Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
397.1
Μοναζούσῃ παραινετική Ὁ παρὼν καιρὸς τοιοῦτος, ὃς ἀναγκάζει ἡμᾶς μεριμνᾶν ὑπὲρ ἀλλήλων διὰ τὸ τῆς ἰσοψυχίας καὶ ὁμοπιστίας ἀξίωμα, ἐπειδὴ ὡς μίαν ἐκκλησίαν, ἤγουν συνοδίαν, συνεκαλέσατο ὁ θεὸς ἅπαντας τοὺς ἀντεχομένους τῆς ἀληθείας καὶ ἐν αὐτῇ ὁμολογοῦντας. καθάπερ οὖν οὐκ ἀκίνδυνον τῷ τῆς αὐτῆς μονῆς ὄντι μὴ ὑπὲρ τῶν συμμαθητῶν φροντιοῦντι, ἢ καθηγουμένῳ τὸ μὴ περὶ τῶν φοιτητῶν ὡσαύτως φροντίζειν, οὕτω δὴ καὶ ἡμῖν πᾶσιν, ἐπειδήπερ, ὡς εἴρηται, μία ἐκκλησία κοινοβιακή ἐσμεν. Ἐπισκέπτομαί σε διὰ τοῦ γράμματος καὶ ἐρωτῶ πῶς δὴ ἔχοις ἐν Κυρίῳ, ὦ ἀδελφὴ πνευματική, εἰ ἐμμένεις ἐν τῇ καλῇ ὁμολογίᾳ Χριστοῦ, εἰ τηρεῖς τὴν παρακαταθήκην τῆς πίστεως διὰ Πνεύματος Ἁγίου ἀσφαλῆ, εἰ κρατύνῃ ἐν θεῷ, μὴ πτυρομένη ἀπὸ τῶν ἀσεβῶν. εὖγε, εὖγε· στηριχθείης ἔτι πλειόνως καὶ τοσοῦτον, ὡς ἂν ᾄδειν σε σὺν τῷ ἁγίῳ Δαυίδ· οὐ φοβηθήσομαι ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. καὶ γὰρ ὁ ὡς ἀληθῶς βεβαιόπιστος ἀμετακίνητός ἐστι πάμπαν τῆς ἀγάπης Χριστοῦ, ἧς οὐ θλῖψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐ κίνδυνος, οὐ μάχαιρα χωρίζειν δύναται. ταύτῃ τῇ πεποιθήσει οἱ ἅγιοι πάντες ἐτελειώθησαν, τῇ αὐτῇ καὶ ἡ σὴ τιμιότης εἴη· οὐ γὰρ εἶ ἀγενεστέρα Θέκλης, Φεβρωνίας καὶ τοῦ περὶ αὐτὰς μακαρίου χοροῦ. θυγάτηρ θεοῦ, νύμφη Χριστοῦ ὡς κἀκεῖναι καὶ αὐτή, ὑπὲρ οὗ καὶ τανῦν τὸ μαρτύριον ὥσπερ τηνικαῦτα. Ὑπομείνωμεν οὖν, παρακαλῶ, οὐχ ὅτι ἐν οἷς ἐσμεν θλιπτικοῖς, ἀλλὰ κἂν τὰ προειρημένα ἅπαντα ἐπιστῇ. ἀπροσωπόληπτος ὁ θεός, τῇ αὐτῇ ἀγάπῃ ἀγαπῶν ἡμᾶς ᾗ ἠγάπησεν καὶ τοὺς πάλαι. ταῦτα ὡς ἐν ὀλίγοις, εἰδὼς ὅτι οἴκοθεν καὶ ἐξ ἄλλων τὰς παρακλήσεις ἔχει σου ἡ σεμνοπρέπεια· ὅμως καὶ παρ' ἡμῶν, ἵνα γνοίης ὅτι οἰκειοπαθοῦμέν σοι ὀφειλομένως καὶ ὅπως προσεύχῃ τοῦ στηρίζεσθαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς. 398 Βασιλείῳ πατρικίῳ Τῆς θεοτιμήτου σου συγκαταβάσεως ἔργον οὐ μόνον εἰς ὄψιν σου ἱερὰν ἐνεγκεῖν τὸν ἀδελφὸν ἡμῶν ἐν πνεύματι ὁμιλῆσαί τε τὰ δόξαντα οὕτω προσηνῶς καὶ μετρίως, ἀλλ' ὅτι καὶ τὴν κυρίαν καὶ ἐμοὶ σεβασμίαν πατρικίαν ἅμα τοῖς εὐγενεστάτοις σου βλαστοῖς ἀγαγὼν κλῖναί τε οὐ κεφαλήν, ἀλλὰ γόνυ πρὸς αὐτὸν ἐπιτέτραπας. ὢ τῆς μεγίστης σου ταπεινοφροσύνης· ὢ τῆς φιλοθέου σου συνέσεως· ὢ τῆς ὑπερβαλλούσης σου ἐν ἁμαρτωλοῖς πίστεως. καὶ οὐκ ἀποτεύξῃ τοῦ τῆς εὐαποδεξίας μισθοῦ διὰ ταῦτά τοι πάντα, καὶ ἔτι πλέον εἰς ἀρετῆς λόγον εἰκότως ὁ ἐμὸς δεσπότης καὶ αἵματι καὶ πνεύματι φιλούμενος γέγονας πρὸς πάντων τῶν γνωρισάντων καὶ ὁρώντων σε. καὶ μάρτυρες τοῦ λόγου αἱ κατὰ τὰς ἀξίας ὑπεροχαί σου, ἀρετῆς ἔπαθλον ὑπάρξασαι· ἐφ' ᾗ σὺν τῷ τῆς φύσεως νόμῳ μορφώσας υἱούς τε καὶ θυγατέρας ἅμα τῇ ὁμοζύγῳ εἰκόνας ὄντως ἐναργεῖς τῆς εὐσεβείας σου ἐναπέδειξας, ἐκ τῆς πρὸς σὲ ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος ἐπιγινωσκομένους ἀψευδέστατα. Ἀλλ' ὁ μὲν περὶ τούτου λόγος τοιοῦτος. τίνα δὲ λόγον παραμυθητικὸν ἐπὶ τῷ πάθει τοῦ τοῦ Προδρόμου ὁμωνύμου ἔρνους σου παγκαλλίστου ἐξεύροιμι ὁ ταπεινός, λεαίνοντα μικρόν τι τὸ τῶν τιμίων ὑμῶν ψυχῶν θλιβερόν; ἐπεὶ ἀπηγγέλη μοι πρὸς αὐτοῦ τοῦ ἀδελφοῦ ὁποῖον τὸ ἄλγος, οἷα τὰ δάκρυα, ἀποστάζοντα θερμὰ ἐξ ὀφθαλμῶν, τάς τε ἀνακλήσεις, ἐλεεινολογίας τε καὶ στοναχήσεις, ὡς ἀκούσαντι ἕκαστα τὰ τοῦ παιδὸς πλεονεκτήματα, παθεῖν τι μικροῦ δεῖν ὁμοιοπαθὲς ὑμῖν. ὢ πῶς ὡμοιώθημεν τῷ θείῳ Δαυίδ, πενθήρη ψαλμὸν ἐπὶ υἱῷ ᾄσαντι. εἰ δὲ ἐκεῖνος οὕτως ἐπὶ ἀτασθάλῳ καὶ ἀντάραντι καὶ δικαίαν δίκην τῆς πατραλοίας δώσαντι, τί δεῖ ἐνταῦθα εἰπεῖν καὶ πηλίκον ἔρανον τοῦ λόγου ποιήσασθαι; οἴχεται παῖς αὐτὸ τῆς ἡλι κίας ἄγων τὸ βιώσιμον, εὐπαίδευτος καὶ τρόπῳ καὶ λόγῳ, εὐμελὴς καὶ ἤθει καὶ φθέγματι, ἀπ' αὐτῆς τῆς ὁράσεως εἰς φίλτρον ἐπισπώμενος τὸν θεώμενον· τὸ μεῖζον, καθαρὸς τὸ σῶμα, λευκὸς τὴν ψυχήν, τὸ μὲν τῇ παρθενίᾳ, ὅπερ ἐστὶν ἀξιάγαστον, μὴ κατὰ τοὺς ῥηξίφρονας ἁλούς, ἀλλὰ τοῦ πάθους ὑπεραλλόμενος, τὸ δὲ τῇ ἀμεθεξίᾳ τῆς νῦν κορυβαντιώσης αἱρέσεως. ὅπερ θαυμασίως εἰς ταὐτὸν συνέδραμεν, ἀφθορία, ἀφθορία ψυχῆς, σώματος. ὡς ἐπαινετέοι οἱ γεννήτορες, τοιούτου παιδὸς πατέρες χρηματίσαντες, ἐνεγκόντες οὐ σωματικῶς μόνον, ἀλλὰ γὰρ καὶ πνευματικῶς εὐφυέστατον ἔρνος. ὡς μακαριστὸς ὁ γόνος, ὁμοῦ μὲν πατρῴζων, ὁμοῦ δὲ καὶ ἑαυτὸν Χριστῷ ἰνδαλματίσας· ὃς τῇ παρθένῳ γεννήσει τὴν παρθενίαν τιμήσας ὀπαδὸν αὐτοῦ ὡς υἱὸν φωτὸς τὸν υἱὸν ὑμῶν εἴληφε. Τί οὖν; κλαυθμοῦ τὸ δρᾶμα ἢ χαρᾶς; δῆλα δὴ εὐφροσύνης, κἂν ἀνίας ὑμῖν ὁ χωρισμὸς αὐτοῦ ἐνεποίησεν. οὗτος χαίρει χαρᾷ νῦν ἐν οὐρανοῖς πρέσβυς καθιστάμενος. δεῖ οὖν συγχαίρειν ἡμᾶς τῷ χαιρομένῳ ἀπ' ἄρτι, ἀλλὰ μὴ λυπεῖν αὐτὸν ἐν τῷ λυπεῖσθαι. πέρας ὁ λόγος ἐχέτω, τὴν ἐπὶ τῇ πεμφθείσῃ εὐλογίᾳ εὐχαριστίαν καὶ ἀπολογίαν συναποφερόμενος. 399 Γρηγορᾷ λαϊκῷ Χαῖρε, ὁμολογητὰ τοῦ Χριστοῦ· εἰκότως ἄνθρωπον τοῦ θεοῦ πάλαι προηγόρευσά σε. ἴδε, οὐ διεψεύσθη ὁ ταπεινός μου λόγος, ὑψηλὸς ἐν σοὶ ἀποφανθείς. πῶς ἡ φυλακή; φέρεις καὶ σίδηρα, ὡς ἀκούω, ἔνδον πιεζόμενος τὰς σάρκας. κοπῶδες τὸ πρᾶγμα· πλὴν ἐνδυναμωθείης ἐν Κυρίῳ, ὁσίως καὶ μαρτυρικῶς διαθλῶν. ἔ, ἔ, ἀδελφέ, ποῖος ἐξέλαμψας, ἡλίκον ὑψώθης· εἷς ἐκ πάντων λαϊκὸς (τῶν ὑπὸ τήνδε τὴν ἐξουσίαν λέγω) σὺ μόνος τῷ θεῷ ὁμολογῶν ὑπεδείχθης καὶ ἀνθρώποις καὶ ἀγγέλοις. ὁρᾷς ποῦ σε καὶ κατέχουσιν οἱ διῶκται; εἰς τὰ βασίλεια, ὡς μαργαρίτην, ὡς βασιλέα τῶν παθῶν, κἂν οὐχ οὕτως νομίζουσιν. μὴ δή, φίλε, δείσῃς μηδ' αὖ φοβηθῇς μάστιγας ἐρχομένας. ὑποίσειας· Χριστὸς ὁ συγκουφίζων, ὁ συναντιλαμβανόμενος, ὁ συναθλῶν καὶ συντυπτόμενος. ἐὰν οὖν κατεχόμενος ὑπό τινος τῶν ὑπὸ χεῖρα εἶχες τὸν βασιλεύοντα ὑπερασπιζόμενόν σου καὶ ἐν τῷ δέρεσθαι συνδερόμενόν σοι τῇ διαθέσει, οὐκ ἂν ἔχαιρες παθεῖν φιλῶν τὸν κόσμον, ὡς ἂν τῷ πάθει ἐδρέψω ἃ ἐπόθεις χρήματα, δόξας, πρωτεῖα; πόσῳ δὴ ὧδε μᾶλλον τοῦτο νοητέον· ὃ καὶ φιλητέον ἡμῖν ἐξ ἀναγκαίου, ἵνα μὴ τὰ ὀνειρώδη ταῦτα καὶ μάταια, ἀλλὰ τὰ ἀίδια καὶ ἀληθινὰ καὶ ἀνεκλάλητα ἀγαθὰ ἀπολάβοιμεν, φυγόντες τὰς αἰωνίους τιμωρίας, ἃς οἱ ἀπαρνούμενοι Χριστὸν ἐγγράφεσθαι ὑποστήσονται. ὧν ῥυσθείημεν, ἀδελφέ, ὑπὲρ ἀλλήλων προσευχόμενοι. 400 Λέοντι πατρικίῳ καὶ σακελλαρίῳ Εἰ αὐτὸς φιλεῖς μανθάνειν τὰ τῆς ταπεινῆς ζωῆς ἡμῶν, ὡς τῇ ἀγαθῇ καὶ φιλαλλήλῳ διαθέσει χρώμενος εἴρηκας, πόσον ἐγὼ ὁ ταπεινὸς προθυμηθείην ἐπιστέλλειν τῇ ἀνυπερβλήτῳ σου ὑπεροχῇ, αὐτὸ τοῦτο μανθάνων τὰς εὐκταίας ὑγείας σου καὶ δοκῶν ὁρᾶν σου τὸ φιλούμενον πρόσωπον καὶ ἀκούειν σου ἡδυτάτης φωνῆς τῇ πρὸς τὸν γραμματηφόρον συγκαταβατικῇ ὁμιλίᾳ καὶ θεωρίᾳ σου (δέχῃ γὰρ διὰ θεὸν εὐμενέστατα καὶ ὁμιλεῖς εὐπρόσιτα καὶ τῷ τυχόντι)· ὃς καὶ ἀπήγγειλέν μοι ὅπως ἐπιστυγνάζεις τοῖς ἤδη κατὰ τὰς ἁμαρτίας ἡμῶν τετολμημένοις, στένων καὶ ἀλγῶν τὴν καρδίαν ἐφ' ἑκάστῳ τῶν γιγνομένων. καὶ εἰκότως· ἄνθρωπος γὰρ εἶ θεοῦ, νοῦν ἔχων ἱερόν, ψυχὴν χριστοφιλῆ, γνῶσιν θεοτελῆ, διάνοιαν ἐμμελῆ, δόξαν εἰλικρινῆ ἐν οἷς σφαδάζεις, μὴ δυνάμενος βοηθῆσαι τοῖς πράγμασι κατὰ τὸ εἰωθός, ἀλλ' ὁρῶν οὕτως κινδυνεύουσαν τὴν ἐκκλησίαν, ἣν περιεποιήσατο Κύριος διὰ τοῦ οἰκείου αἵματος. ὦ δέσποτα, εἰς οἷα δεινὰ ἐφθάσαμεν καὶ ἡλίκα κακὰ τεθεάμεθα. ἀμοιβαὶ ταῦτα προλαβόντων ἁμαρτημάτων· ἐπειδὴ γὰρ οὐκ ἐδοκιμάσαμεν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει διὰ φυλακῆς τῶν ἐντολῶν αὐτοῦ, ἀλλ' ἐλύσαμεν οὐ μίαν ἀλλὰ καὶ πολλὰς καὶ ἰδίᾳ καὶ δημοσίᾳ σχίσαντες τὸ εὐαγγέλιον τοῦ Χριστοῦ (οἶσθα, ὁ σοφός, ἃ λέγω), παρέδωκεν ἡμᾶς ὁ θεὸς ἐν οἷς πάσχομεν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, καί γε οἱ δοκοῦντες εἶναί τι. ὥστε μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς οἱ ἀσεβοῦντες ὡς ἄρα εὐσεβοῦντες, ἀλλὰ καὶ λίαν γινωσκέτωσαν Χριστὸν ἀρνεῖσθαι τῇ ἀθετήσει τῆς σεπτῆς αὐτοῦ εἰκόνος· ὃς ἔτι ἀναβάλλεται ἐπαφεῖναι τὴν ἐκδίκησιν φειδοῖ καὶ ἐλέῳ φιλανθρωπίας καὶ μετανοίας, οἶδεν δὲ ἐν τέλει ἀμύνασθαι τοὺς ἀνεπιστρόφους. Αὐτὸς οὖν προσεύχου ὡς θεοφιλὴς τὴν τῶν δυσχερῶν λύσιν, ἀλλὰ μὴ ἡμῖν ἐπίτρεπε, οἳ οὐκ ἀρκοῦμεν κἂν περὶ τῶν οἰκείων ἁμαρτιῶν ἐξιλεοῦσθαι τὸν ἀγαθὸν θεόν· ὅμως, ὅτι καὶ ἡμεῖς αἰτούμεθα. 401 Ἀναστασίῳ πρωτοσπαθαρίῳ Ὡς καλὴ ἡ φιλία, τά τε ἄλλα καὶ ὅτι ἀποῦσα ὡς παροῦσα τοὺς φιλουμένους εὐεργετεῖν εἴωθεν. τοιαύτη δὴ ἡ περιφανής σου καὶ ἀγάπη καὶ εὐσέβεια πρός με τὸν δύστηνον ἔκπαλαι καὶ μέχρι τοῦ δεῦρο καὶ παροῦσα κατ' ὀφθαλμοὺς καὶ ἐν τοσούτῳ ἀπειροπληθεῖ μήκει διεστῶσα, ἀπὸ Σικελίας με εὐεργετοῦσα ἐν τῷ Βυζαντίῳ ὄντα καὶ ἀπὸ τοῦ Βυζαντίου ὧδε κἀκεῖ περιωρισμένον, ὥσπερ καὶ τανῦν. καὶ τί τοῦτο, ὅτι εἰς ἄνθρωπον ἁμαρτωλὸν καὶ ἀνάξιον τῆς εὐγενείας σου οὕτω πράττεις; πλὴν ὅτι ἀγαπῶντά σε λίαν διὰ τὴν ἐν ἅπασιν ἀρετὴν καὶ φιλοθεΐαν σου, ἣν ᾄδει οὐ μόνον Σικελία καὶ ἡ τίσδε χώρα καὶ τίς, ἀλλὰ γὰρ καὶ αὐτὴ ἡ βασιλεύουσα πόλις. διὰ τοῦτο καὶ βασιλεῦσι σὺ φιλητὸς καὶ τοῖς ἐν τέλει, καὶ αἱ ἀξίαι σοὶ ἀπὸ ἀρετῆς. οὕτω φιλῶν τὸν θεὸν πεφίλησαι καὶ ὑπ' αὐτοῦ καὶ παρὰ τῶν αὐτοῦ. Ἐγὼ δὲ ὁμοῦ μὲν ἀπόθητος, ὁμοῦ δὲ καὶ ὀρφανός. ὁ πατήρ μου ἐγκατέλιπέν με χωρήσας πρὸς Κύριον, καθὰ πάντως διέγνως καὶ αὐτός, ὡσαύτως καὶ ὁ Καλόγηρος. ὁ ἀδελφὸς καὶ ἀρχιεπίσκοπος μόνος μοι ἐγκαταλέλειπται· ἀλλὰ καὶ οὗτος διὰ τὰ νῦν κατειληφότα ἡμᾶς δεινὰ διεσπασμένος λίαν πόρρω. στενά μοι ἑκατέρωθεν, ὅμως ὅτι διὰ Χριστὸν καὶ λίαν γλυκεῖα καὶ εὐρύτατα. ἀλλὰ τί πρὸς τὸν κλύδωνα τῆς ἀπιστίας, ἐφ' ᾧ τὸ παγκόσμιον ὅσον τὸ κατὰ τὴν καθ' ἡμᾶς ἐξουσίαν ναυάγιον; ἴδε, δέσποτα, εἰς οἷα πονηρὰ ἐταμιεύθημεν, οὐδὲν ἢ μικρόν τι ἀποδέοντα ἰουδαϊσμοῦ, ἡνίκα ἡ εἰκὼν Χριστοῦ, τῆς τε ἁγίας Θεοτόκου καὶ παντὸς ἁγίου ἠθέτηται, ἐξουδένωται, ἐνυβρίζεται· αὐτὸς γὰρ Χριστὸς σὺν μητρὶ καὶ θεράπουσίν ἐστιν ὁ ταῦτα ὑφιστάμενος, κἂν οὐ δοκῇ τοῖς ἀρνουμένοις. Ἀλλὰ σὲ Κύριος φυλάξειεν ἐν τῷ ὀρθῷ φρονήματι ἀκαταβάπτιστον, εἰ καὶ τοῖς αἱρετικοῖς κύμασι καταρραντιζόμενον ἔξωθεν (ἐπεὶ οὐχ οἷόν τε διαφυγεῖν σε παντάπασιν, ἐν μέσῳ ἐνστρεφόμενον), καὶ τὸν ὑπὲρ τῆς ἐμῆς ταπεινώσεως μισθόν σοι παράσχοι πολυπλασίονα ὧδέ τε καὶ ἐν τῷ μέλλοντι αἰῶνι. 402 Τοῖς εἰς τὰ Στουδίου ἀδελφοῖσ Χαίρετε ἐν Κυρίῳ, ἀδελφοὶ καὶ πατέρες, χαίρετε, στρατιῶται τοῦ Χριστοῦ, χαίρετε, τριὰς ἀδελφική, τῆς Ἁγίας Τριάδος τὴν χάριν καταπλουτήσαντες, ὄντως ἄξιοι τοιούτων χαιρετισμῶν, ὅτι διὰ Χριστὸν φέρετε γενναίως τὴν δεινοτάτην φυλακήν, ὑπὸ Λεοντίου τοῦ ἀλάστορος κολαζόμενοι. ὢ τῆς ἀποστασίας τοῦ ἰουδαιόφρονος· εἰ θὴρ ἦν ἄγριος, τοσούτοις χρόνοις ἐκκενῶν τῇ κακώσει καὶ πίνων τὸ αἷμα ὑμῶν, ἐκορέσθη ἄν. ὁ δὲ μένει ἀκόρεστος αἱματοπότης, ἀγριούμενος ὁ δαιμονῶν, οὐ λαμβάνων αἴσθησιν ἐλέους, οὐκ οἰκτιρμὸν φιλανθρωπίας εἰς ὑμᾶς τὰ ἀρνία τοῦ Χριστοῦ, ἀλλ' ἐκθλίβων καὶ παντὶ τρόπῳ μηχανουργῶν σὺν τῷ σατὰν καταπιεῖν ὑμᾶς, ἵνα ἐγκαυχήσηται ὁ δράκων, ἵνα πτοήσῃ δι' ὑμῶν καὶ ἡμᾶς πάντας. ἀλλ' οὐδαμῶς· πιστὸς γὰρ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. ἀναμνήσθητε τῶν ἀπ' αἰῶνος ἁγίων, ὅτι οὐδεὶς ἄνευ πειρατηρίων καὶ πολλῶν θλίψεων εὐηρέστησε τῷ θεῷ· ὁ μὲν ἐπρίσθη, ὁ δὲ ἐλιθάσθη, ἄλλος πυρίκαυστος γέγονεν, ἕτερος ἀπετυμπανίσθη. καὶ ποῦ καιρὸς ἐξαριθμεῖν τὸ περικείμενον ἡμῖν νέφος τῶν μαρτύρων; Ὧν ὄντες καὶ ὑμεῖς κοινωνοὶ καὶ σύναθλοι χαίρετε, ἀδελφοί μου, χαρᾷ ἀνεκλαλήτῳ, βασιλεύοντες κατὰ τῆς αἱρέσεως, κατὰ τῶν παθῶν. σὺ ὁ φερωνύμως καρτερόψυχός μου Καρτέριος, σὺ ὁ ἐν ὑπομονῇ δεδαψιλευμένος ἀφθονώτατα Ἀφθόνιος, σὺ ὁ εὐσθενημένος τῇ θείᾳ ἀγάπῃ ἀληθέστατα Ἀγάπιος. τὸ ζοφῶδες τῆς φρουρᾶς πρόξενον ὑμῖν τοῦ αἰωνίου καὶ ἀπροσίτου φωτός, ἡ λιμοκτόνησις τῆς τρυφῆς τοῦ παραδείσου, ἡ γυμνήτευσις τοῦ τῆς ἀθανασίας περιβολαίου, ἡ μόνωσις τῆς μετὰ θεοῦ διαγωγῆς, ἡ τῆς κόμης ἄκαρσις τῆς εὐπρεποῦς θεομορφίας, εἰς τὸ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζεσθαι. οὐκ ἔνι χαρὰ ταῦτα; οὐκ ἔνι ἀγαλλίασις, πάσης ἀγαλλιάσεως ὑπεραίρουσα; τάχα ὀφείλομεν καὶ ἀνιᾶσθαι, ὅτι μὴ καὶ εἰς ξύλον ὁ ποῦς καὶ ἅλυσις περικειμένη· ὅσον γὰρ πλεονάζει τὰ παθήματα, τοσοῦτον καὶ ἡ παράκλησις τῆς δόξης τοῦ θεοῦ. Ταῦτα ἐν ὀλίγοις, εἰδὼς ὅτι οἴκοθεν ἔχετε τὴν ὑπομονήν, παρεκάλεσα ὑμᾶς, φίλτατοι· ὑμεῖς δὲ ἀντιδοίητέ μοι σὺν τῷ συνόντι Νικολάῳ, τῷ ἀδελφῷ ἡμῶν, ὃς ὑμᾶς καὶ προσαγορεύει, τὰς ἱερὰς προσευχὰς εἰς τὸ σῴζεσθαι ἡμᾶς.