Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 403 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
403.1
Μοναζούσαισ Χρέος, εἴπερ ἄλλο τι, ἐμοὶ τῷ ταπεινῷ ὑμᾶς τὰς τοῦ Κυρίου ἀδελφὰς καὶ μητέρας κατὰ τὸ ἀληθές, ὡς αὐτὸς ἔφησεν, ἡ ἀλήθεια, λόγω παρακαλεῖν καὶ παραινέσει ἀλείφειν, ὑπομενούσας διὰ Χριστὸν καὶ στέρησιν μητρὸς πνευματικῆς καὶ διάζευξιν ἀλλήλων καὶ μονῆς εὐαγοῦς ἀφαίρεσιν καί γε φυλακῆς τήρησιν, ἤδη προμαστιχθείσας ὁμολογίᾳ ἀληθείας. ἀλλά τι τοσοῦτον εἴπω, ἐπαίρων ὑμῶν τὸ ἀξιόχρεων ἐγκώμιον· μιᾶς μονῆς ὅλη ἀδελφότης τριακοντάριθμος ἐν τῷ παρόντι χρόνῳ, ὅτε ἐξετράπησαν ὁμοῦ μὲν ἄρχοντες καὶ ἀρχόμενοι, δέει θανάτου παρακρουσάμενοι τὸν τοῦ Κυρίου λόγον, ὁμοῦ δὲ μονάζοντες καὶ μονάζουσαι, εἰ καί τινες ὀλιγοστοὶ ὑπελείφθησαν, ὁμοψυχῆσαι οὕτως καὶ τὸν ὑπὲρ Χριστοῦ ἄεθλον ἀναδήσασθαι, τοῦτο τοῖς πάλαι χρόνοις παραβλητέον· τῶν Ἁγίων Τεσσαράκοντα ἡ ὁμοίωσις ἤ τισιν ἄλλοις τῶν μακαρίων ἀθλοφόρων ἐξεικονιζόμενον. ὡς μακάριαι ὑμεῖς, μία τῆς μιᾶς τῷ διαπύρῳ ζήλῳ ὑπερβάλλουσαι καὶ πᾶσαι ὁμοῦ ἀλλήλας παραθήξασαι εἰς τὸ τῆς ὁμολογίας στάδιον. ἄξιον θέαμα ἀγγελικῆς χορείας, μαρτυρικῆς ὁμηγύρεως ἐπέραστον θεῷ, ὑπὲρ οὗ καὶ τὰ παθήματα. Δεῦρο δὴ οὖν, θυγατέρες τῆς ἄνω Ἱερουσαλήμ, κλήματα τῆς ἀληθινῆς ἀμπέλου, μαθήτριαι ἀψευδῶς τοῦ λόγου, ἀγαλλιασώμεθα θεοπρεπῶς, ἀνθομολογησώμεθα τῷ δυναμέσαντι ἡμᾶς Χριστῷ ὑποῖσαι τὰ φθάσαντα, εἶτα καὶ πρὸς τὰ μέλλοντα παρασκευασώμεθα. τί τοῦτο; κἂν αὖθις μάστιγες, κἂν δεσμά, κἂν πῦρ, κἂν ξίφος, μηδαμῶς ἀναδυῆναι, ἀλλὰ πάντα προθυμηθῆναι ἐνεγκεῖν σὺν Χριστῷ· ἰσχύσομεν γάρ. ἐπείπερ εἴρηκεν· τῷ πιστεύοντι πάντα δυνατά. ὁρᾶτε οἷα τὰ ἐγκώμια; τί λοιπὸν τὰ μέλλοντα ἀνταποδόματα, βασιλεία οὐρανῶν, χαρὰ ἀνεκλάλητος; μή τις οὖν ὑποπίπτουσα τῷ σατανᾷ, μή τις φιλόζωος, ὡς εἷς τῶν τεσσαράκοντα, ἐκ τῶν τριάκοντα. ἐκεῖνοι τῆς ἐγκρατείας τὸ ἀπεικόνισμα, ὑμεῖς τῆς Ἁγίας Τριάδος τὸ ὑποτύπωμα, τριαδικῶς δεκατούμενον. Τοιαύτη ἡ οὐδαμινὴ ἡμῶν παράκλησις· ὑμεῖς δὲ ἀντιδοίητέ μοι τὰς προσευχάς, ὦ μητέρες τρισόλβιοι, εἰς σωτηρίας ἐφόδιον. 404 Κανονικαῖσ Καὶ ἀπὸ τῶν προλαβόντων ἱκανὴν ἀπόδειξιν τῆς εὐσεβοῦς ὑμῶν πρὸς τὴν ταπείνωσιν ἡμῶν διαθέσεως εἰλήφαμεν, νῦν δὲ καὶ μάλα, ὡς ἐκστῆναι ἡμᾶς τῷ ὄντι, διαβλέποντας τὰς δωρεὰς ὑμῶν ὁπόσαι καὶ ἡλίκαι, ἔπειτα καὶ ἐκδιδαχθέντες παρὰ τοῦ γραμματηφόρου, αὐτοψεὶ ὑπειληφότος ὅση ἡ φειδὼ καὶ ἡ φροντὶς περίεστιν ὑμῖν ἐλεεῖν, οἰκτείρειν, τρέφειν, ποτίζειν, ἐνδιδύσκειν, εἴ τι ἄλλο ἐπιτήδειον ζωῆς εἰς τὴν εὐτέλειαν ἡμῶν ἐπειγομέναις ποιεῖν καὶ ἐκζητούσαις μαθεῖν εἰς τὸ τελεῖν. ἆρα οὖν οὐκ εἰκότως εὐχαριστεῖν με ἔστιν ἐν τούτοις τῷ θεῷ, μητέρας εὑρηκότα καὶ ἀδελφὰς πνευματικάς; ἆρα οὐκ ὀφειλομένως πρέπον μοι ὕμνους ὑμῖν ἀναθεῖναι, ἐκζητούσαις θεὸν ὁλοκαρδίως; Χαίρετε, μητέρες καὶ θυγατέρες ἐν Κυρίῳ, χαίρετε, φιλεργάτιδες τῶν εὐαγγελικῶν προσταγμάτων, χαίρετε, κρίνα τοῦ ἀγροῦ τοῦ νοητοῦ, ἐν μέσῳ ἀκανθῶν ἐνειμέναι κατὰ τόπον, κατὰ δὲ τρόπον τῆς αἱρετικῆς ἀκανθώσεως πορρωτέρω θέουσαι· χαίρετε, ἡ καλὴ ξυνωρίς, ἐν ἀλλήλαις ἐχόμεναι καὶ δι' ἀλλήλων πρὸς θεὸν συνδεσμούμεναι. ἡλίκη ὑμῶν ἡ κατὰ θεὸν ὁμόνοια, ἡ ἀγαπητικὴ σύνδεσις, ἡ μοναδικὴ βίωσις. χαῖρε, ἡ κυρία τῆς κυρίας, ἡ μήτηρ τῆς μητρός, ἡ καθηγουμένη τῆς καθηγουμένης, ὁμοῦ μὲν ἄρχουσα, ὁμοῦ δὲ καὶ ἀρχομένη· ὡς καλή σου ἡ ἐργασία καὶ τὸ ἐπιτήδευμα, ἵνα καὶ τὸν ἐξ ὑποταγῆς μισθὸν ἐρανίζῃ καὶ τῇ προεστώσῃ ἀσφάλεια ὑπάρχῃς. χαῖρε, ἡ καθηγουμένη καὶ ὑποτασσομένη, τὸ μὲν τῶν πολλῶν, τὸ δὲ τῇ μιᾷ· μακαρία σου ἡ σύνεσις, κυβερνῶσα καὶ κυβερνωμένη καὶ εἰς λιμένα σωτηρίας ἀπευθυνομένη. Βραχέα τὰ ἐγκώμια, ἀλλ' ἐξ ὀλίγων τὰ πολλὰ συνεξακούεται. ἀνταποδῴη ὑμῖν Κύριος τὸν ὑπὲρ ἡμῶν μισθόν, τὸν ὑπὲρ τοῦ οἰκονόμου, τὸν ὑπὲρ οὑτινοσοῦν ἄλλου εὖ πανθάνοντος. φυλάξατε ἔτι ἑαυτάς, παρακαλῶ, τῆς ψυχοφθόρου αἱρέσεως, ἧς ἡ κοινωνία ἀλλοτρίωσις Χριστοῦ. τὴν πολιτείαν ὁμοῦ φαιδροτέραν ἀπεργάζοισθε, τὴν χρυσῆν σειρὰν καὶ τοῖς πολλοῖς ἄπλοκον, ἵνα ἐξ ἀμφοτέρων κοσμούμεναι λαμπραῖς ταῖς λαμπάσιν εἰς τὸν νυμφῶνα Κυρίου καταντήσοιτε, τῶν αἰωνίων ἀγαθῶν ἀπολαύουσαι. 405 Ναυκρατίῳ τέκνῳ Τοιούτου πιστοῦ γραμματηφόρου ἐπιτετύχηκας, δι' οὗ οἰκονομίαν ἡγησάμην εἶναι τοῦ ἀγαθοῦ θεοῦ ἡμῶν κἀγὼ ὁ ταπεινὸς ἐπιστεῖλαί σοι, ἱερὸν τέκνον. αὐτὸ μὲν οὖν τὸ μαθεῖν ἡμᾶς ὅτι ὑγιαίνεις σὺν πᾶσι τοῖς ὁμολογηταῖς καὶ ἀδελφοῖς σου, πόσης οὐκ ἂν εἶεν ἡμῖν τοῖς ἁμαρτωλοῖς χαρᾶς, σοῦ μάλιστα τοῦ κορυφαιοτάτου εὐσταθοῦντος καὶ συμπεριφερομένου τῷ λόγῳ τῆς ἀγάπης καὶ φροντίδος πρὸς ἅπαντας θεοπρεπῶς; ἔπειτα, ὅτι τε καὶ ὁ ἀδελφὸς Ἀδριανὸς ἀποσέσωσται μέχρι τῶν αὐτόθι, ἀνείθημεν τῆς μερίμνης, εὐχαριστήσαντες τῷ Κυρίῳ, εἰ καὶ ὅτι εἰσαεὶ διὰ τὸν ἀδελφὸν Ἐπιφάνιον, καθὰ προεδήλωσας, ἐμμέριμνοί ἐσμεν καὶ ἐμπαράσκευοι πρὸς πειρασμόν, ὑπονοούμενοι τὰ ὑφορμῶντα κατὰ τὸ εἰκός. ὅπῃ δὲ τῷ θεῷ φίλον ἐχέτω ταῦτα καὶ ἀγέσθω· τοῖς ἀγαπῶσι θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν, ὥς φησιν ὁ ἱερὸς λόγος. τοιούτους ἡμᾶς, ἀδελφέ, προσεύχου γενέσθαι, κἂν μακράν ἐσμεν ἀπὸ θεοῦ ταῖς ἁμαρτίαις· καὶ οὐ φοβηθησόμεθα τί ποιήσειεν ἡμῖν ἄνθρωπος. οὐδὲν οὖν τοιοῦτον, οἷον ᾖσας ἡμῖν, καταστέφων τοῖς ἐπαίνοις, ὑπέστημεν· εἰ δὲ καί τι δεξιόν, ἀλλὰ καὶ τοῦτο δι' ὑμᾶς καὶ ὑφ' ὑμῶν ταῖς εὐχαῖς δυναμωθέντες καὶ ἀξιωθέντες. εἴη καὶ πρὸς τὸ ἑξῆς τὸ ἔλεος τοῦ Κυρίου ἐφ' ἡμᾶς τοὺς ἀναξίους. Ἥσθην ὅτι συμπεριηνέχθης τῇ πατρικίᾳ ἐν Κυρίῳ, καὶ τοῦτο δι' ἡμᾶς· καὶ γὰρ κἀκείνη αὐτὸ τοῦτό μοι δεδήλωκε καὶ προσετέθη μᾶλλον ἀγαθοποιεῖν. δι' ἡμᾶς ζῇς, ἀδελφέ, ἀλλὰ καὶ ἡμεῖς δι' ὑμᾶς. μὴ θαύμαζε ὅτι κορυβαντιῶσιν οἱ χριστοδιῶκται μηδ' ὅτι ἀνέχεται Χριστός· δεῖ πᾶντα τελεσθῆναι, ἵνα καὶ οἱ δόκιμοι φανερώτεροι ἐκλάμψωσι καὶ οἱ ἀνομοῦντες τέλεον ἀποτίσωσιν ὧν εἰργάσαντο τὴν ἀντιμισθίαν. Ἀπέσταλκά σοι βιβλιδάκιον καὶ τετράδας δεκατέσσαρας, ἐφ' οἷς εἰσι λόγοι καὶ βίοι τῶν ἀδελφῶν ἐμμέτροις στίχοις· ἅπερ ἀναγνοὺς αὐτός τε καί τινες τῶν πιστῶν ἀδελφῶν ἀσφαλῶς κατάκρυψον. οὐδὲν οὖν ποιῶ, ἀδελφέ, ἄξιον λόγου· ἀλλ' ἐπειδὴ εὐκαιρῶ καὶ ἐπειδὴ νύσσομαι ὡς ὑπὸ τοῦ ἁγίου μου πατρός, ἀκούων τε πάλιν τοῦ θείου Παύλου λέγοντος τῷ ἁγίῳ Τιμοθέῳ, μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὡς ἀνάξιος μετὰ φόβου καὶ τρόμου ποιῶ ἃ ποιῶ. Τὸν ἀδελφὸν Ἀθανάσιον σὺν τῷ παροικονόμῳ ἄσπασαι. εἰ καὶ ἔγραψα ὡς ὅτι εἰσῆλθεν ὁ ἀδελφὸς Ἀδριανός, ἀγνοῶν εἶπον, ὕστερον μαθὼν ὅτι οὔπω ἔφθασεν ἡνίκα ἐπέστειλας. ὁ ἀδελφὸς Νικόλαος πλεῖστά σε προσαγορεύει, αἰδούμενος τοὺς λόγους σου. ὁ Κύριος μετὰ τοῦ πνεύματός σου, ἀδελφόπατερ. 406 Κατήχησισ Πρώην ὑμῖν ἐξ Ἀνατολικῶν ἀναγινωσκόμενος νῦν ἀπὸ Θρᾳκησίων ἐπιφαίνομαι· ἐν γὰρ τῇ Σμύρνῃ μεθωρίσαντο ἡμᾶς οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου καὶ μᾶλλον τῆς προτέρας φυλακῆς ἀσφαλέστερόν τε καὶ πειραστικώτερον. ἀλλ' ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται οὐδ' ὁ πόθος ἠρεμεῖ οὐδ' ἡ ἐντολὴ παρασιωπᾷ· διὰ τοῦτο πάλιν ὁ ταπεινὸς φθέγγομαι. Χαίρετε ἐν Κυρίῳ, πατέρες καὶ ἀδελφοί, χαίρετε, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, χαίρετε, οἱ ἐν ὄρεσι καὶ σπηλαίοις ἐνδιαιτώμενοι, ἀλλὰ μὴν καὶ οἱ ἐν πόλεσι καὶ ἐρημικωτέροις τόποις κρυπταζόμενοι· εἰ γὰρ πάντοτε δεῖν ἡμᾶς χαίρειν ἐπιτέτραπται παρὰ τῷ ἀποστόλῳ, πόσῳ γε μᾶλλον ἄρτι, ὁπότε ὑπὲρ Χριστοῦ ἐστι τὰ παθήματα τοῦ ἐγγραφομένου τῷ πίνακι, τοῦ ἐμφαινομένου ἐν τῇ οἰκείᾳ εἰκόνι, τοῦ τιμωμένου δι' αὐτῆς; μὴ γὰρ ἐμὰ τὰ ῥήματα τοῦ οἰκτροῦ; Διονυσίου τοῦ πανσόφου καὶ Βασιλείου τοῦ Μεγάλου. καὶ οὔπω καιρὸς τῶν ἄλλων θεοφόρων τὰς χρήσεις ἐπεισάγειν ἐν τῷδε τῷ γράμματι. ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ· Μωὰβ ἠθέτησεν, ἡ Βυζαντὶς δῆλον ὅτι τὸν εὐαγγελικὸν ζυγὸν ἀπεσείσατο, ὡς δάμαλις παροιστρῶσα ἠφηνίασεν. ὁδούς σου εἰδέναι οὐ βούλομαι, πραγματικῶς τε καὶ λογικῶς ἀπεφθέγξατο. κορυβαντιᾷ, μαίνεται, αἱμοποτεῖ ὡς λέαινα, ὡσεὶ ἀσπὶς βυοῖ τὰς ἀκοάς, ἐλεγχομένη ἀποτινάσσεται. ἧκεν αὐτῇ φωνὴ ὑπομνηστικὴ ὡς ἀπ' οὐρανοῦ, ἐκ τοῦ κορυφαιοτάτου, ἐκ τοῦ Ῥωμαϊκοῦ θρόνου," 4τί πέπραχας;" 5 βοῶσα·" 4Χριστὸν ἤρνησαι, Χριστοῦ τὴν εἰκόνα ἀθετοῦσα, τῆς Θεοτόκου, τῶν πάντων ἁγίων. ἄνοιξον εὐήκοον οὖς, ἐνώτισαι λόγους εὐαγγελικούς, ἀποστολικούς, προφητικούς, πατρικούς" 5. καὶ οὐ προσήκατο, οὐκ ἐδέξατο, ἀλλὰ διαρρήξασα ἑαυτὴν τοῦ πεντακορύφου σώματος τῆς ἐκκλησίας (ἐπειδὴ ἔτι ζῇ καὶ Νικηφόρος ὁ ἱερὸς) τραχηλιᾷ κατὰ θεοῦ παντοκράτορος, ἐνυβρίζουσα Χριστόν, πατοῦσα τὰ ἅγια. Τοιαῦτα τὰ παρ' αὐτῆς, ὦ τριπόθητοι· καὶ μεθ' ἡμῶν ὁ θεός, ἀνατολή, δύσις, βορρά, θάλασσα. ἐν τούτοις ἡ χαρά· εἰ δὲ καὶ θρῆνος διὰ τοὺς ἀπολλυμένους, δεῦρο δὴ στῆτέ μοι γενναῖοι, εὐχάριστοι, ἁρπάζοντες τὰ ὑπὲρ Χριστοῦ παθήματα ὡς θησαυρίσματα. οἴ, οἷος ὁ καιρὸς ἀγαθὸς πρὸς τοὺς ἀγωνιζομένους, ἡδύπνους, μυρίζων τὰ ἀθλοφορήματα ὑπὲρ πάντα τὰ ἀρώματα. αἷμα ῥεῖ μαρτυρικὸν ἐπὶ τὴν ἐκκλησίαν, ἄρδον αὐτὴν ὑπὲρ Ἐδὲμ ἐκ τετραποτάμου κρήνης ποτιουμένην. προστίθενται οἱ χοροὶ τῶν ἀπ' αἰῶνος μαρτύρων, τῶν ὁμολογητῶν τὰ πάλαι μακαριζόμενα ἐν ὀφθαλμοῖς νῦν ὁρᾶται. ἆρ' οὖν οὐκ ἐπείγῃ πρὸς τὴν ἄθλησιν ὁ ἀκούων, δυσχεραίνων τὴν ὀρεινὴν ἢ τὴν ἐρημίαν ἢ τὴν ὁπωσοῦν κρυπταδίαν; ἀλλ' ὅμως μένε ἐν οἷς εἶ· ἔχεις καὶ σὺ τὸν μακαρισμὸν ἡλίκον. προσεύχου καὶ ἐπαίνει τοὺς πλεομακαρίστους, βάλλε μοι τὸν ἀόρατον δράκοντα, τρέπε μοι τὸν ἐμφύλιον τῆς σαρκὸς πόλεμον. νικάτω τὸ πνεῦμα, δουλούτω τὸ σῶμα, ὡς ἂν ἡ ψυχὴ ἐλευθεριάζοι, ἡ κυρία καὶ δέσποινα, εἰρήνην ἔχουσα πρὸς τὸν θεόν. ἐὰν οὕτω, μαρτύριον καθ' ἑκάστην, στέφανοι θεόπλοκοι. Περὶ ἡμῶν τῶν ἁμαρτωλῶν μὴ ἀνιᾶσθε, κἂν ἀκηκόατε ὅτι καὶ αὖθις ἐμαστιγώθημεν. ἠνέγκαμεν εὐχαῖς ὑμῶν εὐχαρίστως, περιχαρῶς, κἂν πρὸς ὀλίγον ἡ δρίμυξις. μόνον μὴ ἀνῆτε τὰς ὁσίας ὑμῶν χεῖρας ἐκτείνοντες· πιστεύομεν γάρ, εἰ καὶ ἀσθενεῖς λίαν, ἐν τούτῳ τὸν Ἀμαλὴκ τροπώσασθαι. ἀσπάζεται πολλὰ Νικόλαος, ὁ ἀδελφὸς ὑμῶν. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ, αἱ συνοδίαι τὰς συνοδίας, οἱ μικροὶ τοὺς μεγάλους καὶ μέντοι τοὺς πλησιάζοντας πατέρας. καὶ ὅταν ἀναγνωσθῇ παρ' ὑμῖν ἡ ἐπιστολή, μὴ παραιτήσησθε καὶ παρ' ἐκείνοις ἀναγνωσθῆναι, ἐὰν ᾗ ἀξία μόνον, ἐπειδὴ πάντες ὁμόψυχοι καὶ ἓν σῶμα, κἂν διάφορα μέλη. ὁ Κύριος Ἰησοῦς Χριστὸς μεθ' ὑμῶν καὶ μεθ' ἡμῶν τῶν ἁμαρτωλῶν. ἀμήν. 407 Ναυκρατίῳ τέκνῳ Οὐ πλησθήσεται τὸ οὖς μου ἀπὸ φωνῶν σου ἀκροάσεως· φωνεῖς γὰρ ἀναγκαῖα καὶ κατεπείγοντα. ἃ καὶ νῦν ἐνωτισθείς, ὦ παῖ καλέ, ᾖσα ὁ ταπεινὸς χαριστήρια, ὡς οὐ καταλέλοιπεν τέλεον Κύριος τὴν ἐκκλησίαν αὐτοῦ, ἀλλ' ἔδειξεν ἔτι ἔχειν τὴν ἰσχὺν αὐτῆς, κινήσας τοὺς ἀπὸ Δύσεως ἀδελφοὺς ἡμῶν ἔλεγχον τῆς παροινίας τῶν τῇδε καὶ φωτισμὸν τῶν νυκτομαχούντων τῇ αἱρέσει. κἂν ἀπεσείσαντο οἱ ἀτεράμονες, κἂν ὀφθαλμοὺς καρδίας οὐκ ἤνοιξαν (μαρτυριῶ ἄρτι κατενώπιον θεοῦ καὶ ἀνθρώπων), ἑαυτοὺς ἀπέρρηξαν τοῦ σώματος τοῦ Χριστοῦ, τοῦ κορυφιακοῦ θρόνου, ἐν ᾧ Χριστὸς ἔθετο τὰς κλεῖς τῆς πίστεως, ἧς οὐ κατίσχυσαν ἀπ' αἰῶνος οὐδ' ἂν κατισχύσωσι μέχρι συντελείας πύλαι ᾅδου, τὰ τῶν αἱρετικῶν δηλαδὴ στόματα, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. Χαιρέτω οὖν ὁ μακαριώτατος καὶ ἀποστολικὸς καὶ φερωνύμως Πασχάλιος, ὅτι τὸ ἔργον Πέτρου ἐξεπλήρωσεν. σκιρτάτω πᾶς ὀρθοδόξων θίασος, ὅτι κατ' ὀφθαλμοὺς εἶδεν τὴν ἐπισκοπὴν Χριστοῦ κατὰ τοὺς πάλαι ἁγίους πατέρας ἡμῶν· τὰ γὰρ ἄλλα ὅπῃ τῷ θεῷ φίλα ἀγέσθω. ἀρδευέτω τὸ μαρτυρικὸν αἷμα τὴν ἐκκλησίαν, αὐξανέσθω ὁ χορὸς τῶν ὁμολογητῶν· τοῦτο εὐδοκία θεοῦ, τοῦτο χαρὰ καὶ ἀγαλλίασις, κἂν διὰ τοὺς ἀπολλυμένους ἐλεεινότατον. τί φήσοιεν οἱ ἐναντίοι; Ἀνατολὴν οὐκ ἔχουσιν, Δύσεως ἐστέρηνται, τοῦ πεντακορύφου ἐκκλησιαστικοῦ σώματος (ζῇ γὰρ ἔτι καὶ Νικηφόρος ὁ ἱερὸς) διεσπάσθησαν. οὐκοῦν ἠλλοτρίωνται Χριστοῦ, ἄρα ἐνεκρώθησαν, ἄρα ἐν σκότει διαπορεύονται. εἰ δὲ ὅτι ἄρχουσιν ἐπ' ἐρήμου αἱρέσεως, τοῦτο καὶ λῃσταί, ἐπεὶ καὶ κτείνουσιν ὥσπερ καὶ οὗτοι, αἵματα κενοῦντες ὡς ἔπος εἰπεῖν καθ' ἑκάστην. Ἐχέτω ταῦτα ὧδε. ἡλίκον δὲ ᾄσομαι ἐπὶ τῇ μεταβολῇ Λεοντίου; ὢ τῶν μεγίστων τοῦ θεοῦ τεραστίων· σὺ μέν, ὦ τᾶν, εἰς τοῦτο κἀκεῖνο μετεσχημάτισας τὸν δύσχριστον, ἐγὼ δὲ κυπριανίζειν αὐτὸν ἐν τῷ πράγματι ᾠήθην, ἀποκρουσθέντα παρὰ τοῦ βασιλέως προσδραμεῖν τοῖς ἀθλοφοροῦσι καὶ ἐναγωνιζομένοις κατὰ Ἰουστίναν τὴν ἀοίδιμον. δῴη Κύριος τέλεον ἐπ' ἀμφοῖν τὰ ἀμφότερα ἀποφανθῆναι. ἡ φυλακή σου ὅτι ἐνδότερον ἐγένετο λυπηρόν μοι διὰ τὸ ἀσθενεῖν σε· πλὴν ἴσχυε καὶ κραταιοῦ, ὁμολογητὰ Χριστοῦ, ὡς προεσημάναμεν. ἵνα δὲ γνοίης ἔτι λευκότερον, προστίθημι καὶ ταῦτα, ὡς ἔτι ἀσφαλίζεται ἡμᾶς ὁ φρούραρχος. διατί καὶ πῶς; ἐπεὶ γὰρ δεῖ οἰκονομίᾳ κεχρῆσθαι ἐν τοῖς ἀναγκαίοις, ὁπηνίκα συνωψίσθημεν τῷ Χωνῶν αἱρεσιάρχῃ (ἐκεῖ γὰρ πρῶτον ἀπήχθημεν ὑπὸ τῶν ἀπὸ Ἀνατολικοὺς ἀράντων ἡμᾶς), καὶ γόνυ ἐκλίναμεν, συγγονυκλιτήσαντος κἀκείνου, καὶ ἠσπασάμεθα αὐτόν. καὶ ἐπειδὴ εἴασεν εἰς ταὐτὸν ἐλθεῖν ἐμέ τε καὶ τὸν κύριον Ἀθανάσιον, καὶ συνεπίομεν αὐτῷ ἅπαξ καὶ δίς, οὐ μέντοι συνεφάγομεν, ἐκλιπαροῦντος τοῦ ὄφεως καὶ ψιθυρίζοντος ἀπατηλά. τούτῳ τῷ μέτρῳ ἐχρησάμεθα ἀπαχθέντες ἔνθεν καὶ πρὸς τὸν ἐν ᾧ ἐσμεν δράκοντα· ὅς, προμαθὼν τὸν εἱρμόν, οὐδὲν πλέον ἠνάγκασεν ὡς μὴ ἰσχύων πεῖσαι, συνεκίνησεν δ' οὖν ὅμως λόγους ἐν τῷ ἰδεῖν ἡμᾶς περὶ τῆς ὑποθέσεως· ὡς οὐδέν ἐστι, φησί, καὶ σμικρόν τι τὸ ἀμφισβητούμενον. πρὸς ἃ ἀπεκρινάμην ὅτι" 4καὶ τῶν μεγίστων λίαν καί, εἰ κελεύεις, λέγε καὶ ἀντάκουε" 5. ἀλλ' ἐάσωμεν τὸ νῦν ὃ καὶ γέγονεν· τἆλλα μὲν πολλοῦ τὸ λέγειν, ἐπὶ δὲ τὸ τελεώτερον ὁ λόγος, δι' ὃ καὶ ἀπηρξάμην. ᾤετο ὁ δεινὸς κατὰ μικρὸν ἡμᾶς ἕλκειν, οὐκ ἐκ τοῦ συναίρειν λόγον περὶ εἰκόνων, ἀλλ' ἐκ τοῦ ἀγαθοποιεῖν τυχὸν τοῦ τε φιλικὰ ὁμιλεῖν καὶ ἀνατίθεσθαι τοὺς τῆς ἐξαρχίας λόγους (ἐπὶ γὰρ τῶν πέντε θεμάτων τέθειται), καὶ μὴν καὶ τὰ τοῦ κρατοῦντος ἐκθειάζειν. ἧκεν, ἐκίνησεν τὰς τοιαύτας ὁμιλίας, ἔτι, ὃ οὐδ' ἅπαξ ἐποίησεν ἐν τῇ φυλακῇ, ἐπέδωκεν πιεῖν. ἔλαβον δαχθείς, ἔπιον κατασφραγίσας τρὶς (ἐφοβήθην τὸ δρᾶμα· οὐά, κατὰ βραχύ, ἀνεπαισθήτως κατασπᾷ), συνῆρα λόγον περὶ ἀληθείας. ὠτρύνθη κἀκεῖνος, ἀντετοξεύσαμεν χρήσεσιν ἀλλήλους, αὐτοῦ μὲν ἀποστομίζοντος χλευαστικῶς κἀμοῦ ὑφειμένως ἐρχομένου ἔν τισιν διὰ τὸ ἀποτείνεσθαι τοὺς λόγους πρὸς τὸν βασιλέα καὶ τὸ μὴ ταραχῇ καταδιαστῆναι ἀλλήλων, ἐπειδὴ καὶ πρότασίν μου προτείναντος ἠπόρησεν. καὶ εἶπον·" 4βλασφημία τίς αὕτη; ὁ πατὴρ καὶ τὸ πνεῦμα κεκοινώνηκεν ἐν οἷς ἔδρασεν ἀνθρωπίνως ὁ Χριστός, ναὶ ἢ οὔ;" 5 ὁ δὲ κατένευσεν καὶ διισχυρίζετο οὕτως ἔχειν. διά τοι ταῦτα ἡ ὕφεσις καὶ ἡ ὡς ἐν μάχῃ διάστασις. ὁ δὲ ἐξελθών φησιν·" 4ἐδόκουν ὅτι ᾔδει τι· οὐδόλως, ἀλλὰ καὶ ἀπεστομάτισα αὐτόν" 5. ἐγὼ δὲ ἔγνων μὲν αὐτὸν ἄλογον ὅτι μάλιστα σὺν ἀσεβείᾳ, ἓν δὲ ἐζήτησα, τὴν ὑπόκρισιν ἀποθέσθαι με καὶ ἄλλο πρόσωπον ἐπιδεῖξαι, ὡς δεῖ πρὸς ἀσεβάρχην· ἐπεὶ οὐ θεμιτὸν εἰς ὕας βάλλειν τοὺς μαργαρίτας. ἐντεῦθεν ἡ πολλὴ ἀσφάλεια καὶ παραγγελία τοῦ μὴ ἰδεῖν ἡμᾶς ἄνθρωπον, κἂν ἄλλως οἰκονομῇ θεός. Ταῦτα, εἰ καὶ παρεκβατικώτερον, ὅμως ἀναγκαίως εἴρηται πρὸς τὸ θερμῶς αἰτεῖσθαί σε ῥυσθῆναι ἡμᾶς ἀπὸ τῆς ἐνέδρας τοῦ ἀσεβοῦς. ὁ ἀδελφός σου προσαγορεύει σε. 408 Θεόδωρος ἁμαρτωλὸς μοναχὸς τοῖς πνευματικοῖς μου πατράσι καὶ ἀδελφοῖς, ὁμολογήσασι καὶ ἐναθλοῦσιν ἐν εἱρκταῖς, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆσ Ἀκηκοώς, ὦ τριπόθητοι, τὸ μαρτύριον τῆς καλῆς ὑμῶν ὁμολογίας ὑπὲρ Χριστοῦ ὕμνησα, ἐδόξασα θεὸν τὸν καλέσαντα ὑμᾶς ἐκ τῆς ἀλλοδαπῆς ἐν τῇ βασιλίδι τῶν πόλεων οἱονεὶ ἄρνας λογικοὺς αἷμα κενῶσαι εἰς ὀσμὴν εὐωδίας αὐτῷ, φῶς τῶν ἐν σκότει τῆς αἱρετικῆς νυκτομαχίας· εἶτα ἐπιθυμίᾳ ἐπεθύμησα ὁ ταπεινὸς ἰδεῖν ὑμᾶς τοὺς ἀθλητὰς καὶ περιπτύξασθαι ἕνα καθ' ἕνα, πόθῳ διαπύρῳ ἑλκόμενος. ἀλλ' ἐπειδὴ τοῦτο σωματικῶς ἀδύνατον, διὰ τοῦ γράμματος ἁρπαγεὶς καὶ μέσος ἑστὼς καὶ ἀσπάζομαι τὰ ἅγια ὑμῶν ἴχνη καὶ φιλῶ φιλήματι ἁγίῳ τὰ ἱερὰ ὑμῶν πρόσωπα. ὦ καλοὶ στρατιῶται Χριστοῦ, ὡς ἀπ' οὐρανίου στρατολογίας κεκλημένοι· ὦ ἀστέρες φαεινοί, ἐν νυκτὶ ἀσεβείας διαυγάζοντες ὀρθοδοξίαν, ὑπὲρ χρυσίον τιμαλφέστεροι, ὑπὲρ σμαράγδων καὶ μαργάρων ἐκλαμπρότεροι. πολλοῖς ὑμᾶς ὀνόμασι καταστέφειν ἀξιολόγως ἐφιέμενος οὐ παραχωροῦμαι, τῷ μέτρῳ τῆς ἐπιστολῆς στενοχωρούμενος, ἑνὶ δὲ λόγῳ τὸ πᾶν περιλαβὼν λέγοιμι ὅτι τὸ μαρτύριον ὑμῶν ἰσοστάσιον τοῖς ἄνω μαρτυρίοις, ἐπείπερ τηλαυγῶς Χριστὸν ὁμολογεῖ ὁ τὴν εἰκόνα Χριστοῦ ὁμολογῶν δέχεσθαι, ὡς καὶ τὸ τῆς ἀρνήσεως ἔχει· ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὡς ὁ Μέγας Βασίλειος ἔφη, καὶ τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται, ὡς αὖθις Διονύσιος ὁ πάνσοφος εἶπεν. καὶ ἐπεὶ Χριστὸς ἄνθρωπος τέλειος, μηδὲν ἐλλελοιπὼς τῶν ἐν ἀνθρώπῳ θεωρουμένων, ἔχει τὸ ἐξεικονίζεσθαι ὡς πᾶς ἄνθρωπος, ὥσπερ ἔχει τὸ μὴ περιγράφεσθαι, καθὸ καὶ θεὸς ὁ αὐτὸς τέλειος. εἰ δ' οὐκ ἐγγράφοιτο σωματικῷ χαρακτῆρι, οὔ τί που ἄνθρωπος· σημεῖον γὰρ πρῶτον καὶ ἄληθες ὅτι ἄνθρωπος, εἰ ἐξεικόνισται. καὶ οὔπω λέγω περὶ τῆς δεσποίνης τοῦ παντὸς Θεοτόκου καὶ ὅλων συλλήβδην τῶν ἁγίων, ὧν ἀθέτησις ἡ τῶν σεπτῶν αὐτῶν εἰκόνων ἀναίρεσις· ἀλλ' ὁ συνιῶν συνιεῖ καὶ ὁ ἀθετῶν ἀθετεῖ ὀλεθρίως, τοῖς λογίοις ἀντιφθεγγόμενος, καὶ ἡ ἐξουσία δρᾷ ἀεὶ ἐξουσιαστικῶς. καὶ οἱ τοῦ θεοῦ ὀλίγοι, εἰ καὶ πάντες πλάσματα, καὶ τέλος τῇ θεοκλήτῳ πέτρᾳ ἄνωθεν καὶ ἐξ ἀρχῆς πύλαι ᾅδου προσρήγνυνται, ἀλλ' οὐδαμῶς κατίσχυσαν οὐδ' ἂν κατισχύσωσιν αὐτῆς, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. Διό, πατέρες μου καὶ ἀδελφοί, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε ἐν Κυρίῳ. οἱ χοροὶ τῶν μαρτύρων πρὸς ἑαυτοὺς ὑμᾶς ἐκκαλοῦνται, τῶν ὁμολογητῶν ὡσαύτως. ταῦτα ὡς ἐν ὀλίγοις, συνάπτοντες ὑμῖν ἑαυτοὺς οἱ ἐλάχιστοι καὶ ἀπόντες τῷ πνεύματι, ὡς ἂν γνοίητε ὅτι ἔχετε μέλος ἔσχατον ὧδέ που περιωρισμένον ἐπὶ τῇ αὐτῇ ὁμολογίᾳ καὶ αἰτοῦν ὑμᾶς συλλαμβάνειν ἐν ταῖς ἁγίαις προσευχαῖς κατόπιν ἰέναι τῶν τιμίων ὑμῶν ἰχνῶν. 409 Ναυκρατίῳ τέκνῳ Ἐπειδὴ ἔμαθον παρὰ τοῦ γραμματηφόρου, ὦ καλὲ ἀδελφέ, ὅτι ἔριδες ἐν ὑμῖν ἀνεφύησαν (λέγω δὲ τοῦτο, ὅτι ὁ μὲν λέγει," 4ἐγὼ τὴν εἰκόνα τοῦ Χριστοῦ ὡς αὐτὸν τὸν Χριστὸν προσκυνῶ" 5, ὁ δὲ ἀπαναίνεται), οὔτε ἀλύπως ἐδεξάμην, εἰδὼς ὅτι ἐρεσχελίαι αὗται παρὰ τοῦ διαβόλου ὑποσπειρόμεναι τέμνειν εἴωθεν καὶ αὐτὸ τὸ ὑγιαῖνον μέρος τῆς ὀρθοδοξίας, ὅπερ ἐστὶ χαροποιὸν τοῖς ἐναντίοις, ἐκ τῶν ἡμετέρων ἀρρωστημάτων τὸ οἰκεῖον ἀσέβημα βεβαιουμένοις εὖ ἔχειν, οὔτε μὴν σιωπῇ τὸ ἀκουσθὲν κατασχεῖν καλὸν ἐνόμισα, ἀλλά τι καὶ παρ' ἐμαυτοῦ φάρμακον ἐξευρεῖν θεραπείας, θεοῦ εὐδοκοῦντος. Ἔστιν οὖν τὸ λῆμμα τοιοῦτον· τὸ" 4ὡς" 5 πῇ μὲν ἐπὶ ὁμοιώσεως εἴληπται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ, πῇ δὲ ἐπὶ βεβαιώσεως. τὸ πρῶτον· ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι καὶ ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος. τὸ δεύτερον· ὡς ἀγαθὸς ὁ θεὸς τοῦ Ἰσραὴλ καὶ ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· οὐ γὰρ καθ' ὁμοίωσιν ἀλλὰ βεβαίωσιν ἐνταῦθα ὁ λόγος. εἰ οὖν οὕτω λέγοι τις προσκυνεῖν τὴν εἰκόνα Χριστοῦ, ὡς αὐτὸν Χριστόν, ἔρρωται τῷ φρονήματι, εἰ δὲ βεβαιωτικῶς, οὐδαμῶς· οὐ γὰρ ταὐτὸν εἰκὼν καὶ ἀρχέτυπον τῇ φύσει, ἀλλὰ ταὐτὸν τῇ ὁμοιώσει. ταὐτιζόμενα γὰρ ἄμφω τῇ οὐσίᾳ διαφορεῖται παντάπασιν, ἐπὶ τῶν τεχνητῶν εἰκόνων δὴ λέγω. πῶς οὖν τὴν εἰκόνα ὡς αὐτὸν Χριστὸν προσκυνήσει βεβαιωτικῶς, οὐκ ἐν αὐτῇ ὄντος τοῦ Χριστοῦ φυσικῶς ἀλλὰ σχετικῶς, ἤγουν ὁμοιωματικῶς; διέψευσται τῆς ἀληθείας καὶ ἄλλως τὸ λεγόμενον. ἐν εἰκόνι ἐκφαίνεται τὸ ἀρχέτυπον καὶ ἐν εἰκόνι προσκυνεῖται Χριστός· τὸ οὖν εἰπεῖν" 4ἐν εἰκόνι" 5 ἐν ἑτέρῳ ἕτερον δεδήλωται καὶ δι' ἄλλου ἄλλο προσκυνεῖται. εἶδεν ὁ Χρυσόστομος ἄγγελον ἐν εἰκόνι, ὁ δὲ Κορνήλιος αὐτὸν τὸν ἄγγελον· βλέπομεν Χριστὸν ἐν εἰκόνι, οἱ δὲ ἀπόστολοι αὐτὸν τὸν Χριστόν· ἑωράκαμεν γάρ, φησί, τὸν Κύριον. προσκυνοῦμεν αὐτὸν ἐν τῇ οἰκείᾳ εἰκόνι, οἱ δὲ αὐτὸν ἐκεῖνον· καὶ ἰδόντες αὐτόν, φησίν, προσεκύνησαν. ὁμοιωματικῶς οὖν προσκυνεῖται ἐν εἰκόνι εἴτ' οὖν σχετικῶς εἴτ' οὖν ὁμωνύμως ὁ Χριστὸς (εἰς ταὐτὸν γὰρ ἀμφότερα συντρέχει), οὐκ αὐτοπτικῶς. καὶ δίχα οὖν εἰκόνος ἐστὶ προσκυνούμενος νοερῶς· οὐ γὰρ πάντως πάντοτε αἰσθητῇ εἰκόνι βλέποιτο. εἰ δέ τις φαίη," 4οὐκοῦν, ἐπειδὴ ἔστι μοι νοερῶς προσκυνεῖν, παρέλκον ἐν εἰκόνι" 5, ἴστω ὁ τοιοῦτος ἠρνῆσθαι καὶ τὸ νοερῶς προσκυνεῖν Χριστόν· εἰ μὴ γὰρ ὁ νοῦς ἐνοπτρισθείη ἐν ὁμοιώματι ἀνθρώπου αὐτὸν ἐν δεξιᾷ τοῦ θεοῦ καὶ πατρὸς κεκαθῆσθαι, οὐκ εἰσοίσει τὴν προσκύνησιν, εἰ μή τι ἄρα ἀποσκευάζει σάρκα γενέσθαι τὸν λόγον. τὸ δὲ ὡμοιῶσθαι αὐτὸν ἀνθρώπῳ μάρτυς ἡ εἰκὼν αὐτοῦ πιστή· καὶ τῇ αὐτῆς παραδοχῇ καὶ προσκυνήσει παραδέδεκται καὶ προσκυνεῖται Χριστός, ὡς ἔμπαλιν ἐπὶ τῆς ἀθετήσεως. προσεκύνησεν Αὔγαρος δεξάμενος πίστιν νοερῶς Χριστόν, προσεκύνησεν δὲ μᾶλλον αὐτὸν ἐμφανέστερον ἐν τῇ πρὸς αὐτοῦ Χριστοῦ πεμφθείσῃ αὐτῷ ἀχειροποιήτῳ εἰκόνι. ὥστε ἐν αὐτῇ ὁμοιωματικῶς ὁμοῦ τε καὶ νοερῶς προσκεκύνηται Χριστός, νῦν μὲν οὕτως, ἐν δὲ τῷ μέλλοντι αἰῶνι αὐτοπτικῶς, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας, ὥς φησιν ὁ πολύσοφος Διονύσιος, ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι, φανοτάταις ἡμᾶς μαρμαρυγαῖς περιαστραπτούσης, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀύλῳ τῷ νῷ μετέχοντες. Ταῦτα εἴτε ἐλλιπῶς εἴτε ἀρκούντως πρὸς ἡμῶν. ὑμᾶς δὲ παρακαλῶ ἐν τοῖς περὶ θεοῦ λόγοις εὐλαβῶς τε ἅμα καὶ προσεκτικῶς τὰς ἐπιζητήσεις ποιεῖσθαι καὶ ἢ παρ' ἑαυτῶν ἢ καὶ παρ' ἑτέρων τὸ ἀληθὲς ἐξευρίσκειν, πόρρω ἀφέντας τὸ ἐρεσχελεῖν, οὐ μὴν ἀλλὰ καὶ εἴ τι ἐσφαλμένον ἐν τοῖς εἰρημένοις διορθώσεως τυχεῖν, ἐπείπερ ὀλιγόνους καὶ ἁμαρτωλὸς ἐγώ. 410 Κατήχησισ Τὸ παρὸν κοινῶς πᾶσι καὶ οὐκ ἰδίᾳ ἑκάστῳ ἐπιστεῖλαί με οὐκ ἐκ καταφρονήσεως οὐδὲ ἐξ ὀλιγωρίας, ἄπαγε (πῶς γὰρ ἂν καταφρονήσαιμι τῶν ἐμῶν σπλάγχνων καὶ ὁμολογητῶν Χριστοῦ, μὴ οὐχὶ μᾶλλον καὶ τὸ αἷμά μου κενοῦν ἀντὶ μέλανος καὶ τὰς σάρκας παρέχειν ἀντὶ χάρτου εἰς τὸ καθ' ἑκάστην, εἰ οἷόν τε ἦν, γράφειν καὶ προσφωνεῖν ὑμᾶς; καὶ οὐχ ὅτι οὐκ ἐστὲ ἀφ' ἑαυτῶν ἐστηριγμένοι· οἶδα γὰρ καὶ πέπεισμαι ὅση ὑμῖν ἡ παρὰ θεοῦ δύναμις), ἀλλὰ τὸν ἐμαυτοῦ πόθον θεραπεύων καὶ τὸ τῆς ἐντολῆς ἀποπληρῶν χρέος. αἴτιον δὲ τὸ τῆς φυλακῆς μᾶλλον ἀσφαλέστερον, μεθορισθέντων ἡμῶν ἄρτι, καθὼς καὶ προηκούσατε, ἐξ Ἀνατολικῶν εἰς Θρᾳκησίους ἐν Σμύρνῃ, τό τε μὴ δέξασθαι ἀντίγραφα ἀπὸ χρόνου καὶ ἄλλως ὅτι τοῖς ἴσοις ἀγωνισταῖς ἡ αὐτὴ ἐπιστολὴ ἀρκέσειεν ἄρα. Δεῦρο δὴ οὖν, ἀδελφοί μου, ᾄσωμεν καὶ νῦν χαριστήρια, ὅτι ἠξιώθημεν δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, οὐ μὴν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, ὅπερ ἐστὶ δόξης ἁπάσης ἐνδοξότερον καὶ χαρᾶς ἁπάσης χαριέστερον. ἐν τίνι γὰρ τὸ πάθος ὑμῖν; ἀλλ' οὐχ ὑπὲρ τοῦ Χριστοῦ, Χριστὸν ὁμολογοῦσιν ἄνθρωπον γεγονότα ἀληθινῶς σαρκὶ περιγράφεσθαι, εἴτουν ἐξεικονίζεσθαι, καὶ τὴν τῆς εἰκόνος παραδοχὴν τῆς ἐνανθρωπήσεως αὐτοῦ εἶναι πίστωσιν; ἧς ἀναιρουμένης καὶ ἀθετουμένης δῆλον ὅτι συνανῄρηται καὶ συνηθέτηται καὶ ἡ ἐνανθρώπησις. ἀλλ' ἐπειδὴ ἐτύφλωσεν ὁ θεὸς τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν εἰκονομάχων πρὸς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς εἰκόνος αὐτοῦ, διὰ τοῦτο ἐν σκότει διαπορευόμενοι ἀρνοῦνται Χριστόν, ἀρνούμενοι αὐτοῦ τὴν εἰκόνα, καὶ φιλονεικοῦσι πάντας συνεκτυφλωθῆναι αὐτοῖς, διώκοντες, αἰκίζοντες, φυλακίζοντες καὶ ὡς εἰπεῖν ἀεὶ ἀποκτένοντες. ἀλλ' οὐχ ἕλξουσι τοὺς βεβαιωθέντας καὶ ἐστηριγμένους τῇ ἀμεταπτώτῳ ἀληθείᾳ οὐδ' οὐ μὴν διέφυγον μὴ οὐχὶ καὶ ὑπὸ τοῦ κορυφαίου θρόνου τῆς ἐκκλησίας διελεγχθῆναι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. καὶ ἦν μὲν ἡμῖν τὸ ἀσφαλὲς καὶ εἰλικρινὲς καὶ πρὸ τῆς τῶν Δυτικῶν ἐλεύσεως, προσεγένετο δὲ πλέον ὅτι μάλιστα κἀντεῦθεν, ὡς ἂν γνῶμεν ὅτι ἀκόλουθα ταῖς ἄνω γενεαῖς καὶ τὴν καθ' ἡμᾶς ὁ θεὸς ἐπισκοπῶν ἐπισκοπεῖ καὶ ὑπ' ὄψιν ἤγαγεν τὸ μαρτύριον, ὅτι ἠλλοτρίωνται αὐτοῦ οἱ τῆς εἰκόνος ἀρνηταί· εἰ γὰρ τοῦ κορυφαίου εἰσὶν διερρηγμένοι τῶν τε ἑτέρων τριῶν πατριαρχῶν, δῆλα δὴ καὶ τοῦ Χριστοῦ, ὃς κεφαλὴ τῶν προειρημένων. καὶ πενθεῖν ἔστι καὶ σκυθρωπάζειν ἐπ' αὐτούς, ἡμῖν δὲ χαίρειν μέγα καὶ ὑπερφυές. Ἐνέγκωμεν οὖν λοιπόν, ἀγαπητοί, τὰ θλιπτικὰ τῆς φυλακῆς, τὰ προσδοκώμενα ἔτι πειρατήρια, αὐτὸ τοῦτο, ἀποθνήσκειν καθ' ἡμέραν, μαρτυρεῖν, ἀθλεῖν, ἕως ἂν ἐπιστῇ ὁ καιρὸς τῆς εἰρήνης, ὃν ὁ Κύριος δεδοκίμακεν ἀρκούντως ἔχειν εἰς δοκίμιον τῶν ὁμολογούντων καὶ ἀνταπόδομα τῶν ἀπειθούντων. ἡ ἡμέρα τὴν ἡμέραν διαβιβαζέτω δι' ὑπομονῆς καὶ προθυμίας, ἡ χεὶρ ἐργαζέσθω οἱονδηποτοῦν ἔργον, τὸ στόμα ψαλλέτω, τὸ σῶμα δουλαγωγείσθω, ὁ νοῦς προσεχέτω ἑαυτῷ μὴ ἀνοίγειν θύραν τοῖς πάθεσιν, ὡς ἂν ἡ φυλακὴ εὐρύχωρος εἶεν, εὐχάριστος, γλυκεῖα, παλάτιον Χριστοῦ· τὸ γὰρ ἐναντίον πρόδηλον. πίστις παρὰ τῶν ἔξωθεν πρὸς ὑμᾶς ἀνδρῶν τε καὶ γυναικῶν, μοναζουσῶν τε καὶ μιγάδων. καὶ εἰκότως· ἐπεὶ φῶς ἐστε χάριτι θεοῦ τῆς Βυζαντίδος, ἵνα μὴ εἴπω ὅλου τοῦ κόσμου. ἀλλὰ βλέπωμεν τὸν ἐπισπείροντα τῷ σίτῳ ζιζάνια διάβολον καὶ τῷ διανοητικῷ κοσκίνῳ τὴν μὲν πίστιν προσιέμεθα, τὰς δὲ σχέσεις ἀποσειώμεθα, ἵνα μὴ ἡ ψυχικὴ χώρα λυμαίνηται. εἶχεν καὶ Παῦλος ὁ μέγας ἀγαπητάς· τὴν Ἀπφίαν, τὴν Περσίδα καὶ Εὐοδίαν παρακαλεῖ, καὶ Συντύχην παρακαλεῖ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ ὡς συγκοπιώσας καὶ συναθλούσας καὶ διακονούσας. καὶ ἀναγκαῖον πάντως ἔχειν, ἀλλ' ἔχειν ὡς εἶχεν ἐκεῖνος· ἐπεί φησι περὶ Πρισκίλλης καὶ Ἀκύλα, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Ὁρᾷς τὸ θερμὸν τῆς ἀγάπης καὶ τὴν ἀποστολικὴν ἀποδοχήν; οὕτω, ἀδελφοί μου, καὶ ἡμεῖς καὶ ὑμεῖς καὶ ἔχωμεν καὶ ἀσπαζώμεθα τὰς ἐν τάξει τῶν τοιούτων ἡμῖν καθισταμένας, ὡς ἂν δοξάζηται ὁ θεὸς καὶ φωτίζωμεν, ἀλλὰ μὴ θολούμεθα καὶ συγχεώμεθα. ἤκουσταί μοι περὶ ὑμῶν τῶν τριῶν ὅτι ἡνώθητε ὑπὸ μεταμελείας τοῦ ἐλεεινοῦ Λεοντίου καὶ τὸν θεὸν ἐδόξασα ὁ ἁμαρτωλὸς ἐπί τε τῇ μετοκλάσει ἐκείνου, εἴπερ καὶ διαμείνοι, καὶ τῇ ὑμετέρᾳ ἐναθλήσει· ὅτι ὡς ἀπὸ καμίνου πυρὸς οἱ ἅγιοι τρεῖς παῖδες καὐτοὶ τῶν δεινῶν φυλακῶν ἀσινεῖς ἐξεληλύθατε, καταπλήξαντες τὸν τύραννον. ἀλλ' ἔτι, γενναῖοί μου, ἐναθλοῖτε καὶ τὸ πειρασθῆναι ἑτοιμάζεσθε μέχρις αἵματος. τοιοῦτος γὰρ ὁ νόμος τῆς μαρτυρίας. εὐλογηθείησαν καὶ οἱ ἀλεῖπται ὑμῶν, οἱ ἔνδοθεν καὶ ἔξωθεν. Ἡμεῖς οἱ ταλαίπωροι καὶ αὖθις ἐμαστιγώθημεν, ἀλλ' εὐχαρίστως ἐδεξάμεθα καὶ εὐδοκοῦμεν μᾶλλον καὶ ἔτι. ὥστε ὑμεῖς μὴ ἀνιᾶσθε ἐν τῇ ταπεινώσει ἡμῶν, ἀλλὰ μᾶλλον χαίρετε καὶ προσεύχεσθε ἰσχύειν ἡμᾶς ἔτι ἐν πᾶσιν οἴσειν τε καὶ τὰ παρὰ τῶν ἐξουσιαζόντων ἐπαγόμενα φέρειν τε καὶ τὰ ὑπὸ τοῦ ἀοράτου πολέμου συμβαλλόμενα σὺν τῷ ἀδελφῷ Νικολάῳ, ὃς καὶ προσαγορεύει ὑμᾶς θερμότατα. μνημονεύετέ μου τῶν στεναγμῶν. ἡ χάρις μεθ' ὑμῶν. ἀμήν. 411 Ναυκρατίῳ τέκνῳ Παρ' ἐλπίδα μέν, ἐπ' ἐλπίδι δὲ ὅμως ἐδεξάμην σου τὴν ἐπιστολήν, τίμιον τέκνον· τὸ πρῶτον διὰ τὴν ἐπίσφιγξιν τῆς φυλακῆς ἐξ ἐπιτροπῆς τοῦ βασιλέως, τὸ δεύτερον διὰ τὴν ὑπεράπειρον ἀγαθότητα τοῦ φιλανθρώπου θεοῦ, δι' ὑμᾶς τοὺς ἁγίους καὶ τὰ ἡμῶν τῶν ἁμαρτωλῶν εὖ διατιθεμένου, κἂν οἱ ἄνθρωποι δυσδιεξόδευτα πειρῶνται φέρειν. καὶ τί εἴπω ἢ τί διανοηθῶ ὁ τάλας ἢ ὅτι πάντα τὰ ὀστᾶ μου ἐροῦσι Κύριε, Κύριε, τίς ὅμοιός σοι, ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ; Αὕτη μου ἡ πρώτη φωνὴ τοῦ οἰκτροῦ, κἂν ἐκ Δαυιτικῆς ᾠδῆς. δεύτερον ὅτι καὶ ἀδολεσχίας ἀνέθην ἀναγνοὺς τὸ γράμμα, ἐπεὶ εὗρον τὴν μέθειρξίν σου οὕτως ἔχουσαν, ὡς ἐδίδαξας· ἤμην γὰρ προμαθὼν ὅτι μόνον μετεφρουρήθης. εὐψύχει, ἀδελφέ, καὶ εὐφραίνου, ὅτι καθὼς πλεονάζει τὰ παθήματα τοῦ Χριστοῦ εἰς σὲ καὶ εἰς τοὺς ὁμόφρονάς τε καὶ ὁμοτρόπους σοι, οὕτω καὶ ἡ παράκλησις καὶ ὁ μισθὸς καὶ τὸ κλέος. καὶ πῶς ἂν εἶχεν εἰς τοὐμφανὲς ἐλθεῖν τὰ σκεύη τῆς ἐκλογῆς, εἰ μὴ παρῆν τὰ σκάνδαλα, παραχωροῦντος θεοῦ, τοὺς μὲν ποιοῦντας αὐτὰ δεικνύντος οἷοι εἶεν, ὡς ζιζάνια τηρούμενα εἰς καῦσιν πυρὸς αἰωνίου, τοὺς δὲ ὑπομονητικοὺς τῶν πειρασμῶν δοκιμάζοντος, ἡλιοειδῶς ἐκλάμψοντας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; ὥστε μή σε ξενιζέτω τὰ γιγνόμενα καθ' ἑκάστην, εἰ ὁ μὲν ἤρθη, ὁ δὲ δέδεται καὶ ἄλλῃ τέτυπται, ἑτέρᾳ δὲ ὑπερώρισται καὶ ὅσα ἄλλα οὕτως ἢ ἑτέρως ἔχει· ἥξει μικρὸν ὕστερον ὁ τῆς ἀνταποδόσεως καιρός. Ἀνέγνων ὃ πέπομφας (καὶ ἐπιγνοὺς καὶ εὐχαριστήσας τῷ Κυρίῳ αὖθις ἀντέπεμψα) περὶ τοῦ ἀββᾶ Ἰγνατίου· οἴμοι, ὅτι ἑάλω, ἐπεὶ φίλος ὁ ἀνὴρ διαφερόντως. ἀλλ' εὖ γε πεποίηκας, δοὺς μετανοοῦντι τὴν ἰατρείαν· ἱκανόν, τέκνον, τὸ παρὰ σοῦ δοθὲν κἀγὼ ὁ τάλας εὔχομαι αὐτῷ τὴν ἀναπάλαισιν, οὗ καὶ δέδεγμαι τὰς προσφοράς. εἰς τὸν ἀδελφὸν Ἀνατόλιον σπλαγχνίζομαι ὁ ταπεινός, ἐπεὶ φιλαδελφὴς καὶ αὐτός. διὰ τοῦτο τολμῶ καὶ λέγω· κουφισθήτω αὐτῷ καὶ ἕτερος χρόνος, ὥστε πληρουμένης τῆς διετίας μετεχέτω τῶν ἁγιασμάτων. οἱ κοιμηθέντες τῶν ἀδελφῶν, φωτὸς υἱοὶ ὑπὲρ φωτὸς τῷ διωγμῷ τελειωθέντες, προσεύξοιντο περὶ ἡμῶν. οἱ ἄλλως τεθνηκότες ἐλεεινοὶ τῆς ἐκδημίας κατὰ τὰς ἐμὰς ἁμαρτίας, ὡς λέλεχας· τοιοῦτος καὶ ὕπερ ὁ Σευηριανός. Πλὴν καὶ ἐκ τῶν ἐνδιαστρόφων εὐστροφία τοῖς ἐμμελέσι καὶ ὁ λόγος βαλλέσθω εἰς ζήτησιν, ὁσάκις προσίοι, κἂν ἐκ τῶν ἐναντίων, ὡς ἂν τῇ βασάνῳ καθάπερ ἐν παρατρίψει λίθων τὸ πῦρ ἐξάλλοιτο τῆς ἀληθείας. καὶ δὴ καὶ νῦν τοιαύτη ἡ πρότασίς σου. ἔν τισιν ἱστορίαις εὕρηνται εἰκόνες ἐπιγράφουσαι" 4θειότης" 5," 4κυριότης" 5," 4βασιλεία" 5· δῆλον ὅτι ἐπὶ τῆς Χριστοῦ εἰκόνος τοῦτο λέγοις. καὶ πῶς τοῦτο; αἱ τοιαῦται φωναὶ κοινῶς ἐπὶ τῆς Τριάδος, οὐκ ἐφ' ἑνὸς προσώπου διακεκριμένως νενόηνται. εἰ γὰρ καὶ θεὸς καὶ Κύριος ἕκαστον πρόσωπον λέγοιτο, ἀλλ' οὐχ ἁπλῶς καὶ θεότης καὶ κυριότης· οἷον, ἐγὼ ὁ θεὸς τοῦ πατρός σου, φησίν, οὐχ ἡ θεότης· ἐγώ εἰμι ὁ ὤν, οὐχὶ ὀντότης, καὶ ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου, οὐχὶ κυριότης παρὰ κυριότητος. εἰ οὖν ἐπὶ τῆς θεολογίας οὕτως, πολλῷ οὖν μᾶλλον ἐπὶ τῆς οἰκονομίας οὐκ ἔχει λόγον τὴν εἰκόνα Χριστοῦ" 4θειότης" 5 ἐπιγράφειν ἢ" 4κυριότης" 5· θεὸς μὲν γὰρ λέγοιτο καὶ Κύριος ἤ τι τῶν ὁμοδυνάμων τούτοις (ἀλλὰ καὶ τοῦτο ὁμωνύμως), οὐ μὴν θεότης ἢ κυριότης. ὡς, φέρε εἰπεῖν, καὶ ἐπὶ τοῦ γεγραμμένου ἀνθρώπου, ἄνθρωπος μὲν λέγοιτο, οὐ μὴν ἀνθρωπότης, καὶ βασιλεὺς τῶν ἐπὶ γῆς, οὐ μὴν βασιλεία. ἐσφαλμένως οὖν ἔχει, ὡς ἐμοὶ δοκεῖ, ἡ ὑπογραφή· συμπεριγράφει γὰρ καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα, ὅπερ ἄτοπον. Τοσαῦτα μὲν ὡς κατ' ἐπιτομήν. αὐτὸς δὲ προσεύχου περὶ τῆς ταπεινώσεώς μου θερμότερον, ἀλλὰ καὶ ὑπὲρ τοῦ ἀδελφοῦ, ὃς καὶ προσαγορεύει γνησιώτερον. τὸ ἱμάτιον ἐδεξάμην· καὶ ἕως πότε οὐ παύσῃ ἐνδιδύσκων ἡμᾶς, ἀγαπητέ; ἀντιθάλψειέν σε Κύριος ἐν πνεύματι. τὰ ἐλλείποντα ὁ γραμματηφόρος ἀπαγγελεῖ. ἔρρωσο ἐν πᾶσιν. 412 Εἰρήνῃ πατρικίᾳ Πρότερον, ἡνίκα ἡ ὑπόπτωσις, λυπηρόν μοι τὸ γράμμα πρὸς τὴν τιμιότητά σου, νῦν δὲ καὶ λίαν περιχαρὲς διὰ τὴν ἐξανάστασιν καὶ τὰς ἐπὶ τῶν τιμίων σου σαρκῶν ὑπὲρ ὁμολογίας Χριστοῦ μάστιγας. καὶ εὖγε, εὖγε, ἀνδρειοτάτη ἐν γυναιξίν, ὅτι τῆς ἥττης περιφανεστέραν τὴν ἀναπάλαισιν ἀπειργάσω, εὐφράνασα θεόν τε καὶ ἀγγέλους καὶ τῶν ἀνθρώπων τοὺς εὐσεβεστάτους. καὶ σὺ ὄντως ἀληθῶς εὐγενής, τῶν ἀφ' ἡλίου ἀνατολῶν ὁρμωμένη· σὺ φιλόθεος καὶ φιλάρετος, σὺ παθοκτόνος καὶ ἐχθρόκοσμος. ὡς αἰνετόν σου τὸ ὄνομα καὶ διαλαλητή σου ἡ μαρτυρία. τί ταῦτα; ἔλαβες τὴν εὐαγγελικὴν μάχαιραν ὡς στρατιῶτις Χριστοῦ, διέκοψας ἐν ἐκστάσει τὰς σχέσεις τοῦ σώματος, ἀπετμήθης κεφαλῆς ὑποκυπτούσης, θυγατρὸς μονοκλαδούσης," 4ἔρρωσθε" 5 φράσασα πόλει βασιλευούσῃ, γένει περιβλέπτῳ, φίλοις ὑπερέχουσιν, οἰκίᾳ ὑπερλάμπρῳ, ἀξίᾳ ὑπερφυεστάτῃ, τῶν κατὰ χθόνα οἰκετῶν πλήθει, ὑπάρξει παντοδαπῇ, τοῖς ἄλλοις, οἷς οὐκ εὐμαρῶς μοι λέγειν, καὶ ἀραμένη τὸν σταυροφόρον βίον ἀπεωρίσθης που μακράν, ὡς μεμάθηκα, ἐν νήσῳ. εὐλογημένη σὺ καὶ εὐλογημένος ὁ καρπὸς τῆς μαρτυρίας σου. καὶ πόθεν σοι τοῦτο ὅλον τὸ ἀγαθόν, τὸ μέγα κλέος, ἡ μεγίστη εὐφημία ἀλλ' ἢ ἐκ τῶν προϋπηργμένων σοι κατορθωμάτων, ἐκ τῆς πολλῆς σου ἐντεύξεως καὶ προσευχῆς, ἐκ τῆς ὑπερβαλλούσης σου φιλευποιίας καὶ φιλομονάχου καρδίας; οὐκ ὤλλυντο οἱ καρποί, κἂν ἐπὶ μικρὸν διεσείσθησαν, οὐ κατέαξέν σου τὸν ἀρετῆς πύργον ὁ ἀντικείμενος ὄφις, εἰ καὶ δέδακεν· ἀποκέκρουσται φθόνος τῶν ἐπιτωθασάντων, πέπτωκεν ὀνειδιζόντων ὕθλος. νενίκηκε Χριστὸς ἐν σοὶ καὶ διὰ σοῦ, ὦ καλλίγυναι, ὦ φιλομάρτυς καί, τὸ τρίτον, ὦ μῆτερ ἐμή· καλῶ γὰρ τοῦτο ἐν πνεύματι ὡς σύναθλον καὶ τῶν ἀπὸ σαρκὸς γνωριζομένων σπλάγχνων ἐγγύτερον· οὕτω γὰρ οἶδεν τὸ πνεῦμα συνάπτειν τοὺς ἀπ' αὐτοῦ κυοφορουμένους. Οἶδά σου τοὺς πόνους, οἶδα τὰς ἰνοκοπίας τῆς ψυχῆς, πάντα, ὅσα ῥαγεῖσα κόσμου ὑποίσω. ἀλλὰ θάρσει· πολύς σου ὁ μισθὸς ἐν οὐρανοῖς· νύμφη Χριστοῦ χρηματίζεις, κἂν ἀπὸ ἀνδρός, συμπολῖτις τῶν δικαίων καὶ ἁγίων, εἴπερ ἐμμενοῦμεν ταῖς θείαις ὁμολογίαις ἕως τέλους. νῦν δὲ παραινῶ καὶ λιπαρῶ ὑπομονητικῶς σε ἐνεγκεῖν τὴν ἐξορίαν καὶ ἐρημίαν πάντων, ἀναθεωροῦσαν τὰ οὐράνια, εἰδυῖαν τὸ ἐπὶ γῆς παίγνιον καὶ ὠκύμορον. μετὰ σοῦ ὁ φύλαξ σου τῆς ζωῆς ἄγγελος, Χριστὸς αὐτός, ὁ εἰπών· ἐγὼ καὶ ὁ πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. ἓν δὲ ὑπομνήσκω· σεαυτὴν περιποιοῦ, δίαιταν παρακλητικωτέραν ἀσπαζομένη· οὐ γὰρ καιρὸς ἐγκρατείας ἄρτι τοσοῦτον, ὅσον τὸ πρότερον. καὶ τέλος προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὡς ἂν τοῖς λόγοις τὸν βίον συναρμόσοιμι. 413 Εὐφημίᾳ ἐγκλειστῇ Εἰ καὶ ἐλλείπομεν συχνότερον τῇ τιμιότητί σου ἐπιστέλλειν, ἀλλ' οὖν τοῦ μεμνῆσθαι αὐτῆς ἐν Κυρίῳ οὐκ ἐπιλελήσμεθα διὰ τὸ κοινωνικὸν τῆς προθέσεως καὶ τὸ ἐπιδοτικὸν τῆς προαιρέσεως, ὃ ἱκανῶς ἔχει. ὡς μανθάνω, ἀπὸ πρώτης ἡλικίας ᾑρετίσω τὸν σταυροφόρον βίον καὶ ἔτι τὴν φρουρητικὴν διαβίωσιν. καὶ ἡλίκον σου τὸ ἐγκώμιον, νύμφη Χριστοῦ. ἀλλ' ὑπομνήσκω περιέπων σε πνευματικῶς ὡς ἀδελφήν· ἐπείχθητι, κυρία, ἐπείχθητι θεραπεῦσαί σου τὸν νυμφίον. ἡ νυμφευθεῖσα, πάσης σχέσεως ἑαυτὴν ἀποδιίστασο, ὅλην τὴν καρδίαν καὶ ὅλην τὴν ψυχὴν καὶ ὅλην τὴν διάνοιαν ἐρωτικῶς πρὸς τὸν ἑαυτῆς νυμφίον ἔχουσα. εἰ τοῦτο ἐπὶ τοῦ φθαρτοῦ καὶ ῥέοντος οὕτως ἔχει, πόσῳ οὖν μᾶλλον ἐπὶ τοῦ ἀφθάρτου καὶ ἀθανάτου; οὕτως ὀφείλομεν (κοινὸς ὁ λόγος) καὶ ἡμεῖς διακεῖσθαι πρὸς τὸν Κύριον καὶ δεσπότην καὶ μὴ λαμβάνειν κόρον τοῦ πόθου αὐτοῦ, καὶ ἐν τούτῳ ἐξίστασθαι πάσης ἡδονῆς καὶ σχέσεως φθοροποιοῦ, ὅτι καὶ αὐτὸς ἐρωτικῶς πρὸς ἡμᾶς ἔχεται καὶ οἱονεὶ ἐξίσταται τῇ ὑπεραπείρῳ ἀγαπήσει· μὴ γὰρ οὐ διὰ σὲ θεὸς ὢν δούλου μορφὴν ἀνέλαβεν, ἣν νῦν ἀτιμάζουσιν οἱ εἰκονομάχοι; μὴ οὐκ ἐπτώχευσεν πλούσιος ὤν; μὴ οὐχ ὑπέμεινεν τὰ θλιβερὰ ἅπαντα, ὕβριτας, ἐμπτύσματα, ῥαπίσματα, μάστιγας, σταυρὸν καὶ θάνατον; οὕτως ὀφείλει ἑκάστη ψυχὴ διατίθεσθαι, ὡς ὑπὲρ αὐτῆς μόνης, κἂν ὑπὲρ πάσης, τὰ παθήματα, καὶ στέργειν καὶ ἀγαπᾶν καὶ ἐφίεσθαι ἐξ ἴσου ἀντιπεπονθέναι· κἂν τυχὸν οὐ παραχωρῆται ὑποῖσαι ταῦτα, καὶ ἡ πρόθεσις ἀποδέδεκται εἰς ἔργον, οὕτω τοῦ ἀγαθοῦ θεοῦ φιλοτιμουμένου. Ταῦτα οὐχ ὡς οὐκ ἐχούσης σου ἔναυλα, ἀλλ' ὡς συμψυχῶν σοι ἐν Κυρίῳ. 414 Θεοφίλῳ τῆς Ἐφέσου Δανείσας τὸ γράμμα ἀπεκαραδόκουν λήψεσθαι τὸ χρέος τῆς ἀγάπης, ἀλλ' ἐπεὶ οὐκ εἴληφα, φιλῶ καὶ αὖθις δανεῖσαι· ἡδὺ γάρ μοι τὸ δάνειον λίαν, ἤγουν τῇ σῇ ἱερᾷ κορυφῇ διαλέγεσθαι διὰ Χριστὸν πασχούσῃ, μᾶλλον δὲ ὁμολογητικῶς στεφανουμένῃ τε καὶ καλλωπιζομένῃ. οὐ γάρ, οἷς ὀφθαλμοῖς βλέπει κόσμος, τούτοις ἀθρεῖ καὶ νοῦς ὁρῶν θεὸν καὶ θεῖα, ὅτι ὁ μὲν τὰ φθειρόμενα καὶ ἀπολλύμενα οἴεται τῶν ἀγαθῶν μοῖραν τυγχάνειν, κακῶς εἰδὼς καὶ πεπλανημένως, ὁ δὲ ἐκεῖνο καὶ μόνον κρίνων μακάριον, ὃ οὐκ ἐνταῦθα τὴν εὐπάθειαν ὁρίζοι, ἀλλ' εἰς τὸν μέλλοντα αἰῶνα ἐναποθησαυριζόμενον εἰς χαρὰν ἀπεράντου θυμηδίας. Οὕτω τὰ κατὰ τὴν ἁγιωσύνην σου ἐγὼ ὁ τάλας ὁρῶν χαίρω καὶ συγχαίρω σοι, τριπόθητε. περιεφρόνησας δόξης ἐπιγείου, εἵλου σὺν Χριστῷ τὰ ταπεινὰ καὶ ἐξουθενημένα, μᾶλλον δὲ θλῖψιν καὶ στε νοχωρίαν, πληγὰς καὶ ἐξορίας. ὡς μακάριά σου τὰ πρακτέα, ὡς αἰνετά σου τὰ παθήματα, ἀνατολῇ καὶ δύσει διαβοούμενα, ἐν οὐρανοῖς ἀπογραφόμενα, ἀγγέλους εὐφραίνοντα, ὁμολογητὰς καὶ μάρτυρας ἡδύνοντα, δαίμονας καὶ τοὺς τούτοις ὁμόφρονάς τε καὶ ὁμοτρόπους εἰκονομάχους στίζοντα. εἰκότως οὖν σοι συναγάλλομαι, πατροπάτορ· ἀλλ' αἰτῶ δέεσθαί σε καὶ περὶ ἐμοῦ τοῦ κατὰ πάντα οἰκτροῦ, ὡς ἂν μὴ ἀποπεσεῖν με τῆς κατ' ἴχνος ὑμῶν παραστάσεως. 415 Ναυκρατίῳ τέκνῳ Ὠψίσθημεν ἐπιστεῖλαί σοι, τέκνον ἠγαπημένον, ἀλλ' ὅτι καὶ ἐνταῦθα διωγμὸς ζέων, πληγαί, δεσμά, φυλακαί, οὕτω τοῦ κατέχοντος ἡμᾶς πνέοντος θυμοῦ καὶ ἀπειλῆς καὶ τοὺς ὧδε κἀκεῖσε εὑρισκομένους εὐσεβεῖς συλλαμβάνοντός τε καὶ κολάζοντος· ὅς γε καὶ ἀπαίρων ἐν ἄστει (αὐτόθι γὰρ νῦν διατρίβει) οὐκ ὤκνησεν εἰπεῖν ὅτιπερ" 4ἐξαιτήσομαι τὸν βασιλέα βασιλικὸν συνεπᾶραι εἰς τὸ πάντως ἀποκεφαλίσαι ἢ καὶ γλωσσοκοπῆσαι" 5. οὐκ οἶδα μέν, εἰ ὁ λόγος εἰς πέρας ἔλθοι· ἐφ' ᾧ ἡμεῖς μὲν τὰ συντακτήρια ἤδη ἐποιησάμεθα καὶ ἄλλως στοχαζόμενοι ἔκ τε τῆς κακοηθείας τοῦ ἀνδρὸς καὶ τῆς συνδρομῆς τῶν ἐν τοῖς αὐτόθι ἐπισκόπων· ἐπείπερ, ὥς φασιν, πάρεισιν, ὅτι τοιοῦτόν τι ἀποτελεσθείη. ὁ δὲ ὑπηρέτης ἔμφοβος καὶ ἔντρομος γενόμενος (ἐπείπερ ἦν καὶ προαπειλούμενος σφόδρα πρὸς αὐτοῦ τοῦ ἀσεβάρχου, εἰ εὑρεθείη κἄν τι μικρὸν ὑπαίτιος, μηκέτι ζῆν) ἔδεισε παντάπασιν ἐπιδοῦναι ἡμῖν χάρτην καὶ μέλαν. ἐντεῦθεν ἡ βραδυτής. ἔπειτα προσεγένετο εἰς ἐμπόδιον καὶ ἀκοὴ τοιαύτη, ὅτι τοι αὐτὸς ἐπήρθης τῆς φυλακῆς, ἀλλ' ὅτι καὶ δι' ἀνοσιουργίαν τινὰ ὁ Σάρδης, ποῖος οὐχ ὡρισμένως, ἐκαρατομήθη. ἐξ ἀμφοτέρων οὖν ἡ ὑποκράτησις. ὅμως ὅτι ἠξιώθημεν οἱ ταπεινοὶ καὶ αὖθις ῥῆξαι φωνὴν εἰς τὰ ὦτά σου, γνωρίζοντές σοι ὅτι ἐρρώμεθα σώματι, εἴη δὲ εἰπεῖν καὶ πνεύματι, εὐχαῖς ὑμῶν ἁγίαις σὺν τοῦ μακαρίου μου πατρός. Πρὸς ἃ δὲ αὐτὸς ἐσήμανας, τί εἴπω καὶ τί λαλήσω ἢ ὅτι κατὰ τὸ χαλεπὸν τῆς αἱρέσεως ἀκόλουθος καὶ ὁ πικρὸς διωγμός; τί γὰρ βούλει ὁρᾶν, ἐπὰν ὁ Χριστὸς ἤρνηται δι' ὕβρεως τῆς ἁγίας αὐτοῦ εἰκόνος; οὐχὶ αἵματα κενούμενα καὶ σάρκας τεμνομένας, οὐ θλίψεις καὶ στενοχωρίας, οὐ δεσμὰ καὶ φυλακὰς καὶ ἄλλην παντοίαν κάκωσιν, οὐχὶ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ὧν εἷς ὃν εἶπας; καὶ ἔτι ὄψει, ἀδελφέ, δεινότερα, ἐπὰν μακροχρονῇ ἡ αἵρεσις. ἀλλὰ μακάριοι οἱ ὑπομένοντες, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· ἤδη οἱ χοροὶ τῶν ὁμολογητῶν, τῶν μαρτύρων ἀγάλλονται, εὐφραίνονται, οὓς μὲν διὰ θανάτου αἰσίου ὑποδεχόμενοι, οὓς δὲ ἐπαλείφοντες ἀοράτως ταῖς ἐπισκέψεσιν. καὶ τί λέγω μάρτυρας; αὐτὸς Χριστὸς ὁ μαρτυρούμενος χαίρων τε καὶ συναθλῶν ἐστιν ἑνὶ ἑκάστῳ τῶν ὁμολογούντων. εἰ μὴ γὰρ οὕτως, οὐκ ἂν ἔφερον οἱ φέροντες τὰ παρόντα γενναίως, οὐκ ἂν καὶ γυναῖκες ἠνδρίζοντο κατὰ τὰς πάλαι ἁγίας, οὐκ ἂν καὶ λαϊκοὶ καὶ συγκλητικαὶ ἀπεδύοντο πρὸς τοὺς ἀγῶνας, οὐκ ἂν καὶ κόραι κατεφρόνουν ὄψεως ἀρρένων ἀσεβούντων, οὐκ ἂν ἐδείκνυντο πανταχοῦ δημόσιοι φυλακαὶ καὶ ἐπληροῦντο ἔρημοι ὄρη τε καὶ νάπαι καὶ σπήλαια τῶν διὰ Κύριον πεφυγαδευμένων, οὐκ ἂν ἐκωδωνεῖτο ἡ ὑπ' οὐρανὸν τέλος εἰπεῖν. ὥστε πιστευτέον ἐναργῶς ὅτι Χριστὸς δεδίωκται, ὥστε ἐλπιστέον ὁμοῦ καὶ προθυμητέον ὅτι οἴσειεν πᾶς τις ἐν ἀληθείᾳ πιστεύων πᾶν ὁτιοῦν κολαστικὸν μετὰ Χριστοῦ καὶ σὺν Χριστῷ. Τοιαῦτα τὰ ἡμέτερα διηγήματα. ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν, ἀκουέτω ἀνατολὴ καὶ δύσις τὰ ἐν Βυζαντίῳ καὶ αἰνείτω· ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. ὧδε ἔνστασις ἀθλητική, ὧδε αἷμα ῥεῖ, ἄρδον τὴν ἐκκλησίαν Χριστοῦ ὑπὲρ τὸν ποτισμὸν τοῦ ἐν Ἐδὲμ παραδείσου. ζῶ ἐγώ, λέγει Κύριος, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. ἀπόγραφε καὶ σύ, ὅστις ἂν εἴης, ζηλῶν τῷ Κυρίῳ, τὰ νεουργά, μᾶλλον δὲ θεουργὰ μαρτύρια, ὡς ἂν ἴδοιεν οἱ μεταγενέστεροι ὅτι ὁ θεὸς ὄντως ἐν ἡμῖν ἐστιν καὶ ζῇ τὸ σπέρμα τῶν δικαίων καὶ χριστοφορεῖ τὸ χρυσοῦν γένος τῶν μαρτύρων, οὗ πύλαι ᾅδου οὐ κατίσχυσαν οὔτε κατισχύσειεν, ὡς ἡ ὑπόσχεσις τοῦ ἀψευδοῦς. σκληρόν σοι, φησί, πρὸς κέντρα λακτίζειν, καὶ ἀλλοίως οὐκ ἔστιν. Ἐγὼ μὲν ὁ τάλας ταῦτα προσφωνῶ, σὺ δέ, ὦ παῖ ἱερέ, ἀντιδίδου μοι τὰς εὐχάς. ἄσπασαι τοὺς συνομολογητάς σου κατ' ὄνομα καὶ συμμαθητὰς καὶ οὐ μόνον τούσδε, ἀλλ', εἰ φθάζοις, καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐκλεκτοὺς τοῦ θεοῦ, τοὺς ἐκλελοχισμένους ἀπὸ μυριάδων, τοὺς ἐν κόσμῳ φωστῆρας, τὰ σκεύη τοῦ ἐλέους, τοὺς χρησίμους θεῷ, τοὺς ἐφετοὺς τῇ Τριάδι, ὧν εὐχαῖς σωθείημεν καὶ ἡμεῖς οἱ ἀνάξιοι. σὲ σὺν πᾶσι καὶ ὁ σὺν ἐμοὶ ἀσπάζεται. 416 Νικολάῳ τέκνῳ Ἐπειδὴ φιλοπευστεῖς μαθεῖν, ἀδελφὲ Νικόλαε, ἀπὸ ποίων τεττάρων ὑποθέσεων ἡ περὶ τὴν σεπτὴν εἰκόνα Χριστοῦ ἀλήθεια κρατύνεται, ἰστέον ἀπὸ φυσικοῦ δόγματος, ἀπὸ ἀρχαίας ἱστορίας, ἀπὸ φωνῶν ἁγίων, ἀπὸ συνοδικῆς ἐκφωνήσεως. Πῶς ἀπὸ φυσικοῦ δόγματος; ὅτι αὕτη φύσις σώματος, ἁφῇ καὶ χροιᾷ ὑποπίπτειν, τὸ δ' ἁφῇ καὶ χροιᾷ ὑποπῖπτον περιγραπτόν, ἤγουν ἐξεικονιζόμενον· τοιοῦτον δὲ τὸ σῶμα τοῦ Χριστοῦ, καθάπερ καὶ τὸ ἡμέτερον, ἁπτὸν καὶ ὑπόχροιον. καὶ γοῦν γέγραπται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ, ἐσῴζοντο. καὶ ἑτέρωθι· ἐγένετο τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον. οὐκοῦν ἐγγράφεται κατὰ τὸν τοῦ σώματος χαρακτῆρα, μηδὲν πεπονθὼς εἰς τὸ ἀπερίγραπτον αὐτοῦ τῆς θεότητος, ὅτι μηδὲ ἐγὼ σώματι περιγραφόμενος ἐξ ἀνάγκης καὶ κατὰ τὴν ἀθέατον ψυχὴν συμπεριγέγραμμαι· οὐδὲ ἐπειδὴ τὸ μὲν σῶμά μου περιγραπτόν, ἡ δὲ ψυχὴ ἀπερίγραπτος, ὁ εἷς εἰς δύο τέτμημαι. οὕτω πολλῷ μᾶλλον οὐδὲ Χριστὸς τομὴν ἢ διαίρεσιν ὑφίσταται διὰ τὸ ἐξεικονίζεσθαι αὐτὸν σωματικῷ χαρακτῆρι. Πῶς ἀπὸ ἀρχαίας ἱστορίας; ὅτι ἡ ὑπ' οὐρανὸν ἀπ' αὐτῆς τῆς ἀναλήψεως Χριστοῦ τὴν σεπτὴν αὐτοῦ εἰκόνα ἐν τοῖς ἱεροῖς ναοῖς ἐγγεγραμμένην ὑποδείκνυσιν· οὗ τί ἂν γένοιτο εἰς ἀπόδειξιν ἀληθείας ἐναργέστερον, εἴπερ ἔργον λόγου βεβαιότερον καὶ ὀφθαλμὸς μάρτυς ἀκοῆς ἀξιοπιστότερος; Πῶς ἀπὸ φωνῶν ἁγίων; ὅτι που μὲν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος λέγει· ἐξένεγκον τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι- στοῦ καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ, ἵνα ἴδωσιν οἱ λαοὶ οἵαν μορφὴν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ· ποὺ δὲ ὁ Μέγας Βασίλειος φάσκει· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. οἷς συνομοφρονοῦσι δῆλα δὴ πάντες οἱ ἅγιοι. Πῶς ἀπὸ συνοδικῆς ἐκφωνήσεως; ὅτι ἡ μετὰ τὴν ἕκτην οἰκουμενικὴν σύνοδον συναθροισθεῖσα τάδε φησίν· ὁρίζομεν τοίνυν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Εἰ δὲ λέγοιεν καὶ οἱ εἰκονομάχοι ταῖς αὐταῖς τέσσαρσιν ὑποθέσεσιν τὸ ἑαυτῶν κρατύνειν δόγμα, δειξάτωσαν οἷον ἐπὶ τοῦ πρώτου κεφαλαίου ὅπως τοῦτο. πότερον, σῶμα τοιοῦτον λέγουσιν οἷον ὑπέδειξεν ἡ ἀλήθεια ἢ οὔ; εἰ μὲν τοιοῦτον, καὶ μὴ βουλόμενοι συνομολογήσουσιν ἐξεικονίζεσθαι Χριστόν· εἰ δὲ οὐ τοιοῦτον, λειπόμενόν ἐστι πάντως λέγειν αὐτοὺς ἀναφές τε καὶ ἄχροιον· τούτων γὰρ μέσον οὐδέν, ὡς οὐδὲ ἐνύλου καὶ ἀύλου, ὁρωμένου τε καὶ ἀοράτου. τὸ δὲ τοιοῦτον ἀνειληφέναι τὸν Χριστὸν σῶμα λέγειν Μανιχαίων, δοκήσει καὶ φαντασίᾳ τὴν σωτήριον Χριστοῦ οἰκονομίαν φληναφούντων γεγενῆσθαι. ἐπὶ τοῦ δευτέρου, κἂν αὐτοὶ σιωπῶσιν τὴν ἀλήθειαν, οἱ λίθοι κεκράξονται τὴν ὑφ' ἡλίῳ τῇ εἰκόνι Χριστοῦ περιαστράπτε σθαι. ἐπὶ τοῦ τρίτου, οἱ τῷ κορυφαίῳ Πέτρῳ καὶ τῷ Μεγάλῳ Βασιλείῳ ἀντιδιατιθέμενοι τῆς αὐλῆς Χριστοῦ παντάπασιν ἀλλότριοι. ἐπὶ τοῦ τετάρτου, ἡ ἐν Βλαχέρναις παρ' αὐτοῖς λεγομένη σύνοδος κατὰ τῆς εἰκόνος Χριστοῦ πολὺ μεταγενεστέρα τῆς μετὰ τὴν ἕκτην συναθροισθείσης ὑπὲρ τῆς εἰκόνος Χριστοῦ· καὶ ἡ μὲν ἀποδεδεγμένη παρὰ τοῖς πέντε πατριάρχαις, ἡ δὲ ἀναθεματιζομένη παρὰ τοῖς τέσσαρσιν ὡς χριστομάχος. ἔπειτα καὶ ἡ ἐν Νικαίᾳ τὸ δεύτερον ὡς ὁμόφρων τῇ μετὰ τὴν ἕκτην συνόδῳ εὐπρόσιτος παρὰ τοῖς πέντε, ἡ δὲ νῦν ἀθροισθεῖσα ἐπὶ βεβαιώσει τῆς ἐν Βλαχέρναις κατὰ τῆς εἰκόνος Χριστοῦ ἀπόπτυστος ὡς κἀκείνη. Αὕτη τοιγαροῦν σύντομος ἀπόδοσις τῆς ἀληθείας καὶ ἔλεγχος τῶν ἐναντίων. 417 Ναυκρατίῳ τέκνῳ Τὸ μὲν ἱερὸν γράμμα φησί· φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ ὀδυρμὸς πολύς, Ῥαχιὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι· ἐγὼ δὲ ὁ τάλας μεθαρμόσας τὴν φωνὴν ἐκεῖνο εἰκότως φράσαιμι· χαρᾶς εὐαγγέλια ἠκουτίσθη ἡμῖν παρὰ τῆς τιμιότητός σου, ἐφ' ᾧ σκιρτᾶν ἔστιν οὐ τὴν πόλιν τήνδε ἢ τήνδε, ἀλλὰ σχεδὸν εἰπεῖν ἅπασαν τὴν ὑπ' οὐρανόν, ὅτι καθεῖλεν Κύριος οὐ τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων οὐδὲ τὸν Ὢγ βασιλέα τῆς Βασάν, βασιλεῖς μικροὺς καὶ μικρὸν μέρος τῆς οἰκουμένης ἐκθλίβοντας, ἀλλὰ τὸν νεοφανῆ καὶ μέγαν δράκοντα καὶ πολλὴν οἰκουμένην ληίζοντα, τὸν σκολιὸν ὄφιν καὶ συρίζοντα βλάσφημα, τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ σκεῦος τῆς ὀργῆς, τὸν υἱὸν τοῦ Ταβεήλ, ἵνα μὴ λέγω Καβαλλίνου, τὸν ἀπόγονον τοῦ Ἀχαάβ, τὸ ἐξεμπλάριον Ἰου- λιανοῦ, τὸ πλήρωμα τοῦ πονηροῦ, τὸν ὑβριστὴν Χριστοῦ, τὸν ἐχθρὸν τῆς Θεοτόκου, τὸν ἀντίπαλον τῶν ἁπάντων ἁγίων. ὧν γὰρ τοὺς σεπτοὺς χαρακτῆρας ἐδίωξέ τε καὶ ἐξηφάνισεν, δῆλον ὅτι τούτων ὁλοτελῶς ἐχθρὸς καὶ διώκτης ἐχρημάτισεν. εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥανάτωσαν τὰ ὄρη γλυκασμὸν καὶ οἱ βουνοὶ δικαιοσύνην. πέπτωκεν ὁ ἐχθρός, συνετρίβη ὁ κόπτων ἡμᾶς. ἐνεφράγη στόμα λαλοῦν ἄδικα, ἐπεσχέθη χεὶρ Ἀβεσσαλώμ, οἴχεται ὁ σκληροκάρδιος Φαραώ. καὶ οὔπω μοι καιρὸς καὶ τόπος ἐκφράσαι τὰ ἀκοῆς ἄξια τοῦ παγκακίστου δράκοντος. Ἐκεῖνο δὲ προσθείην τοῖς εἰρημένοις, ὅτι ἐχρῆν τὸν ἀποστάτην τοιούτῳ τρόπῳ, καθὰ γέγραφας, ἀπορρῆξαι τὴν ζωήν· ἔδει ἐν νυκτὶ τὸν τοῦ σκότους υἱὸν ἐπικαταλαβεῖν θάνατον, ἔδει τὸν τοὺς θείους ναοὺς ἐρημώσαντα ἐν ναῷ Κυρίου ἰδεῖν τὰ κατ' αὐτοῦ ξίφη γυμνούμενα, ἔδει προσφυγόντα τῷ θείῳ θυσιαστηρίῳ μὴ σωθῆναι τὸν τοῦτο ἀφανίσαντα, κατὰ τῆς εἰς τὰ ἅγια ἐκταθείσης χειρὸς τομὴν ἐπαχθῆναι, κατὰ τοῦ λάρυγγος τοῦ ἐρευξαμένου ἄθεα μάχαιραν διελάσαι, κατὰ τοῦ ὤμου τοῦ παλλομένου ἐφ' ὕβρει Χριστοῦ καιρίαν πληγὴν ὑποδῦναι, ὑπὲρ ἐκχύσεως αἱμάτων δικαίων αἷμα ἄδικον χεθῆναι, ἀντὶ κοπῆς καὶ ξεσμῶν μελῶν καὶ νώτων μέλη κοπῆναι θεοστυγῆ, ἀντὶ θανάτου ὁσίου ἀνόσιον θάνατον ἀποδειχθῆναι καὶ ἀντὶ πορφυρίδος ῥάκος ἐνδύσασθαι τὸ ἄτιμον σπέρμα. Καὶ οὐκ ἐπιχαιρόμενος τῷ πτώματι τοῦ ἀσεβοῦς (ἐπεὶ καὶ στένων καὶ κλαίων) κωμῳδῶ τὸν τρόπον τοῦ θανάτου, ἀλλ' ὅτι κακὸς κακῶς ἀπολεῖται, ὡς ἡ τοῦ ἀψευδοῦς ἀπόφασις, καὶ πᾶς νεανιευόμενος κατὰ θεοῦ ἐφάμιλλα ὧν ἔδρασεν ἀπολήψεται κἀνταῦθα· οὔπω γὰρ λέγω τὸ μέλλον καὶ τελευταῖον πῦρ, ᾧ δοκιμασθήσεται πᾶς ἀσεβὴς καὶ παράνομος. τί οὖν πρὸς ταῦτα; νέου Ἰωσίου χρεία, εἰ δὲ βούλει, Ἰοβιανοῦ τινος ἢ ἄλλου τῶν τοιούτων· ὃς ζηλῶν τῷ Κυρίῳ σπεύσειεν ἀνορθῶσαι τὰ κατερραγμένα, συνάψαι τὰ διεστῶτα, ἀποδοῦναι θεῷ τὰ τοῦ θεοῦ, τὸ δὴ λεγόμενον, ἀναστῆσαι τὴν εἰκόνα Χριστοῦ, τῆς Θεοτόκου καὶ ἑκάστου τῶν ἁγίων· οὐχ ὅτι πέπτωκέν ποτε ἡ Χριστοῦ εἰκών, ἄπαγε, ἀλλ' ἵνα οἱ πεσόντες ἡμεῖς τῇ ἀσεβείᾳ ἀνασταθείημεν. Τοιοῦτον ἐπευχόμεθα οἱ ἁμαρτωλοὶ καὶ φανῆναι καὶ ἔσεσθαι τὸν εὐσεβέστατον βασιλέα καὶ θεοπρόβλητον. καὶ εἰ μὲν οὕτως, ἄριστον καὶ εἰς αἰῶνας ὑμνούμενον· εἰ δὲ κατὰ τὰς ἁμαρτίας μου οὐχ οὕτως, ἀλλά γε ἡμεῖς οὕτως ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, μὴ ὀλιγωροῦντες τὴν ἁγίαν αὐτοῦ φυλακὴν μηδέ τι ὑποπτήσσοντες μηδὲ φοβούμενοι ἄλλο τι πρὸ θεοῦ, ὡς αὐτὸς θεὸς ἐγγυᾶται. Ταῦτα ὑπόδειξον τοῖς συνομολογηταῖς σου, οὓς καὶ περὶ ἡμῶν προσαγόρευσον, ἐπεὶ καὶ φίλους καὶ εὐσεβεῖς οὓς δοκιμάζοις. ἀξιωθείημεν καὶ ἐπὶ τῆς κατ' ὀφθαλμοὺς ὁμιλίας ἐλθεῖν· εἰ δὲ οὐ θελητὸν Κυρίῳ, χρῶ, ἀδελφέ μου, τῷ γράμματι, θεωρῶν ἐντεῦθεν καὶ θεωρούμενος. ὁ ἀδελφός σου Νικόλαος θερμῶς προσαγορεύει. 418 Μιχαὴλ αὐτοκράτορι βασιλεῖ Δίκαιόν ἐστιν ὅτι μάλιστα ἐν τῷ παρόντι καιρῷ ἐκ στόματος ἁπάντων τῶν δεδιωγμένων καταρτίζεσθαι αἶνον, προηγουμένως μὲν Χριστῷ τῷ παμβασιλεῖ, ἔπειτα τῷ ὑμετέρῳ θεοπροβλήτῳ κράτει, δι' οὗ ἐσχήκαμεν τὴν ἀπολύτρωσιν οἱ πεπεδημένοι, τὴν ἄφεσιν οἱ πεφυλακισμένοι, τὴν παράκλησιν οἱ τετρυχωμένοι, τὴν ὑγιείαν οἱ τετραυματισμένοι, τὴν παρρησίαν οἱ κατακεκρυμμένοι, τὴν ὑποστροφὴν οἱ πεφυγαδευμένοι. καί γε νομίζω καλῶς ὑπολαμβάνειν ὡς ὑποτύπωσιν Χριστοῦ τὸ τῆς ὑμετέρας βασιλείας πάθος προϋπάρξαι, ὡς ἂν τῷ ὁμοίῳ τὸ ὅμοιον δράσασα εἴποιεν καὶ αὐτὴ σὺν Χριστῷ καὶ μετὰ Χριστοῦ τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλύπτεσθε. καὶ εὐλογητὸς Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἤγειρεν κέρας σωτηρίας ἡμῖν, τὸν νέον Δαυίδ, τὸν δεύτερον Ἰωσίαν, τὸν τῆς εἰρηναρχίας βασιλέα, ὃς ποιῶν ποιήσοι τὰ ἀρεστὰ θεῷ, ὃς τὰ πεπτωκότα ἀναστήσειεν, τὰ διατμηθέντα συνάψειεν μοτώσει καὶ ὑγιάσει καὶ τῇ τρίτῃ ἡμέρᾳ προφητικῶς εἰπεῖν ἀναστήσειεν· ἐπειδή, βασιλεῦ χριστομίμητε, οἱ φθάσαντες ἐν τῇ αἱρέσει τελευτῆσαι ἐν μερίδι ἀπωλείας ᾤχοντο, Χριστὸν ἠρνημένοι τῇ τῆς εἰκόνος αὐτοῦ ἀρνήσει, κἂν χριστιανοὶ ὀνομάζωνται. τὸ γάρ τοι πιστεύειν εἰς Χριστὸν οὐδὲν ἕτερόν ἐστιν ἢ ὅτι ὁ υἱὸς τοῦ θεοῦ καὶ πατρός, ἄνθρωπος γεγονὼς τέλειος, ἐξεικονίζεται καθ' ὁμοίωσιν ἡμῶν, ἵνα μὴ ἄλλο τι εἴη παρ' ἡμᾶς, μένων ὁ αὐτὸς ἀπερίγραπτος σὺν πατρί τε καὶ πνεύματι, καθό ἐστι θεὸς ἀληθινός. οὕτως οὖν νοοῖτο μεσίτης θεοῦ καὶ ἀνθρώπων, ὡς ἀμφοτέρων ἀμφότερα ἔχων καὶ ἐν ἑκατέρῳ οὐδ' ὁτιοῦν λειπόμενος, καθὼς ἅπας ὁ τῶν θεοφόρων χορὸς βοᾷ. καὶ ὥσπερ ἐπὶ τοῦ ὑμετέρου κράτους ἡ παραδοχὴ τῆς τυπουμένης εἰκόνος ὁμολογία ἐστὶ τοῦ βασιλεύειν ὑμᾶς, καθάπερ καὶ τὸ ἔμπαλιν, οὕτω καὶ ἐπὶ Χριστοῦ τοῦ βασιλέως πάσης τῆς γῆς τὸ αὐτό ἐστι λαβεῖν καὶ πολλῷ μᾶλλον, ὅτι τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. εἰ οὖν ἐν τῇ ἀρνήσει τῆς εἰκόνος Χριστοῦ αὐτὸν ἠρνῆσθαι Χριστὸν ἀποδέδεικται πάσῃ ἀληθείᾳ, δῆλον ὅτι καὶ ἐν τῇ ἀθετήσει τῆς προσκυνήσεως αὐτῆς αὐτὸς Χριστὸς ἠθέτηται προσκυνεῖσθαι. καὶ διὰ τοῦτο ἡ ὑπ' οὐρανὸν ἀπ' αὐτοῦ τοῦ ἀποστολικοῦ κηρύγματος, ὡς μαρτυρεῖ καὶ ἡ ὄψις δι' ἱστορίας καὶ ἡ ἀκοὴ διὰ λογογραφίας, τὴν ἁγίαν εἰκόνα Χριστοῦ, τῆς Θεοτόκου, τῶν ἀγγέλων (ἐπειδὴ σωματογραφοῦνται καὶ οὗτοι θεοκελεύστως, καίπερ ὄντες ἀσώματοι), τῶν κατὰ καιρὸν ἁγίων ἔν τε τοῖς θείοις ναοῖς καὶ ἱεροῖς σκεύεσι φέρουσά ἐστιν καὶ προσκυνοῦσα, κἂν ἄρτι ἡ καθ' ἡμᾶς ἐκκλησία, διαρραγεῖσα τῶν τεσσάρων πατριαρχῶν, ἠνόμησεν διακενῆς. Ἀλλὰ νῦν καιρὸς εὐπρόσδεκτος, δέσποτα φιλοχριστότατε, νῦν ἡμέρα σωτηρίας, καταλλαγῆναι ἡμᾶς Χριστῷ τῇ μεσιτείᾳ καὶ εὐδοκίᾳ τῆς εἰρηνάρχου σου βασιλείας, ἑνωθῆναι ἡμᾶς τῇ κορυφῇ τῶν ἐκκλησιῶν τοῦ θεοῦ Ῥώμῃ καὶ δι' αὐτῆς τοῖς τρισὶ πατριάρχαις, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν τῷ υἱῷ καὶ Πνεύματι Ἁγίῳ, μεγαλύνοντες καὶ τὴν ὑμετέραν εὐσεβεστάτην καὶ πολύευκτον βασιλείαν. 419 Στεφάνῳ ἀδσηκρῆτισ Σὺ μέν, ὦ φιλότης, προσηγόρευσας ἡμᾶς πάλαι διὰ φωνῆς τοῦ φρουροῦντος ἡμᾶς (οὗ ῥυσθείημεν ἀμφότεροι τῆς μανίας, ἐπείπερ ἐστὶν ὑπερβαλλόντως πνέων ἀπειλῆς καὶ θυμοῦ εἰς τοὺς εὐσεβεῖς, δεσμῶν τε καὶ φρουρῶν, αἰκίζων τε καὶ πορθῶν τὰς ἐκκλησίας τοῦ θεοῦ σὺν πάσῃ βλασφημίᾳ καὶ παροινίᾳ ὡς οὐκ οἶδ' εἴ τις τ' ἄλλος τῶν ἐν ἀσεβείᾳ κατεγνωσμένων), ἐγὼ δέ σου ἐπαινῶ τὸ φιλόσοφον, καὶ μάλα εἰκότως· φιλόσοφον γὰρ τὸ ῥῆξαί σε φωνὴν ἐπὶ τοῦ κράτους ἣν οἶδας τά τε λοιπά σου λαλήματά τε καὶ σπουδάσματα ὑπὲρ ἀνακλήσεως τῆς πεπτωκυίας καθ' ἡμᾶς ἐκκλησίας. καὶ ὄντως ἔδει τὸν σοφὸν ἄνδρα καὶ διεγνωσμένον ἐν εὐσεβείᾳ τοῦτο δρᾶν πρός τε τὸ οἰκεῖον συμφέρον καὶ τοῦ ὅλου σώματος Χριστοῦ· ὃ διέτεμεν ὁ δράκων ὁ μέγας, ὁ ἀποστάτης, ὁ σκολιὸς ὄφις, τὸ προεισόδιον τοῦ Ἀντιχρίστου, ἡ μιαρὰ καὶ βλάσφημος γλῶσσα, ὁ ὑπεραιρόμενος ἐπὶ πάντα ναὸν θεοῦ, ὁ νοῦς ὁ Ἀσσύριος, τὸ βαρβαρικὸν ἔκτρωμα, ἡ Ῥαψακοειδὴς χείρ, ἡ θεοκατάρατος καρδία, ὁ ὁλόσωμος τοῦ σατανᾶ ὑπηρέτης, καὶ οὐκ οἶδ' ὅ τι φράσω ἐπάξιον τοῦ ἀλιτηρίου κωμῴδημα διὰ τὴν πολυώνυμον τοῦ ἐξαγίστου ἀσέβειαν. Πλὴν ἄλλου χρόνου τὸ ταῦτα διαστείχειν. νῦν δέ μοι τοῦτο λέξον, ὦ τριπόθητε, πῶς τοῦ χειμῶνος παρελθόντος οὐ τέλεον ἔαρ ἀλλ' ἢ μόνον καλλιωρία τις καὶ ἀπαυγασμὸς εὐπλοήσεως. τὸ πῦρ ἔσβεσται, τί ἔτι καπνῶδες ὑπολέλειπται; κινήθητι ἔτι, πόθημα ἐμόν, διαγώνισαι μᾶλλον, μέλος Χριστοῦ· οὐχ ὁρᾶτε τὸν ἀσεβοκαύστην οἷον πέπτωκεν ἐξαίσιον καὶ λαλούμενον καὶ ἀκουόμενον; ἐὰν ὁ τοῦδε ὄλεθρος οὐ σωφρονίσῃ ἡμᾶς, φησὶν ὁ χρυσορρήμων, τίς λοιπὸν ἐλεήσει ἡμᾶς; οὐκ ἀνανήψομεν; οὐκ ἐννοήσομεν ὅτι, εἰ μὴ Χριστὸς ἤρνητο ἀθετουμένης αὐτοῦ τῆς ἁγίας εἰκόνος, οὐκ ἂν τὸν ταύτης ὑβριστὴν οὕτως ὠλεθρίωσεν; Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην τί γέγονεν ἐν Γραικοῖς. πρὸ τοῦ Ἀντιχρίστου Ἀντίχριστος, ἤρθη ἀφ' ἡμῶν τὸ σημεῖον τῆς βασιλείας τοῦ Χριστοῦ· εἰ γὰρ μὴ τοῦτο, ὅπερ ἐστὶ τὸ ἴνδαλμα τοῦ σωματικοῦ αὐτοῦ χαρακτῆρος, ἐμφανίζοιτο ἐν ἡμῖν καρηφοροῦν τὸν τύπον τοῦ σταυροῦ, ἀλλὰ τὸ μὲν ἐκρίπτοιτο, τὸ δὲ προσείληπται, μεμέρισται Χριστὸς ἢ μᾶλλον ὁ βασιλεὺς ἀπέπτυσται ὁ κτείνας τὸν διάβολον, τὸ δόρυ δέ, δι' οὗ τὸν ἐχθρὸν ἔσφαξεν, τὸ τοῦ κράτους ἀνεδήσατο διάδημα, ἐφ' ἴσῃ νίκῃ τοῦ σφαγέντος ὑποτάξαν ὡς ἐχθρὸν τὸν κατασφάξαντα. ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ· τί ἡ ἔκστασις αὕτη, ἣν ἐξέστη ὁ λαὸς τοῦ θεοῦ; ἄκουε, ἀνατολὴ καὶ δύσις, ὅπως ἐξετυφλώθη ἡ Βυζαντίς, ὅπως κεκώφευται, φωνῆς ὑμῶν ἐλεγκτικῆς οὐκ ἀκούσασα, ὑποδεικτικῆς ὑμῶν μαρτυρίας οὐκ ἐμβλέπουσα, ἀλλ' Ἰαννοῦ καὶ Ἰαμβροῦ, τῶν ἀντιστατῶν Χριστοῦ, τῆς ὀλεθρίου δυάδος, ἣν εὖ οἶδ' ὅτι ἡ Τριὰς ἐν τάχει καταλύσειεν, ὡς ἂν σὺν τοῖς προολεσθεῖσι δυσὶν ἀσεβέσιν ἀπαχθεῖεν καὶ αὕτη ἡ δυάς, τὸ τετρακέφαλον τοῦ διαβόλου ἅρμα. Δεῦρο δή, δεῦρο, ἀδελφέ, καταβαλοῦ ἔτι ἀγῶνας, Κύριος κελεύει, λάλησον ἀγαθὰ εἰς τὰς τιμίας ἀκοὰς τοῦ εὐσεβοῦς βασιλέως ἡμῶν· μιμησάσθω Ἰωσίαν τὸν ἀοίδιμον, γίνοιτο νέος Δαυὶδ εἴτε ὡς Σαοὺλ εἴτε ὡς Ἀμών, τὰ τοῦ ἐξαγίστου Λέοντος καταπτύων κἀντεῦθεν θεὸν ἐξευμενιζόμενος καὶ τῷ τῆς εἰρηναρχίας στέφει τὸ τῆς βασιλείας αὐτοῦ κράτος ἀνίκητον περιποιούμενος. 420 Στεφάνῳ μαγίστρῳ Οἶδα, δέσποτα, ταῖς ὑπεροχαῖς ὑποστέλλεσθαι καὶ μάλιστα τῇ σῇ ἀνυπερβλήτῳ· ἀλλ' ὅμως τὸ εὐπρόσιτόν σου καὶ μέτριον τοῦ φρονήματος ἔδωκεν ἡμῖν παρρησίαν καὶ πάλαι ποτὲ ἐπιστεῖλαι καὶ ἄρτι τὸ αὐτὸ ποιῆσαι, καλοῦντος τοῦ χρόνου καὶ ἀφεμένων ἡμῶν τῶν ἁμαρτωλῶν τῆς διὰ Κύριον φυλακῆς κατὰ τὴν τοῦ διώκοντος παῦλαν. ἥτις ἀκουσθεῖσα ἤχησε παντὸς ἀνθρώπου ἀμφότερα τὰ ὦτα, οὐχ ὅτι ἁπλῶς ἤρθη, ἀλλ' ὅτι τοιουτοτρόπως. Αὕτη μὲν οὖν ἡ πρόφασις τῆς ἐπιστολῆς. ἐγὼ δὲ πρὸ τῆς ὁρμηθείσης μοι ὑποθέσεως εἰς τὸ γράψαι ἐκεῖνο ὑποδηλῶ, ὅτι οὐκ ἀστενάκτως καὶ ἀπαθῶς ἤνεγκα τὴν ἀκοὴν τοῦ θανάτου τῆς ἀγαθῆς καὶ ἀειμνήστου ὁμοζύγου σου, ἐνθυμούμενος ἡλίκην πληγὴν ἔλαβεν ἡ τιμία σου ψυχὴ τῇ διαζεύξει· ἐπεὶ ἦν ἡ μακαρία τῶν ὄντως ἐπαινετῶν γυναικῶν ὅσον ἀπὸ τῆς ἔξω ἀκοῆς, ἧς πεῖραν κἀγὼ μικρὰν ὁ ταπεινός, πλέον δὲ μᾶλλον ὁ μακάριός μου πατὴρ εἴληφεν, τὰ δὲ πάντα κατὰ πάντα αὐτὸς εἶ, κύριέ μου, ὁ εἰδώς. Ἐκείνης μὲν οὖν εἴη τὸ μνημόσυνον μετὰ δικαίων· τεκμαίρομαι γὰρ ὅτι καὶ ὀρθόφρων ἦν λίαν μετὰ τῆς ἄλλης ἀρετῆς. οὗ δὲ χάριν τὸ γράμμα, πρόδηλον τῇ μεγαλοφυεῖ σου ἐξουσίᾳ. ἐπιζητεῖ σε ὁ χορὸς τῶν δεδιωγμένων, ἐπικαλεῖταί σε ὁ λόγος τῆς ἀληθείας, ὁ μὲν ὡς φιλευσεβῆ καὶ φιλομόναχον, ὁ δὲ ὡς ἐραστὴν αὐτῆς εὐπαρρησίαστον. οὐχ ὅτι οὐκ ἐκινήθης ἕως τοῦ νῦν, προμαχῶν ἀμφοτέρων, ἐπείπερ ἠκούσαμεν οἷα θεοκινήτως καὶ πέπραχας καὶ λέλεχας, ἀλλ' ὅπως καὶ πρὸς τὸ ἑξῆς. ὁρᾷς, δέσποτά μου, οἷον τὸ κακὸν τῆς αἱρέσεως; οὐδὲ γάρ, εἰ μὴ τηλικοῦτον, τοσοῦτοι οἱ πάσχοντες καὶ τοσαῦτα τὰ αἰκίσματα καὶ θλιπτήρια, ἃ μέχρις ἐσχάτων τῆς οἰκουμένης διέδραμεν. βλέπεις καὶ τὸν τοῦ διώξαντος θάνατον; παρακλήθητι, ὁ εὐπαράκλητος, συγκινήθητι, ὁ θεοκίνητος· ὄρεξον χεῖρα χαμαὶ κειμένῃ τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ ὅσον ἐνδέχεται, ἐφ' ὅσον ἰσχὺς λάλησον εἰς τὰ ὦτα τοῦ εὐσεβοῦς ἡμῶν βασιλέως ἔτι ἀγαθά. ὑπὲρ Χριστοῦ σοι τὸ ἀγώνισμα, ὑπὲρ τῆς Θεοτόκου, ὑπὲρ πάντων ἁγίων· οὐδὲ γὰρ εἴ τις τῆς τοῦ βασιλέως εἰκόνος ἀντεχόμενος λέγει τι ἢ πράσσει, ἄλλῳ τινὶ ἢ τῷ βασιλεῖ χαρίζεται τὸν λόγον. καὶ περὶ ἑνὸς ἁγίου εἰ ἦν τὸ λεγόμενον, μέγιστόν σοι τὸ ἆθλον· ὅπου δὲ Χριστὸς καὶ ὑπὲρ Χριστοῦ ἡ διάπραξις, ἆρα οὐχὶ χαρά σοι, δόξα τε καὶ ἀγαλλίασις σὺν πολλῇ προθυμίᾳ ὅλον σεαυτὸν ἐπιδοῦναι; ναί, κύριέ μου ἀειπόθητε, ἐκδυσωπῶ κἀγὼ ὁ τάλας καὶ ἄλλως ὅτι ἡμῖν αὐτοῖς εὐεργετοῦμεν τοῦ κοινοῦ φροντίζοντες, ἐπείπερ συννοσοῦμεν, κἂν οὐ φρονήματι στρεβλῷ, ὅμως δ' οὖν χραινόμενοι τῇ αἱρετικῇ κοινωνίᾳ. Αὕτη ἐστὶν ἡ ταπεινὴ ἡμῶν ἐξαίτησις, τοῦτο τὸ ὑπόμνημα καὶ ὅτι καὶ ὑπὲρ λόγου ἁπλῶς ἀγαθοῦ οὐκ εὐκαταφρόνητοι μισθοί σοι ἀπόκεινται, μὴ ὅτι γε τοσούτῳ μόχθῳ ἑαυτὸν ἐπιδώσαντι, καθὰ ἠκούσαμεν. σῴζοι σε ἡ κραταιὰ χεὶρ τοῦ θεοῦ, τὸν ὡς ἀληθῶς ἀξιάγαστον καὶ τῆς συγκλήτου πρωτόβαθρον. 421 Τοῖς ἁγίοις ὁμολογηταῖς πατράσι καὶ ἀδελφοῖσ Νῦν καιρὸς ἐκβοῆσαι μετὰ τοῦ Δαυὶδ καὶ εἰπεῖν· ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις· ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, ὅτι ἐπακήκοεν Κύριος σὺν ἅπασι τοῖς ἰσοκλεέσιν ὑμῶν τῆς ἐκτενοῦς ἱκετηρίας. καὶ τί γέγονεν; ὤλετο ὁ ἀσεβής, συνετρίβη ὁ κόπτων ἡμᾶς· νενικήκατε τὸν τῆς πονηρίας υἱόν, κατεβάλετε τὸ θηρίον τῆς ὀργῆς, τὸν σκολιόγνωμον νοῦν. ὤ, ὦ τριπόθητοι, οἷα τὰ αἵματα ὑμῶν δυνατά· τάδε ἔρραξαν τὸν ἀλάστορα κολαστήν, ταῦτα ἐκένωσαν τὸ ἐναγὲς αἷμα τοῦ φονευτοῦ, εἴπερ ὑπακούειν ὁ ἀψευδὴς ἐπηγγείλατο τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, καθά φησι τὰ λόγια. μάθε, χρίστυβρι, ὅσον ἴσχυσεν ἡ βοὴ ὦν κατέξανας τὰς σάρκας. ἴσθι, μυσάρχα, ἡλίκον σοι τὸ κατὰ Χριστοῦ ἀποτέλεσμα· ἐπειδὴ πρὸς κέντρα λακτίζων ἦς, ἐλάκησας πρηνής, ἐξεχύθη σου, εἰ καὶ οὐ τὰ σπλάγχνα, ἀλλὰ τὸ ἐναγὲς αἷμα ἐν τομαῖς τρισίν, ὡς τῇ Τριάδι προσκρούσαντος διὰ τῆς ὕβρεως τῆς ἁγίας εἰκόνος Χριστοῦ. ἄπιθι μετὰ τοῦ Ἰούδα, ἰουδαιόφρον, σύντυχε τῷ πατρί σου Οὐραλυφίῳ Καβαλλωνύμῳ· πίε τοῦτο πρῶτον, ὥς φησιν ὁ προφήτης, καὶ τὸ δριμύτερον ἐπ' ἐσχάτῳ. Ὢ τῆς ἐκείνου χριστομανίας καὶ τῆς ὑμετέρας ὁμολογίας· ὑμεῖς ἄνδρες χριστοφόροι, θρέμματα εὐσεβείας, μυρίσματα ἀθανασίας, στηλιτεύματα τοῦ ἐχθροῦ· ὑμεῖς νεῦρα τῆς ἐκκλησίας, ἑδραίωμα πίστεως, κλέος τῇ ὑφηλίῳ. ὑμῶν τὸ μνημόσυνον αἴσιον, ὃ καὶ ὁ μέλλων ὑποδέξοιτο χρόνος, ὑμῶν τὸ στεφάνωμα οὐράνιον, τοῖς ᾀσματικοῖς ἄνθεσιν ἀξιοχρέως συμπλεκόμενον. τί τὸ λοιπόν; αἰνητέον θεῷ, εὐχαριστητέον τῷ εὐσεβεῖ βασιλεῖ, ὅτι τῶν φυλακῶν καὶ ὀδυνῶν εἴασεν τέως, καὶ ἐλπιστέον ὅτι ὁ δοὺς θεὸς τὴν ἀπαρχὴν δεξιὰν συναποίσει τῇ ἀρχῇ καὶ τὸ τέλος, τῆς εἰρηνοχύτου ὀρθοδοξίας ἐξανατεῖλαι τὸ κέρας. μόνον παρακαλῶ μνημονεύειν μου ἐν προσευχαῖς θερμότερον καὶ προσέχειν ἑαυτοῖς πάντοτε, ὅτι, ἕως ἂν ἐμπνέωμεν, ὁ πειράζων πάρεστιν. ὁ ἀδελφὸς ὑμῶν Νικόλαος ἀσπάζεται κατὰ τὸ σύνηθες. 422 Νικήτᾳ ἡγουμένῳ Ἐπέστειλεν, ὡς ἔμαθον, ἡ ἁγιωσύνη σου πρὸς τὴν ταπείνωσίν μου, ἀλλ' οὐκ ἐδεξάμην διά τινα περιπέτειαν· ἐγὼ δὲ ὡς δεξάμενος χαράσσω σοι τόδε τὸ εὐτελές μου γραμματεῖον, προσηγορίαν κομίζων καὶ τὸ" 4χαῖρε" 5 φθεγγόμενος. διατί; ὅτι συνετρίβη, μᾶλλον δὲ κατεκόπη ὁ κόπτων ἡμᾶς, ὅτι δέδειχε Κύριος ἐν ὀφθαλμοῖς ἁπάντων ἀρνητὴν αὐτοῦ εἶναι τὸν τῆς ἁγίας αὐτοῦ εἰκόνος ἀθετητήν· ὡς γὰρ οὐ χωρίζεται ἀκτὶς ἀπὸ ἡλίου, οὕτως οὐδὲ εἰκὼν τοῦ πρωτοτύπου ἢ μόνον κατὰ τὸ τῆς οὐσίας διάφορον, ἐπὶ τῶν τεχνητῶν δὴ λέγω. ἀλλ' ὅμως καὶ οὕτως ἀστραψάσης τῆς ἀληθείας οὐκ ἔστιν ἄθρησις, οὐδαμοῦ ἀνάνηψις. καὶ τίς οὐ στενάξοι; καὶ τίς οὐκ ἀποκλαύσοιτο, οὐ τοὺς ἀθλοφοροῦντας (μή τί γέ τις τοῦτο ὑπολάβοι· πῶς γὰρ οἱ θεομακάριστοι ἐπικλαύσιμοι;), ἀλλὰ τοὺς ἀβλεπτοῦντας καὶ τῷ αὐτῷ ζόφῳ τῆς ἀσεβείας ἐπερειδομένους; Ἐγὼ μὲν οὖν ὁ τάλας οὕτω καὶ διανοοῦμαι, οὕτω καὶ ἀποκλαίομαι. σὺ δέ, ὦ ἱερὰ κεφαλὴ καὶ τῆς ἐμῆς οὐθενότητος φίλη, μὴ ἀπολήξειας προσευχομένη καταλλαγὴν φθάσαι ἄνωθεν τῷ λαῷ τοῦ θεοῦ, ἔπειτα τοῦ καὶ ἡμᾶς διασῴζεσθαι τοὺς ἀναξίους, κατόπιν ὑμῶν τῶν ἁγίων ἰόντας. ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. τοὺς μετὰ τῆς ἁγιωσύνης σου ἀδελφούς μου ἀσπάζομαι καί γε μάλιστα τὸν ἱερὸν Ἀρσένιον. 423 Νικηφόρῳ τῷ ἁγιωτάτῳ πατριάρχῃ Ἐπέστειλα πάλαι ὁ τάλας, οὐ πρὸς ἀντίδοσιν γραμμάτων ἀποσκοπῶν, ὅτι μηδὲ δούλοις παρὰ δεσποτῶν ὀφειλή, ἀλλὰ τὴν ἐμαυτοῦ διάθεσιν γλιχόμενος ὑπεκφάναι, οὕτω τοῦ πόθου καὶ τοῦ καιροῦ βιαζομένων, οὐκ ἀπεικότως. αὐτὸς δέ, ὦ θεία καὶ κορυφαία τῶν ἱερῶν κεφαλῶν ἀκρότης, οὐ μόνον ἀντεπιστεῖλαι ἠξίωσας τῷ ἀναξίῳ, θεομιμήτως δῆλον ὅτι φερόμενος, ἀλλὰ γὰρ καὶ ἀπ' αὐτῆς τῆς προγραφῆς τοσοῦτον ἡμῖν τὸ τῆς ταπεινοφροσύνης σου θεῖον ὕψος ὑπέδειξας, ὡς καταπλαγῆναι ἡμῶν τὴν οἰκτρὰν διάνοιαν. ὢ τοῦ θαύματος· εἰ ὁ τοσοῦτος καὶ τηλικοῦτος τὴν ἀξίαν καὶ τῇδε συνισουμένην ἔχων τὴν ἀρετὴν ἀπαστράπτουσαν, ὡς αὐτὰ μαρτυρεῖ τὰ πράγματα, υἱὸν ἑαυτὸν τοῦ οὐθενοῦς ἀπεκάλεσεν, ὁ οὐθενὴς καὶ ἀφανὴς τί ἑαυτὸν ὀνομάσειεν; καὶ εἰ ὁ τῆς ἁγιωσύνης λαμπτὴρ ἁμαρτωλὸν ἑαυτὸν ὑπογράφοιεν, ὁ ἁμαρτωλὸς καὶ ἠπορημένος τί δ' ἂν καὶ ἀποκριθήσεται; ἄρα, εἰ καὶ μηδὲν ἕτερον ἐγέγραπτο τῇ ἐπιστολῇ, ἤρκει τοῦτο μόνον τοῦ τε δεχομένου τὸν νοῦν ἐκθαμβῆσαι καὶ τοῦ πεπομφότος τὸ ἀνυπέρβλητον ἐν ἀρετῇ θριαμβεῦσαι. ἐπεὶ δὲ καὶ τὸ ὅλον ὕφος τοῦ ἱεροῦ βιβλίου διέγνωμεν οἱ ταπεινοί, τότε καὶ μᾶλλον ἥσθημεν, τῇ κεφαλίδι τὸ ὅλον σῶμα τῆς διαλέξεως καταλλήλως εὑρηκότες ἀπηρτισμένον. Οἶδας, ὁ ἅγιος τοῦ θεοῦ, οἷα ἐφθέγξω πνευματοκινήτως, ὡς ἐπέρρωσας ἡμῶν τὴν ἀσθενῆ διάνοιαν ἐπαίνων φαρμακεύμασιν, ὡς συνερρίζωσας ἡμᾶς ὑπομονητικῶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν καὶ ὅσα ἄλλα ὑπεσημαίνετο θεοσοφίᾳ καλλυνόμενα. ἀλλ' εὐλογητὸς ὁ θεός, ὃς ἐν τοιούτῳ σεισμῷ ἀσεβείας τηλικοῦτον ὑπέρμαχον ὁμοῦ καὶ κυβερνήτην τῇ ἑαυτοῦ ἐκκλησίᾳ ἐδωρήσατο, ἄσειστον, ἀκράδαν τον, λόγον ζωῆς ἐπέχοντα, φῶς ὁμολογίας τῇ ὑφηλίῳ πυρσεύοντα. εἰ δὲ ὅτι ὁ χειμὼν οὐ τί που παρῆλθεν, εἰ καί τις μικρὰ αἰθρία ὑπήστραψεν, οὐκ ἀθυμητέον, ὦ τρισμακάριστε· δυνατὸς γὰρ ὁ δοὺς τὸ βραχὺ τῆς εἰρήνης ἐμπύρευμα Κύριος, ταῖς θεοκλινέσι σου καμπτόμενος προσευχαῖς, καὶ τὸ ὅλον τῆς ὀρθοδοξίας ἀναπετάσαι ἔαρ καὶ τότε δῆλον ὅτι, ὁπότε καὶ τὸ τῆς ὀργῆς νέφος ἀμειφθείη τέλεον καὶ ὁ πόθος τῶν θεοφιλῶν δοκιμασθείη λαμπρότερον. Ταῦτά μοι νῦν τετόλμηται ὥσπερ τι κυνίδιον γρύξαι τῷ χρηστῷ μου ὡς ἀληθῶς ἀρχιποίμενι, εἰληφότι καὶ τὸ προσκυνητὸν ἐγχειρίδιον μεθ' ὑπερβαλλούσης ἀγαλλιάσεως. 424 Ἰωάννῃ λογοθέτῃ Ἤνοιξεν ὁ καιρὸς θύραν παρρησίας φθέγξασθαι ἡμᾶς ἀγαθοῖς ἀνδράσιν ὁμοῦ τε καὶ φίλοις· τῶν δὲ τοιούτων τίς ἂν εἴη μείζων τῆς σῆς εὐσεβείας; ὅς γε δι' αὐτὸ τοῦτο τὸ εὐσεβεῖν σε οὐκ ὀλίγας ἀνέτλης θλίψεις τε καὶ κακώσεις παρὰ τοῦ καὶ θεῷ προσκρούσαντος καὶ κόσμον ὀλέσαντος ἐν ἀσεβείᾳ καὶ ἰσόρροπον τῆς ἀποστασίας τὴν ζωὴν ἀπορρήξαντος, οὐκ ἐν ἁγίῳ τόπῳ, κἂν μορμολύττῃ τὸ λεγόμενον (διότι οὐ ναὸς θεοῦ ἅγιος ὁ ὑφ' αἱρετικῶν βεβηλούμενος, ἀλλ' οἶκος κοινός, ὥς φησιν ὁ Μέγας Βασίλειος), τοῦ ἐφεστῶτος ἀγγέλου ἐν αὐτῷ ὡς ἐφ' ἑκάστης ἐκκλησίας ὑπεκστάντος διὰ τὴν ἀσέβειαν. διόπερ οὐδ' ἡ τελουμένη ἐν αὐτῷ θυσία θεῷ εὐπρόσδεκτος· καὶ ἄκουσον αὐτοῦ λέγοντος· ὁ ἀσεβὴς ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτένων κύνα. εἰ δὲ καὶ ὡς ἐπὶ ναοῦ λάβοις τεθνάναι τὸν ἀσεβῆ, ἁρμόσειεν καὶ οὗτος ὁ τρόπος· ἔδει γάρ, ἔδει τὸν κατὰ τῶν ναῶν τοῦ θεοῦ γενόμενον ἐν ναῷ ἰδεῖν τὰ κατ' αὐτοῦ γυμνούμενα ξίφη, ἔδει τὸν τὸ θεῖον θυσιαστήριον ἀφανίσαντα ἐν θυσιαστηρίῳ ἐξαφανισθῆναι, κατὰ τῆς ἐκταθείσης ἐφ' ὕβρει Χριστοῦ χειρὸς τομὴν ἐπαχθῆναι, κατὰ τῆς κινηθείσης κεφαλῆς ὀλεθρίως ξίφος διελάσαι, κατὰ τοῦ ὤμου τοῦ ἐπ' αἰκισμῷ τῶν εὐσεβῶν ἐπαρθέντος καιρίαν ἐλθεῖν πληγήν, ἄτιμον ἀποπεμφθῆναι τῶν βασιλικῶν αὐλῶν τὸν ἀτιμάσαντα τὴν ἁγίαν Χριστοῦ εἰκόνα, τῆς Θεοτόκου καὶ οὑτινοσοῦν τῶν ἁγίων. Τί δήποτε οὕτως σοι, κύριέ μου, ἐξετραγῴδησα τοῦ ἐξαγίστου τὸν θάνατον; ὅτι ἀναγκαῖόν ἐστιν ἐντεῦθεν οὐ μόνον τὸν εὐσεβῆ βασιλέα ἐπιγνῶναι τὸ κατάλληλον τῇ ἀσεβείᾳ τοῦ ἀσεβοῦς ἀποτέλεσμα, ἀλλὰ καὶ πάντα ἄνθρωπον. καὶ ἄγαμαι λίαν πῶς ὁ ἀγαθὸς ἡμῶν δεσπότης γνοὺς τοῦτο οὐ θριαμβεύει τὴν τοῦ παλαμναίου δυσσέβειαν καὶ χαρίζεται ἑαυτῷ τε καὶ τῷ ὑπηκόῳ τὸ τῆς ὀρθοδοξίας ἐξίλασμα ὡς βασιλεὺς εἰρηναρχίας χριστομιμήτως. διὰ τοῦτο αἰτῶ, ἀντιβολῶ ὁ ταπεινὸς ἐπειχθῆναί σε τὸν εὐσεβέστατον, καθάπερ καὶ ἤκουσταί μοι ὅτι ἐκινήθης, δοῦναι ἑαυτὸν ὁλικῶς εἰς ἀνόρθωσιν τῆς πίστεως, ἐν ᾗ ἐστι τὸ σωτήριον τοῦ τε κράτους καὶ τοῦ ὑπηκόου παντός. 425 Παντολέοντι λογοθέτῃ Ἄλλων μὲν ἡ ἀρετὴ ἐξ ἀκοῆς ἡμῖν διέγνωσται, σοῦ δὲ τοῦ ὑπερτίμου δεσπότου μου πρότερον δι' ὄψεως, νῦν δὲ ἐξ ἀκοῆς μέχρι τῆς ἐσχατιᾶς ἐν ᾗ ἐσμεν φθασάσης. τίς δὲ ὁ λόγος; ὅτι ἐπαρρησιάσατό σου τὸ πνευματοκίνητον στόμα λαλῆσαι σοφίαν θεοῦ, λόγους ἀληθείας ἐπ' ὠφελείᾳ καὶ σωτηρίᾳ τῆς τε οἰκείας ψυχῆς καὶ πάσης τῆς καθ' ἡμᾶς ἐκκλησίας. καὶ μακάριος εἶ καὶ εὐλογημένον τὸ ὄνομά σου καὶ σὲ αἰνέσαισαν πάντες οἱ ἀκούσαντες εὐσεβεῖς· καὶ στέφανος χαρίτων ἐπὶ τὴν τιμίαν σου κάραν καὶ κλοιὸν χρύσεον ἐπὶ τὸν ἱερόν σου τράχηλον, υἱὲ ὑπακοῆς, τέκνον φωτός, θρέμμα εὐσεβείας. τάδε λέγει Κύριος· ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτὸ ἀνθ' ὧν ὑπήκουσας φωνῆς μου. ἐντολὴ γὰρ Κυρίου μὴ σιωπᾶν ἐν καιρῷ κινδυνευούσης πίστεως· λάλει γάρ, φησί, καὶ μὴ σιώπα· καί, ἐὰν ὑποστέλληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· καί, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. ὥστε, ὅτε περὶ πίστεως ὁ λόγος, οὐκ ἔστιν εἰπεῖν·" 4ἐγὼ τίς εἰμι; ἱερεύς; ἀλλ' οὐδαμῶς· ἄρχων; καὶ οὐδ' οὕτως· στρατιώτης; καὶ ποῦ; γεωργός; καὶ οὐδ' αὐτὸ τοῦτο· πένης, μόνον τὴν ἐφήμερον τροφὴν ποριζόμενος· οὐδείς μοι λόγος καὶ φροντὶς περὶ τοῦ προκειμένου" 5. οὐά, οἱ λίθοι κράζουσι, καὶ σὺ σιωπηλὸς καὶ ἄφροντις; ἡ ἀναίσθητος φύσις θεὸν ἐπακήκοεν, καὶ αὐτὸς λαιλαπιστής; ὃ μὴ ἐμψύχωται μηδὲ ἐν κριτηρίῳ λελογοθέτηται, δεδοικὸς οἱονεὶ τὸ πρόσταγμα, φωνοβολεῖ, καὶ σύ, ὁ μέλλων εὐθύνεσθαι ὑπὸ θεοῦ ἐν καιρῷ ἐτάσεως καὶ περὶ ἀργοῦ ῥήματος, κἂν ἐπαίτης εἶ, διδόναι λόγον, λέγεις ἀλογῶν" 4τίς μοι ἐν τούτῳ φροντίς" 5; ταῦτα, ὦ δέσποτα, φησὶν ὁ Παῦλος, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. ὥστε καὶ αὐτὸς ὁ πένης πάσης ἀπολογίας ἐστέρηται ἐν ἡμέρᾳ κρίσεως, μὴ τανῦν λαλῶν ὡς κριθησόμενος, καὶ διὰ τοῦτο μόνον, μὴ ὅτι γέ τις τῶν ἐφεξῆς καθ' ὑπεροχὴν μέχρις αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου, ᾧ καὶ ἀνυπέρβλητον τὸ κρίμα· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται, φησίν, καί, κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν. Λάλει οὖν, κύριέ μου, λάλει· διὰ τοῦτο κἀγὼ ὁ τάλας, δεδοικὼς τὸ κριτήριον, λαλῶ. φθέγξαι ἕως τῶν θεοηχῶν ὤτων τοῦ εὐσεβοῦς ἡμῶν βασιλέως, ἐπείπερ εἶ τῶν ὑπερεχόντων. οὐδεμία αἵρεσις τῶν ἀπὸ τῆς ἐκκλησίας ἀναβρασάντων τῆς εἰκονομαχικῆς ταύτης αἱρέσεως δεινοτέρα. Χριστὸν ἤρνηται, εἰς πρόσωπον δέρει, πραγματικῶς καὶ λογικῶς λυττῶσα· τὸ μὲν φληναφεῖ Χριστὸν μὴ περιγράφεσθαι κατὰ τὸν τοῦ σώματος χαρακτῆρα, ὅπερ ἐστὶν ἀναιρετικὸν τοῦ σάρκα γενέσθαι τὸν λόγον (εἰ γὰρ σάρξ, πάντως καὶ περιγράφοιτο, ἐπεὶ φάντασμα τὸ εὐαγγελιζόμενον μανιχαϊκῷ φρονήματι), τὸ δὲ ὅτι ξέει, κλᾷ, κατασκάπτει, πυροκαυστεῖ πάντα θεῖον ναόν, πᾶν ἱερὸν ἀνάθημα, ἐφ' ᾧ ὁ Χριστοῦ χαρακτήρ, τῆς Θεοτόκου, εἰτινοσοῦν τῶν ἁγίων. χριστιανοὶ ἀπολλύμεθα· προφθάσωμεν τὸ πρόσωπον Χριστοῦ ἐν ἐξομολογήσει, ἀσπασώμεθα Χριστόν, ὃν δι' ἀθετήσεως τῆς ἁγίας αὐτοῦ εἰκόνος ἀρνούμεθα. 426 Δημόχαρι λογοθέτῃ γενικῷ Ἡ τῶν ἀγαθῶν ἀνδρῶν ἔντευξις παρρησίαν δίδωσι καὶ τοὺς ἀγνῶτας πρὸς αὐτοὺς ἵεσθαι, μὴ ὅτι τοὺς γνωρίμους καὶ τῆς αὐτῶν εὐθημοσύνης πεῖραν εἰληφότας. διὰ τοῦτο τεθαρρηκότες οἱ ταπεινοὶ ἐπιστέλλομεν τῇ ὑπερφυεῖ καὶ εὐσεβεστάτῃ σου μεγαλωσύνῃ, εὐφημοῦντες αὐτὴν κατὰ τὸ εἰκὸς ὅτι ῥίζης εὐφυοῦς ἀγαθὸν βλάστημα, ὅτι φρονήσεως δεξιᾶς ἱερὸν ἀποτέλεσμα, ὅτι παιδεύσεως ποικίλης ἀγλάισμα περισπούδαστον· ἔνθεν καὶ βασιλεῦσιν ἀσπαστὴ καὶ πᾶσι διαλαλητή. κἀκ τούτου ἀρχὰς ἐξ ἀρχῶν ἀμείβουσα εἰς τὴν κορυφαιοτάτην τῶν ἐν τέλει ἀνέδραμεν εὖ γε καὶ πάνυ εἰκότως. εἰ δὲ καὶ ὅτι ἡμῖν τοῖς εὐτελέσι δι' αὐτὴν τὴν ἀρετὴν ποθητή, οὐ πάνυ τι τῶν ἀγαστῶν διὰ τὸ οὐδαμινόν· πλὴν ὅτι ὑποβάλλοι ὁ καιρὸς καὶ ἐξ εὐτελῶν παράκλησίν σοι προσάγεσθαι. ἡ δέ ἐστιν ὀρέξαι σε χεῖρα τῇ καταπεσούσῃ καθ' ἡμᾶς ἐκκλησίᾳ πτώματι ἀσεβείας. τοῦτο δὴ καὶ ἤκουσται ἡμῖν ἐνεργήσαντα καὶ εὐξάμεθά σοι ὡς ἁμαρτωλοὶ καὶ εὐλογήσαμέν σε ἀπὸ καρδίας πεπονημένης, ὅτι καὶ ἐλεγμῷ δικαίῳ ἤλεγξας τὸν ἀσεβάρχην Ἰωάννην, τοσαῦτα εἰπών, ὅσα ἦν ἄξιον ἀκοῦσαι τὸν μυσαρόν, ἅττα καὶ ἡμῖν, οἶμαι, καὶ πολλοῖς ἄλλοις προδεδήλωται· ἐπεὶ οὐκ ἔστι κρυπτόν, ὃ οὐ γνωσθήσεται, καθά φησι τὰ λόγια, καὶ ἄλλως ὅτι οἱ ἀσεβείας ἔξαρχοι τοιούτων πράξεων ἔνοχοι δικαιοτάτως πεφανέρωνται. Μὴ τοίνυν, ὦ δέσποτά μου, ἀπολήξειας τοῦ καλοῦ σου ἀγῶνος, ἀλλὰ συνεισένεγκον τῇ μεγίστῃ σου ὑπεροχῇ ἰσόρροπον τὴν βοήθειαν ὡς ὑπὸ θεοῦ εἰς ταύτην προσκληθεὶς ἐξ ἀναγκαίου τοῦ χρόνου· οὕτω γὰρ μᾶλλον εὐκλεηθήσῃ παρά τε θεῷ τῷ εὐδοκήσαντι καὶ βασιλεῖ τῷ εὐσεβεῖν ἀπαρξαμένῳ καὶ ἅπασι τοῖς τὸν ὀρθὸν λόγον τῆς ἀληθείας πρεσβεύουσιν, οὐ μὴν ἀλλὰ καὶ σεαυτῷ τῆς κατὰ τὴν αἱρετικὴν κοινωνίαν χράνσεως ἐντεῦθεν χαρίσῃ ἀλεξιτήριον φάρμακον. 427 Θεοδώρῳ μονάζοντι Ἐγώ σου τὴν θεοσέβειαν παρεκάλεσα, τῶν κατ' ἐμοῦ ἐγκωμίων ἀφέμενον, μᾶλλον προσεύχεσθαι μὴ πάντῃ με θεοῦ ἀπομακρύνεσθαι καὐτός, οὐκ οἶδ' ὅθεν φερόμενος, εἰς μείζους ἐξήφθης λόγους αἰνέσεως. μὴ οὕτω, πάτερ, μηδαμῶς· ἢ οὐκ οἶσθα ὅτι ἀνθρώπων ἁπάντων ἐγὼ ὁ τάλας ἁμαρτωλότερος, κἂν οὐκ οἶδ' ὅπως ἐλέει θεοῦ εἰς φυλακὴν αὐτοῦ ἠξίωμαι διατελεῖν; διὸ καὶ δεδιῶ μήπως ἐπισκεψάμενος ἐν τῷ τελουμένῳ ὁμολογητικῷ γάμῳ ἴδοι με οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, εἴτουν καθαρότητος, καὶ εἴποι τοῖς ὑπηρέταις ἀγγέλοις· δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας ἐκβάλετε αὐτὸν καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον, ὡς παρενείραντα ἑαυτὸν ἀναξίως τοῖς ὁμολογηταῖς μου. ὥστε τοῦτο εἰδὼς κλαῖέ με μᾶλλον, πάτερ, καὶ προσεύχου μὴ τοῦτό μοι συμβῆναι. Καὶ ὧδε μὲν ταῦτα. περὶ δὲ τοῦ" 4διὰ" 5 καὶ" 4ἀνὰ" 5 ὑπὸ τοῦ Μεγάλου Βασιλείου εἰρημένων, δῆλον ὅτι ἐν τῇ χρήσει κειμένων τῶν προθέσεων τῆς εἰκόνος, οὐχ ὑπὸ τοῦ ἁγίου δοκεῖ μοι ἐκφωνηθῆναι καὶ οὕτως καὶ οὕτως, ἀλλ' ἐκ μεταγραφῆς τὸ σφάλμα· πλὴν εἰς ταὐτὸν φέρει τὸν νοῦν ἀμφότερα. οἷον· ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. καὶ ἀληθὲς τοῦτο καὶ ἐπὶ φυσικῆς εἰκόνος, τοῦτο καὶ ἐπὶ τεχνητῆς, τῆς ἀναβάσεως οὐδὲν ἄλλο δηλούσης ἢ ὅτι ἡ αὐτή ἐστι τιμὴ παρὰ τὸ τῆς οὐσίας διάφορον ἐπὶ τῶν τεχνητῶν, ἐπὶ δὲ τῶν φυσικῶν καὶ κατὰ τὸ τῆς οὐσίας ταὐτὸν ἀμφοῖν. καὶ γοῦν αὐτὴ ἡ ἀλήθεια εἴρηκεν· ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ, καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν πέμψαντά με. φυσικὴ οὖν τοῦ θεοῦ καὶ πατρὸς εἰκὼν ὁ υἱός, τεχνητὴ δὲ τοῦ υἱοῦ ὥσπερ καὶ τοῦ πατρὸς ἡμεῖς, ἤγουν ποιητική· καὶ ποιητὴς γὰρ καὶ τεχνίτης τῶν ἁπάντων λέγοιτο θεός. εἴληπται δὲ τῷ Ἁγίῳ Βασιλείῳ τὸ τεχνητὸν ἐπὶ τῶν ἐν πίναξιν εἰκόνων, καὶ ταὐτὸν ἡμᾶς λαβεῖν τοὺς κατ' εἰκόνα θεοῦ γεγονότας καὶ τὴν ἐν πίνακι ὑφ' ἡμῶν τεχνουργουμένην εἰκόνα ἐπὶ τοῦ τεχνητοῦ. καὶ μᾶλλον ἔγγυος ταυτισμὸς ἐπὶ τοῦ καθ' ὁμοίωσιν ὁ ἡμέτερος χαρακτὴρ πρὸς ἡμᾶς, ὥσπερ καὶ ὁ Χριστοῦ πρὸς αὐτόν, ἢ ὁ ἡμέτερος πρὸς θεόν, ἐπειδὴ θεοῦ καὶ ἀνθρώπων τὸ μέσον ἄπειρον· ὅτι ὁ μὲν ἄκτιστος, ἀπερίληπτος, ἀπερίγραπτος καὶ ὅσα τῆς αὐτῆς συστοιχίας ἄνθρωποι δὲ κτίσμα, σῶμα, περιγραμμὸς καὶ ὅσα ὁμόστοιχα τούτων ἄνθρωπος δὲ καὶ εἰκὼν ἀνθρώπου ἑκάτερα κτίσμα, κἂν διαφορότης κτίσεως κατὰ θάτερον ἐπ' οὐσίᾳ. Καὶ εὖγε τὸ πρόβλημά σου, ὅτι ὑπέδειξεν ἡμῖν ἐξ αὐτῆς τῆς θεολέκτου φωνῆς ἐν τῇ ἀθετήσει τῆς εἰκόνος αὐτὸν ἀθετεῖσθαι καὶ ἐν τῇ αὐτοῦ Χριστοῦ ἀθετήσει ἀθετεῖσθαι τὸν πατέρα τὸν πέμψαντα αὐτόν· καὶ εὑρίσκονται οἱ εἰκονομάχοι οὐκ ἀρνησίχριστοι μόνον, ἀλλὰ γὰρ καὶ τρισάρνητοι. τὸ δὲ" 4διαβαίνει" 5, ὅτι εἰς ταὐτὸν φέρει ἡ διάβασις τῇ ἀναβάσει. εἶπεν ὁ Κύριος· ἀναβαίνω πρὸς τὸν πατέρα μου· καὶ ὁ Μωυσῆς· διαβὰς ὄψομαι. ἀμφοῖν ὁμοιοφανὴς ἡ κίνησις καὶ οὔτε κυκλοφορικὴ θατέρα θατέρας οὔτε ἑλικοειδής, ἀλλ', εἰ καὶ διάφορος, κατὰ θέσιν, οὐ κατὰ σχέσιν. ἑπτὰ γάρ φησιν εἶναι τὰς κινήσεις· ἡ οὖν ἀνάβασις, ἵνα καὶ σχηματίσω, τοῦτο.|.· καὶ ἡ διάβασις τοῦτο.–.. ἀμφοῖν οὖν, ὡς εἴρηται, ἰσοφανῆ· γραμμὴ γὰρ φιλοσοφικῶς τὸ δεῖγμα. ἣν οὖν ἔχει σχέσιν τὸ ἄνω πρὸς τὸ κάτω, τὴν αὐτὴν καὶ τὸ δεξιὸν πρὸς τὸ ἀριστερόν. ὥστε τὸ ἀναβαίνειν καὶ τὸ διαβαίνειν εἰς ταὐτὸν φέρει. καὶ εἰ μὲν ἐπιτετεγμένος ὁ λόγος, τῷ θεῷ καὶ λόγῳ χάρις· εἰ δ' οὖν, δίδαξον, λῷστε, τὸν ἀμαθῆ ἐμέ. 428 Ἀθανασίῳ τέκνῳ" 4Πῶς" 5, φῆς," 4οὐ λατρεύεται ἡ εἰκὼν Χριστοῦ, ἀλλ' ὁ ἐν αὐτῇ προσκυνούμενος Χριστός, μιᾶς οὔσης ἐπ' ἀμφοῖν προσκυνήσεως;" 5 ὅτι ἐπ' αὐτοῦ δὴ Χριστοῦ λατρευτικὴ ἡ προσκύνησις· προσκυνῶν γὰρ αὐτὸν συμπροσκυνῶ τὸν πατέρα καὶ τὸ Ἅγιον Πνεῦμα ὁμοῦ, ὅπερ ἐστὶν ἡ τριαδικὴ ἡμῶν προσκύνησις καὶ λατρεία. ἐπὶ δὲ τῆς εἰκόνος ἡ αὐτὴ μὲν (πῶς γὰρ οὔ; ὧν γὰρ ἓν τὸ κράτος καὶ ἡ δόξα μία, τούτων δῆλα δὴ ἓν τὸ σέβας καὶ μία ἡ προσκύνησις), σχετικὴ δὲ ὅμως, ἤγουν ὁμωνυμική· προσκυνῶν γὰρ αὐτὴν οὐ συμπροσεκύνησα, ἀλλὰ προσεκύνησα Χριστόν, οὐ διαιρούμενον καθ' ὑπόστασιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον. ὅπερ ἐστὶ σχετική, ἀλλ' οὐ λατρευτική, κἂν ἡ αὐτή, ἐκεῖ μὲν οὕτως νοουμένη καὶ λεγομένη, καθότι τριαδική, ἤγουν φυσική, ἐνταῦθα δὲ τὸ ἔμπαλιν, καθότι σχετική, ἤγουν ὑποστατική· εἰ γὰρ εἴποις" 4λατρευτική" 5, ἐσήμανας σεσαρκῶσθαι ὡς τὸν υἱὸν τόν τε πατέρα καὶ τὸ πνεῦμα, ὅπερ ἐστὶν ἔκτοπον. Τοιγαροῦν προσκυνῶν τὴν εἰκόνα Χριστοῦ οὐ τὴν θεότητα προσκυνῶ, ὥς φασί τινες (τοῦτο γὰρ τῆς Τριάδος σημαντικόν· καὶ οὐ σεσάρκωται ἡ Τριάς, ἄπαγε)· ἀλλὰ τί; αὐτὸν Χριστὸν σχετικῶς· μόνος γὰρ αὐτὸς ὁ σαρκωθεὶς θεὸς λόγος. προσκυνῶν δὲ αὐτὸν Χριστὸν δῆλον ὅτι συμπροσεκύνησα τὸν πατέρα ὁμοῦ καὶ τὸ πνεῦμα. ὥστε ἐπὶ τῆς εἰκόνος σχετικὴ εἰκότως ἂν νοοῖτο καὶ λέγοιτο, ἐπ' αὐτοῦ δὲ Χριστοῦ λατρευτική, ὡς συνεπινοουμένου τε καὶ συμπροσκυνουμένου τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος. 429 Ἐπιστολὴ ἐκ προσώπου πάντων τῶν ἡγουμένων πρὸς Μιχαὴλ βασιλέα Ἡμεῖς, οἱ ἐπὶ τὸ αὐτὸ συνεληλυθότες κατὰ κέλευσιν τῆς θεοστέπτου ὑμῶν βασιλείας ἐλάχιστοι ἐπίσκοποί τε καὶ ἡγούμενοι, πρώτην φωνὴν ταύτην φθεγγόμεθα ἐπὶ τοῦ θεοπροβλήτου ὑμῶν κράτους εὐχαριστήριόν τε καὶ αἰνετήριον, ὅτι ἀνεκλήθημεν οἱ ἀπωσμένοι, ὅτι ἠλεήθημεν οἱ τεταλαιπωρημένοι, ὅτι ἀνεψύξαμεν οἱ ἐκλελοιπότες ἀπὸ χειμῶνος εἰς ἔαρ, ἀπὸ ζάλης εἰς γαλήνην, ἀπὸ ἀθυμίας εἰς εὐθυμίαν, ξένα τινὰ καὶ παράδοξα ἑωρακότες· τοιαύτη γὰρ ἡ δικαία ὑμῶν βασιλεία χαρμόσυνος, εὐφρόσυνος, πολύευκτος, εἰρήναρχος, φιλοδίκαιος, πολλαῖς ἑτέραις προσηγορίαις ἀξιώνυμος, μιμήσει Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τὰ διεστῶτα συνάπτουσα, τὰ νενοσηκότα ὑγιάζουσα, τὰ λυπηρὰ χαροποιοῦσα, ἐξαίρετός τις οὖσα βασιλεία καὶ τῶν πάλαι μακαριζομένων ἰσόρροπος· ἣν ἀποσεμνύνειν τοῖς ἐγκωμίοις οὐκ ἂν εὐμαρῶς γλῶσσα ἀνθρώπου ἐξαρκέσειεν. Ἀλλ' ἐπειδὴ ταῦτα οὕτως, παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν οἱ ἀνάξιοι καὶ αὐτῆς τῆς ἱερᾶς ὑμῶν θέας ἀξιωθῆναι καὶ φωνῆς ἡδίστης ἀκοῦσαι τοῦ παντίμου καὶ θεοσόφου στόματος ὑμῶν, ὡς ἄν, ἅπερ ὠσὶν ἀκούομεν, ταῦτα κατ' ὀφθαλμοὺς θεασάμενοι σκιρτήσοιμεν τῷ πνεύματι, ὥσπερ τι ἔνδυμα πενθικὸν τὴν κατήφειαν μετενδιδυσκό μενοι εὐφροσύνης ἀγαλλιάματι. ἐπειδὴ δὲ ὁ δεύτερος λόγος περὶ τῆς εἰλικρινοῦς τε καὶ ἀμωμήτου ἡμῶν τῶν χριστιανῶν ἐστι πίστεως, ἐκεῖνο μετὰ αἰδοῦς τολμῶμεν ἀνενέγκαι, ὡς, εἰ μὲν ἀνθρώπινόν τι ἦν τὸ λεγόμενον καὶ ἢ πρὸς τοῦ ἁγιωτάτου ἡμῶν ἀρχιερέως ἢ παρ' ἡμῶν τῶν ἀναξίων ἐξουσιαζόμενον, οὔ τί που τὸ μικρόν, ἀλλὰ γὰρ καὶ τὸ πᾶν παραχωρεῖν ἔδει, οὕτω τῆς ἐντολῆς κελευούσης. ἐπεὶ δὲ περὶ θεοῦ καὶ εἰς θεὸν ὁ λόγος, οὗ δοῦλα τὰ σύμπαντα, οὐχ ὁ τίσδε ἢ τίσδε, ἀλλ' οὐδ' εἰ Πέτρος καὶ Παῦλος οὐδ' ἄν τις τῶν ἀγγέλων εἴη, τολμήσειεν ἂν κἂν τὸ βραχύτατον παρακινῆσαι, ὡς διὰ τούτου τοῦ παντὸς εὐαγγελίου ἀνατρεπομένου· πρός τε τὸ συνᾶραι λόγον ἀντιρρητικὸν μετὰ τῶν ἑτεροδόξων, ἐναντιούμενον τῇ ἀποστολικῇ παραγγελίᾳ, οὐ καθῆκον, εἰ μή τι πρὸς νουθεσίαν μόνον. καὶ διὰ τοῦτο οἱ ἀνάξιοι δοῦλοι τοῦ εὐσεβοῦς ὑμῶν κράτους καὶ γρύξαι μόνον οὐ κατατολμῶμεν. εἰ δέ τι ἀμφιβαλλόμενον ἢ ἀπιστούμενον τῇ θείᾳ ὑμῶν μεγαλονοίᾳ διαλύεσθαι ὑπὸ τοῦ ἀρχιερέως εὐσεβῶς, ἡ μεγάλη καὶ θεοστήρικτος αὐτῆς χείρ, ὡς ζηλοτυποῦσα τὰ θεῖα ἐπ' ὠφελείᾳ τοῦ παντός, κελευσάτω παρὰ τῆς πρεσβυτέρας Ῥώμης δέξασθαι τὴν διασάφησιν ὡς ἄνωθέν τε καὶ ἐξ ἀρχῆς πατροπαραδότως ἐξεδόθη· αὕτη γάρ, χριστομίμητε βασιλεῦ, ἡ κορυφαιοτάτη τῶν ἐκκλησιῶν τοῦ θεοῦ, ἧς Πέτρος πρωτόθρονος, πρὸς ὃν ὁ Κύριός φησιν· σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτο ἡμῖν τὸ αἴτημα τῶν ἀναξίων δούλων σου, αὕτη σὺν θεῷ ἡ παράκλησις τῶν τεταπεινωμένων. ἡ κραταιὰ χεὶρ τοῦ θεοῦ σῴζοι σε, τὸν κοσμοπόθητον καὶ θεοφιλῆ, τὸν βασιλέα τῶν χριστιανῶν, ἐν πολλοῖς χρόνοις διατεινόμενον καὶ εἰς παῖδας παίδων τὸ κράτος ἀμείβοντα ἐν εὐημερίαις τε καὶ νίκαις ἐχθρῶν τε καὶ πολεμίων. γένοιτο, γένοιτο. τ430- 506 ΑΡΧΗ ΒΙΒΛΙΟΥ Γʹ 430 Ἐπισκόποις διὰ Κύριον πεφυγαδευμένοισ Ἄρτι ἀκουτισθεὶς ὁ ταπεινὸς τὰ περὶ τῆς μακαριότητος ὑμῶν, ὦ τριπόθητοι πατέρες, λίαν ἥσθην καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεόν. ὅτι δὲ οὐκ ἠξιώθην ἰδεῖν ὑμᾶς καὶ ἀπολαῦσαι τῶν ἐν ὑμῖν χαρισμάτων, καὶ πάνυ ἠνιάθην· ἔμελλον γὰρ ὁρᾶν ἀνθρώπους θεοῦ, ἱεράρχας Κυρίου, μακαρίους ἄνδρας, φωστῆρας κόσμου, ἐρείσματα πίστεως, εἴ τι ἄλλο τῶν καλῶν καὶ ὄντας καὶ ὀνομαζομένους. ὢ τῆς ζημίας· ὢ τῆς συμφορᾶς· πλὴν αἱ πολλαὶ ἡμῶν ἁμαρτίαι αἴτιον τοῦ συμβεβηκότος. καὶ οὐ θαυμάζομεν τὴν ἀτυχίαν, ἀλλὰ προβάλλομεν τὴν ἱκετηρίαν. τί τοῦτο; ἵνα γράμμασι παραμυθήσησθε τὴν ἀπόλειψιν, νουθετοῦντες, φωτιοῦντες, στηρίζοντες, ὑποφαίνοντες ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἐνστατικά, ὅσα ἔναθλα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ὁμολογίας. ταῦτα γράφοιτε, καὶ πῶς προσκυνητέον Χριστὸν ἐγγεγραμμένον, ὁμωνύμως ἢ συνωνύμως, ἐπειδὴ τὸ μὲν ὀρθοδοξίας, τὸ δὲ ἀντιδοξίας· καὶ πῶς τῆς προσκυνήσεως νοουμένης εἰς Χριστόν τε καὶ τὴν αὐτοῦ εἰκόνα, μιᾶς ἢ δυοῖν, ἐπειδὴ τὸ μὲν ἡμέτερον, τὸ δὲ τῶν εἰκονομάχων· ὧν γὰρ μία ἡ ὑποστατικὴ ὁμοίωσις, τούτων μία καὶ ἡ αὐτὴ προσκύνησις, παρὰ τὸ τὴν οὐσίαν τῆς εἰκόνος μή τί που προσκυνεῖσθαι. Οὗτος ὁ μικρὸς ἡμῶν λόγος ὑπομνηματικός, ἀλλ' οὐ διδακτικός, ὑμῶν δὲ τὰ τελεώτερα πάντως τοσοῦτον, ὅσον καὶ τὸ καθυπερέχον τοῦ χρίσματος· ἐφ' ᾧ τελοίητε τὸν προκείμενον δρόμον, ὁσιώτατοι, ἀνδρειότατα, ὡς ἀποληψόμενοι τὸν τῆς δικαιοσύνης στέφανον. 431 Ἀμμοῦν τέκνῳ Οἴμοι, ἐξ αὐτῆς βαλβῖδος τῆς ἐπιστολῆς καὶ στεναγμὸν ἀναπέμπω ἐκ βάθους καρδίας καὶ δάκρυον ἀναμείγνυμι τῷ μέλανι ἐφ' οἷς ἠκουτίσθην περὶ σοῦ, ἀδελφέ· φασὶ γὰρ ἀπορρίψασθαί σε τὸ ἅγιον ἔνδυμα τοῦ μοναχοῦ καὶ τελεῖν ἐν λαϊκοῖς καὶ γυναῖκα περιάγειν. ὢ τοῦ ἐλεεινοῦ ἀκούσματος· ὢ τῆς ἐμῆς συμφορᾶς· ἐμὴ γὰρ ἡ σή, τέκνον, ἁμαρτία κατὰ τὸν τῆς πατρικῆς συμπαθείας τρόπον. ποῦ τὸ φῶς τῆς διανοίας; ποῦ τῆς ἐλπίδος τὸ πτερόν; ποῦ τῆς πίστεως ὁ θυρεός; ποῦ τοῦ λογιστικοῦ τὸ κριτικόν; ποῦ ὁ ἔρως ὁ πρὸς θεόν; ποῦ ὁ ἐντεῦθεν τοῦ κόσμου δρασμός; ποῦ ἡ ἐγκατάλειψις ἁπάντων τῶν ἐπὶ γῆς; ποῦ ἡ ἐπιστασία τῆς μονῆς; ποῦ ἡ εὐκατάνυκτος παραδοχὴ τῆς εἰσδοχῆς; ποῦ ἡ στοιχείωσις τῆς κοινοβιακῆς ζωῆς; ποῦ ἡ φωτιστικὴ ἐξαγόρευσις; ποῦ σου τὰ καλὰ δάκρυα; ποῦ ἡ εὐλαβοειδὴς ἕξις; ποῦ ἡ ἐκ τοῦ πληρώματος τῆς ἀδελφότητος μαρτυρία; ποῦ ἡ ἐπὶ τοῦ ἱεροῦ βήματος ὁμολογία; ποῦ αἱ ὑπὸ μάρτυρι θεῷ τε καὶ ἀγγέλοις ὑποσχέσεις; ποῦ ἡ φαεινὴ φαιδρότης τοῦ σχήματος; ποῦ ὁ πνευματικῶς νοούμενος γάμος; ποῦ ὁ ὑπὲρ σοῦ τυθεὶς ἀμνὸς τοῦ θεοῦ; ποῦ τὸ εὐαγγελικόν τε καὶ ἀδελφικὸν ἀγαλλίαμα; ποῦ ὁ παρὰ πάντων ἱερώτατος ἀσπασμός; ποῦ ἡ ἐν τῷ θείῳ θυσιαστηρίῳ παράστασις; ποῦ ἡ τοῦ σώματός τε καὶ αἵματος τοῦ Χριστοῦ θεία μετάληψις; ποῦ ἡ ὅλη φαιδρὰ καὶ ἀγγελοχαρμόσυνος τελετή; ποῦ ἡ φανὴ λαμπάς; ποῦ ἡ ἄμπελος ἡ ἀληθινή; ποῦ ἡ καρποφόρος φυτεία τοῦ Πνεύματος; ποῦ ἐμοῦ γε τοῦ ἀθλίου ὁ υἱός, ὁ προαχθεὶς ἔτι καὶ ἔτι ἐν καλῷ καὶ χρήσιμος ὀφθεὶς τῇ ἀδελφότητι, τὸ τέκνον τοῦ θεοῦ, ὁ τοῦ φωτὸς χορευτής, ὁ τῆς βασιλείας τῶν οὐρανῶν πολίτης, τὸ σκεῦος τὸ ἐκλεκτόν; πῶς ἐστράφη εἰς τὰ ὀπίσω; πῶς ἀπελάκτισεν ὁ ἠγαπημένος; πῶς ἐσκοτίσθη ὁ πεφωτισμένος; πῶς ἀπεσείσατο τὰ τῆς ἁγνείας ὅπλα; πῶς ἐγένετο θήραμα διαβόλου, ἐζωγρημένος ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα καὶ ἀφεὶς τὸν καλὸν νυμφίον, τὸν Κύριον τῆς δόξης, τὸν ἐξουσιαστὴν τῶν ἁπάντων; Ὤ, τίς οὐ στενάξειεν ἐκ βάθους; τίς οὐκ ἐλεήσειεν τὸν ἐξηπατημένον; οὐρανέ, ἔκστηθι ἐπὶ τούτῳ, γῆ, βόησον τὸ πάθος. τί γέγονεν, ἀδελφέ; οὐκ ᾐδέσθης κἂν τοὺς ὁρῶντας; οὐκ ἐρυθρίασας ἀπ' αὐτοῦ τοῦ ἀέρος; οὐκ ἐδυσχέρανας τὴν δυσωδίαν τῆς παγκαταράτου ἁμαρτίας; ἔχεις νοῦν; ζῇς ἆρα; ἀθρεῖς ἥλιον; βλέπεις σελήνην; ὁρᾷς ἀστέρας; οὐκ ἔστιν, οὐκ ἔστιν εἰπεῖν ὅσον τὸ ἁμάρτημα, ὅσος ὁ σκότος, ὅση ἡ ἀλογία (καὶ εἴθε μέχρι τούτων ὁ λόγος· εἶχεν γὰρ ἂν ἡ ἀθλιότης συμμετρίαν), ἀλλ' ὅτι κρίμα, ἀδελφέ, ἀπαραίτητον, πῦρ αἰώνιον, σκότος ἐξώτερον καὶ ἀλαμπές, βρυγμὸς ὀδόντων, ἅπαντα τὰ ἄλλα κολαστήρια ἐν οἷς ἡ εὐθύνη, καὶ ταύτη ἀπέραντος εἰς αἰῶνας. καὶ οὔπω λέγω τῶν ἀγαθῶν τὴν ἀπόπτωσιν, ἣν σεαυτῷ προεξένησας· τίς αὕτη; μετὰ θεοῦ γενέσθαι, χαρὰ ἀνεκλάλητος, ζωὴ ἀμήρυτος, εὐφροσύνη αἰώνιος, τρυφὴ παραδείσου, τῆς Ἁγίας Τριάδος ἔλλαμψις, πᾶσα ἄλλη καὶ λεγομένη καὶ νοουμένη μακαριότης. Δεῦρο δὴ οὖν, δεῦρο, τέκνον, ἀνάνηψον, ἀνακλήθητι, ἀνακαινίσθητι, ῥῖψον τὰ συμπλακέντα σοι ὑπὸ τοῦ ἐχθροῦ σχοινία τῆς ἁμαρτίας, διατμήθητι τῆς Εὔας, πρόσελθε τῷ ἀμνησικάκῳ καὶ φιλανθρωποτάτῳ Ἰησοῦ. ἄντικρυς βοᾷ· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι ταῖς ἁμαρτίαις. ὑπαντᾷ, περιπλέκεται, εἰσοικίζεται, οὐκ ἐγκαλεῖ περὶ τῶν προτέρων, ἄγει καὶ πάλιν ἑορτήν, σῴζει τὸν ἀσωτευθέντα. ναί, δέομαί σου, τέκνον, ἄκουσον, ἐξάφθητι, τρῶσον τὸν τρώσαντά σε. ἧκε οὖν, ἧκε τάχει πρὸς ἡμᾶς τοὺς ἁμαρτωλούς· ἐγὼ τὴν ψυχήν μου τίθημι ὑπὲρ σοῦ, ἐγὼ ἐγγυητὴς τῆς σωτηρίας σου, ἐγώ σε ἰατρεύσω ἁπαλοῖς φαρμάκοις, ἐγὼ σὺν θεῷ ὁ τάλας ἀσπάσομαί σε ὑπὲρ τὸ πρότερον. μόνον πρόσδραμε, μόνον μὴ στῇς ἔτι, ἀλλὰ τὴν μὲν Εὔαν ἀφεὶς εἰς ἑαυτὴν παίζειν (εἰ δ' οὖν ἀκούει θείως, ἐμβαλὼν εἰς σεμνεῖον), σαυτὸν δὲ παρέξεις τῷ θεῷ καὶ ἡμῖν. διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα τούτων ἀκούων ἀλλάξῃς ἑαυτόν, κατεπείγων πρὸς ἡμᾶς πρὶν ἢ φθάσῃ τὸ τέλος, πρὶν ἢ ἀποκλείσῃ κατὰ σοῦ ἡ ἀπαραίτητος ἀπόφασις. 432 Θεοφίλῳ ἡγουμένῳ Οὐκ ὀλίγα τὰ ἀκουσθέντα μοι περὶ τῆς τιμιότητός σου, ἃ καὶ ἐλύπει με οὐ μετρίως, ὅμως ὅτι ἀπεσκευάσθησαν διὰ τοῦ τιμίου σου γράμματος. καί γε δέδεκταί σου, τολμῶ λέγειν, ὁ Κύριος τὴν μετάνοιαν καὶ τὴν ἀπολογίαν τῆς ἐν τῷ μοναστηρίῳ ἀνθυποστροφῆς, εἰ καὶ οὐκ ἀστεία τηνικαῦτα ἦν, ὅτε Χριστὸς ἐδιώκετο· ἄρτι δέ, ἐπὰν ἐλώφησεν ὁ διωγμός, τίς λόγος ὑποστροφῆς καὶ οὐχὶ μᾶλλον ἀθλήσεως; ἀπ' ἐμοῦ, φησίν, ὄψεσθε, καὶ οὕτως ποιήσατε. τοῦτό σε ἔδει φθέγξασθαι τοῖς φοιτηταῖς, ἐκκαλουμένοις οἴκοι ἐπαναδραμεῖν, οὐχ ὑπακοῦσαι καὶ γενέσθαι ὑποτύπωσιν ἥττης, καὶ ταῦτα μετὰ τὴν πτῶσιν· ἢ οὐκ οἶσθα ὅτι ἐπ' ἀρνήσει Χριστοῦ ἦν ἡ κοινωνία σοί τε καὶ τοῖς συναπαχθεῖσιν ἀθέως; εἶτα, ἐπειδὴ εἵλου μετάνοιαν διὰ τῆς ὑποχωρήσεως (τοῦτο γὰρ τὸ κεφάλαιον τῆς μετανοίας καὶ ἧς ἄνευ ἀμεταμέλητος ἡ πτῶσις), τί πάλιν ἐπὶ τὸ πλημμελὲς ἀνέκαμψας (σύγγνωθι, πάτερ, ἀναγκάζομαι ἐπιδόντος σου σεαυτὸν τῇ ταπεινώσει μου λέγειν σοι ὡς ἀπὸ στόματος Κυρίου τὰ προσήκοντα), τί οὐ πάντας ἢ ὁμοτρόπως συνδιώκεσθαί σοι νενουθέτηκας ἤ, μὴ βουλομένους, εἴασας ὡς μισοχρίστους, ὡς φιλοσάρκους, ὡς ἀπειθεῖς, ἀλλ' οὐχ υἱούς; κἀν τούτῳ καὶ τὴν ἧτταν ἂν ἀνεκαλέσω καλῶς καὶ τοῖς ὑπὸ χεῖρα ἐγένου ὑπογραμμὸς χρηστὸς καὶ τῇ ἐκκλησίᾳ Χριστοῦ ὤφθης οἰκοδομὴ ἀντὶ καταλύσεως προτέρας. Οὕτως εἰργάσατο ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν καὶ ἡγούμενος τοῦ Μηδικίου, οὕτως ὁ ἁγιώτατος πατὴρ ἡμῶν τῆς Λαοδικείας, ἐπεὶ καὶ ἕτεροι. δυοῖν θάτερον, εἰ οὗτοι ἐννόμως, αὐτὸς ἀνόμως καὶ εἴ τίς σοι ὁμοίως δέδρακεν. ἀλλ' εἰσί τινες, ὡς μανθάνω, τῆς συμπτωματικῆς συστοιχίας (ὧν τὰ ὀνόματα ἑκὼν ὑπερβήσομαι), οἳ λέγουσιν ὑπὲρ αὐτῆς μηδ' ὁτιοῦν μετανοεῖν μηδ' αὖ ἓν συγχωρητικὸν καὶ μόνον ἐξαιτεῖν, καὶ καλῶς πεποιηκέναι· ἐξ οὗ καὶ οἱ ἀδελφοί, φασί, σέσωνται καὶ οἱ ναοὶ ἀσίαντοι. ὢ τῆς πωρώσεως· ὢ τῆς θεομαχίας· Χριστὸς ἤρνητο, ἀθετουμένης τῆς ἁγίας αὐτοῦ εἰκόνος, ἡ Θεοτόκος, ὁστισοῦν τῶν ἁγίων, δι' ὧν καὶ ἀρχιερεὺς ἐδίωκτο καὶ ἐπίσκοποι περιωρίζοντο καὶ ἡγούμενοι ταὐτοπαθοῦντες, μοναχοὶ καὶ μονάζουσαι, λαϊκοί, λαΐζουσαι, οἱ μὲν τυπτόμενοι, οἱ δὲ φρουρούμενοι, ἄλλοι λιμοκτονούμενοι, ἕτεροι ξεόμενοι, ἄλλοι θαλαττευόμενοι, ἕτεροι θανατούμενοι, ἄλλοι κρυπταζόμενοι, ἕτεροι δραπετεύοντες. πλήρεις αἱ ἐρημίαι καὶ τὰ σπήλαια, πλήρη τὰ ὄρη καὶ αἱ νάπαι· σάρκες κοπτόμεναι, αἵματα ῥέοντα, ἡ καθ' ἡμᾶς οἰκουμένη κωδωνιζομένη τῷ διωγμῷ, πᾶσα ἡ ὑπ' οὐρανὸν ὡς εἰπεῖν στοναχίζουσα καὶ κατακλάουσα. καὶ σύ, ὦ τρισάθλιε, ἑαλωκὼς τῇ ψυχοφθόρῳ κοινωνίᾳ καὶ μένων εἰς τὸ ὀλετήριον (ἐπὰν οὕτως, ἀλλ' οὐ μοναστήριον) λέγεις εὖ ἔχειν καὶ ἐγγελᾷς τοὺς χριστοφόρους, μᾶλλον δὲ αὐτὸν Χριστόν, ὑπὲρ οὗ καὶ τὸ πάσχειν; ποῖον δὲ καὶ διεσώσω ναόν, τὸν ναὸν τοῦ θεοῦ μιάνας, σεαυτόν; τίνας δὲ καὶ ἀδελφοὺς ἐφυλάξω, διεφθορότας τῇ ὀλεθρίᾳ σου κοινωνίᾳ, κἂν ἐν βρώμασι; σκάνδαλον τοῦ κόσμου, ὑπόδειγμα ἀρνήσεως, προτροπὴ ἀπωλείας, σὰρξ ἀλλ' οὐ πνεῦμα, σκοτὴρ ἀλλ' οὐ φωστήρ. ταῦτα αὐτὴ ἡ ἀλήθεια βοᾷ πρὸς τοὺς οὕτως ἀσεβοῦντας· οὕς, εἰ μὴ μετανοήσωσιν ἐπιλέγειν οὕτως ἄθεα, οὐ χριστιανοὺς ἡγητέον. Ἤκουσας τὸ κρίμα, πάτερ; ἡμάρτηκας, ὑποστρέψας καὶ ἠθετηκὼς τὴν ὑπόσχεσιν. πλὴν ὁ ἀγαθὸς θεὸς συγχωρήσει σοι. μεῖνον οὖν ἄρτι ἐν τῷ μοναστηρίῳ, ἐπὰν μετῆλθεν ἄλλως τὰ πράγματα, ἐχόμενος τοῦ ὁμολογεῖν παντὶ ἀνθρώπῳ τὸ" 4ἥμαρτον" 5, ὡς ἂν θεὸς εὐμενισθείη καὶ ἀναγάγῃ σε εἰς τὸ πρότερον φῶς, ὅτε ηὔγει ὁ λύχνος τῆς πολιτείας σου, ὅτε ἦς σεβαστὸς καὶ βασιλεῦσιν, ὅτε οὔτε τὸ τυχὸν παροφθὲν ἦν σοι εὐκαταφρόνητον. καὶ πρὸς τὸ ἑξῆς, ὡς οἰκονομήσει Κύριος τὰ τῆς ἐκκλησίας, οὕτω καὶ λαλήσομεν, οὕτω καὶ συναποθανούμεθά σοι διὰ τὴν ἀγάπην ἐν τῇ ἀγάπῃ. προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ μὴ οἴου ὑπεροπτικῶς ἡμᾶς γράψαι (ἴσμεν γὰρ ἑαυτοὺς βδέλυγμα ἐν ἀνδράσιν ὁσίοις), ἀλλὰ διὰ τὸ ἀληθὲς καὶ σοῦ σωτήριον· εἰ δὲ καὶ ἄλλων, ὁ παθὼν ὁμολογήσοι θεῷ τὴν χάριν. 433 Κατηχητική. Τοῖς ἠγαπημένοις πνευματικοῖς τέκνοις τε καὶ ἀδελφοῖς Λαυρεντίῳ, Συμεών, Διονυσίῳ, Ποιμένι, Λιτοΐῳ καὶ τοῖς λοιποῖς ὧδε κἀκεῖσε διεσπαρμένοις Θεόδωρος ἁμαρτωλὸς μοναχὸς ἐν Κυρίῳ χαίρειν Χαίρειν ἔστι πάντοτε τοῖς κατὰ θεὸν ζῶσι, κἂν τοῖς τῆς χαρᾶς ἐναντίοις ὑποπέσειεν, ἐπειδὴ ἓν εὐφροσύνης ἀληθινῆς ἔργον, ἡ εἰς θεὸν ἐλπὶς καὶ τὸ ὑπὲρ αὐτοῦ καὶ δι' αὐτὸν καὶ ζῆν καὶ κινεῖσθαι καὶ πᾶν ὁτιοῦν ἄλλο πράττειν. ὅτι δὲ οὕτως ὑμεῖς, μαρτυρεῖ αὐτὰ τὰ πράγματα· οὗτινος γὰρ ἄλλου ἕνεκεν ὁ σκορπισμὸς καὶ κόπος καὶ κλόνος ὑμῶν ἢ δι' αὐτὸν τὸν ἀγαθὸν θεὸν ἡμῶν; εἰ καὶ ὅτι νῦν τῇ αὐτοῦ προμηθείᾳ ἐλώφησεν ὁ διωγμὸς ἀναρρήσει τοῦ χρηστοῦ κράτους καὶ παρρησίας θύρα ἀνεῴχθη τοῖς δεδιωγμένοις, ἀπολαύουσι μετρίας ἀφέσεως καὶ εἰρήνης κατὰ πᾶσαν πόλιν καὶ χώραν. ἐφ' οἷς ὀφειλέται ἐσμέν, ὦ πατέρες, εὐχαριστίας προσάγειν Κυρίῳ καὶ πρε σβείας ὑπέρ τε πλουσιωτέρας εἰρήνης καὶ ἐπιστηρίξεως τῶν θεοπροβλήτων ἡμῶν βασιλέων. Οὗτος οὖν ὁ πρῶτος λόγος. δεύτερον, ἵνα καὶ ἡμεῖς καὶ ὑμεῖς μὴ τὴν ἄφεσιν εἰς διάλυσιν ἀρετῆς δεξοίμεθα, ἀλλ' ὅπουπέρ ἐσμεν ἕκαστος τὸ αὐτὸ φρονεῖν, τῷ αὐτῷ στοιχεῖν κανόνι, ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ' ἐν παντὶ συνιστῶμεν ἑαυτούς, καθὰ γέγραπται, ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ, ἐν θλίψεσιν, ἐν στενοχωρίαις, ἐν ἄλλοις, οἷς ὁ βίος τῶν παρουσῶν ἡμερῶν ὑποπίπτει· οὕτω γὰρ καὶ τὰ προηνυσμένα φυλάττοιμεν ἀναφαίρετα καὶ τὰ ἤδη προσπίπτοντα εὐμαρίζοιμεν καὶ τὰ μέλλοντα θεοπρεπῶς ὑπαντήσοιμεν. Ὧδέ ἐσμεν πρὸ τοῦ ἄστεως παροικοῦντες εἰδήσει τῆς βασιλείας, ὁρῶντες καὶ ὁρώμενοι ὑπὸ τῶν φοιτώντων ἀδελφῶν καὶ πατέρων ἡμῶν· καὶ ἡ ἐλευθερία πρὸς τοῦ ἀγαθοῦ βασιλέως ἐπιτεταγμένη. πρὸς τὸ ἑξῆς, ὡς ἂν εὐοδοῖ Κύριος ἢ κελεύῃ τὸ κράτος ἐπιμένειν ἐνταῦθα ἢ ἀλλαχῇ μεταπίπτειν τε καὶ ὑποχωρεῖν, οὕτω καὶ ἐνεχθησόμεθα. μόνον αὐτοὶ τοῦ ἔργου ὑμῶν ἐχόμενοι ἔχεσθε καὶ τοῦ προσεύχεσθαι περὶ τῆς ταπεινώσεως ἡμῶν, ὡς ἂν ἀπρόσκοποι ὦμεν τοῖσδε κἀκείνοις καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ. τοὺς πρὶν ἀπορραγέντας ἀβούλως ἀδελφοὺς κατὰ πολλοὺς τρόπους εὐδόκησεν ὁ θεὸς ὁ ὑπεράγαθος ἑνωθῆναι ἡμῖν μετὰ τοῦ προσήκοντος λόγου. καὶ ἐχάρημεν οἱ ἀνάξιοι χαρὰν μεγάλην, ὅτι ἃ οὐκ ἠλπίζομεν εἴδαμεν ἐν ὀφθαλμοῖς ἡμῶν· καὶ συνουλώθη τὰ διασπασθέντα μέλη καὶ ἑορτάζομεν ἑορτὴν Κυρίῳ ἐν τῇ ἑνὸς ἑκάστου συνδρομῇ καὶ ἀνθομολογούμεθα τῷ Κυρίῳ καὶ ἀπευχαριστοῦμεν τοῖς κρατοῦσιν, ὅτι, εἰ καὶ μηδὲν ἄλλο, ὅσον πρὸς ἡμᾶς μέγα τὸ δώρημα, καὶ πάλιν, ὅτι οὐκ ἂν ἄλλως εὐθέτως ἔσχομεν τὴν σύμβασιν ἢ τῷ οὕτως ἀφεθῆναι ἡμᾶς τῶν φυλακῶν καὶ καθεσθῆναι ἐν καθίσματι τηλικούτῳ. Πάντα εἰς καλὸν ἡμῖν συνέδραμε καὶ συνδράμοιεν, εὖ οἶδ' ὅτι, εὐχαῖς ὑμῶν ἁγίαις. ἐπειδὴ δὲ ὁ λόγος περὶ ἀνακλήσεως, ἀνεκλήθη καὶ ἡνώθη ἡμῖν σὺν τοῖς ἄλλοις καὶ πλέον μᾶλλον τῶν ἄλλων ὁ γραμματηφόρος, ὁ ἀγαπητὸς ἡμῶν υἱὸς Κλέμης, ὁ εὐλαβέστατος ἡγούμενος, πάντα ἀσμένως εἰσδεξάμενος, ἃ ἔδει αὐτῷ λαληθῆναι, καὶ περὶ πάντων ποιησάμενος τὴν προσήκουσαν ἀπολογίαν· ἐφ' ᾧ καὶ ἀρεσθέντες ἠσπασάμεθα αὐτὸν ἐνστερνισμένως, ἐλπίζοντες καὶ δι' αὐτὸν αὔχημα ἔχειν οἱ ἁμαρτωλοὶ σωτήριον αὐτὸ τοῦτο. καὶ ὑμεῖς προσήκασθε, παρακαλῶ, τὸν ἀδελφὸν ὡς ἀδελφοί, τὸ μέλος ὡς μέλη, τὸν ὁμόφρονα ὡς ὁμόφρονες· οὕτω γὰρ αὐτὸν εὕροιτε χάριτι Χριστοῦ ἐν πᾶσιν εὖ ἔχοντα καὶ ζητοῦντα θεόν. 434 Ἡγουμένῃ τῆς Νικαίασ Καὶ πρότερον αἱ περὶ τῆς τιμιότητός σου ἀγαθαὶ ἀκοαὶ εἵλκυσαν ἡμᾶς ἐπιστεῖλαί σοι, καὶ νῦν ταῖς αὐταῖς εὐφημίαις ἐπερειδόμενοι καὶ γράφομεν καὶ προσαγορεύομεν τὴν σεμνοπρέπειάν σου ἀποδεχόμενοι καὶ μακαρίζοντες, ὅτι εἵλου διὰ Κύριον ὑποῖσαι θλίψεις καὶ στενοχωρίας, διωγμὸν τῆς μονῆς καὶ ἐξορίαν μεταθέσεως, εἴ τι ἄλλο περιστατικὸν καὶ ὁμολογίας ὑποδεικτικόν. ταῦτα αἰνέσεως καὶ ἐξομολογήσεως, ταῦτα νύμφης Χριστοῦ ἔπαθλα καὶ ἀγωνίσματα καὶ τὸ ἔτι ἀξιαγαστότερον, ἡ περὶ τὰς ὑπὸ χεῖρα ἀδελφὰς ὁσιότης· ὅτι κἀξ αὐτῶν εἵλοντο συναποδύσασθαί σοι τῇ ὁμολογίᾳ καὶ ἠνδρίσαντο καὶ ἐμαστιγώθησαν καὶ περιωρίσθησαν καὶ ἐδόξασαν τὸν θεὸν ἐν τῷ σώματι αὐτῶν καὶ ἐν τῷ πνεύματι. οἲ τῶν ἄθλων, οὐὰ τῆς καλῆς παιδαγωγίας· οἷον τὸ ἄρχον, τοιοῦτον καὶ τὸ ἀρχόμενον, οἵα ἡ διδάσκαλος, τηλικαῦται καὶ αἱ μαθήτριαι. σοὶ εὖ ἔχει λέγειν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός, ἔναθλοι, ἀνδρικαί, φιλόχριστοι μᾶλλον ἢ φιλόσαρκοι, πάντα σκύβαλα ἡγούμεναι, ἵνα Χριστὸν κερδήσωσιν, πάντα τὰ μέλη Χριστῷ προσενέγκασαι, ἵνα τὸν ἐραστὴν θεραπεύσωσιν. μετὰ ὁμολογητῶν συνετάγητε, μετὰ μαρτύρων ἐστεφανώθητε, ὅσον ἐκ τοῦ φθάσαντος. Ἀλλ' ἐπειδή, ὦ μῆτερ, οὐδεὶς στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ, νόμιμον δέ ἐστι τὸ μέχρι τέλους καὶ πίστει καὶ βίῳ ἀριστεῦσαι, παρακαλῶ καὶ ὑπομνήσκω ἀξίως περιπατῆσαι ἡμᾶς τῆς κλήσεως ἧς ἐκλήθημεν μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ ἀσφαλείας πρὸς τὸ ἑξῆς μήτε ἁλῶναι τῇ ἔτι κορυβαντιώσῃ αἱρέσει ἀρνησιχρίστῳ μήτε τι κατὰ τὸν ὀφειλόμενον κανονίζεσθαι ἀσκητικὸν βίον παρατρέπεσθαι, ἀλλὰ πάντα ποιεῖν εἰς δόξαν θεοῦ, παντοίως διαλάμπειν τῷ φωτισμῷ τῶν ἐντολῶν· ὅπερ πιστεύω ἐνεργεῖν ὑμᾶς εἰς ἔπαινον δόξης Χριστοῦ, εἰς αὔχημα αἰώνιον ὑμῶν, εἴη δὲ εἰπεῖν καὶ ἡμῶν τῶν ἁμαρτωλῶν. καὶ γάρ, εἰ ἑνὸς πατρός ἐσμεν, ἀδελφοὶ πάντες ἀλλήλων χρηματίζομεν καὶ τὰ πάντων σπουδάσματα ἐγκαυχήματα οἱ πάντες οὐκ ἀπεικότως ἡγούμεθα. Προσεύχεσθε περὶ ἡμῶν. ὁ ἀσπασμὸς ἡμῶν ἐν πνεύματι. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. ἀκήκοα ὅτι ἐγκράτειαν ἕλκεις πολλὴν καὶ ἥσθην· πλὴν ἐπειδὴ τὸ μέτριον ἐν πᾶσιν ἄριστον, ὑπομνήσκω, μετρίωσον ἑαυτὴν κἀν τούτῳ, ἵνα καὶ δουλαγωγῆται τὸ σῶμα καὶ μὴ ἀτονῇ ὑπουργεῖν ταῖς ἐντολαῖς.

Intertext edge

Open linked passage

Note