθείσῃ ἐρήμῳ τῆς ὁμοζυγικῆς ἐπικουρίας, ἄλλως τε καὶ φιλανδρούσῃ λίαν. Οὕτως οὖν ἀπαραμύθητον τὸ πάθος ἀπέδειξεν ὁ λόγος. ἀλλ' ἐπεὶ οὐκ εἶ ἀδίδακτος τοῦ θείου διατάγματος ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ πάλιν, ἵνα μὴ ἐπὶ τοῖς κεκοιμημένοις λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα, ὡς ἀχθησομένοις σὺν τῷ Ἰησοῦ ὑπὸ θεοῦ ἐν τῇ ἀναστάσει, παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν κενῶσαί σε τὸ πολὺ τῆς λύπης, λαβεῖν παραμύθιον μικρόν, εἰς ἑαυτὴν γενέσθαι, ἱλαρῦναι τὴν ψυχήν, ἐπειδὴ καὶ τέκνα ἔχεις καὶ οἰκία σοι πάρεστιν μεγαλοφυὴς καί, εἰ μὴ ὁ νοῦς ἀνενέγκοι τῆς κατακρατήσεως τοῦ πάθους, διοικεῖν καὶ διέπειν ὀρθῶς οὐκ ἄν ποτε δυνηθείη. ἐπὶ πᾶσι δὲ κἀκείνῳ τῷ μακαρίῳ λυσιτελήσει τὸ λεγόμενον· οὗ τί ἂν γένοιτο περισπουδαστότερον; Τί οὖν λοιπόν, ὦ κυρία; δὸς δόξαν τῷ ἀγαθῷ θεῷ, φθέγξαι τὰ τοῦ Ἰώβ, ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. εἴη ἐντεῦθεν ὡς ἀληθῶς μέγιστον κλέος καὶ φανείης οἵου πεπαιδευμένου ἀνδρὸς ὁμόζυγος ἐγένου· καὶ γὰρ ἐκεῖνος καὶ γνωστικὸς καὶ σοφὸς καὶ παιδευτὴς τῶν ἀμυήτων. ὡς οὖν ἐκεῖνος ἀνδράσιν ὑπόδειγμα καλόν, ἔσο καὶ αὐτὴ γυναιξίν, ἐκκλίνουσα τὸ φιλοπενθὲς καὶ δεικνύουσα ὅτι σοι προστάτης ὁ θεός, ὃς καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναί σε παρήγαγεν καὶ εἰς ἀκμὴν ἡλικίας ἤγαγε καὶ τηλικούτῳ ἀνδρὶ συνέζευξεν, καὶ αὖθις διαζεύξας ἑνώσειεν διὰ τῆς ἀναστάσεως. ὥστε νόμισον ἀποδημίαν εἶναι τὸ πρᾶγμα· οὐκ ἆρα ἤνεγκες τὴν στέρησιν, εἰ βασιλεὺς ἐπίγειος ἐπέτρεψεν; οἶσον, δέσποινά μου, καὶ τήνδε, ἣν ὁ μόνος ἀληθινὸς καὶ πάντων βασιλεὺς ἐκέλευσεν. ναί, παρακαλοῦμεν, καί γε πιστεύομεν ἀπολήψεσθαί σε αὐτὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φυλάττουσαν τὴν χηρείαν ἐν Κυρίῳ καὶ τεκνοτροφοῦσαν ἄριστα τὰ καλὰ βλαστήματα· ἅπερ καὶ προσαγορεύομεν καὶ ὁμοιοτρόπως σοι παραινοῦμεν φέρειν τὴν πατρικὴν στέρησιν καὶ μητρικῇ διαπλάττεσθαι ῥυθμίσει πρὸς πᾶσαν εὐθύτητα. 455 Θεοφίλῳ τῆς Ἐφέσου Ἔλαβον ἐπὶ χεῖρας τὸ γραμματεῖον, ὅπερ ἀπέστειλεν ἡ ἱερά σου κορυφὴ Ἀθανασίῳ τῷ ἡμετέρῳ ἀδελφῷ, καὶ ἀναγνοὺς ἐλυπήθην, ἱερώτατέ μου πάτερ, λύπην ἱκανήν, πρῶτον μὲν ὅτι ἐν ἡμῖν αὐτοῖς, τοῖς ὀρθοτομοῦσι τὸν λόγον τῆς ἀληθείας κατὰ τὴν νῦν λυττῶσαν αἵρεσιν τῶν εἰκονομάχων, ἐρεσχελίαι γίγνονται καὶ σχίσματα ἐπιφύονται, ἔπειτα ὅτι ἀναγκάζομαι ὁ ἐλάχιστος ἀντιθετικῶς τὴν διά λεξιν ποιήσασθαι. ἀλλὰ συγγινωσκέτω ἡ μεγαλειότης σου· περὶ γὰρ ἀληθείας ὁ λόγος, ἧς οὐδὲν προτιμότερον οὐδὲ αἰδεστικώτερον. Τί δὲ τὸ ἐμφερόμενον ἐν τοῖς γράμμασι, περὶ οὗ ἡ λύπη; ἡμεῖς, φησίν, οὔτε κτένεσθαι τοὺς Μανιχαίους οὔτε μὴ κτένεσθαι συνεβουλεύσαμεν· εἰ δὲ καὶ ἐπετρέψαμεν, τῶν καλλίστων τὸ μέγιστον εἴχομεν ἂν ποιῆσαι. τί φῆς, ὦ θεοτίμητε; ὁ Κύριος ἀπηγόρευσεν ἐν τοῖς εὐαγγελίοις τοῦτο, εἰπών· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· ἄφετε συναυξάνεσθε μέχρι τοῦ θερισμοῦ. καὶ αὐτὸς τῶν καλλίστων τὸ μέγιστον φαίης εἶναι τὴν ἐπιτροπὴν τῆς ἐκριζώσεως; καὶ ὅτι τὰ ζιζάνια τοὺς αἱρετικοὺς εἴρηκεν, τούς τε τηνικαῦτα δῆλον ὅτι καὶ τοὺς ἐφ' ὑστέρῳ, ἤγουν ἅπαντας, ἀκουσώμεθα τοῦ Χρυσοστόμου, αὐτὸ τοῦτο ἑρμηνεύοντος· ἐφ' ᾧ τάδε· τί οὖν ὁ δεσπότης κωλύει λέγων, μήποτε ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον; τοῦτο δὲ ἔλεγεν κωλύων πολέμους γίνεσθαι καὶ αἵματα καὶ σφαγάς· οὐ γὰρ δεῖ ἀναιρεῖν αἱρετικούς, ἐπεὶ ὁ πόλεμος ἄσπονδος ἔμελλεν εἰς τὴν οἰκουμένην εἰσάγεσθαι. καὶ μεθ' ἕτερα· τί δὲ ἄλλο διὰ τοῦ μὴ ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον ἢ τοῦτό φησιν, ὅτι" 4εἰ μέλλοιτε κινεῖν ὅπλα καὶ κατασφάττειν αἱρετικούς, ἀνάγκη πολλοὺς καὶ τῶν ἁγίων συγκαταβάλλεσθαι" 5. ὅπερ καὶ γέγονεν ἐν τοῖς καθ' ἡμᾶς χρόνοις· καὶ γὰρ καὶ αἵματα καὶ σφαγαὶ ἐπλήρωσαν τὴν καθ' ἡμᾶς οἰκουμένην καὶ πολλοὶ τῶν ἁγίων συναπῆλθον· καὶ ὁ λόγος τοῦ Κυρίου οὐ διέπεσεν, ὡς ὡμολόγηται παρὰ πολλοῖς. καὶ τί λέγομεν περὶ τοῦ μὴ ἐπιτρέπειν κτένεσθαι αἱρετικούς; οὐδέ γε κατεύχεσθαι αὐτῶν συγκεχώρηται ἡμῖν. ἀκουσώμεθα γὰρ αὖθις τοῦ Κυρίου πρὸς Κάρπον τὸν ἅγιον, ὡς ὑποδεδήλωται διὰ φωνῆς Διονυσίου τοῦ πανσόφου, λέγοντος· παῖε κατ' ἐμοῦ λοιπόν· ἕτοιμος γάρ εἰμι καὶ αὖθις ὑπὲρ ἀνθρώπων ἀνασῳζομένων παθεῖν, καὶ προσφιλές μοι τοῦτο, μὴ ἄλλων ἁμαρτανόντων ἀνθρώπων. πλὴν ὅρα εἰ καλῶς ἔχει σοι τὴν ἐν τῷ χάσματι μετὰ τῶν ὄφεων μονὴν ἀνταλλάξασθαι τῆς μετὰ θεοῦ καὶ τῶν ἀγαθῶν καὶ φιλανθρώπων ἀγγέλων. Ὁρᾷς, θεοσύνετε, τὴν θείαν ἀγανάκτησιν, ἐπειδὴ κατηύχετο τῶν αἱρετικῶν ἀπαλλαγῆναι τῆς ζωῆς, καὶ ὅπως, εἰ ἐπιμένων τῇ διαθέσει ταύτῃ ἦν, ἔμελλεν ὁ ἅγιος καταδικάζεσθαι; οὔτε οὖν, ὡς δέδειχεν ἡ ἀλήθεια, κατεύχεσθαι δεῖ ὅλως, μᾶλλον μὲν οὖν ὑπερεύχεσθαι, ὡς αὐτὸς ὁ Κύριος ὑπέδειξεν ἐν τῷ τοῦ πάθους καιρῷ, λέγων πρὸς τὸν ἑαυτοῦ πατέρα· πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. τὸ δὲ φαίειν σου τὴν ἁγιωσύνην ἔχειν αὐτῇ συμφωνοῦντας ἐν τῷ προβλήματι τούσδε τοὺς ἁγίους, σύγγνωθι, πάτερ, οὐ καλῶς ἐκλαμβάνομεν τὰς τῶν ἁγίων φωνὰς κἀντεῦθεν εὑρισκόμεθα πατρομαχίαν, μᾶλλον δὲ θεομαχίαν εἰσφέροντες. ὁ γάρ τοι θεῖος Κύριλλος ἐν τοῖς κατὰ Ἰουλιανὸν κατὰ τὸ πάλαι νενομοθετημένον προύτεινε τὴν ῥῆσιν, οὐκ ἐφάμιλλον τῇ νέᾳ τὴν παλαιὰν συμβάλλων (μὴ γένοιτο)· οὐ γὰρ ἠγνόει ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, οὐδὲ τὴν τοῦ σωτῆρος σύγκρισιν, ἐν ᾗ φησιν· ἐρρήθη τοῖς ἀρχαίοις τόδε, ἐγὼ δὲ λέγω ὑμῖν τόδε. ὥστε, καθά φησιν ὁ θεοφάντωρ Διονύσιος πρός τινα Δημόφιλον, οὐκ ἀποδεξόμεθά σου τὰς ἀζηλώτους ὁρμάς, οὐδ' εἰ μυριάκις ἐπαναλάβοις τὸν Φινεὲς καὶ τὸν Ἠλίαν· ταῦτα γὰρ ἀκούοντα τὸν Ἰησοῦν οὐκ ἤρεσκον οἱ τοῦ πραέος τότε καὶ ἀγαθοῦ πνεύματος ἀμέτοχοι μαθηταί. καὶ γὰρ καὶ ὁ θειότατος ἡμῶν ἱεροθέτης ἐν πραότητι διδάσκειν τοὺς ἀντιδιατιθεμένους τῇ διδασκαλίᾳ τοῦ θεοῦ· διδάσκεσθαι γὰρ οὐ τιμωρεῖσθαι χρὴ τοὺς ἀγνοοῦντας. ἐνωτίσμεθα οὖν, ὦ μάκαρ, ἃ λέλεχεν καὶ ὁ ἱερὸς Παῦλος, ὁ ἥλιος τῆς ὑπ' οὐρανόν. λέγει τοίνυν καὶ ὁ θεοφόρος Ἰγνάτιος· τοὺς μισοῦντας οὖν τὸν θεὸν μισεῖν χρὴ καὶ ἐπὶ τοῖς ἐχθροῖς αὐτοῦ ἐκτετηκέναι, οὐ μὴν δὲ διώκειν ἡμᾶς αὐτοὺς ἢ τύπτειν, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν· εἰ δὲ οὐ τύπτειν δεῖ, σχολῇ γ' ἂν αὐτοὺς κτένειν. ἐπειδὴ δὲ καὶ τὸν ἅγιον Συμεὼν τὸν τοῦ θαυμαστοῦ ὄρους εἴληφας, δέσποτα, συνᾴδειν σοι, μὴ τοῦτο οἴου, ἱερέ, ὡς μάχεται Χριστῷ ἢ τοῖς ὑπὲρ αὐτὸν διδασκάλοις, ἀλλὰ τί; ἐπὶ ἔθνει τραυματίζοντι τὸ χριστιανικὸν φῦλον ὁ λόγος αὐτῷ τῆς πρὸς τὸν τηνικαῦτα βασιλέα παρακλήσεως, ὡς ἂν μὴ πορθοῦνται ὑπὸ Σαμαρειτῶν οἱ χριστιανοί. καὶ εὖ γε ἔχει, καὶ νῦν τὸ αὐτὸ τοῦτο παρακαλοῦμεν, καὶ Σκύθας καὶ Ἄραβας θανατοῦντας τὸν λαὸν τοῦ θεοῦ πολεμεῖν καὶ μὴ φείδεσθαι τοὺς βασιλέας. ἄλλο τοῦτο κἀκεῖνο ἕτερον, τὸ μὲν ἐπὶ τοὺς πολεμίους, τὸ δὲ ἐπὶ τοὺς ὑπὸ χεῖρα αἱρετικούς· τὸ γάρ τοι περὶ τοῦ Νηστευτοῦ Ἰωάννου, τοῦ τῆς Κωνσταντινουπόλεως προέδρου, οὔ μοι φαίνεται ἀληθές, ἐπιτρέψαι ἀνασκολοπισθῆναι τοὺς γόητας, ἀλλὰ παρακεχωρηκέναι· φονεῖς γὰρ καὐτοί, ἐφ' οὓς οὐ κωλυτέον τοῖς κρατοῦσι τὰ τῶν Ῥωμαϊκῶν νόμων δρᾶν· οὐ γὰρ εἰκῇ, φησί, τὴν μάχαιραν φοροῦσιν, ἔκδικοί εἰσι τῷ τὸ κακὸν πράσσοντι. οὐ μὴν ἐφ' οὓς ὁ Κύριος ἐκώλυσεν ἐπιτρέπειν χρή· σωμάτων γὰρ ἄρχοντες τοὺς ἐν τοῖς σωματικοῖς ἁλόντας ἐξὸν αὐτοῖς κολάζειν, οὐχὶ τοὺς ἐν τοῖς κατὰ ψυχήν· τῶν γὰρ ψυχῶν ἀρχόντων τοῦτο, ὧν τὰ κολαστήρια ἀφορισμοὶ καὶ αἱ λοιπαὶ ἐπιτιμίαι. Οὕτως οὖν, ὦ δέσποτα, ἡμεῖς οἱ εὐτελεῖς φρονοῦμεν· καί γε, ἵνα ἐν ἀφροσύνῃ εἴποιμι, καὶ παρρησίᾳ λελαλήκαμεν τῷ μὲν μακαριωτάτῳ ἡμῶν πατριάρχῃ ὅτι" 4μαχαίρᾳ ἡ ἐκκλησία οὐκ ἐκδικεῖ" 5 (καὶ κατένευσεν), τοῖς δὲ τὴν σφαγὴν δράσασι βασιλεῦσι, τῷ μὲν πρώτῳ ὅτι" 4οὐκ ἠρέσθη θεὸς ἐπὶ τῇ τοιαύτῃ ἀναιρέσει" 5, τῷ δὲ δευτέρῳ, ἀπαιτοῦντι τὴν συνηγορίαν τῆς ἀναιρέσεως, ὅτι" 4πρότερον ἡ κεφαλή μου αἴρεται ἤπερ συνθέσθαι με τούτῳ" 5. ταῦτα δὴ παρ' ἡμῶν τῶν ἁμαρτωλῶν· ὑμεῖς δέ, ἁγιώτατοι, εἰ ἕτερον εὐαγγέλιον ἀνέγνωτε, ὅπερ ἡμεῖς οὐκ ἴσμεν, εὖ ἂν ἔχοι· εἰ δὲ μή, σκοπήσατε τί ὁ ἀπόστολος ἀποφαίνηται. 456 Τοῖς μονάζουσι Μυέλησ Ἡ μὲν κοίμησις τοῦ ἀγαπητοῦ ἡμῶν ἀδελφοῦ Διονυσίου τῇ ὡρισμένῃ βουλῇ τοῦ θεοῦ πρὸ καταβολῆς κόσμου ἤδη ὅρον ἔλαβεν· ὑμῖν δέ, ἀδελφοί, εὖ ποιήσαι Κύριος, ὅτι ὑπεδέξασθε αὐτὸν ἀσθενήσαντα κατὰ πάροδον ἐν τῇ διαφερούσῃ ὑμῖν μονῇ, καὶ τοῦτο μέχρις ἂν ἀπέθετο τὸ σκῆνος ἐν γῇ καὶ ἀπέπτη εἰς οὐρανόν. ὅτι δὲ ἄξιος τῆς ἐκεῖσε πορείας ὁ ἀδελφὸς μαρτύρια πολλά· πρῶτον μὲν ἡ μέχρι γήρους ἀπὸ νεότητος δόκιμος αὐτοῦ ὑποταγή· ἔπειτα δὶς ἐφυλακίσθη, ἅπαξ ἀπῆρεν ἐν τῇ Δύσει ὑπὲρ τῆς καθ' ἡμᾶς ἐκκλησίας ἀπόστολος, ὅνπερ εὐλόγησεν ἀποστολικὸν στόμα καὶ ᾔνεσε Ῥωμαίων ἐκκλησία· ὃς καὶ μεμαρτύρηται ὑπὸ πολλῆς ἀδελφότητος αὐτοῦ ἀνὴρ δυνατὸς ἔργῳ καὶ λόγῳ, ἐργάτης ἐντολῶν θεοῦ, στῦλος καὶ ἑδραίωμα τοῦ οἰκείου κοινοβίου, πολλὰ ἐνδειξάμενος ἀρετῆς ἰδιώματα καὶ νῦν αὐτὸ τοῦτο κατὰ τὸν παρόντα διωγμὸν περιερχόμενος πόλεις τε καὶ χώρας, ὑστερούμενος, θλιβόμενος ἐν τῷ διακονεῖν τὸν τῆς ἀληθείας λόγον μέχρις ἀπέπνει ἐνδημήσας πρὸς Κύριον. Τοιοῦτον οὖν, ὡς ἡ ἀλήθεια ἔχει, ἐξεναγήσατε δοῦλον Κυρίου καὶ τηλικοῦτον λείψανον ἅγιον παρ' ὑμῖν ᾠκονομήθη ἀποθησαυρισθῆναι. διὸ καὶ μᾶλλον προσετέθημεν τῇ κατὰ θεὸν ἀγάπῃ ὑμῶν καὶ ἐπευχόμεθα ὑμῖν τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλήμ, ἀνθ' ὧν μετὰ ἀληθινῆς καρδίας ὑπεδέξασθε τὸν ὅσιον Διονύσιον, οὗ τὸ μνημόσυνον μετὰ τῶν ὁμοταγῶν ἁγίων. 457 Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάσ Ἀδελφοὶ καὶ πατέρες, ἄλλοι μὲν λυπηρῶς ἀναγγέλουσιν τὰς τῶν οἰκείων ἀποβιώσεις, ἐγὼ δὲ καὶ λίαν περιχαρῶς· διατί; ὅτι οἱ ἀποβεβιωκότες ἀδελφοὶ ἡμῶν ἅγιοι κλήσεως ἐπουρανίου μέτοχοι, Ἄνθος ὁ φερωνύμως ἠνθηκὼς τὰς ἀρετάς, καὶ Διονύσιος, ὁ διαπρέψας διονυσιακῶς καθ' ὁσιότητα. οἷος δὲ καὶ ὁ θάνατος ἀμφοτέρων δίκαιον εἰπεῖν· ὁ μέν, ἐληλυθὼς ἀπὸ τῆς οἰκείας ξενίας ἄρτι καί γε συνταξάμενος ἡμῖν αὐτὰ δὴ τὰ τελευταῖα, ἐν τῇ ὑποστροφῇ καθ' ὁδὸν νοσηλευθεὶς κεκοίμηται ἱερῶς ἐν μοναστηρίῳ τῆς Μυέλης· ὁ δέ, ἀσθενείᾳ περιπεσών, ὑπέστη, εἰ μὴ προπετὲς εἰπεῖν, τὰ τοῦ ἀοιδίμου Ἰὼβ παθήματα· καὶ γὰρ τὰς σάρκας αὐτοῦ εἶδεν ῥυϊσκομένας καὶ τὰ ὀστᾶ κεκολλημένα τῇ σαρκί· πόνοι ἀνύποιστοι, πληγαὶ τραυμάτων, ῥύσις τῆς γαστρὸς ἄμετρος, μόνη ἡ πνοὴ παραμένουσα· ἐν οἷς εὐχαρίστως καὶ ὑπομονητικῶς ἐνεγκὼν ἐνεδήμησε καὶ αὐτὸς πρὸς Κύριον. ἴδε οἱ μακάριοι ὡς καὶ αὐτοὶ μάρτυρες, Διονύσιος ὁ τοῦ θεοῦ ἐργάτης δόκιμος καὶ Ἄνθος τὸ ἀρνίον τοῦ Χριστοῦ, Διονύσιος, ὁ μέχρι γήρους τὸν τῆς ὑποταγῆς ἄεθλον ἀπὸ νεότητος τετελεκώς, καὶ Ἄνθος, ὁ ἐκ παιδὸς ὁσιωθεὶς μέχρι μεσηλικιότητος καθ' ὑποταγήν, ἀμφότεροι σκεύη εὔχρηστα τῷ δεσπότῃ θεῷ, οὐ μόνον ἐν οἷς ὑμνήθησαν πρότερον καὶ ὕστερον, πρὸς δὲ καὶ φυλακῶν διαδήματα ἕνεκεν δικαιοσύνης περιεβάλοντο· οὗ τί ἂν γένοιτο ἐνδοξότερον; ἔχει δὲ θάτερος ἄλλο καύχημα, τὸ ἐξυπηρετῆσαι αὐτὸν τῷ κυρίῳ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ, καὶ ἐξυπηρέτησιν μακράν, καὶ οὐ μόνον μακράν, ἀλλὰ καὶ ἐπαινουμένην λίαν. ἀμφοτέρωθεν οὖν ἀξιάγαστος ὁ ἀδελφός. Τί οὖν εἴπωμεν πρὸς ταῦτα, ἀδελφοί; ὅτι μεταβαίνομεν πάντως πάντες ἄνθρωποι ἐντεῦθεν καὶ ἡ μετάβασις ἀπὸ παροικίας εἰς ἀληθινὴν κατάπαυσιν, ἐκ σκότους εἰς φῶς, ἀπὸ ταραχῆς εἰς γαλήνην, ἐκ πολέμου εἰς εἰρήνην, ὅπου οὐκ ἔνι δάκνων ὄφις, ὅπου οὐκ ἔνι τροπῆς φόβος, ὅπου κομίσεται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπαρξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. διὸ σπεύσωμεν, ἀδελφοί μου, καὶ ἡμεῖς ὁσίως ἀποβιῶσαι, ὡς ἂν φύγοιμεν αἰωνίας κρίσεως καὶ ἀξιωθείημεν βασιλείας οὐρανῶν. φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος· ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. φοβηθῶμεν, τέκνα ἀγαπητά, φρίξωμεν, διαναστῶμεν κατὰ τοῦ δράκοντος διαβόλου καὶ οἱ δοκοῦντες ἑστάναι καὶ οἱ ὑποσκελισθέντες, ὅτι τοῖς μὲν βραχεῖα χαύνωσις πτῶσιν ἀπεργάζεται θανάτου, τοῖς δὲ μικρὰ ἀνάνευσις ἴασιν ἀνατελεῖ ψυχικῶν τραυμάτων· μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ναί, ἀδελφοί μου, οὔπω ἡ θύρα κέκλεισται, οὔπω ἡ πανήγυρις διαλέλυται. φεισώμεθα ἑαυτῶν, σκοπῶμεν, πῶς ἐν ἄστει διατρίβομεν, ποῦ καθεζόμεθα, μεθ' οἵων προσώπων διαλεγόμεθα, πηλίκη ἡ τροφὴ ἡμῶν, ἡ ἡσυχία, ἡ ὕπνωσις, ἡ ὁμιλία, ἡ ὕμνησις, ὅλη ἀρεστὴ θεῷ, ὅλη ἐπωφελὴς τῷ πέλας. ἐλεεῖτε, βοηθεῖτε· μή τίς τι πράττοι παρὰ τὸ εἰκός. τί ὄφελος, ἐὰν ὅλον τὸν κόσμον κερδήσω καὶ ζημιωθῶ τὴν ἐλεεινήν μου ψυχήν; τί μοι προσθήσεται ἐν ἡμέρᾳ θανάτου τῶν τῇδε ἡδυπαθειῶν τὸ τέλος, τί δὲ πείσομαι, ὅταν τοὺς ὁμοταγεῖς μου ἴδω προσλαμβανομένους εἰς βασιλείαν θεοῦ, ἐμαυτὸν δὲ αἰρόμενον εἰς τὸ ἐξώτερον σκότος; ὄντως, ἀδελφοί μου, οὐδὲν ἡ εὐπάθεια τῆς σαρκός, οὐδὲν βασιλεία ἐπίγειος, οὐδὲν δόξα πρόσκαιρος, οὐδὲν πλοῦτος ῥευματιζόμενος, οὐδὲν τρυφὴ ἀπορρέουσα, οὐδὲν ἐν οὐδενὶ τῶν νομιζομένων τοῖς φιλοζώοις καλῶν καὶ ὡραίων ὄφελος, ἀλλὰ τὰ πάντα ματαιότης καὶ περισσεία πνεύματος, ὥς φησιν ὁ τῶν ἁπάντων ἡδέων τοῦδε τοῦ αἰῶνος ἀπόπειραν ποιησάμενος. καὶ εἴθε ματαιότης μόνον· ἀλλ' ὅτι ἀντ' αὐτῆς αἰώνιοι βάσανοι ταμιεύονται τοῖς ἐγκεκυλισμένοις αὐτῇ. ἡμῖν δέ, οἷς ἡ πνευματικὴ ζωὴ κεχάρισται ὑπὸ Κυρίου, πόση καὶ πηλίκη τιμωρία, εἰ μὴ φευξόμεθα αὐτῆς, ἀποκείσεται; Διὰ τοῦτο, ἀδελφοί μου, ὑπομιμνήσκω, παραινῶ, παρακαλῶ ὡς ὀφειλέτης, ὡς δοῦλος ὑμῶν διὰ Κύριον, δικαίως καὶ ὁσίως πολιτευσώμεθα καὶ πρὸς τὸ ἑξῆς, ἵνα κληρονομήσωμεν ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 458 Εὐφροσύνῃ ἡγουμένῃ τοῦ Κλουβίου Ἀπῄτει τὸ συμβὰν περὶ τὴν μακαρίαν κυρίαν καὶ κοινὴν μητέρα (οὐ γὰρ παραιτοῦμαι καὶ ἡμῶν μητέρα αὐτὴν ὀνομάζειν διὰ τὴν ἀρετὴν) αὐτοὺς ἡμᾶς ἀφῖχθαι καὶ τὸν προσήκοντα ἐπιτάφιον ἐκείνῃ μὲν ᾆσαι, σοὶ δὲ τῇ ὑπολελειμμένῃ καὶ οἱονεὶ ὀρφανῇ τῆς μητρικῆς συναφείας τε καὶ συμπνοίας φθέγξασθαι παραμύθιον, εἴ γε καὶ ἐξευρεθείη τοιοῦτον φάρμακον, δυνάμενον καταπραῧναί σου τὸ τῆς ψυχῆς ἀλγεινὸν καὶ συμπεπτωκός. ἀλλ' ἐπεὶ τοῦτο οὐκ ἐνδέχεται, διὰ γράμματος ἡ ἐπισκοπή. ὤ, πῶς ἀπέπτη ἀφ' ἡμῶν ἡ καλὴ ἀμμάς, ἡ χριστοφόρος γυνή, τὸ κειμήλιον τῆς σωφροσύνης, τὸ κεχαριτωμένον πρόσωπον, τὸ τῆς εὐλαβείας τέμενος, τὸ πλῆρες ἡμερῶν, τῶν τε λυομένων καὶ μενουσῶν, θέαμα, ὁ ἡγιασμένος ναός, ὁ ἐλαιὼν τῆς συμπαθείας, ὁ οἰκτιρμὸς τῆς ἐπιδόσεως, τὸ ζῷον ὄντως τὸ θεόπλαστον, ὁ ἄφθονος ὀφθαλμός, ἡ ἀβάσκανος καρδία, ἡ καὶ πρὸ θανάτου ἔκδημος τῶν τῇδε διὰ τὸν ποθούμενον νυμφίον Χριστὸν καὶ διὰ τὴν ἐκεῖσε ἄλυπον ζωὴν καὶ ἀμήρυτον. ὤ, ὤ, πόσα λαλήσας δυνηθείην κενῶσαι τὸ συνωθοῦν τὴν καρδίαν μου σεμνολόγημα, καίτοι γε ὀψιμαθὴς ἐγὼ τῆς κυρίας καὶ τῶν ἐνόντων ὑμῖν ἀρετῶν καὶ τοσοῦτον ἐν πείρᾳ, ὅσον ἄκρῳ δακτύλῳ ἐφαψάμενός τις μέλιτος. ἀλλ' ὅμως ἡ βραχεῖα γεῦσις δήλωσιν παρίστησι τῆς ὅλης γλυκύτητος, ἄλλως τε καὶ παρὰ τῶν μᾶλλον πεπειραμένων ὑμῶν τῆς ἀρετῆς ἀδελφῶν ἐκδιδαχθεὶς ἀρκοῦσαν ἔχω τὴν περὶ αὐτῆς γνῶσιν ἐν Κυρίῳ. Ἐκείνη ἀπὸ τοιούτου βίου ἤχθη εἰς τόδε τὸ πολίτευμα· δεῖ γάρ με ἄνωθεν ὑπολαβεῖν καὶ μικρόν τι ἐνδιατρίψαι τῷ λόγῳ παρηγορίας χάριν. ἔχει οὕτως. τῶν ἀφ' ἡλίου ἀνατολῶν τὸ γένος καὶ κατὰ τόπον καὶ τρόπον, εἴπερ ἡ Ἀρμενία ὅθεν καὶ ἡ ἀρετή, εἰ δὲ καὶ τὸ αἷμα δεῖ ζητεῖν, ἐκ βασιλικοῦ κράματος· στρατηγίαι καὶ δημαγωγίαι καὶ ἐν Ἀρμενίᾳ καὶ ἐν Γραικίᾳ, τοῦ ὁμοζύγου λέγω, ἐπεὶ καὶ τὴν πρώτην στρατηγίδα εἷλεν ἐνταῦθα ὥσπερ καὶ τὴν πατρικιότητα ὁ ἀνήρ· οὗ ἀπορραγεῖσα διὰ θανάτου οὐκ ἤνεγκεν ἄζυξ μένειν, ἀλλ' ἔχειν μνηστῆρα· τίνα ἆρα; οὐ τόνδε καὶ τόνδε ἄρχοντα ἢ βασιλέα ὡς ἡ τῶν πολλῶν ἔφεσις, σαρκὶ καὶ αἵματι προσκειμένων, ἀλλὰ τὸν μόνον ὡραῖον νυμφίον, τὸν ἄρχοντα τῆς εἰρήνης· διὸ καὶ εἰρηνώνυμος ἡ νύμφη, τὸν τῶν ὅλων βασιλέα Χριστόν, τὸν Κύριον τῆς δόξης, καὶ τοῦτον διὰ τοῦ μοναδικοῦ ἐπαγγέλματος μνηστευσαμένη. ἐφ' ᾧ ὅπως ἠρίστευσεν πράττουσα τὰ τοῦ ἐραστοῦ προδεδήλωκεν ὁ λόγος ὡς ἐν σκιαγραφίᾳ. ταύτης ἡ ἀστράπτουσα προσευχή, ἡ κατάνυξις, ἡ τῶν δακρύων χύσις, ἡ ἀκατάλαλος γλῶττα, ἡ ἀπαρρησίαστος ἕξις, ἡ χριστομίμητος ταπεινοφροσύνη, ἡ φιλέντολος δεξιά, ἡ θεογρήγορος διάνοια, ἡ καιομένη τῷ τῆς ἀγάπης Χριστοῦ πυρὶ καρδία καὶ τέλος ἡ ὀρθόδοξος λατρεία καὶ τὸ πεφυλαγμένον τῆς αἱρετικῆς κοινωνίας μετὰ ἀνυποστόλου παρρησίας. καὶ θαῦμα, πῶς ἐν τῷ παριππεύσαντι διωγμῷ οὐ μόνον ἑαυτήν, ἀλλὰ καὶ σέ, κυρία, καὶ ὅλην σου τὴν ἁγίαν συνοδίαν ἀμέθεκτον σὺν θεῷ ταύτης διεφυλάξατο, καλὴν κορωνίδα τῷ τέλει ἐπισφραγισαμένη, ἐκ τῶν ὀρθοδόξων πηγῶν μετασχοῦσα τῶν ἁγιασμάτων κἀντεῦθεν ἀπάρασα χαιρομένως· ὅπερ σημεῖον μέγιστον τῆς ὧν ἐπεπόθει ἐπιτεύξεως, Χριστοῦ τυχεῖν καὶ μετὰ Χριστοῦ ἔσεσθαι εἰσαεί. Οὕτως οὖν ἐβίω ἡ μακαρία καὶ οὕτως ἁγίως ἀπῆρεν καὶ οὕτως πιστεύομεν ἔχειν οἱ ἁμαρτωλοί. λοιπὸν ἐπὶ σὲ ὁ λόγος μεθικτέος, δέσποινά μου· τί τοῦτο; ἵνα, εἰ καὶ δριμὺς ὁ χωρισμός, ἀλλ' ὅμως ἐνέγκῃς εὐχαρίστως, καθὰ καὶ ἀκηκόαμεν καὶ ἐπαινέσαμέν σε πάνυ, μὴ προϊεμένην κωκυτοὺς ἀλόγους καὶ θρήνους ἀνελπίστους, ἀλλὰ δεόντως καὶ ὡς ἀληθῶς μοναζούσης καὶ ἀρίστης διδασκάλου, ὑποτυπούσης τῷ καθ' ἑαυτὴν ὑποδείγματι τὰς πιστευθίας σοι ψυχὰς ὑπὸ Κυρίου, μᾶλλον δέ, ἵνα γνωριμώτερον εἴπω, ὡς ἐκείνης τῆς ἀοιδίμου ὁμοψύχου, ὁμογνώμονος θυγατρὸς ἐν Κυρίῳ, νύμφης ἐν σαρκί, ἰσαρέτου ἐν πολιτείᾳ· καὶ γὰρ μία ψυχὴ ἐν δυσὶ σώμασι τὸ καθ' ὑμᾶς καὶ αἰνετὸν καὶ δεδοξασμένον. οὐ τοίνυν εἰς ἅπαν ἐχωρίσθη σου, κυρία, ἡ κυρία, ἀλλὰ πρὸς μικρόν, ἕως ἂν καὶ ἡμεῖς τὴν αὐτὴν ὁδεύσωμεν ὁδόν· πλὴν ὅτι καὶ πνευματικῶς καὶ ἄρτι πάρεστι καὶ συμφέρει σοι τὰ σπουδάσματα, καὶ τὸ μεῖζον, ὅτι καὶ ἐγγυτέρω γεναμένη θεοῦ ἀντιβολεῖ τὰ περὶ σοῦ καὶ τῶν σῶν. μὴ δὴ οὖν λοιπὸν καταπέσοις, παρακαλοῦμεν, ὡς ἀπροστάτευτος μηδὲ ὡς μεμονωμένη· ἔχεις αὐτὴν καὶ πρὸ αὐτῆς τὸν θεόν, οὗ τὰ πάντα, εἰ δέ, καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς κατὰ τὴν ἐκείνης καὶ πρὸ θανάτου καὶ ἐν τῷ ἀποπνεῖν αἴτησιν ἔχεις, εἴπερ τι καὶ λυσιτελεῖν δύναιτο ἄνθρωπος ἁμαρτωλός. Αὕτη ἡμῶν ἡ ἐπιτάφιος προσφώνησις. σὺ δέ, ὦ μακαρία ψυχὴ (πρὸς αὐτὴν γὰρ ἐπιστρεπτέον), μὴ πρὸς ἡμῶν αἰτοῦ τὸν θεόν σοι ἵλεω γενέσθαι, ἀλλ' αὐτὴ αὐτὸν ἡμῖν κατάλλαξον ταῖς πρεσβείαις (θαρροῦμεν γὰρ τοῦτο ἰσχύειν σε), μηδὲ ἡμᾶς ἐπικούρους ἔχειν τὴν κυρίαν ἀδελφομητρότεκνόν σου, ἀλλὰ σαυτὴν πάρεχε καὶ αὐτῇ καὶ ἡμῖν καὶ ὅλῃ τῇ ποίμνῃ σου ἐν Κυρίῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 459 Ἰουλιανῷ βεστήτωρι Ἐπειδὴ προσηγόρευσας ἡμᾶς διὰ τοῦ ἀδελφοῦ, ἀδελφὲ καλέ, καλὸν ἡγησάμην διὰ γράμματος ἀντιπροσαγορεῦσαί σε, δεικνύων ἐντεῦθεν ὡς ἀγαπητῶς ἔχω περὶ τὴν τιμιότητά σου, οὐ μόνον δέ, ἀλλὰ καὶ μεριμνητικῶς εἰς τὸ σῴζεσθαι αὐτὴν ἀπὸ τῶν τοῦ διαβόλου πειρατηρίων· ἴσθι γάρ, ἀγαπητέ, ὅτι ὡς λέων ἀεὶ περιέρχεται ζητῶν τίνα καταπίῃ. ἔχε οὖν προσεκτικῶς, μέμνησο τῶν συνθηκῶν. γέγραπται· ἥμαρτες; μὴ προσθῇς, καὶ περὶ τῶν προτέρων σου δεήθητι. καὶ πάλιν ὁ Κύριος λέγει· πᾶν κλῆμα μὴ φέρον καρπὸν αἴρει αὐτὸ ὁ πατήρ, καὶ εἰς πῦρ βάλλεται καὶ καίεται. Φοβηθῶμεν οὖν τὸ ὑπόδειγμα, ἀγωνισώμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν πρὶν ἢ ἐπιστῆναι τὴν ὥραν τοῦ θανάτου, μὴ ἐκκοφθῶμεν ὡς ἄκαρποι καὶ ἀτελεσφόρητοι τῆς ἀγαθῆς ἀμπέλου, ἥτις ἐστὶν ὁ Χριστός. διὰ τοῦτο ἦλθον, φησὶν ὁ Κύριος, οὐχ ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω· καὶ πάλιν λέγει· εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν· καὶ πάλιν· ὁ λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἤδη, ἀγαπητέ, ὁ καλὸς θεὸς ἡμῶν πάντα τὰ εἰς ἡμᾶς ἐπλήρωσεν· ἐπὶ γῆς ὤφθη, δούλου μορφὴν ἀνέλαβεν, ὑπήκοος ἐγένετο μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ ταῦτα Κύριος ὢν τῆς δόξης καὶ τὰ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ἀνακαλούμενος ἡμᾶς ἀπὸ τῆς ἐγγινομένης ἡμῖν διὰ τοῦ πρωτοπλάστου φθορᾶς, καὶ οὐ μόνον, ἀλλὰ γὰρ καὶ θεώσας ἡμᾶς διὰ τῆς ἁγίας αὐτοῦ σαρκός· οὗ καὶ ἀδελφοὶ ἠξιώμεθα καλεῖσθαι καὶ σύσσωμοι καὶ συμμέτοχοι καὶ συγκληρονόμοι. δεῖ οὖν ἡμᾶς πάσῃ φυλακῇ φυλάττειν ἑαυτούς. ἐν μέσῳ παγίδων διαβαίνεις ἐν τῇ πόλει διερχόμενος· ὅρα μὴ ἐμπαρῇς. ἐν φόβῳ Κυρίου ἡ ἀναστροφή σου ἔστω μετὰ ἀνδρῶν ἀγαθῶν· φεῦγε τοὺς ἀφυλάκτως ζῶντας, φεῦγε παίγνια καὶ γελοιάσματα νεωτερικά, φεῦγε κραιπάλας καὶ πολυποσίας φθοροποιούς. πᾶν ῥῆμα σαπρὸν ἐκ τοῦ στόματός σου μὴ ἐκπορευέσθω, ἀλλ' εἴ τι καλὸν εἰς οἰκοδομὴν τῶν ἀκουόντων. μὴ φρόντιζε πλουτεῖν, ὅτι γυμνὸς εἰσῆλθες εἰς τὸν κόσμον τοῦτον, γυμνὸς καὶ ἀπελεύσῃ. μὴ ἀγάπα τὴν δόξαν τοῦ κόσμου τούτου, ὅτι ὡς καπνὸς παρέρχεται. ἓν φίλει μόνον, τὸ ἀγαθόν, τὸ καθαρὰν ἔχειν τὴν καρδίαν ἀπὸ τῆς ῥυπαρᾶς ἁμαρτίας, τὸ ἐπιτυχεῖν βασιλείας οὐρανῶν καὶ φυγεῖν κρίσεως αἰωνίου. τὰς ἐντολάς, ἃς ἔλαβες, φύλαττε, κλῖνον πτωχῷ τὸ οὖς σου, ἡνίκα ἔχει ἡ χείρ σου βοηθεῖν, ὄρεξον τῷ δεομένῳ· δύο λεπτὰ χήρας πτωχῆς ὑπερηκόντισαν πάντων τῶν ἐν τῷ γαζοφυλακίῳ ἐμβεβλημένων. ὅρκος ἐν τῷ στόματί σου μὴ αὐλιζέσθω· ὁ γὰρ ὀμνύων οὐ σωθήσεται, κἂν δοκῇ πᾶσαν ἐντολὴν ποιεῖν. ἐπι σκέπτου ἄνθρωπον ἐν φυλακῇ, ἵνα ἐπισκεφθῇς ὑπὸ Κυρίου. προσεύχου συνετῶς καὶ ψάλλε ἐν καρδίᾳ, ἵνα τὸ Πνεῦμα τὸ Ἅγιον ὑποδέξῃ σύνοικον. Ταῦτα ἐκ πολλῶν ὀλίγα δείγματα ἀγάπης, ἐντολαὶ ἀγαθαί, ἃς ἀμφότεροι πράξοιμεν καὶ σωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς αἰῶνας τῶν αἰώνων. ἀμήν. 460 Εὐφροσύνῃ ἡγουμένῃ Ὡς καλὰ τὰ γράμματα τῆς τιμιότητός σου, καὶ τὸ λυπηρὸν ἐπιδεικνύμενα τῆς ἐπὶ τῇ ὁσίᾳ μητρὶ κοιμήσεως καὶ τὸ ὑπομνηστικὸν τῆς ἐλπίδος ἔχοντα· ὡς γὰρ τὸ πάντῃ ἄλυπον καὶ ἄδακρυ ἐπὶ τῇ τῶν κεκοιμημένων διαζεύξει κατηγορεῖται (ἀναισθησίας γὰρ τεκμήριον), οὕτω τὸ πέραν τοῦ μέτρου πάλιν κατακλᾶσθαι τῇ λύπῃ τῶν μὴ ἐχόντων ἐστὶν ἐλπίδα ἀναστάσεως. δεῦρο λοιπόν, ἀδελφὴ ἐν Κυρίῳ, τὸ ἱκανὸν τοῦ πένθους ἀφοσιωσάμενοι εἰς ἑαυτοὺς γενώμεθα, οὐχ ὅτι ἐκβαλεῖν τῆς καρδίας τὸ ἴνδαλμα τῆς ἁγίας ἐκείνης (μή τι γένοιτο· εἴη γὰρ ἐν ὑμῖν ὑπόμνημα πάσης παρακλήσεως καὶ διακυβερνήσεως), ἀλλὰ τὸ ἄγεσθαι εὐθυμότερον καὶ διανύειν τὸν προκείμενον ἀγῶνα τῆς ἀσκήσεως. οὐκ εἴασεν οὖν σε ἐν ἀώρῳ ἡλικίᾳ ἡ μήτηρ οὐδ' ἀμαθῆ τῶν θείων οὐδ' ἄπειρον τῶν ἐν βίῳ, πάντοθεν χάριτι Χριστοῦ ἱκανουμένην καὶ βίου ἔμπειρον καὶ φρονήσεως ἔμπλεων καὶ γνώσεως εὔπορον καὶ διοικήσεως εὔθετον καὶ ἡμερῶν ἀπηρτισμένων τῇ ζωῇ τῶν ἀνθρώπων. Ἔχου δὴ τῆς οἰκείας ἀσφαλείας, λαμβάνουσα βοηθὸν εἴτε οἴκοθεν, ἄνπερ καὶ ἔστιν, εἴτε ἔξωθεν· οὐκ ἄπορον γὰρ εὑρεῖν γυναῖκα ἐπ' ἀναθέσει τῶν συμπιπτόντων ἔστιν ὅτε δυστεκμάρτων πραγμάτων, ὧν τὴν λύσιν εἷς νοῦς οὐχ οἷός τέ ἐστι δοῦναι. ἔχου δὴ ὁμοίως καὶ τῆς κυβερνήσεως τῶν ὑπὸ χεῖρα ἀδελφῶν, καθηγουμένη ἐν Κυρίῳ μετὰ πάσης μακροθυμίας, μετὰ συμπαθείας, μετὰ ἐκζητήσεως τῶν ὀφειλομένων, μήτε καταπιέζουσα σφοδρῶς, ἀλλ' ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα τὰ κατ' αὐτὰς ὀμειρομένη, ὡς καὶ αὐτὴν τὴν ψυχὴν προέσθαι ὑπὲρ αὐτῶν, μηδ' αὖ ἀνεῖσα ὁλικῶς τὰς ἡνίας τοῦ χαλινοῦ· αἴτιον γὰρ τοῦτο διαλύσεως, ἀταξίας τε καὶ ἀφιλοτεκνίας. οἶδας ὅπως συνούσης τῆς μητρὸς ἐποίεις· οἶδας ὅτι οἱ ὀφθαλμοὶ πασῶν αὐτῶν εἰς σὲ ἀποβλέπουσιν ὡς εἰς θεόν, ὁρῶσαι τὸ πρόσωπόν σου μεσιτεῦον αὐταῖς τὰ πρὸς αὐτόν. εἰ δὲ αὐτὴ οὕτως, δῆλον ὅτι κἀκείναις ὀφειλόμενόν ἐστιν ἄλλο μηδὲν ἀναπνεῖν ἢ ὅπερ σὺ ἡ διδάσκαλος καὶ ἐρᾷς καὶ ἐντέλλῃ καὶ διαγορεύεις, καὶ ἁπλῶς ὡς τέκνα γνήσια πρὸς μητέρα, ὡς μέλη ἐκ μέρους πρὸς κεφαλήν, ὡς ἄνθη πρὸς ῥοδωνίαν· ἐπὶ τούτῳ γὰρ καὶ ἐληλύθεισαν ἐπὶ τὸ αὐτό, καταλιποῦσαι κόσμον καὶ τὰ ἐν κόσμῳ, γονεῖς τε καὶ ἀδελφούς, οἰκείους καὶ φίλους, ὑπάρξεις τε καὶ σχέσεις σαρκός, ἀζυγίαν ἀγαπήσασαι καὶ Χριστῷ νυμφευσάμεναι, ἵνα ὁσίως καὶ παρθενοπρεπῶς ζήσασαι κληρομήσωσι βασιλείαν οὐρανῶν καὶ τὸ μετὰ Χριστοῦ εἰσελθεῖν εἰς τὸν οὐράνιον ἐκεῖνον καὶ ἀνεκλάλητον νυμφῶνα. Τοιοῦτον καὶ αὐταῖς καὶ σοί, κυρία, τὸ ἀγώνισμα καὶ ἐπάγγελμα, τούτῳ καὶ προσέχωμεν, ἐν τούτῳ καὶ κινούμεθα καὶ διαζῶμεν, μὴ ἀποβλέπουσαι ὧδέ τε κἀκεῖ, ὅτι οὕτως ἐκεῖνο τὸ μοναστήριον καὶ οὕτως τὸ ἄλλο μοναστήριον. βλαβερὸν τοῦτο· τῇ ἐντολῇ δεῖν παραμετρεῖν ἑαυτούς, ἀλλὰ μὴ τοῖς πέλας. ἐντεῦθεν γὰρ οὐκ ἔρχεταί τις εἰς τὸ ὀρθοποδεῖν οὐδὲ θεοπρεπῶς πορεύεσθαι, ἐπειδὴ ἡ παροῦσα γενεὰ καὶ ὀλίγωρός ἐστιν, ἐκλελοιπυῖα τοῦ ἠκριβωμένου βίου, καὶ τὸ ἀπ' αὐτῆς κανονίζεσθαι ἕωλον καὶ ἀλυσιτελές· ἐκεῖ σκοπῶμεν, οὗ ὁ ἱερὸς βίος, ἔνθα ἔλαμψεν ἡ εὐαρέστησις Κυρίῳ. Ὁρᾷς, ἀδελφὴ καὶ μήτηρ πνευματική, ὅπως με ἠνάγκασεν ἡ κατὰ θεὸν ἀγάπη παρρησιασθῆναι ἐν ὑμῖν; οὐδὲν πλέον ἔμελλον ἂν ποιεῖν, εἰ πρὸς μητέρα τὴν ἐμὴν καὶ πρὸς ἀδελφὰς κατὰ σάρκα ἦν μοι διαλέγεσθαι· πλὴν ὅτι πάντες σῶμά ἐσμεν Χριστοῦ καὶ ἕνα πατέρα ἐπικαλούμεθα, τὸν ἀγαθὸν θεὸν ἡμῶν. ὥστε ἀδελφοὶ πάντες ἀλλήλων καὶ σύσσωμοι καὶ συμμέτοχοι καὶ συγκληρονόμοι, κἀντεῦθεν τὸ φιλεῖν ἡμᾶς καὶ σῴζεσθαι ὑμᾶς, καθάπερ ἀγαπᾷ Κύριος καὶ ἐντέταλται. εἰρήνη σοι τῇ κυρίᾳ μητρί, εἰρήνη ταῖς ἀδελφαῖς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν. 461 Ἰωαννίκῃ ἐρημίτῃ Ἡδὺ θέαμα ὁπόταν τις θεάσοιτο, τοῦτο καὶ μετὰ τὴν ἀναχώρησιν εἰς νοῦν ἀεὶ ἀναθεωρεῖν εἴωθεν· οὕτως οὖν καὶ ἡμεῖς οἱ ταπεινοί, θεοτίμητε, ἅπαξ σε βλέψαντες καὶ ὡμιληκότες οὐκ ἐπιλελήσμεθα, ἀλλὰ φανταζόμενον ἔχομεν ἐν τῇ διανοίᾳ, αὐτὸ τοῦτο γαννύμενοι ὁρᾶν ἄνθρωπον θεοῦ, προσώπῳ τε καὶ ὁμιλίᾳ χάριν θείαν λάμποντα καὶ εἰς δοξολογίαν θεοῦ προτρεπόμενον. ἔσχες δὲ τοῦτο τῇ ἐρημικῇ μονώσει καὶ τῇ προσευκτικῇ προσελεύσει, λαμπρυνθεὶς μωσαϊκῶς τὴν ὄψιν πρὸς τοῦ ἀρρήτου φάους. διὸ καὶ αὖθις γλιχόμεθά σε κατοπτεῦσαι καὶ συμμετασχεῖν τῶν ἐν σοὶ χαρίτων κατὰ δευτέρωσιν ἁγιαστικοῦ μετουσιασμοῦ, σὺ πρὸς θεοῦ καὶ ἡμεῖς παρὰ σοῦ. ὁρᾷς ὅσον σε θεὸς ἐδόξασεν, ἐπεὶ ἐδόξασας αὐτόν; ἀλλὰ καὶ ἔτι δοξάσειεν ἐν τέλει τοῦ βίου ἀποπεραίνοντα ἀξίως τὸν δρόμον· ἡμῖν δὲ τοῖς ἁμαρτωλοῖς εὔξαιο κἂν ἄρξασθαι τοῦ σωτηρίου δρόμου, ἐπείπερ μακρὰν ἀπὸ θεοῦ οἱ ἐλάχιστοι. ἡ πρώτη ἐπιβολὴ τοῦ λόγου ἐν τούτοις. Τίς ἡ δευτέρα; περὶ Θεοκτίστου τοῦ ἐρημίτου· ὃς ὅπως διερράγη ἐξ αἱρετικῶν τινων ὑποθέσεων τοῦ σώματος τῆς ἐκκλησίας αὐτὸς ἡμῶν μᾶλλον ἐπίστασαι, τιμιώτατε. πλὴν ὅτι καὶ ἡμεῖς προπέρυσι πλησιάσαντες τοῖς καθ' ὑμᾶς ἐνδιαιτήμασιν ἐξεμάθομεν παρὰ τῶν εἰδότων τὰ τοῦ ἀνδρός, οὐ μὴν ἀλλὰ καὶ διὰ γραμμάτων ὑπεμνήσαμεν καὶ παρεκαλέσαμεν ἀποσχέσθαι αὐτὸν τῶν σκοτεινῶν ἐκείνων καὶ δαιμονοποιῶν φθεγμάτων, ὀρθοδοξεῖν δὲ μᾶλλον ἐπί τε τῆς παναγίας Θεοτόκου καὶ τῶν ἄλλων τρόπων. νῦν οὖν Νικάνωρ ὁ ἡμέτερος ἀδελφὸς φοιτήσας πρὸς ἡμᾶς ἀπήγγειλεν ἐλθεῖν εἰς μετάγνωσιν τὸν ἄνδρα καὶ ἐθέλειν ὁμοφρονεῖν τῇ ἐκκλησίᾳ λέγειν τε μηδὲ γράμμα ἐμὸν εἰληφέναι, ἀλλὰ καὶ ἐρᾶν δέξασθαι. Ἐπεὶ οὖν, πάτερ ἅγιε, γέγραπται, ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται καί, ὁ ἀποστρέφων ἄνθρωπον ἐκ πλάνης ὁδοῦ αὐτοῦ καλύψει πλῆθος ἁμαρτιῶν, δεῖ τὴν ἁγιωσύνην σου διαναστῆναι καὶ δοῦναι χεῖρα βοηθείας τῷ πλανωμένῳ· ἐν τούτῳ γὰρ θεοῦ συνεργὸς ἔσῃ· ἔσται δὲ τοῦτο πῶς; ἵνα δηλώματι ἄξοις τὸν Θεόκτιστον πρὸς σέ, εἴποις τε καὶ διαλεχθῇς τὰ εἰκότα. καὶ εἰ μὲν εὕροις αὐτὸν εἴκοντα τῷ θείῳ λόγῳ, εἴποις καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ὅτι εἰς αὐτὸ τοῦτο κεκίνημαι, φιλῶν τὴν σωτηρίαν αὐτοῦ, κἂν δοκιμάζοις, ὁ πατήρ, κἀκεῖνος ἐρᾷ, ἐπιστείλω αὐτῷ εὐθέτως, ὥστε ἀμφοτέρωθεν ἑλκυσθῆναι καὶ κερδηθῆναι τὸν ἀπολλύμενον· τοῦτο γὰρ βούλεται θεὸς κἀν τούτῳ ἦλθεν ἐπὶ τῆς γῆς, τὸ ἀπολωλὸς ἐκζητῶν ἐπιστρέψαι· καὶ τῆς εἰς αὐτὸν ἀγάπης ἀπόδειξιν τὴν τοῦ πέλας φιλίαν ποιεῖται ἡμῖν. καὶ δεῖ παντὶ σθένει κινηθῆναι ἡμᾶς, πάτερ ὅσιε· εἰς τοῦτο γὰρ κἀγὼ κινηθεὶς ἔγραψά σοι. εἰ δὲ μετὰ τὴν τοιαύτην ἐπιχείρησιν ἀπειθῶν ἀπειθεῖ, ὄψεται ὁ ἀνομῶν· λέγει Κύριος, ἄφετε αὐτούς, τυφλοί εἰσιν. Ὡς οὖν εὐοδοῖ Κύριος ἀγαθύνθητι, πάτερ, δηλοποιῆσαί μοι γράμματί σου τιμίῳ. 462 Ἀντωνίῳ τοῦ Δυρραχίου Ὀψὲ μὲν τοῦ καιροῦ, ὅμως ὅτι ἀντελάβομεν τῶν πάλαι γεγραμμένων ἐπιστολὴν τιμίαν τοῦ ἁγιωτάτου ἡμῶν πατρός, πάνυ ἥσθημεν οἱ ταπεινοί· οὐδὲν γὰρ οὕτως συνδεῖν οἶδεν ἀγάπην καὶ ἀδιασκέδαστον φυλάττειν ὡς ἀντιδιδομένη διάθεσις. ἀλλὰ τί ὅτι οὕτως, ὦ δέσποτα, ἦρες τῷ ἐγκωμιαστικῷ λόγῳ τῆς πολυσόφου σου γλώττης τὰ καθ' ἡμᾶς, τοὺς μηδ' ὁτιοῦν ἀγαθὸν ἔχοντας; ἢ πάντως ἡ ἀγάπη αἰτία, κλέπτουσα τἀληθῆ καὶ τὰ μὴ ὄντα ὡς ὄντα τοῖς φιλουμένοις ἀνάπτουσα; πλὴν ὅτι ἓν τοῦτο καὶ ἡμεῖς ἔχομεν (εἰρήσεται γάρ), εἰ μὴ ἀπατώμεθα, τὸ στέργειν καὶ ἀγαπᾶν τοὺς ἀδελφοὺς καὶ πατέρας, καί γε τοὺς οἷος σὺ εἶ, ἕλκων τῇ χρηστότητι τῶν ἀγαθῶν τρόπων πρὸς φιλίαν καὶ τὸν ἠγριωμένον ἤθει. Ταῦτα μὲν οὖν παρ' ἀμφοτέρων ἡμῶν τῇ ἱερᾷ σου κορυφῇ, βραχέσι συλλαβαῖς ἀμειψαμένων τὴν πολύστιχον καὶ πολύολβον ἐπιστολήν. ἃ δὲ πρὸς ἡμῶν εἰς ἀπολογίαν τῆς περὶ τὸν ἀδελφὸν Ἔραστον ἐγκλήσεως, ἐν τούτοις. ἡμεῖς, ἱερώτατε, εἰ καὶ ἄλλως εὐτελεῖς ἐσμεν, οὐ μὴν οὕτως ἀμαθεῖς ἢ τῶν θείων διαταγῶν καταφρονηταί, ὡς ἐντείλασθαι μαθητῇ ἡμῶν, ἔξω ἱερωσύνης τελοῦντι, κατατολμᾶν ἐγχειρεῖν τὰ τῆς ἱερωσύνης κἀντεῦθεν βαπτίζειν παιδία· τοῦτο γὰρ τὸ ἔγκλημα. εἰ δὲ λόγος ἀνάγκης ἀπῄτησεν ἐν ταύταις ταῖς ἡμέραις, ἐν αἷς αἵρεσις λαοπλάνος, καὶ μάλιστα ἐν ταῖς προλαβούσαις λεηλασίαις, ἐφ' αἷς οὐδὲ προκύπτειν ἦν τὸν φυλαττόμενον τοῦ κρυπτικοῦ δωματίου, οὐκ ἔχω ἀποκρίνειν κατὰ τὴν ἐνοῦσάν μοι βραχεῖαν σύνεσιν οὔτε τόνδε τὸν μονάζοντα οὔτ' αὖ ἕτερον, ἐπειδὴ ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις. καί γε ὁρῶμεν ἐν τοῖς πάλαι χρόνοις τοιαῦτα γιγνόμενα, καὶ ὃν μὲν ἀμμώδει ἐπιχύσει κατ' ἐρημίαν, ἐπειδὴ θάνατος παρῆν, βαπτίσαντα καὶ βαπτισθέντα καὶ ἄλλον ἄλλως. οὐκ ἔξω δὲ γνώσεως τῇ τελειότητί σου τὰ κατὰ τὸν Ἅγιον Ἀθανάσιον, ὅπως ἡ παιδικὴ πρᾶξις ὁραθεῖσα πρὸς τοῦ μακαριωτάτου Ἀλεξάνδρου ἐνεκρίθη ὡς θεοτελὴς καὶ ἐλογίσθη ὁ τελέσας ὡς ἱερεὺς καὶ ὁ τελεσθεὶς ὡς ἀναγεννηθείς, καίπερ οὐκ ἐξ ἀνάγκης ὁ καιρός. παραχωρεῖ δὲ καὶ ἡ ἕκτη σύνοδος ἐν τοῖς θείοις κανόσιν, εἰ μὴ πάρεστιν ἱερωμένος, ἐξ ἀνάγκης λαϊκὸν ἑαυτῷ μεταδοῦναι τῶν ἁγιασμάτων· ὅπερ οὐ θεμιτὸν ἄνευ περιστατικοῦ λόγου. Οὕτως οὖν εἰ γέγονεν, ἡμεῖς, σύγγνωθι πάντιμε, οὐ τολμῶμεν παρὰ τὰ θειωδῶς τοῖς πατράσιν ἐκπεφασμένα εἰπεῖν τι ἢ ἐπιτιμῆσαι. συνίστησι δὲ τὸν ἀδελφὸν οὕτω πράξαντα καὶ μετὰ πολλῆς ἀγωνίας πρῶτον μὲν αὐτὸς ὁ ἀναγκάσας (καὶ ἔστιν ὁ ἀνὴρ τῶν λίαν καὶ εὐσεβῶν καὶ ἐμφρόνων καί γε περιφανῶν, Θωμᾶς ὁ ὕπατός τε καὶ χαρτουλάριος), ἔπειτα Ἰάκωβος ὁ εὐλαβέστατος μονάζων καὶ τῆς αἱρέσεως ἀμέτοχος, εἶτα καὶ Εὐθύμιος, ἕτερος αἰδέσιμος μονάζων καὶ δεδιωγμένος. ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται, φησίν, πᾶν ῥῆμα. λέγεις, ὁ δεσπότης μου, οὐχ οὕτως ἔχειν, καὶ προφερέστερος δῆλον ὅτι τῶν πάντων. τί γοῦν ποιήσω ἐγώ, ἀπειλημμένος ἐν μέσῳ τοσούτων μαρτύρων; ἐὰν ὡς αὐτὸς φῆς ἔχῃ, ὅτι παρόντων ἱερέων φιλαχρίᾳ προμνηστευόμενος ἑαυτῷ ἱερωσύνην τοῦθ' εἰργάσατο, εἴη πρὸς ἡμῶν μήποτε εἰς τὸ τῆς ἱερωσύνης ἀξίωμα προβαίνων μετὰ καὶ ἑτέρων ἐπιτιμίων· δίκαιον γάρ. εἰ δέ, ὡς οἱ μάρτυρες καὶ αὐτὸς διηγεῖται, ἀναγκασθεὶς καὶ δυοῖν προκειμένων, ἢ ἀμύητον τὸ βρέφος ἀποτεθνάναι, ὅπερ ἔπαθεν οὐ πεισθεὶς πρότερον ἐν δυσὶ παισίν, ἢ προέσθαι τοῖς αἱρετικοῖς τοὺς φυλαττομένους τὴν εὐσέβειαν, οὐδὲν ἐγὼ ὁ ταπεινὸς τολμῶ ἐπισκῆψαι, ἕως ἂν ὁ μακαριώτατος ἡμῶν ἱεροτελεστὴς ἐπιθεωρήσας ἐξοίσει κρίσιν. καὶ μή μου τῆς ταπεινώσεως, πατέρων φίλτατε, καταστενάξειας, ἀλλ' ἢ μᾶλλον προσεύχου ἐν τοῖς ἰδίοις μέτροις ἑστάναι καὶ τὸν ἐσφαλμένον βίον διορθώσασθαι ἡμᾶς. περὶ δὲ ἑτέρων σφαλμάτων, ὧν ἔδωκεν ἔμφασιν ἡ θεοσέβειά σου, καὶ ἐξηγόρευκεν ἡμῖν καὶ οὐδόλως ἐπενοήσαμεν ἐκθέσμως αὐτὸν πρᾶξαι, ἀλλ' ἢ καὶ ἐπαίνου ἄξιον, εἰ, μοιχεύοντας ἀκούων, οὐχ ὑπεστείλατο μὴ οὐχὶ ἀναγγεῖλαι τοῖς δυναμένοις ἀπεῖρξαι τὸ ἀσέλγημα, ἢ τὸ τῇ κομητίσσῃ ἀγχόνῃ αἱρουμένῃ χρήσασθαι ἰδεῖν καὶ τὰ προσήκοντα ἐπιπράξασθαι. τάδε γὰρ οἶδεν ὠφληκέναι καὶ οὐκ ἄλλο καὶ πολλῆς εὐφημίας πρὸς τῶν ἀνωτέρω δηλωθέντων ἀνδρῶν, ὡς αὐτήκοος ἐγενόμην, προανεδήσατο ὁ ἀδελφὸς Ἔραστος ἐπαίνους. Οὐ τοίνυν, ἅγιε, διὰ τὸ σκινδαλμὸν αὐτὸν ἐμποιῆσαι ἐν τοῖς αὐτόθι, ἀλλὰ διὰ τὰ ἀδιόρθωτα σκάνδαλα εἶρξα τὸν ἀδελφὸν τῆς παλινοδίας, ὡς ἂν ἐντεῦθεν ἀθωωθῇ μὲν ὁ κατηγορούμενος τῶν ἐγκλημάτων, εἰρηνεύσειεν δὲ οἱ φιλεγκλήμονες καὶ παθοπράται, ὅ τε μακαριώτατος ἡμῶν πατὴρ ὑπακουσθεὶς χαρίσῃ ἡμῖν τὰς θεοκλινεῖς σου προσευχάς, ἐπεὶ καὶ τῷ ἀδελφῷ συγχώρησιν. 463 Ἰωάννῃ σπαθαρίῳ Τὸ εὐαγγέλιον τῆς σωτηρίας τοῦ εὐλογημένου μου δεσπότου καὶ πνευματικοῦ ἀδελφοῦ, καὶ πρὸ τοῦ γράμματος ἀπαγγελθέν, ἥδυνεν ἡμῶν τὰς ταπεινὰς καρδίας· ἐπεὶ δὲ καὶ ἀνεγνώσθη, τελείως εὔφρανεν καὶ ἐχαροποίησεν, καὶ οὐχ ἡμᾶς μόνους τοὺς ἁμαρτωλούς, ἀλλὰ καὶ τὰς ἀγγελικὰς δυνάμεις, εἴπερ ἐφ' ἑνὶ ἀνθρώπῳ μετανοοῦντι χαρὰ ἐν οὐρανοῖς γίνεται κατὰ τὰ ἱερὰ λόγια. ἀλλ' εὐλογητὸς ὁ θεός, ὃς οὐκ εἴασε τὴν τιμιότητά σου ἕως τέλους συναπαχθῆναι τῇ πονηρᾷ αἱρέσει τῶν χριστομάχων, ἀλλὰ διὰ τῆς καλῆς καὶ μακαρίας θυγατρὸς ἐπέστρεψεν εἰς τὸ φῶς τῆς ἀληθείας. καὶ ὢ τοῦ θαύματος καὶ τοῦ γεννήσαντος καὶ τῆς γεννηθείσης· ὢ τῆς τῶν ἀμφοτέρων εἰλικρινοῦς ἀγάπης, τῆς μὲν φροντισάσης ἐπ' αὐταῖς ταῖς τελευταίαις ἀναπνοαῖς τὸ πατρικὸν σῶσμα, τοῦ δὲ κλίναντος θεοπρεπῶς τὸ οὖς καὶ χαρισαμένου τῇ αἰτησαμένῃ καλὸν ἐντάφιον, τὴν ὀρθόδοξον ἐπιστροφήν. ἀπῆλθεν ἡ μὲν ἔχουσα μετὰ τῆς οἰκείας καλοκἀγαθίας ξένιον τερπνὸν προσοῖσαι τῷ θεῷ, τὸ πατρῷον σωτήριον, ὁ δὲ ἐπέμεινεν θυγατρὸς ἱερᾶς εὐσεβὲς ἐγκαλλώπισμα καὶ πάντων· τῶν ὀρθοδόξων ὡς ἀληθῶς εὐφραντήριον. τί γὰρ οἶδας, φησί, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; ἡμῖν δὲ μικρὸν ὑπαλλακτέον, ὅτι ἔσωσεν ἡ θυγάτηρ τὸν πατέρα. καὶ μακαρία ἐκείνη ἡ ὁσία, μακάριος καὶ σύ, ὦ τριπόθητε· πείθομαι γὰρ ὅτι σὺν σοὶ καὶ ὅλην οἰκίαν, τάχα δὲ καὶ γένος προσαγάγῃς ὀρθοδοξοῦν τῷ δεσπότῃ Χριστῷ, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ὑμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν. Τοιαύτη ἡ θεία προσφορὰ καὶ καλλίστη σου ἡ ὁμολογία, ἣν ἐν τοῖς γράμμασιν ὡμολόγησας ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. οὕτω γὰρ ἡ ἀληθινὴ πίστις τῶν χριστιανῶν, κατὰ μὲν τὸ τῆς θεολογίας δόγμα πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα, ἐν οἷς καὶ τὸ βάπτισμα τὴν τελείωσιν ἔχει, θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον (εἰς ἕνα θεὸν καὶ οὐ τρεῖς, ἄπαγε, ἐπείπερ μία ἡ θεότης, οὐ διαιρουμένη ταῖς τρισὶν ὑποστάσεσιν, ἀλλ' ὅλη ἐφ' ἑκάστῳ προσώπῳ θεωρουμένη ἀμερίστως· ὃ καὶ παράδοξον, θεὸν λέγειν ἕκαστον καὶ εἰς ἕνα θεὸν ἀνακεφαλαιοῦν τὸ ὁμολόγημα), κατὰ δὲ τὸ τῆς οἰκονομίας πάλιν πιστεύειν ὅτι ὁ λόγος σὰρξ ἐγένετο, ἤγουν ὁ εἷς τῆς Ἁγίας Τριάδος ἐγεννήθη ἐκ τῆς παναχράντου παρθένου Μαρίας, μείνας μὲν ὅπερ ἦν, θεὸς ἀναλλοίωτος καὶ τῷ πατρὶ συναΐδιος, προσλαβὼν δὲ τὸ ἡμέτερον διὰ τῆς παρθενικῆς ἐν Πνεύματι Ἁγίῳ γεννήσεως. καὶ ἔστιν ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅλα φέρων ἀνελλιπῶς ἐν ἑαυτῷ τὰ τῶν ἑκατέρων φύσεων ἐξ ὧν συνετέθη, θεότητός τε φημὶ καὶ ἀνθρωπότητος ἐν μιᾷ ὑποστάσει τὰ ἰδιώματα, περιγραπτὸς καὶ οὐ περιγραπτός, τὸ μὲν κατὰ τὴν θεότητα, τὸ δὲ κατὰ τὴν ἀνθρωπότητα· ταῦτα γὰρ τὰ ἰδιώματα, καὶ τῷ μὲν ἀπεριγράπτῳ εἷς ὢν τῆς Ἁγίας Τρίαδος, τῷ δὲ περιγραπτῷ εἷς ὢν ἐξ ἡμῶν. κἀν τούτῳ πιστοῦται μεσίτης θεοῦ καὶ ἀνθρώπων γενόμενος, ὡς συνάπτων τὰ ἄκρα πρὸς ἑαυτὸν καὶ δι' ἑαυτοῦ θείας φύσεως κοινωνοὺς καὶ θεοῦ υἱοὺς ἡμᾶς ἀπεργασάμενος, τὸ θαυμαστὸν καὶ ὑπεραινετὸν καὶ νοούμενον καὶ λεγόμενον. ὁ οὖν λέγων αὐτὸν μὴ περιγράφεσθαι ἐν σαρκὶ καθ' ὁμοιότητα ἡμετέραν, ἀρνεῖται, εὐλογημένε μου ἀδελφέ, θεὸν ἐν σαρκὶ φᾶναι, ἀντιτασσόμενος τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ καὶ ἔστιν Ἰουδαίοις ἴσος· ποῦ γὰρ ἀληθεύσει τὸ ὅμοιος ἡμῖν κατὰ πάντα γεγονέναι, εἴπερ μὴ ἐξεικονίζοιτο καθ' ἡμᾶς; ποῦ δὲ τό, ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα; ποῦ δὲ τό, τί με θέλετε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός; ὁ τοίνυν μὴ περιγραφόμενος οὔτε ὅμοιος ἡμῖν δῆλον ὅτι οὔτ' αὖ ψηλαφᾶται οὐδ' οὐ μὴν ἀποκτένεται. ἀλλὰ μὴν ἀπεκτάνθη καὶ ἐψηλαφήθη μετὰ τὴν ἀνάστασιν· οὐκοῦν καὶ περιγραπτὸς τῇ καθ' ἡμᾶς ἐξεικονίσει. ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν οἱ εἰκονμάχοι καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, ἐκ τοῦ ἀρνεῖσθαι τὴν εἰκόνα Χριστοῦ σὺν τῆς Θεοτόκου καὶ τῶν ἁπάντων ἁγίων ἀρνούμενοι τὴν σωτήριον οἰκονομίαν, καὶ Χριστὸν μὲν ὁμολογοῦντες ὡς τὰ δαιμόνια, τοῖς δὲ ἔργοις ἀρνούμενοι· οὐ γάρ τοι Χριστὸς ὁ Χριστός, εἰ μὴ περιγράφοιτο, οὐδὲ προσκυνεῖται, εἰ μὴ πιστεύηται ἐν τῇ εἰκόνι αὐτοῦ προσκυνούμενος. Οὕτως οὖν, ὦ ἄνθρωπε τοῦ θεοῦ, ἡ ἀλήθεια καὶ οὕτως δεδογμάτισται παρά τε ἀποστόλων καὶ προφητῶν καὶ θεοφόρων πατέρων, κἂν οὐκ αὐταῖς λέξεσιν, ἀλλά γε διὰ τῆς ἀληθοῦς τῶν ὑπ' αὐτῶν λελεγμένων ἀναθεωρήσεως· οἷα γάρ τινα σπέρματα προβέβληνται πᾶσαι αἱ δογματικαὶ δυνάμεις ἐν ταῖς τῶν θείων λογίων νοήσεσιν, ταῖς δὲ κατὰ καιρὸν ἀναφυομέναις αἱρέσεσιν ἀντεπεξάγεται τὰ εὐσεβῶς δογματιζόμενα, ἐκεῖθεν πνευματοκινήτως γεωργούμενα καὶ τὰ τῆς ἀσεβείας ζιζάνια ἐκτίλλοντα. οὕτως καὶ αὐτὸς πιστεύων ἔρρωσο ἐν Κυρίῳ, προσκυνῶν τὸν Χριστόν, προσκυνῶν καὶ τὴν εἰκόνα αὐτοῦ, τὴν Θεοτόκον καὶ τὴν εἰκόνα αὐτῆς, τοὺς ἁγίους καὶ τὰς εἰκόνας αὐτῶν· ἐπειδὴ ἐν ταῖς εἰκόσι τὰ πρωτότυπα προσκεκύνηνται καὶ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὥς φησιν ὁ Μέγας Βασίλειος. 464 Μαριανῷ σπαθαρίῳ Ἕλκει ἡμᾶς ἡ εὐσέβειά σου πρὸς τὸ γράφειν, ὡς ὄφελος, φησίν, εὑρίσκουσα (καὶ οὐ δοκῶ, ἐπείπερ ἡμῶν σὺν τῷ βίῳ καὶ ὁ λόγος ἄχρηστος), ἀλλ' ὡς ἀγάπῃ φερομένη· ἡ ἀγάπη γάρ, φησὶν ὁ ἀπόστολος, τὸ κακὸν οὐ λογίζεται. πλήν, ὁποτέρως ἂν ἔχοι, εἴκω καὶ πείθομαι τῷ ἡμετέρῳ ἐραστῆ, τῷ ἀγαθῷ ἀνδρί, τῷ πανευφήμῳ ἄρχοντι, τῷ τροφίμῳ τῆς εὐσεβείας, τῷ θρέμματι τῆς ὀρθοδοξίας, τῷ ἀνθρώπῳ τοῦ θεοῦ, τῷ φιλητῇ τῶν μοναστῶν. πολλά σου τὰ ἐγκώμια, κάλλιστα τὰ ἀριστεύματα. ἀλλὰ βλέποις, ὁ δεσπότης μου, πῶς περιπατεῖς (τοῦτο γὰρ βοᾷ ὁ ἀπόστολος), μὴ ὡς ἄσοφος, ἀλλ' ὡς σοφός, μὴ ὡς φιλόσαρκος, ἀλλ' ὡς φιλόθεος, μὴ ὡς ἀθάνατος, ἀλλ' ὡς ἐμμέριμνος ἐξόδου, τὸ κοινὸν χρέος, τὸ ἀνυπέρβατον ὁροθέσιον· οὐκ ἔστι γάρ, φησίν, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. τίνα οὖν ἀμφοτέρων τὰ ἰδιώματα, εἴποις ἄν; ἐγώ σοι διεξίημι, φίλε· τοῦ μὲν πρώτου χορεύματα, γελοιάσματα, παίγνια, αἰσχρολογήματα, οἰνοφλυγίαι, γαστριμαργίαι, μετεωρισμοί, διάκενα φυσήματα, καλλωπίσματα ἀλλεπάλληλα, φιλοπλουτίας ἔρωτες, καὶ τὰ πλείω καὶ βαρύτερα αἰδοῖ τῆς ἐξουσίας σου ἀφίημι· καί γε οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν, ἀπέφηνεν ὁ ἀπόστολος. δεῦρό σοι καὶ τοῦ ἑτέρου ὑποδείξαιμι τὰ κράτη· πτωχεία πνεύματος, κατανύξεως δάκρυα, πραότης, εἰρήνη, ἐλεημοσύνη, νοῦ πρὸς θεὸν θεωρία, ἀφιλαργυρία, μισοκοσμία, αὐτάρκεια, ἐγκράτεια· κατὰ δύναμιν τῆς ἐφ' ἑκάστῳ δυνάμεως ὑπὲρ ὁμόζυγον, ὑπὲρ τέκνα, ὑπὲρ γονεῖς, ὑπὲρ ἀδελφούς, ὑπὲρ ἅπαντας ἁπλῶς ἀγαπᾶν τὸν ποιήσαντα ἡμᾶς Κύριον, τὸν ὑπὲρ ἑνὸς ἑκάστου ἐκδεδωκότα ἑαυτὸν εἰς θάνατον. Ταῦτα καὶ τὰ τούτοις ὅμοια καὶ τοῦ ἀληθινοῦ χριστιανοῦ· μὴ γάρ τοι νομίσῃς, δέσποτα, ἐπὶ μονάζοντος τὰ λεχθέντα, ἀλλ' οὐχὶ καὶ ἐπὶ λαϊκοῦ τὰ πάντα ἐφίσης (κἂν ἐν τῷ μονάζοντι ἐπιτεταμένως), πλὴν ἀγαμίας καὶ ἀκτημοσύνης, ἐν οἷς ὁ κοσμικὸς οὐ κατακέκριται. ὅμως κἀνταῦθα ἐγκρατείας καιροὶ καὶ αὐταρκείας θεσμοί· ἔχοντες γάρ, φησί, διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς τὸ ἄφυκτον βάραθρον. καὶ πάλιν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. ἰδού, δέσποτά μου, ἠνάγκασάς με τὸ δικαίωμα τοῦ θεοῦ ἀναγγεῖλαί σοι. σπεύσωμεν ἀμφότεροι σωθῆναι· ἀρκετὸς ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῆς σαρκὸς κατεργάσασθαι. νῦν, φησὶν ὁ ἀπόστολος, καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας. ἰδοὺ ὁ ἀγαθὸς θεὸς ἐκδέχεται ἕως ἐσχάτης ἀναπνοῆς τὸν καρπὸν ἡμῶν· μὴ εἴποι, ἔκκοψον αὐτόν, ἱνατί καὶ τὴν γῆν καταργεῖ; μὴ κλείσῃ καθ' ἡμῶν καὶ οὐκέτι ἄνοιξις· μὴ λάβοι ἡμᾶς ὁ διάβολος εἰς μέρος αὐτοῦ, συγκολαζομένους αἰώνια· μὴ ἀνάρπαστοι ἄφνω γενοίμεθα. ποσάκις ἐγγυὰς ἐδώκαμεν ὡς, εἰ τῆς ἀσθενείας ἢ τοῦδε τοῦ κινδύνου ἢ τῆσδε τῆς θλίψεως ῥυσθῶμεν, εὖ βιώσομεν, θεῷ γνησίως δουλεύσομεν, καὶ πάλιν ἐπελαθόμεθα τῶν συνθηκῶν; ἕως πότε ἀνέξεται; ἕως τίνος ἐάσει; ἀνάγκη πάντως μικρὸν ὕστερον ἐξελθεῖν τῶν ἐνθένδε. μὴ τοίνυν εὑρεθῶμεν ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων, ἵνα μὴ τὸ οὐαὶ ἡμῖν εἴη αἰώνιον καὶ ἀπέραντον, ἀλλὰ ἐν ἑτοιμασίᾳ εὐαρεστήσεως, ὅπως συμβασιλεύειν Κυρίῳ καταξιωθῶμεν εἰς ἀτελευτήτους αἰῶνας. γένοιτο. 465 Εὐφροσύνῃ ἡγουμένῃ Ἄρτι μᾶλλον ἀποδέχομαι τὴν τιμιότητά σου, ἀποκλαυσαμένην τὴν μακαρίαν μητέρα, ὅτε ἐξεληλυθὼς ὁ οἰκονόμος ἀπήγγειλε παρακεκλῆσθαι αὐτὴν ἐν Κυρίῳ. ἐφ' ᾧ καὶ ἡ ταπείνωσίς μου ἀνείθη, φροντίζοντος τὰ κατὰ σὲ ὡς ἀδελφῆς ἐν Χριστῷ. δεῖ γάρ, ὦ κυρία, ἐν τοῖς φιλτάτοις καὶ τὸ τῆς ἀγάπης ἐνδεικνυμένους πενθῆσαι φυσικῶς καὶ τῷ τῆς ἐλπίδος ἐπερειδομένους δόγματι παρακληθῆναι θεοπρεπῶς, μηδ' ὁποτέρως λυμήνασθαι τὸ καλόν· ἴσον γάρ ἐστιν ἀναλγησίας ἡ ὑπέρμετρος περιωδυνία. μέτροις ἀγόμεθα καὶ κανόσι θείοις, καὶ μάλιστα οἱ τὸ τῆς τελειότητος ἐπάγγελμα ἐπανῃρημένοι. ἔκλαυσε καὶ Μωσέα τὸν θεόπτην ὁ λαός, ἀλλὰ τεσσαράκοντα ἡμέρας, καὶ Ῥαχὴλ τὴν θαυμασίαν Ἰακὼβ ὁ πατριάρχης σὺν τέκνοις, ἀλλὰ βραχείαις ἡμέραις, καὶ αὐτὸν Ἰωσὴφ ὁ πολυθρύλλητος καὶ ἄλλους ἄλλοι ἔν τε παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἀλλ' ὡρισμένως καὶ οὐκ ἀεί· οὕτω δὴ καὶ αὐτὴ ποιήσασα καὶ ποιοῦσα ἐπαινετὴ παρά τε θεῷ καὶ ἀνθρώποις. βλέποις ἀεὶ κατὰ νοῦν τὴν ποθουμένην, καὶ μάλα συμβουλεύω, ἐξ οὗ εὐκατάνυκτος ἔσῃ, μισόκοσμος, φιλόθεος, ἐμπαράσκευος πρὸς τὴν αὐτὴν ἔξοδον· οὗ τί ἂν γένοιτο σωτηριωδέστερον; τὸ πιστευθέν σοι ποίμνιον τοῦ θεοῦ ποιμαίνοις ὁσίως ὡς μήτηρ πνευματική, ἀλλ' οὐκ ἄρχουσα ἀνθρωπίνως, ὡς τυποῦσα δι' ἑαυτῆς ἐν τοῖς κατ' ἐντολήν, ἀλλ' οὐκ ἀπαιτοῦσα τὰ ὑπὲρ δύναμιν, ὡς ἐπ' ἴσης ἐν πάσαις τῇ ἀγάπῃ καταμεριζομένη, ἀλλ' οὐ προστιθεμένη ἄλλῃ ἄλλως δι' αἵματος τρόπον. Ὁρᾷς ὅπως νενομοθετήμεθα πρὸς τῆς ἀληθείας; ἀλλὰ τί φησιν ὁ μέγας Πέτρος; καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομίσοισθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. ἡλίκον σοι βοῆσαι ἐνώπιον Κυρίου, ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι δέδωκας· προσθείην δ' ἂν κἀκεῖνο· ἐγὼ οὐκ ἐκοπίασα κατακολουθῶν σοι καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, Κύριε. καὶ γὰρ οὕτως ἔχει· πάντα θεῷ δέδωκας, πάντα ἡγήσω σκύβαλα, ἵνα Χριστὸν κερδήσῃς. ὥστε, εἰ καὶ θλίψεις, αἷς συζῶσιν οἱ θείως διαβιοῦντες, φέροις, κυρία· πολλαὶ γὰρ αἱ θλίψεις τῶν δικαίων, ὡς βοᾷ ὁ ἅγιος Δαυίδ, νοητῶς τε καὶ αἰσθητῶς ἀναπτόμεναι παρὰ τοῦ ἐχθροῦ· οὗ τὰ νοήματα μὴ ἀγνόει, οὗ τὰς μεθοδείας ταῖς προσευχαῖς τροποῦ. οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ὥς φησιν ὁ ἀπόστολος, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ τῇδε κόσμου, ὧν διαφυγεῖν τὰς πάγας ἀγωνιστικὸν τῷ ὄντι. ἔχοις ψυχήν, ἐν ᾗ ἀναθήσῃ τὰ συμβαίνοντα· ἐντεῦθεν γὰρ χαλινὸς ἁμαρτίας καὶ βοήθεια θεία. οἷον αἱ ἀδελφαί, τὴν σὴν ἔχουσαι προστασίαν· δεῖ γὰρ αὐτὰς ἀνατίθεσθαί σοι τὰς ἑαυτῶν ὁρμὰς καὶ πρὸς τί ἑκάστη ἐπιρρεπέστερον ἔχει καὶ αὐτὴν ὑποδέχεσθαι, καὶ τὴν μὲν παρακαλεῖν, τὴν δὲ προθυμεῖσθαι, τὴν δὲ ἀσφαλίζεσθαι καὶ ἁπλῶς τὸ πρόσφορον ἁπάσαις προσφέρειν. καὶ μήτοι ἀκηδιάσῃς ἐν τῷδε· θεὸς συνασπιστής, Κύριος ὑπερείδων. ἡμεῖς μόνον ἀρξώμεθα, καὶ αὐτὸς διδάσκει γνῶσιν. ζηλῶ ὑμᾶς, φησὶν ὁ ἀπόστολος, ζήλῳ θεοῦ· ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Οὕτως ὑπολάμβανε τὰ καθ' ἡμᾶς, ὅσον κατὰ ἔσχατον ἀπήχημα ἀφομοιώσεως, κἂν ἄλλως ἁμαρτωλοὶ ἡμεῖς· καὶ ὁ θεὸς τῆς εἰρήνης, ὁ καὶ τὴν συνώνυμον Εἰρήνην κληθεῖσάν σου μητέρα ἐν εἰρήνῃ καὶ ὁσιότητι πρὸς ἑαυτὸν προσλαβόμενος, καὶ σὲ κατ' ἴχνος ἐκείνης πολιτεύεσθαι ἀξιώσειε, ποιμαίνων ποιμαίνουσαν καὶ ὁδηγῶν ὁδηγοῦσαν ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 466 Ἰακώβῳ μονάζοντι Βραδεῖς καὶ ἡμεῖς πρὸς τὴν τῶν γραμμάτων ἀντίδοσιν ἀπηντήκαμεν, ἀδελφὲ τιμιώτατε, οὕτω τοῦ χρόνου δυσκολήσαντος, ἀλλ' ὅμως ἀμειβόμεθά σε τοῖς ἴσοις τῆς ἀγάπης μέτροις, δυσχεραίνοντες μὲν ἐφ' οἷς ἐξεῦρες καθ' ἡμῶν ἐγκωμίοις, ὡς οὐκ ἐχόντων ἐπαίνου λόγον, εὐφραινόμενοι δὲ ἐπὶ τῇ διαπύρῳ ζηλοτυπίᾳ τῆς ἠκριβωμένης σου πολιτείας, φυλαττούσης ἑαυτὴν ἀκατάτακτον τῶν χυδαιουμένων τῇ ἀδιαφορίᾳ, περὶ ἧς σοι καὶ ὁ πᾶς λόγος. Ἐγὼ δὲ οὐκ οἴομαι, φίλτατε, ὅπερ ἐσήμανας πρόσωπον οὕτω πράττειν καὶ λέγειν· πῶς γὰρ ὁ ἐν βαθμῷ ἱεραρχίας ἀνηγμένος χαμαιζήλως ἄγοιτο, πῶς δὲ καὶ ὁ ἠθληκὼς δι' ὁμολογίας συνυποφέρεται τοῖς ἀζηλώτοις καὶ ἀνιέροις; φῆς γὰρ λέγειν αὐτὸν ὅτι τὸ καθέζεσθαι εἰς ἐπισκοπεῖον, ἐν ᾧπερ ἠσέβησεν ὁ κατέχων, τὸ κωλῦον οὐδὲν καὶ τὸ παρὰ συγκαταβατῶν ἀνεπισκόπων σιτίζεσθαι οὐδὲν μάχεται τῷ κανόνι τῆς εὐσεβείας. καὶ πῶς τοῦτο οὐ μάχεται τῇ ἀληθείᾳ, τοῦ ἁγίου Δαυὶδ ψάλλοντος ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου τοῦ τε Ἁγίου Ἀθανασίου προστάσσοντος μηδεμίαν κοινωνίαν ἔχειν ἡμᾶς πρὸς τοὺς αἱρετικούς, ἀλλὰ μὴν μηδὲ πρὸς τοὺς κοινωνοῦντας μετὰ τῶν ἀσεβῶν; πῶς δὲ οὐ κοινωνία, εἴπερ δεῖ καθέζεσθαι ἐν τόπῳ τοιούτῳ κἀκ τῶν τοιούτων σιτίζεσθαι; οὐκ ἔχει φύσιν· κἂν μὴ ἐκεῖσε κάθηταί τις, ἐκεῖθεν δὲ τρέφοιτο, αὐτὴ ἡ δόσις καὶ λῆψις κοινωνίαν ἐργάζοιτο· φησὶ γὰρ ὁ ἀπόστολος· οἴδατε καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησε χάριν δόσεώς τε καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνον, ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. εἰ οὖν τὸ ἅπαξ καὶ δὶς λαβεῖν κοινωνίαν ἀπέφηνε τὸ φῶς τοῦ κόσμου, τὸ ἀεὶ λαμβάνειν τίς δ' ἄν, τίς εὖ φρονῶν οὐ φεύξοιτο ὡς ἀντίθετον φωτός; Δεῖ δὲ τὴν ἁγιωσύνην σου ἐπιεικῶς καὶ ταπεινοφρόνως τῷ πατρὶ τὰς ὑπομνήσεις εἰσοῖσαι, κἂν μὲν πεισθῇ, ἐκερδήσαμεν τὸν πατέρα, εἰ δὲ μή, τὸ ἑαυτῶν ἀσφαλὲς μὴ προώμεθα. περὶ γὰρ τοῦ τὰ παιδία βαπτίζεσθαι ὑπὸ τῶνδε ἀλλ' οὐχ ὑπὸ τῶνδε τὴν ἐπιστολὴν ὅλην, ἣν πρὸς τὸν αὐτὸν ἐγκαλέσαντα περὶ τοῦ αὐτοῦ πράγματος ἐχάραξα, καὶ τῇ σῇ τιμιότητι ἀπέστειλα, περιττὸν ἡγησάμενος δὶς ἐπὶ τὸ αὐτὸ εἰκαιολογεῖν. οὕτως οὖν ἐγὼ ὁ ταπεινὸς φρονῶ καὶ φρονοῦντας τοὺς ἁγίους ὁρῶ, ὡς δὲ ἑκάστῳ δοκεῖ ἔχειν εὕροιεν. ἴσως δὲ φαίη ὁ σιτιζόμενος ἐκ τοῦ ὀρθοφρονήσαντος καὶ ἐπιτιμηθέντος εἶναι τὴν λῆψιν. ἀλλ' οὔπω ταῦτα, ἕως δ' ἂν κατέχοι τὴν ἐπισκοπήν, εἰ καὶ μὴ ἱερουργεῖ μηδὲ μετέχοι τῶν ἁγιασμάτων. ἡ δὲ ἀληθὴς μετάνοια ἐν τῷ ἀφῆσαι τὴν ἐπισκοπὴν καὶ πόρρω γενέσθαι, ὥσπερ τινὲς ἐποίησαν, ἀφ' ὧν ἀβλαβὲς τὸ λαμβάνειν, μεθ' ὧν καταδεκτὸν καὶ τὸ συνεσθίειν. Ἄλλο τι λέγειν οὐκ ἔχω ἢ τὸ παρακληθῆναί σε προσεύχεσθαι περὶ τῆς ταπεινώσεώς μου οὐ μόνον ὀρθολεκτεῖν, ἀλλὰ καὶ ὀρθοποδεῖν περὶ τὴν πρᾶξιν.