Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 1 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Πλάτωνι πνευματικῷ πατρί Τί σοι, ὦ πάτερ γλυκύτατε ἡμῶν, προσφθεγξόμεθα, οἱ ἀπορφανισθέντες διὰ θεὸν ἀπὸ τῶν σῶν ἁγίων σπλάγχνων; ποῖον δὲ προσηνὲς ἢ περιχαρὲς λέξομεν; οὐδὲ γὰρ ὀδυρτικὰ καὶ θλιβερά, δυσχεραίνοντες τὴν δοκουμένην ἐξορίαν, ἣν ἡμεῖς οὐ γινώσκειν δεδιδάγμεθα ὑπὸ σοῦ κατὰ τὸ παροίκους ἡμᾶς εἶναι πάσης τῆς γῆς ἢ μόνην τὴν ἀπὸ θεοῦ διὰ τῆς παραβάσεως τῆς ὁποιασοῦν ἐντολῆς αὐτοῦ ἔκπτωσιν καὶ μακρὰν ἀπορριφήν. διὸ δὴ χαίρομεν καὶ εὐφραινόμεθα, ὅτι κἂν ἀνάξιοί ἐσμεν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, πλὴν σὺν σοὶ τῷ ἁγίῳ ἡμῶν πατρὶ κατηξιώθημεν ὑπὲρ τῆς ἐντολῆς αὐτοῦ ταῦτα παθεῖν καὶ στερηθῆναί σου τῆς κατὰ σάρκα συναφείας· ἄλλως γὰρ μεθ' ἡμῶν εἶ ἀεί, πάτερ, ὁρώμενος καὶ συλλαλούμενος. καὶ πῶς γὰρ ἑτέρως ζήσομεν, εἰ μὴ σοῦ τῇ τῶν ἁγίων εὐχῶν σκέπῃ περιφυλαχθείημεν ἀβλαβεῖς ἀπὸ τοῦ πονηροῦ, κατὰ μόνας εἷς ἕκαστος ἡμῶν διορισθείς; πλὴν διεφυλάχθημεν καὶ διεσώσμεθα καὶ ἡδράσμεθα πάντες. καὶ εἰ καὶ μικρόν τι ἐταλαιπωρήσαμεν ἐν τῇ ὁδῷ, τινῶν καὶ ἀσθενησάντων, ὅμως ὁ εἰπὼν ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ εἰς τὰ κρίνα τοῦ ἀγροῦ καὶ ἀψευδὴς ἐν ταῖς ἐπαγγελίαις αὐτοῦ ἀπεσώσατο ἡμᾶς ὡς οὐκ ἠλπίζομεν, παραθέμενος ἡμᾶς ἐνταῦθα κλίνας τε εἰς συμπάθειαν τὰς καρδίας τῶν ὄντων ἀνδρῶν τῆς ταλαιπωρίας ἡμῶν καὶ μάλιστά γε τοῦ ἀρχιεπισκόπου. μία δὲ λοιπὸν μέριμνά ἐστιν ἡμῖν καὶ ἀδιάπαυστος ἀδολεσχία μετὰ δεήσεως ἐκτενοῦς καὶ ἀναξίας, τὸ σὲ κραταιοῦσθαι, πάτερ ἡμῶν πολυπόθητε, καὶ μένειν ἐν τοῖς δεδογμένοις τῆς ὑπὲρ ἀληθείας θεοῦ ὁμολογίας ἀκλινῆ καὶ ἀκίνητον, ἐν μηδενὶ πτυρόμενον ἢ διψυχοῦντα ταῖς τῶν προσβαλλόντων κατ' ἐκστροφὴν τῶν οἰκοδομηθέντων σοι χάριτι θεοῦ ὑπὲρ εὐσεβείας ἀγωνισμάτων ἐγχειρήσεσιν· ἐξήχηται γὰρ ὁ λόγος πανταχοῦ καὶ δεδυσώπηκεν σχεδὸν πᾶσαν ψυχὴν καὶ ἤγειρεν κέρας σωτηρίας ἐν τοῖς χριστιανοῖς καὶ ἀφεῖλεν ὄνειδος ἐκ τῶν μοναστῶν. καὶ οἶδ' ὅτι φήσειεν ἕκαστος εὖ φρονῶν ὅτι ζῇ Χριστὸς ἐν ἡμῖν καὶ βασιλεύει καὶ πειθαρχεῖται μᾶλλον ὑπὲρ ἀνθρώπους οὓς ἔπλασεν, οὐχ ἵν' ἀπειθῆται, δοξάζηται δὲ ὑπ' αὐτῶν. Πάντα οὖν γινώσκεις, οἶδας τὰ δέοντα, οὐ τῆς ἡμετέρας ὑπομνήσεως δέῃ· πλὴν προεκέλευσας οὕτως ἡμᾶς γράφειν. διὸ δὴ μὴ φοβηθῇς, πάτερ, ἄνθρωπον ἢ ἀνθρώπων ἐκθλίψεις. γνωρίζεις ὅτι οἱ ἅγιοι, ὄναρ καὶ σκιὰν ταῦτα λογισάμενοι, ἐθαυμαστώθησαν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. μικρόν, δέομαι, πονήσωμεν, ἔτι μικρὸν ὑπομείνωμεν, καὶ ἤνυσται ἡμῖν ὁ δρόμος ὁ καλός. καὶ ὁ στέφανος ἔπλεκται καὶ ὁ μισθὸς ἑτοιμάζεται αἰώνιος καὶ φίλος κληθήσῃ τοῦ ἐπουρανίου βασιλέως καὶ τῶν ἁγίων κοινωνὸς καὶ ὁμολογητὴς παρὰ ἀνθρώποις. ναί, ναί, δέομαι καὶ ἀντιβολῶ τὰ πατρικά μου σπλάγχνα, γενοῦ ἡμῖν ὀχύρωμα, ὑπομονή, καρτερία· ἐὰν γὰρ σύ, πάτερ, στήκῃς, ἡμεῖς τὰ ἀχρεῖά σου τέκνα εὐτονούμεθα, ἀνδρειούμεθα, πάντα οἴσομεν γενναίως τὰ συμβαίνοντα δυνάμει θεοῦ καὶ εὐχαῖς σου· ἐκ γὰρ θεοῦ ἡ παραχώρησις, οὕτως εὐδοκοῦντος πάντως τὰ ἡμέτερα καὶ αὐτοῦ διδοῦντος δύναμιν. τὰς τεχνολογίας τῶν ὑποκλίνειν σε τῆς ἀληθείας πειρωμένων μὴ δὴ πτοοῦ, ὦ πάτερ. ἁπλοῦς ὁ λόγος· φησὶ γάρ που ὁ Ἅγιος Ἐπιφάνιος ἐν τῷ περὶ τοῦ Πάσχα αὐτοῦ λόγῳ, οἷος ἂν ᾗ ἄνθρωπος παρὰ τὰ ἐν τῇ θείᾳ γραφῇ κείμενα συμβουλεύων ἀπὸ καρδίας λαλεῖ καὶ ἐντάλματα ἀνθρώπων διηγεῖται· καὶ περὶ τῶν τοιούτων φέρων τὰ τοῦ ἀποστόλου λέγει ὅτι κἂν ἄγγελος ἐξ οὐρανοῦ ἐστιν, ἀνάθεμα αὐτῷ. ποῦ δὲ θήσομεν τὸ οἱ ἱερεῖς μου ἠθέτουν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου; ὃ προφητικὸν ὂν προσλαβὼν ὁ Θεολόγος ἐν τῷ μεγάλῳ ἀπολογητικῷ προστίθησιν οὕτω λέγων· βεβήλοις καὶ ὁσίοις οὐ διέστελλον, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά. πόσα δὲ ἄλλα, ἐάν τις θέλῃ ἀκούειν; Παυέσθωσαν λοιπὸν οἱ διαστρέφοντες τὴν ἀλήθειαν τοῦ θεοῦ ψευδέσι λόγοις καὶ ἑαυτοῖς προσεχέτωσαν. ἡμεῖς γάρ, τῆς ἐντολῆς τηλαυγοῦς οὔσης καὶ τῇ παραβάσει τὸ αἰώνιον πῦρ ἀπειλούσης, οὐχ ὑποκύψομεν τοῖς ἀνθρωπίνοις φόβοις ἢ πόνοις, οὔ, μὰ τοὺς ὑπὲρ ἀρετῆς ἀγῶνας, ἀλλ' εἰ καὶ τὸ αἷμα χεῦσαι δεῖ, μετὰ χαρᾶς προησόμεθα, θεοῦ ἐνισχύοντος διὰ τῶν σῶν ἁγίων προσευχῶν. Ἀνδρίζου οὖν καὶ αὐτός, ἀδελφὲ κῦρι Εὐθύμιε· καλὸν ἀγῶνα ἠγωνίσω· μὴ ἀπολειφθῶμεν ἀλλήλων, φῶς ἐμὸν καὶ σπλάγχνον, μὴ δι' ὀλίγην καὶ πρόσκαιρον εὐζωΐαν ἀπολέσωμεν τὴν μακαρίαν ζωήν. μὴ τερφθῇς τοῖς παροῦσιν ἡδέσιν καὶ ὀκλάσῃς πρὸς τὰ θλιβερά, ὦ ἀδελφέ, μὴ δώσῃς νῶτα. ἐτέρφθη οὖν ὁ Χριστός, ἰδών σε τυπτόμενον ὑπὲρ αὐτοῦ· μὴ λυπήσῃς αὐτόν, ἀγαπητέ μου, μηδὲ τοὺς περιχαρέντας ἀγγέλους μηδὲ τὸν κύριον τὸν πατέρα μηδὲ τὴν καὶ πνεύματι ἁγίῳ ὠδίνουσαν ἡμᾶς σεβασμίαν μητέρα μηδὲ τοὺς ἀδελφούς σου πάντας, ἐξαιρέτως ἐμέ, ὃν λέγεις δῶρον φιλεῖν. τρεῖς ἐσμεν ἀδελφοὶ τὸ κατὰ σάρκα, ἔστω καὶ τὸ κατὰ πνεῦμα. μὴ ἀτιμάσωμεν τὸν τίμιον καὶ θεαρχικὸν ἀριθμόν, δῶμεν ἑαυτοὺς ὑπὲρ ἐντολῆς θεοῦ πάσχειν, ἵνα ζήσωμεν τὸν αἰῶνα. Λύπη δ' οὖν ἡμῖν ἐστι, πάτερ, μεγάλη καὶ διὰ τοὺς λοιποὺς γλυκείους ἀδελφοὺς ἡμῶν, πῶς ὁ κύριος διευθέτησεν αὐτούς. τοῦτο γὰρ ὡς ἁμαρτωλοὶ εὐχόμεθα, ἵνα αὐτὸς μεριμνητὴς αὐτῶν γένηται, διοικητής, ὁδηγός, ὡς οἶδεν καὶ κελεύει καὶ θέλει τὰ κατ' αὐτοὺς πρυτανεύων· τῷ ὄντι γὰρ πικρὰ δάκρυα ἀποστάζομεν δι' αὐτοὺς καὶ ἐπ' ὀφθαλμοὺς ἡμῶν ἀεὶ αἱ ὄψεις αὐτῶν κεῖνται, τὴν εὐχὴν αὐτῶν δεομένων εἰς βοήθειαν τῆς ῥαθυμίας ἡμῶν. ὅμως εὔχου, ὦ πάτερ, ὑπὲρ πάντων, ὑπομονὴν κτήσασθαι ἡμᾶς, εὐτυχίαν, σκέπην ἐκ θεοῦ καὶ βοήθειαν ἐκ τῶν πειρασμῶν τοῦ διαβόλου καί, ὃ ἀρέσκει τῷ θεῷ, περὶ τοῦ ἐν σαρκὶ ἰδεῖν σε ἢ τοὺς ἀδελφοὺς ἡμῶν· γένοιτο, γένοιτο. δεόμεθα καὶ τολμοῦμεν ἐξ ἡμῶν προσαγορεῦσαι τὸν γλυκὺν ἡμῶν ἀδελφόν, εἴπερ ἐστὶ μετὰ σοῦ, ἢ καὶ ἄλλος ἀδελφὸς ἡμῶν οἷος ἂν ᾖ καὶ φθάσῃς μηνύσαι. ἀσπάζεται δὲ σὺν ἐμοὶ τὴν ἁγίαν σου ψυχὴν ὁ κύριος διάκονος καὶ πατὴρ ἡμῶν, ὁ καλός μου ἀδελφὸς καὶ τέκνον σου, ὁ οἰκονόμος, οἱ λοιποὶ τίμιοι ἀδελφοὶ καὶ πολυπόθητοι. εὔχου ἡμῖν, πάτερ, θερμῶς καὶ ἀδιαλείπτως, ὡς κελεύεις· τὶ γὰρ ἄλλο λέγειν οὐκ ἔχομεν.
1.2
Δευτερεύω ἄρτι γράφων πρὸς τὸν κῦριν καὶ πατέρα μου· οὐκ οἶδα εἰ ἐδέξω τὰ γράμματα. καὶ ἐν ἐκείνοις οὖν, εἴ τι ὁ καιρὸς ἀπῄτει καὶ ἦν ἡμῖν εἰς δύναμιν, ἀναξίως δ' οὖν ὅμως ἐφθεγξάμεθα, καὶ ἄρτι δὲ ὅσα ἐπιβάλλει καὶ διδοῖ θεὸς ἐπ' ὠφελείᾳ τῆς ταπεινῆς μου ψυχῆς ἢ καὶ πρὸς παρηγορίαν, τολμῶν λέγω, τῆς σῆς μεγαλοψυχίας, ὦ πάτερ, προσερήσομεν. τοῦτο δὲ ὡς πολλάκις καὶ νῦν λέγω καὶ ἀπολογοῦμαι, ὅτι, εἴ τις λόγος ἐν ἐμοὶ καὶ ἐπιτηδειότης πώς ποτε μικρὰ περὶ τοῦ γράφειν, οὐ δι' ἐμὲ τὸν ἄθλιον δοῦλόν σου δεδώρηται, ἀλλ' ἕνεκα σοῦ τοῦ ἔχοντος τὴν ἄφθονον χάριν ἐν καρδίᾳ πηγάζουσαν καὶ διὰ τοῦτο ἡδομένως καὶ χαιρόντως ἔργον ἔχειν παιδεύειν καὶ σοφίζειν οὐ μόνον ἡμᾶς, οὓς ὡς ἀδελφιδοῦς οἰηθέντες τινὲς ἀπεσφάλησαν, ἀλλὰ καὶ πάντας, ὅσους ἐκ πνεύματος ἤνεγκας υἱούς τε καὶ παῖδάς σου (καὶ ὅτι ἀληθεύω ἔδειξε τὰ πράγματα ὑπὲρ σοῦ τοῦ ἀληθινοῦ ποιμένος, τοῦ τὴν ψυχὴν τεθεικότος ὑπὲρ ἰδίων προβάτων), ὡς ἂν μὴ παρατραποῖμεν ἔξω που τῆς ἀληθείας, αἱρησάμενοι τάχα προθύμως καὶ τὸ οἰκεῖον αἷμα κενῶσαι. αὕτη οὖν ποιμένος ἀληθινοῦ ἐπιστασία, διελέγχουσα τοὺς ψευδωνύμους καὶ ὄντως δεικνυμένη τῷ θεῷ καὶ πατρὶ καὶ ἀρχιποίμενι ἐπάξιος. Τὰ διὰ σὲ τοιγαροῦν κεχαρισμένα μοι ὀλιγοστῶς πώς σοι προσάγω· καὶ εἶ δρεπόμενος τοὺς τῶν καταβληθέντων σοι πολυφροντίστως καὶ ἀφθόνως σπερμάτων, ὡς ἀγαθὸς γεωργός, τοὺς οὐκ οἶδ' ὅπως εἴποιμι ἰσχνοφόρους καρπούς. τί οὖν λοιπὸν εἴπω πρόσφορον καὶ εὐαπόδεκτον τῇ σῇ ἁγίᾳ ψυχῇ, πάτερ μου γλυκεῖε; τίς με διέστησεν ἀπὸ τοῦ σοῦ ἀειποθοῦς προσώπου, τῆς ἡδυλαλοῦς συντυχίας, τῆς σωτηριοποιοῦ ὁδηγίας; σύ μου τὸ φῶς, ὁ ἀειφανὴς λύχνος τῶν ἐν ψυχῇ σκοτεινῶν λογισμῶν, ῥάβδος ὑποστηρίζων μου τὸ ἄτονον τῆς καρδίας, ἀθυμίας μεταβολή, προθυμίας ἀλοιφή, εὐαγγέλιον, χαρά, ἑορτή, εὐδοξία. ἄνευ σοῦ καὶ ὁ ἥλιός μοι κατηφής. ἐγὼ τὸν ἀέρα βλέπειν οὐκ ἤθελον ἢ τὸν σὸν προσβλέπειν χαρακτῆρα. οὐδέν μοι ἦν ἡδὺ τῶν ἐπὶ γῆς μὴ παρούσης τῆς σῆς συνουσίας. τί γὰρ πατρὸς ἀληθινοῦ ποθεινότερον καὶ τοῦτο ἐπὶ θεοῦ λαμβανόμενον; οἶδεν τοῦτο παῖς φιλοπάτωρ καὶ ὄντως γνήσιος. τί πολλῶν ῥημάτων χρεία; ἐξείπω ὅπερ ἐπάνθανον· ὅτι μου πολλάκις καὶ μὴ ὡρμημένου ἔρχεσθαι ἐν τῷ ἁγίῳ κελλίῳ σου ἀνεπαισθήτως πως, ὥς τινος ἕλκοντος, ἐπῄειν κατὰ πρόσωπόν σου, ὡς πολλάκις ἐρωτῶντος σου" 4τί ἧκες;" 5 ἀπορεῖν με ἀποκρίνεσθαι, οὕτω τῆς σωτηρίας μου ἐν σοὶ ἀποκρεμαμένης. καὶ τίς πρὸς τὸ φῶς οὐκ ἐπιτρέχει; ἀλλ' εὐχαριστῶ τῶ θεῷ, δι' οὗ σου ἐξεσπάσθην ὑπὸ χειρῶν τῶν πατησάντων τὸν νόμον αὐτοῦ καὶ ἠργμένων ἐξ ὁμοίων. μὴ αὐτοῖς λογισθείη κύριος ὁ θεός μου τὴν ἁμαρτίαν, ἕλξοι δὲ εἰς ἐπίγνωσιν τοῦ τολμήματος, ἵν' ἡμῖν μὲν ἀποδῶσιν τὸν πατέρα, κἀκεῖνοι περὶ τοῦδε ἀνεύθυνοι εὑρεθῶσιν. ἐνέκλεισάν σε, ὡς ἐμάθομεν, ἐν οἰκίσκῳ μικρῷ, ἀλλὰ τοῦ οὐρανοῦ σε οἰκήτορα ἀνέδειξαν. ἐφρούρησαν, οὐκ ᾔσθοντο δέ· θησαυρὸν γὰρ ὁμολογίας θεοῦ. κἀκ τούτου γνοῖεν δ' ἄν, εἴπερ βλέψοιεν, ὅτι σε τίμιον ἐν ἀνθρώποις ἐγνώρισαν καὶ κόσμῳ σωτήριον καὶ πολλοῖς φιλοθέατον. Ἐδέξω τὰς ἀτιμίας καὶ ὕβρεις μετὰ Χριστοῦ· ἐδιώχθης ὡς μακάριος· διεσκόρπισάν σου τὰ πρόβατα, ὅτι σὲ τὸν ποιμένα ὡς Χριστὸν ἐπάταξαν. εἰ καὶ τολμηρὸν εἰπεῖν, ὅμως αὐτοῦ δὲ ἡ φωνή, εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν, καὶ τἆλλα, ὅσα τοῖς ἀκολουθοῦσιν αὐτῷ φέρει τὴν ταὐτοπάθειαν· εἴπερ γὰρ συμπάσχομεν αὐτῷ, ὥς φησιν ὁ μέγας Παῦλος, ἵνα καὶ συνδοξασθῶμεν. Καὶ οὕτω μὲν ταῦτα. ἐμοὶ δὲ τῷ ἀσώτῳ καὶ ἀναξίῳ διὰ τῶν σῶν ἁγίων εὐχῶν, πάτερ δίκαιε, ἐχαρίσατο ὁ ἐλεήμων κύριος παράκλησιν καὶ τὸ ἐν πνεύματι συνεῖναί σοι· εἰμὶ γὰρ ἀεὶ ὡς ὁρῶν σε καὶ ὡς ὁμιλῶν σοι καὶ ὡς κομιζόμενος τὴν εὐχὴν καὶ ὡς σκεπόμενος καὶ ὡς διδοὺς καὶ λαμβάνων λόγους εἰς ἕδρασμα τῆς ὁμολογίας ἧς ὡμολόγησας. καὶ δοκῶ σου ἐπαϊούσης τῆς φωνῆς ταῦτα ἀκούειν·" 4ταπεινὲ Θεόδωρε, μικρὸν ὄντως ταλαιπωροῦμεν, ἐπεὶ καλὴν φέρει ὁ θεὸς τὴν ἐλπίδα" 5. ταῦτά μοι παρηγορία, ταῦτα ἀναψυχή. μὴ δείσῃς, πάτερ, δι' ἐμὲ τὸν δοῦλον σου καὶ παντάπασιν ἀπερριμμένον· καὶ γὰρ εἰμὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς μίασμα καὶ παντὸς ἀνθρώπου κατεψυγμένος μᾶλλον. πλὴν τολμῶ λέγειν ὡς ἀνάξιος, εὔελπις, ἄνω βλέπων, ῥωννύμενος ὑπὸ τῆς σῆς πρεσβείας, οὐκ ἀπευδοκῶν εἰς ἃ ἔπαθον, ἐπιμεμφόμενος δὲ ἐμαυτὸν ὅτι μὴ ἀνδρείως καὶ κατὰ λόγον καὶ ὅτι ὀλίγα καὶ οὐδενὸς ἄξια ἀφορῶν πρὸς τὰ ζωοποιὰ πάθη τῶν ἁγίων. ἐγένετό μοι γὰρ πολλῶν ἔντευξις μαρτυρίων ἐν δώδεκα δέλτοις ἀπογεγραμμένων, ὥστε παταχθῆναι τὴν καρδίαν καὶ μηδὲ τολμᾶν λέγειν ὅτι ἔπαθόν τι διὰ Χριστόν. καὶ τί γλυκύτερον, πάτερ, ὑπομνήσκω ὡς δοῦλος, τοῦ δι' αὐτὸν πάσχειν; ἄθρει, πάτερ, ἄνω, ὅρα τὸν Κύριον, ἐπόπτευε τὰς ἀγγελοθεΐας, ἐνατένιζε τὰς ἁγιοχορείας· ἴδε ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τὸν κριτὴν τοῦ κόσμου, ὅς σε ἀνακυρήξει πιστὸν δοῦλον καὶ τῶν ἐντολῶν αὐτοῦ τηρητὴν καί, τὸ μεῖζον, ὁμολογητήν. εἶτα, ποῦ σε πέμψοι; οὐκ εἰς πῦρ αἰώνιον, ὅπερ λαμβάνει τοὺς ἀπειθεῖς τοῦ νόμου αὐτοῦ, ἀλλ' εἰς ζωοδόχον χωρίον καὶ ἀθάνατον κατάπαυσιν καὶ ἀπειροαγαλλίατον θεοφροσύνην· εἴσελθε γάρ, φησίν, εἰς τὴν χαρὰν τοῦ κυρίου σου. πάντων ἡμῶν οἱ ὀφθαλμοὶ εἰς σὲ βλέπουσιν, πάντες μεγαλοψυχοῦμεν, σοῦ ἑδρασμένου. εἴη σοι ἐπὶ πλέον ἡ βοήθεια τοῦ θεοῦ ὀχυροῦσά σε, δυναμοῦσά σε, εὐτονοῦσά σε, ἀνδρειοῦσά σε. ὁ τὸν θεὸν φοβούμενος μὴ φοβηθῇς ὃ ἐποίησέν σοι ἄνθρωπος ἢ καὶ ποιήσει τυχόν. πέποιθας ἐπὶ Κύριον, ὄρος εἶ Σιών, οὐ σαλευθήσῃ εἰς τὸν αἰῶνα· κάτοικον γὰρ ἔχεις τὸν τῆς ἄνω Ἱερουσαλὴμ τεχνίτην καὶ δημιουργόν. τὰς ἰοβόλους φωνὰς καὶ ἀπατηλοθελεῖς τῶν ὡς ὄφεων ὑποσυρομένων σοι καὶ θελόντων σε τοῦ ξύλου τοῦ ζωτικοῦ τῆς ἀληθείας ἀπάξαι φεῦγε καὶ ἐνωτίζου ἅπαξ κραταιωθεὶς ἐν τῇ ἀληθείᾳ καὶ διὰ πολλῶν μαρτυριῶν τῆς ἁγίας Γραφῆς συσφιγχθείς, ἔσθ' ὅτε καὶ ἀνθρώπων εὐσεβῶν, εἰς παντελῆ ἀκινησίαν, ὅπως τεύξῃ κἀκείνης τῆς φωνῆς τὸ ἐγκώμιον· ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Ὑγιαίνουσιν οἱ πάντες ἀδελφοί, ὁ κύριος διάκονος ὁ πατήρ μου, ὁ γλυκύς μου ἀδελφὸς καὶ νῦν μᾶλλον ἀξίως περιπόθητος, οἱ λοιποὶ προσφίλιοι καὶ τίμιοί μου καὶ τέκνα σου, οὓς σὺν ἐμοὶ πάντας, πάτερ, εὔχου. πάντες αὐτῶν εὐδρομοῦσιν, ποθητὸν αὐτοῖς μόνον ἡ σὴ ὑγεία ἐν Κυρίῳ καὶ εὐφόρητον πᾶν ὁτιοῦν παθοῦσιν. πάντως καὶ λυπούμεθα καὶ ἀδημονοῦμεν καὶ ἀσχάλλομεν καὶ ῥαθυμοῦμεν καὶ λογισμῶν πονηρῶν ὀχλήσεις ἔχομεν (καὶ οὐδὲ γὰρ ἔστιν ἐκτὸς θλίψεων παρελθεῖν τῶν τῇδε), ἀλλὰ διὰ τὴν ἐλπίδα καὶ εὐχήν σου ἰσχύομεν. ἐμοὶ δέ, πάτερ, εὔχου, ὅτι τὸν Ἠσαΐαν τὸν ἅγιον ἐκστηθίζω, καὶ δήλωσόν μοι, εἰ παρὰ τὸ γράφειν ἀναγινώσκειν με θέλεις.
1.3
Προχεῖταί μοι τὸ δάκρυον πρὸ τοῦ λόγου καὶ τὰ σπλάγχνα δονεῖται καὶ ἡ χεὶρ ὑποτρέμει τοῦ γράφειν καὶ ἕλκομαι πανταχόθεν καὶ φέρειν τὸ ὀδυνηρὸν οὐχ οἷός τέ εἰμι. ὤ, πῶς ἐνέγκω σου, πάτερ, πάτερ, τὰ χριστομίμητα πάθη; ὤ, πῶς οἴσω σου τὴν ὑψηλὴν καὶ ἁγίαν ταπείνωσιν; πῶς ὑπαντήσω σοι κατὰ λόγον ἀντιγράφειν; καὶ ποῖ τράπωμαι καὶ ὅθεν ἴωμαι κατάρχειν τῶν γραμμάτων; πρὸς ἐμὲ σὺ οὖν, ὦ πάτερ, τοιαῦτα γράφεις; πρὸς ἐμὲ τὸν σκώληκα καὶ βόρβορον καὶ ἄσωτον ὁ πατὴρ φωνὰς ἀφίησι πρεπούσας τέκνῳ; ἱκετικὸν ἀναλαμβάνεις σχῆμα ὁ ὀφείλων ἱκετεύεσθαι; κἀγὼ λοιπὸν ὁ τάλας τί προσφθέγξωμαι; καὶ πῶς ταπεινωθῶ τῷ δικαίῳ μου πατρί; ὅμως ἐδεξάμην σου, ὦ πάτερ, τὴν ἁγίαν ἐπιστολὴν ἐν χερσὶν ἀναξίαις ὡς θεογράφους πλάκας. ἤκουσά σου τῆς ἐγγραμμάτου φωνῆς, ὡς εἴ τις ἀκούσειεν ἀγγέλου φωνῆς ἢ ἀποστόλου, καὶ συνέτριψεν τὴν καρδίαν καὶ ἐξέβλυσεν δάκρυον καὶ ἀπεκλαυσάμην καὶ ἐθρήνησα οὐχ Ἱερεμιτικὸν θρῆνον ἐπὶ παθῶν θεοστυγέσι γεγενημένον, ἡδεῖον δέ τινα καὶ φιλοπάτριον καὶ θεῷ ὄντως χαριστήριον· αἰνέσεως γὰρ ἀληθῶς ἃ ἐπέσταλκας, πάτερ δίκαιε, ἀπογραφῆς ἄξια, τῆς εἰς θεὸν ὁλοτελοῦς σου προθέσεως γνώριμα. Τοιγαροῦν, ὦ πάτερ, ἐστήριξας ἡμῶν τὰ φρονήματα, ἐνεύρωσας ἡμῶν τὰς καρδίας· ὑπὲρ ἐλπίδα ἡ ἀνδρεία σου, ὑπὲρ προσδοκίαν ἡ παρρησία σου. ἄλλος τις ἡμῖν ὤφθης ἢ ὅσπερ ἐγνωρίζου, ὅλος ἐν θεῷ ἠλλοιωμένος· δόξα τῷ σὲ δυναμώσαντι. οὐ κατέβαλέν σε φόβος βασιλείας, οὐκ ἐχαύνωσέν σε γοητικὴ θωπεία· οὐχ εἵλω πρόσκαιρον ἀπολαύειν ἡδονήν, προκινδυνεύειν θέλων τῆς ἀληθείας τοῦ θεοῦ. ὁ ποιμὴν ὁ καλός, ὁ θεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ὁ καὶ νῦν δέσμιος διὰ τῆς φρουρᾶς ὡς Χριστοῦ ἀπόστολος. ὢ τοῦ δωματίου ἐκείνου, ἐν ᾧ φέρῃ καὶ περιάγῃ ὡς τίμιον καὶ εὔχρηστον σκεῦος τῷ δεσπότῃ θεῷ. εἴθε οὖν τὸ ἔδαφος ἐκεῖνο περιεπτυξάμην, οὗ οἱ πόδες τοῦ κυρίου μου καὶ πατρὸς βαδίζουσιν· εἴθε τὰς κατὰ σοῦ κλεῖς καὶ κλεῖθρα προσεκύνησα, ὡς θησαυρὸν εὐσεβείας φυλάττοντα. μᾶλλον δὲ ἐβουλόμην τὸ τίμιον ἐκεῖνο ἀσπάσασθαι στόμα, τὸ ὁμολογῆσαν τὸν λόγον τῆς ἀληθείας, τὰς ὁσίας χεῖρας τὰς ἐπαιρομένας εἰς ἁγίας προσευχὰς καὶ εὐπροσδέκτους. ποῦ ποτέ μου τὸ γλυκὺ ἀπέπτη πρόσωπον, ποῦ δὲ ἡ σωτήριος φωνὴ κατεσιγάσθη; ἰδοὺ δὴ ἐγὼ ὀρφανὸς ὁ ἐλεεινὸς καὶ παντέρημος, οὐκ ἔχων τὸν πατέρα μου, οὐκ ἔχων τὸν φωστῆρά μου, τὸν ἰατρὸν καὶ τροφέα τῆς ταπεινῆς μου ψυχῆς, ἀπροστάτευτος, ἀνεπαμύνευτος πρὸς τοὺς πολεμοῦντάς με ἀοράτως. ἐγενόμην ὡσεὶ κόραξ ἐν ἐρήμῳ, ὡς στρουθίον ἐπὶ δώματος, καθ' ἡμέραν ἀποφθαλμιῶν, ὧδε κἀκεῖσε βλέπων καὶ περιαθρῶν καὶ οὐδαμοῦ τὸ ποθούμενον πρόσωπον· καὶ οὔπω κατ' ἀξίαν δυναίμην ἐκτραγῳδεῖν μου τὸ πάθος. πλὴν εὐχαριστῶ καὶ ὑπερευχαριστῶ, ὅτι διὰ νόμον θεοῦ ταῦτα κατηξίωμαι, ὅτι τοιούτου πατρὸς ἐχρημάτισα τέκνον. τάχα βασιλεύειν οἴομαι διὰ σοῦ σήμερον, πάτερ ἅγιε, εἴπερ ἡ εὐχή σου σῶόν με διαφυλάξοι· δέδοικα γάρ μου τὴν ἁμαρτίαν καὶ τὴν ἀσωτίαν. εἴσῃ δὲ γινώσκων ὅτι σοῦ ταῖς ἁγίαις εὐχαῖς ἐνίσχυμαι καὶ ἐνίδρυμαι, κἂν λίαν εὐκαταγώνιστός εἰμι· καὶ οὐ μόνον ἐγώ, ἀλλὰ καὶ οἱ πάντες τὸ ἓν ἐσμέν, συμφρονοῦντές σοι σύμψυχοι, συμπάσχειν αἱρούμενοι μέχρι θανάτου, καὶ μηδαμῶς ἡμῶν ἕνεκα δεδιὼς ᾖς. εὖγε, ὦ πάτερ, εὖγε, εὖγε ὦ ἄριστε κυβερνῆτα, ζηλωτὰ τῆς εὐσεβείας, μιμητὰ τῶν ἁγίων· μεγαλοπρεπῶς ὄντως ἠγώνισαι, νεανικῶς ὑπερήθλησας, μετὰ μαρτύρων οἶδ' ὅτι εἴη τὸ πνεῦμά σου. Ἔχει μὲν οὕτω ταῦτα, εἰ καὶ μήπω τῆς ἐπιθυμίας μου καὶ τῆς ἀξίας σου εἰς δέον. ἐπεὶ δὲ κελεύεις ἱστορῆσαί σοι καθ' ἔπος ἀφ' ἧς ἡμέρας ὑπέστημεν ἐκείνην τὴν ὀδυνηρὰν διάζευξιν τήν τε ὁδοιπορίαν καὶ τὰ κατ' αὐτὴν ἡμῖν συμβεβηκότα, οὐχ ἱκανῶ, πλὴν τὸ κελευσθέν μοι ποιήσω ἀοκνότατα. κατ' αὐτὴν τοιγάρτοι τὴν ἡμέραν καθ' ἣν ἀπῄεις σὺ μέν, ὦ πάτερ, τὴν ἐπὶ θάνατον ὁδὸν τῇ προαιρέσει καὶ ἡμεῖς ἐστειλάμεθα τὴν ἐξόριστον ὁδοιπορίαν, ἐποχηθέντες ἐφ' οἷς ἔτυχε ζῴοις. καὶ ὡς ἀπείραστοι κατ' ἀρχὰς τοῦ τοιούτου δράματος ἦμέν πως ἐν ἀθυμίᾳ· προσεβάλομεν γὰρ καί τισι κώμαις, θεατριζόμενοι ἐπὶ πάσης ὄψεως καὶ ἡλικίας ἀνθρώπων· θορύβοις τε καὶ κραυγαῖς περιηχήθημεν ἀμφότερα τὰ ὦτα ἔν τε τῷ ἀπαίρειν καὶ καταπαύειν παρὰ τὸ τὰ ἐπιτήδεια συμπορίζεσθαι τοὺς ἄγοντας. ὡς δὲ ᾔομεν ἐπὶ πρόσω, εἰθισθέντες ῥᾷον μᾶλλον ἐφέρομεν τὰ δυσχερῆ. τὸ δὲ ἀνιῶν ἡμᾶς πλέον ἡ ἀσθένεια ἦν τοῦ πατρὸς τοῦ κυρίου διακόνου. καὶ οὕτω τὴν ὁδὸν ἀχθούμενοι, περιαντλούμενοι διεπεράναμεν. Αὗται δὲ αἱ καταμοναί· ἀπὸ τῶν Καθαρᾶ εἰς Λιβιανά, ἔπειτα εἰς Λεύκας, εἶθ' οὕτως εἰς τὸ Φύραιον. ἔνθα καὶ ὀδυνηρὸν ἡμῖν συνέβη καὶ ἱστορίας ἄξιον· ὑπερφανέντες γάρ πως ἐξ ἀπόπτου ἐννέα τῶν πρωτευόντων ἀδελφῶν ὡς πρόβατα διεσπαρμένα περιέστησαν ἡμῖν κλαίοντες καὶ συνθρύπτοντες ἡμῶν τὴν καρδίαν. καὶ ὁ μὲν ἄγων ἡμᾶς οὐδὲ προσλαλῆσαι εἴα, ἐλεεινὰ δὲ βλέποντες καὶ βλεπόμενοι καὶ ἐπιφθέγματα ἀλλήλοις ἐπειπόντες τελευταῖον μετὰ δακρύων διεχωρίσθημεν. εἶτα καταχθέντες ἐν τῇ Παύλᾳ εὕρομεν τὴν πολυπόθητόν σου ἀδελφὴν σὺν τῷ κυρῷ Σάβᾳ, κρυπτῶς συνοψισθέντες καὶ δι' ὅλης νυκτὸς ἐν ταὐτῷ μείναντες· λαλήσαντες τὰ εἰκότα καὶ ἀσπασάμενοι ἀλλήλους ὡς ἐπιθανατίους διέστημεν στένοντες καὶ ποτνιώμενοι. ἦν ἰδεῖν ἐκεῖ σπαρασσόμενα σπλάγχνα καὶ σφαδάζοντα, θεοπρεπῶς νικωμένης τῆς φύσεως. Ἐκ τῶνδε κατεπαύσαμεν ἐν τῷ Λουπαδίῳ, φιλοφρόνως συμπαθηθέντες παρὰ τοῦ ξενοδοχοῦντος, χρησάμενοί τε καὶ λουετρῷ διὰ τοὺς μώλωπας (γεγόνασι γὰρ καί τινων δυσίατοι ἀπὸ τῆς ὁδοιπορίας), καὶ κατήχθημεν εἰς Τίλιν· ἐκεῖ τοίνυν καταλαβὼν ἡμᾶς ὅ τε ἀββᾶς Ζαχαρίας μετὰ τοῦ Πιονίου, ἐκ θερμῆς προθέσεως κλαίοντες καὶ μεθ' ἡμῶν αἱρούμενοι πορεύεσθαι, κἂν οὐκ εἰάθησαν. ἀπὸ τῶν τῇδε εἰς Ἀλκέριζαν, ἐκ τῶνδε εἰς Ἀναγραμμένους, ἔπειτα εἰς Περπερίναν κἀκεῖθεν εἰς τὸ Πάριον, κοινωνοῦντες παρὰ τῶν ἐπισκόπων πλὴν καὶ μετὰ ταπεινώσεως ὑπομνήσκοντες ὀμνύοντας. εἶτα εἰς Ὁρκόν, ἐκεῖθεν εἰς Λάμψακον· ἐν ᾗ εὑρόντες Ἡρακλειώτας προσανεπαυσάμεθα τριήμερον, πλεῖν οὐ δυνάμενοι. εἶτα ἐξορμίσαντες κατεπλεύσαμεν ἐν τῇ Ἀβύδῳ, ὑπὸ τοῦ ἐκεῖσε ἄρχοντος εὐσεβῶς κατελεηθέντες· καὶ ἐπιμείναντες ἕως τοῦ Σαββάτου ὀκταήμερον ἀπεπλεύσαμεν εἰς Ἐλεοῦντας, ἑβδοματιαῖόν τε χρόνον ἐπιμείναντες διὰ τὸ ἄπλοον δεξιοῦ ἀνέμου πνεύσαντος ἐπετάσθημεν ἐν τῇ Λήμνῳ ἐν ἐνναωρίῳ. ἵστησί μου τὸν λόγον ἐνταῦθα ἡ τοῦ ἐπισκόπου τῶν τῇδε εὐσέβεια· ὡς οὐκ εἴ τις γὰρ ἄλλος καὶ ἐδεξιώσατο καὶ παρηγόρησεν καὶ ἐφωδίασεν. Ἐκ τῶν τῇδε τοίνυν ἀποπλεύσαντες ἐν φόβῳ διὰ τὸ παρακείμενον ἔθνος ἀντεπεράσαμεν βορροφόρου καὶ ῥοιζήδοντος ἐν δωδεκαωρίῳ ἑκατὸν πεντήκοντα μιλίων ὂν τὸ πέλαγος, ὁρμίσαντες ἐν τῷ Κανάστρῳ ἐν τοῖς Θεσσαλονίκης ὁρίοις, ἔπειτα εἰς Παλλήνην, τὰ πρόσγεια τοῦ κόλφου, εἶτα εἰς τὸν Ἔμβολον. ἐκ τῶν ἔνθεν ζῴοις πάλιν ἐπιβεβηκότες Σαββάτῳ ἡμέρᾳ ἑορτῆς τοῦ Εὐαγγελισμοῦ ὥρᾳ τρίτῃ εἰσήχθημεν ἐν τῇ πόλει. καὶ οἵα ἡ εἴσοδος· οὐδὲ γὰρ τοῦτο παρελθεῖν ἀναγκαῖον. προπεμφθεὶς τοίνυν παρὰ τοῦ ὑπάρχου τῶν ἐξόχων εἷς μετὰ στρατιωτῶν προσέμενεν ἐν τῇ ἀνατολικῇ πόρτῃ, καὶ ἐπιστᾶσιν ὑπήντησαν ὄρθιοι διὰ σιγῆς· καὶ μετὰ τὸ εἰσελθεῖν κλείσαντες τὰς πύλας ἦγον διὰ τῆς ἀγορᾶς, προπομπεύοντες ἐπὶ τῆς ὄψεως τῶν εἰς τοῦτο συνδεδραμηκότων, καὶ ἀπαγαγόντες εἰσήγαγον πρὸς τὸν ἄρχοντα. καὶ εὖγε τῷ ἀνδρί· εὐμενὲς γὰρ πρόσωπον δείξας μετὰ τὸ πεσεῖν χρηστὰ ἐφθέγξατο ἡμῖν παρέπεμψέν τε πρὸς τὸν ἀρχιεπίσκοπον, πρῶτον προσευξαμένους ἐν τῇ Ἁγίᾳ Σοφίᾳ. καὶ ἐν τῷ εὐκτηρίῳ τῷ παρ' αὐτοῦ ποιήσας εὐχὴν ὁ ἁγιώτατος ἐδέξατο καὶ κατησπάσατο ἡμᾶς, ὁμιλήσας ἡμῖν τὰ δέοντα καὶ παραυτὰ κρατήσας καὶ ἀναπαύσας διά τε λουετροῦ καὶ βρωμάτων. Τῇ Δευτέρᾳ πρωίθεν ἦραν ἡμᾶς, καὶ δι' αἰτήσεως ποιήσαντες εὔξασθαι εἰς τὸν Ἅγιον Δημήτριον διεχώρισαν πάντας ἀπ' ἀλλήλων, προπεποιηκότας εὐχὴν καὶ ἀσπασαμένους ἀλλήλους. τοὺς δύο δὲ ἡμᾶς ἀδελφοὺς ἀναγαγόντες ἐπὶ τὸν ἐν ᾧ εἰμὶ νυνὶ τόπον διέζευξαν, δακρυρρόως καταφιλήσαντας ἀλλήλους, ὡς καί τινας τῶν θεωμένων ταραχθῆναι τῇ συμπαθείᾳ. Οὕτως τὰ καθ' ἡμᾶς ἔχει, ὦ πάτερ· καὶ νῦν εἰμὶ ἐγὼ ὁ ταπεινὸς ἐνταῦθα, βίον ἕλκων ὀδυνηρὸν καὶ πολυστένακτον. τὰς δὲ ἐκ τῆς ἁγίας σου χειρὸς εὐλογίας ἐδεξάμεθα, ὡς δύναμιν ἐχούσας τῆς Ἁγίας Τριάδος· καὶ ἔχομεν αὐτὰς ὡς φυλακτήριον καὶ περιτιθέμενοι αὐτὰς ἐν ὀφθαλμοῖς ἡμῶν, ὡς τὴν δεξιάν σου καταφιλοῦντες. πάλιν δάκρυα, πάλιν στρέφονταί μου τὰ ἐντός· καταπαῦσαι γὰρ θέλω τὸν λόγον. ὦ πάτερ, τί με ἐγκατέλειπας; ἀλλ' οὐκ ἐγκατέλειπας. πῶς δέ μου ἀπεμάκρυνας; ἀλλ' ἐν ἐμοὶ εἶ. ποῦ δέ σε ἔτι μέλλω ὁρᾶν; πῶς σε ὄψομαι; ποῦ σου ἀκούσω τῆς ἡδίστης καὶ σωτηρίου φωνῆς; ὁπότε σου γένωμαι ὁμοτράπεζος; ποῦ σου συνουσίας ἁγίας ἀπολαύσω ἢ πώποτε ἐν ὠσίν σου ἀναγνώσομαι; ἢ πρὸ προσώπου σου ᾄσω; ἢ σωφρονισθῶ; ἢ ἐπιτιμηθῶ; ἢ ἐπιμνησθῶ; ἕξιν ποιῶν ἄφιλόν σοι, ἑστίασιν, βρῶσιν, ποτόν, ὁμιλίαν, στάσιν, καθέδραν, ἀνάκλισιν. τί μοι συμβέβηκεν; καλῶ τοὺς ἀνθρώπους μάρτυρας, καλῶ καὶ τὰς οὐρανίους δυνάμεις συνηγόρους μοι, ὅτι νόμος σε θεοῦ ἐχώρισεν ἀπ' ἐμοῦ, ἐντολὴ μία αἰώνιος. ἀκουσάτω ἡ ὑπ' οὐρανόν. διὰ τοῦτο χαίρω καὶ φωνὴν ἀφίημι αἰνέσεως θεῷ, ἀπέχω πάντα ὑπερεκπερισσοῦ, ἀγάλλομαι, οὐκ ὀρφανισθήσομαι ἔτι, οὐκ ὀδυρηθήσομαι οὐδ' ἀγενές τι φθέγξομαι. δέξαιο δὲ καὶ τὰ ἀνώτερα, πάτερ, ὡς εὐαγῆ· τοῦ πόθου σου γὰρ σύμβολα, πλὴν ὅτι καὶ ἔτι κλαύσομαι, ἀλλ' εὐαπόδεκτα. Σὺ δέ, ὦ πάτερ τρισμακάριε, χαῖρε καὶ εὐφραίνου. τὰ βραβεῖά σοι ἐπλάκησαν, ὁ τῆς ἀναπαύσεως τόπος ἡτοίμασται. ὁ ζῆλός σου κατὰ τοὺς πατέρας σου, ἡ φρουρὰ βοᾷ τὴν ἀλήθειαν. ἐδέθη ὁ δίκαιος ὡς δύσχρηστος, οἱ ἐν εὐσεβείᾳ εὐχάριστοι, οἱ ὁμόζηλοι θερμότεροι, προοίμιον κάλλιστον θεασάμενοι. οἱ διώκοντες λόγοις ἔξωθεν πλέκουσι καὶ κακίζουσι, καὶ μάλιστα οἵτινες τῶν μοναχῶν, ἔσωθεν δὲ ταῖς ἐννοίαις ὑπωπιάζονται καὶ πικρὸν κατήγορον τὴν ἰδίαν συνείδησιν ἔχουσιν. ἐπεὶ καὶ θαυμάζουσιν· ἴσασι γὰρ ἀγᾶσθαι, ὡς ὁ μέγας Γρηγόριος, ἀνδρὸς ἀρετὴν καὶ πολέμιοι, ὅταν τοῦ θυμοῦ λήξαντος ἐφ' ἑαυτὴν ἡ πρᾶξις δοκιμάζηται. ἄγγελοι ὑμνοῦσίν σε, ἄνθρωποι μακαρίζουσιν, Χριστὸς ἀπεδέξατο, τὰς πύλας σοι ἀνέῳγεν τῆς βασιλείας τῶν οὐρανῶν εἰς αἰῶνας· ἀμήν.
1.4
Ἐν τῇ χθὲς ἡμέρᾳ, ἐπειδὴ τῆς εὐκλεοῦς σου παρουσίας ἐν μεθέξει γεγόναμεν, μετά τινας ἄλλας ὁμιλίας, δι' ἃς καὶ ὁ τρόπος τῆς ἐνταῦθά σου ἀφίξεως, εἰς λόγους πως ἐληλύθαμεν γραφικῶν ζητημάτων καὶ ἐν ἀμφιβολίᾳ πολλῇ συσχεθέντες ἀπιθάνως πρὸς ταῦτα διέστημεν ἀπ' ἀλλήλων. καὶ ἡμεῖς μέν, ὦ δέσποτα, ἰδιωτίζοντες οὐ πάντως κατὰ τὴν παροῦσάν σου σοφίαν ὑπαντήσομεν· ἵνα δὲ μὴ τῇ ἐφησυχάσει τῶν ὀφειλομένων λαληθῆναι κρίμα ἑαυτοῖς ἀπενέγκοιμεν (ἐλεγμῷ γάρ, φησίν, ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν), ἄλλως τε ὅτι καὶ σοφὸν ἐλέγχοντες μᾶλλον ἀγαπηθησόμεθα, ἀναγκαῖον ᾠήθημεν προσφωνῆσαί σοι τὰ ἐπιβάλλοντα. ὁ κύριός μου, ἵνα συντόμως ἐρῶ, τὰς πολλὰς πεύσεις καὶ ἀντιρρήσεις ἐπισυστέλλων, ἔφης τά, ὡς οὐ χρὴ τὸν προεστῶτα εἴτουν ποιμενάρχην ἄτερ πίστεως ἐπὶ ταῖς ἄλλαις ἐντολαῖς τοῦ Κυρίου κατὰ ἄγνοιαν ἢ ἐθελοντὶ πράττοντά τι τῶν ἀπηγορευμένων πρός τινος ὑπομνήσκεσθαι, ἡμῶν λεγόντων ὅτι καὶ μάλα, ἀλλ' ὑπὸ τῶν προεχόντων ἐν γνώσει καὶ συνέσει παρὰ τοὺς ἄλλους. καὶ πρὸς τοῦτο ὁπόθεν καὶ οὐ παραστησόμεθά σοι τὸ τοῦ λόγου ἄτοπον; πρῶτον μὲν ἀπὸ τῆς παλαιᾶς διαθήκης. τί γάρ σοι δοκεῖ τὸ τοῦ Δανιήλ; ἆρα τοὺς πρεσβυτέρους, καίπερ ὢν οὐ τοῦ ἐννόμου καιροῦ τῆς εἰς τὸ λέγειν καὶ παρρησιάζεσθαι ἡλικίας, παρανομοῦντας πρὸς τὴν τῆς θείας Σωσάννης καταδίκην, ἐπῃνέθη οὐ μόνον ὑπομνήσκων, ἀλλὰ καὶ κατακρίνων, ναὶ ἢ οὔ; εἶτα οὐ δέχῃ τὸν Ἰωὰβ ἐν τῇ ἀπαριθμήσει τοῦ λαοῦ, ὄντος τοῦ δράματος εἰς παροργισμὸν θεοῦ, ἀντιβολοῦντα, ἐκλιπαροῦντα, ἀναπείθειν πειρώμενον τὸν θεῖον Δαυὶδ μὴ τοῦτο δρᾶν; οἶσθα γὰρ τὴν ἱστορίαν. ἐμὲ δὲ δυσωπεῖ καὶ Ἰοθὸρ ὑπομνήσκων τὸν μέγαν Μωσῆν καὶ παρεγγυώμενος μὴ οὕτω διεξάγειν τὸν λαὸν καὶ οἱονεὶ στοιχειῶν καὶ πρὸς τὴν οἰκείαν βουλὴν μεταρρυθμίζων. καὶ τίς ὤν; ἀλλογενής, εἰ καὶ κηδεστής. καὶ τίνι φῶν; τῷ πάντα κατὰ ἀποκάλυψιν θεοῦ διαπραττομένῳ. Καὶ ταῦτα μὲν ἐπ' ὀλίγον, ἵνα μὴ μακρηγορήσωμεν. μετιτέον δὲ ἐπὶ τὴν νέαν. αἰδεσθῶμεν, εἰ βούλει, πανεύφημε, καὶ τὸ τοῦ τῆς οἰκουμένης διαπρυσίου κήρυκος ὑπαγόρευμα, τὸ ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω· οὐχ, ὡς ἀντιτείνει ἡ φιλότης σου, τοῦτο περὶ μόνης πίστεως. καὶ οἷον δή μοι παρέλαθεν μικροῦ δεῖν, ὁ μέγας κῆρυξ τῆς ἀληθείας Ἰωάννης ἐλέγχει τὸν Ἡρώδην. ἐρωτῶ, ἀπόκριναί μοι. ἀλλ' ἀγχίθυρος ὁ πρὸς ἐμὲ οἶδ' ὅτι γέλως τοῦ ὅτι ἐν μέτρῳ τοῦ προφήτου ἰσοστατεῖ ἑαυτόν. ἀλλ' οὐχ οὕτως, ὦ βέλτιστε· ταῦτα δέ, φησίν, ἐγράφη πρὸς νουθεσίαν ἡμετέραν. καὶ αὖθις ὁ Παῦλος· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. πῶς δὲ καὶ οἷόν τε ὀρθοδοξεῖν τὸν λοξοεργοῦντα, τοῦ θείου Ἰακώβου ἐνισταμένου, ἐκ τῶν ἔργων δείκνυσθαι τὴν πίστιν καὶ τοὺς περὶ τὸ ἓν σφαλλομένους μηδὲ τὸ θάτερον ἔχειν; Τοσούτων οὖν καὶ τηλικούτων ὄντων μαρτυριῶν οὐκ οἴομαι ἀντιφάσκειν τὴν εὐγένειάν σου· εἰ δὲ τοῦτο, ἀντεπεστελλέτω τῇ ἀσυφηλίᾳ ἡμῶν ἀναλύσεις μὲν ἐν λόγῳ τῶν προταθέντων, ἀντεξαγωγὰς δὲ διευκρινεστέρας τῶν συσκευασθησομένων σοι. εἴθε καὶ πάρεισιν· ἡμεῖς γε σιωπήσομεν καὶ συγγνώμην τῆς ἐνστάσεως, καίπερ ἐν ζήλῳ οὔσης, αἰτησόμεθα. τὸ γὰρ ἐπιτιμᾶν μόνον ῥᾷστον καὶ τοῦ βουλομένου παντός, ὡς ἀναγινώσκεις, τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην διὰ μαρτυρίας τῆς θεοπνεύστου Γραφῆς ἀνδρὸς ὄντως ὑγιοῦς καὶ νοῦν ἔχοντος. Πρὸς δὲ τὸ μὴ εἰς ἀμετρίαν ἐνεγκεῖν τὴν ἐπιστολὴν ἐνταῦθα καταπαυσόμεθα τὸν λόγον, παραθέντες καὶ χρήσεις τοῦ Μεγάλου Βασιλείου εἰς ἐντελεστέραν ἀπόδειξιν. φυλαχθείης οὖν ἡμῖν πανέστιος ὁ ἠγαπημένος ἡμῶν δεσπότης, εὐεκτῶν ἀμφοτέρωθεν· ἡμεῖς γὰρ τὸ τῆς ἀγάπης σου καλὸν καὶ γράφοντες καὶ μὴ γράφοντες γλιχόμεθα ἔχειν. Τῶν ἀσκητικῶν τοῦ Ἁγίου Βασιλείου ἐκ τοῦ κʹ λόγου [τῶν κατὰ πλάτος ἐκ τῶν ἠθικῶν τοῦ λόγου]. Ὅτι δεῖ τὸν προεστῶτα ὑπομνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, ἆν ποτε ἀποσφαλῇ. Ἐκ τοῦ λδʹ. Τὸν μὴ καταδεχόμενον τὰ παρὰ τοῦ προεστῶτος ἐγκριθέντα χρὴ ἐν τῷ φανερῷ ἢ ἰδίᾳ αὐτῷ ἀντιλέγειν, εἴ τινα ἔχοι λόγον ἰσχυρὸν κατὰ τὸ βούλημα τῶν Γραφῶν, ἢ σιωπήσαντα τὸ προστεταγμένον ποιεῖν. εἰ δὲ αὐτὸς αἰσχύνεται, ἄλλοις τισὶ μεσίταις πρὸς τοῦτο χρησάσθω. Ἐκ τῶν ἠθικῶν τοῦ αὐτοῦ λόγου οβʹ. Ὅτι χρὴ τῶν ἀκροατῶν τοὺς πεπαιδευμένους τὰς Γραφὰς δοκιμάζειν τὰ παρὰ τῶν διδασκάλων λεγόμενα. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου μετὰ περισκέψεως καὶ δοκιμασίας πολλῆς κατὰ σκοπὸν τῆς πρὸς θεὸν εὐαρεστήσεως ἕκαστον ποιεῖν τε καὶ λέγειν, ὡς ὀφείλοντα καὶ ὑπ' αὐτῶν τῶν πεπιστευμένων αὐτῷ δοκιμάζεσθαι.

Intertext edge

Open linked passage

Note