Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
191.1
Γρηγορᾷ λαϊκῷ Ἄνθρωπε τοῦ θεοῦ, σήμερον ὁ Κύριός σε ἀνέστησεν εἰς βοήθειαν καὶ σωτηρίαν πολλῶν, μάλιστα ἡμῶν τῶν ταπεινῶν· καὶ γοῦν ἀκούω τὴν φροντίδα, ἣν ἀνεδέξω ὡς ἀπὸ θεοῦ ἐν τοῖς διὰ Κύριον ἀθλοῦσι, καὶ ἐξίσταμαι. ἀλλ' ὅμως, ἐπὰν θεοπρόβλητός σου ἡ διακονία, οὐ ξένον. καὶ ὅτι ἐκ θεοῦ, δηλοῖ τὰ πράγματα· πῶς γὰρ ἂν διεσώθης μέχρι τοῦ δεῦρο μὴ κρατούμενος, εἰ μὴ ὑπὸ θείας προνοίας σκεπαζόμενος ἦς; εὐλογητὸς ὁ θεός, ὁ ἐξεγείρας σε ἀλείπτην τῶν ἀγωνιζομένων ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, ὁ φρουρῶν σε ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖραν, ὁ διδοὺς τὸ ἀνολίγωρον, τὸ ἀπερικάκητον, τὸ ῥιψοκίνδυνον. ἐκλάμπει σου τὸ ἔργον, διαβοεῖταί σου τὸ δρᾶμα· καὶ πῶς γὰρ οὔ, θεοῦ διακονίαν ἀναδεδεγμένου; ἀθλεῖς, συναθλεῖς, καί γε τὸ παραδοξότερον, ὅτι οὐ μόνον μάρτυς, ἀλλὰ πολυμάρτυς σύ· ἑνὶ γὰρ ἑκάστῳ τῶν ἀθλούντων διὰ τῆς ἐπισκέψεως, διὰ τῆς τῶν τραυμάτων ἀλοιφῆς, διὰ τῆς θρεπτικῆς ἐπιδόσεως, διὰ τῆς προτροπῆς καὶ προθυμοποιήσεως συμμαρτυρῶν λογίζῃ παρὰ θεῷ καὶ ἔχεις οὐχ ἕνα στέφανον, ἀλλὰ τοσούτους, ὅσους καὶ ὑπηρετεῖς. ἐξέπεμψας τὸν ἅγιον Θαδδαῖον, ἔχεις τρεῖς μαρτυροῦντας καὶ ἕνα μὴ ζητηθέντα ἐκ τῆς φυλακῆς· μικρὸν ἀνάμεινον καὶ δέξῃ καὶ ἑτέρους. Ἀλλὰ φεῦ τῆς ἁμαρτίας μου, φεῦ τῆς ἥττης τῶν πεπτωκότων, τοὺς περὶ Λουκιανὸν λέγω καὶ τοὺς ἡμιθνεῖς, τοὺς μὴ ἔργῳ ἀλλὰ λόγῳ ἐξάρνους. μηδ' αὐτοὺς ἀποστραφῇς, ἄνθρωπε τοῦ θεοῦ, κλαίοντας καὶ μετανοοῦντας, κἂν ἀναξίους ἑαυτοὺς ἐποίησαν θεοῦ καὶ τῶν θείων· πόσα δακρύσουσι, πόσα κακοπαθήσουσιν ἵνα φθάσωσιν εἰς σωτηρίαν. ὁ θεός σε στερεώσοι, ἀδαμάντινε· αὐτός σε σκεπάσοι καὶ σώσοι εἰς τὴν βασιλείαν αὐτοῦ. εὔχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ. 192 Ἄννῃ πατρικίᾳ καὶ μοναζούσῃ Λύπης τὰ γράμματα τῆς ἁγιωσύνης σου καὶ οἱονεὶ ἠκανθωμένα ταῖς κατ' ἐμοῦ τοῦ ταπεινοῦ μέμψεσι. καὶ οὐ θαυμαστόν· φέρει γὰρ πάντως ἡ ὑπόμνησις τοιαῦτα. ἀλλ' ἐὰν κατανυγῇ σου ἡ τιμία ψυχὴ ἀνέχεσθαι τοῦ φήσαντος ἀξιοπιστότερα τραύματα φίλου ἤπερ ἑκούσια φιλήματα ἐχθροῦ, ἐπαινέσειεν μᾶλλον τὸν οὐ μόνον φίλον ἐν Κυρίῳ ἐμέ, ἀλλὰ καὶ ἱκετευτὴν καὶ φειδόμενον αὐτῆς ὡς τῆς ἑαυτοῦ ψυχῆς. οὐ τοίνυν ἀποστραφήσομαι τῆς κατὰ θεὸν ἀγάπης σου οὐδ' ἂν πλείους ἀγανακτήσεις ὑποδέξωμαι· οὐ γὰρ εἰμὶ οὕτως ἀδίδακτος, ὡς ἐν ταῖς εὐεργεσίαις προστίθεσθαι, ἐν δὲ ταῖς ἀποστροφαῖς ἀφίστασθαι (ἀνθρώπινα γὰρ ταῦτα), ἀλλὰ τότε μᾶλλον περισσεύω τὴν διάθεσιν, ὁπόταν ἀποτρόπαιος γίνωμαι. Ἐγὼ δὲ οὐδέ τι φορτικόν, ὡς οἶμαι, ἐφθεγξάμην ἢ μικρὸν ὑπόμνημα, δόξης σου φροντίζων καὶ ἀμεμψίας· οἱ γὰρ εἰς πρόσωπον εὐλογοῦντες οὐκ ἀποδεκτέοι, ὡς κρύβδην τἀναντία λέγοντες. δέχου μοι, κυρία μου, παρακαλῶ σε, εἰ κελεύεις, ποτὲ καὶ τραχύτερον λόγον· ἔνθεν γὰρ γνώσομαι κἀγὼ ὅτι με ἔχεις ἐν μέτρῳ. οὔτε γὰρ υἱὸς πρὸς μητέρα, οὔτε ἀνὴρ πρὸς σύνευνον, οὔτε φίλος πρὸς φίλον ἀεὶ χρηστολόγος, ἀλλ' ἔστιν ὅτε καὶ καθάπτης. Μήπως διὰ τὰς φλόγας τῆς ἐκκλησίας καὶ σύντομον δέξῃ μου τὴν ἐκ τῶν ἐνθένδε ἀποβίωσιν. ἡ χάρις μετὰ σοῦ, ἡ εὐλογία καὶ σωτηρία. 193 Σπαθαρέᾳ Ὁ οἶκός σου οἶκος εὐσεβείας, οἶκος φιλοξενίας, οἶκος καταφυγῆς τῶν ὑποχωρούντων τῶν πειρασμῶν· διὰ τοῦτο εὐλογημένη καὶ δεδοξασμένη σὺ ὑπὸ Κυρίου. ἀποστολικῶς σου τὰ κατορθώματα πεφανέρωται, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν, τὴν ὄντως χήραν ὑποτυπῶν καὶ ὑποδεικνύς. τοιαύτην σε ὁ Κύριος κυρίαν ἀνέδειξε, διαβοουμένην ἐν πολλοῖς· ἀλλὰ καὶ ἀναδείξειεν ἔτι, φυλάττων καὶ περιέπων σε εἰς κλέος τῆς χηριακῆς ἐκκλησίας τε καὶ χορείας ἐνταῦθα, ἐν δὲ τῷ μέλλοντι αἰῶνι εἰσαγάγοι σε εἰς νυμφῶνα ἀθανασίας σὺν παρθένοις ἁγίαις. 194 Ἀθανασίῳ τέκνῳ Ἡδέως ἐδεξάμην σου καὶ νῦν τὴν ἐπιστολήν, τέκνον μου ἠγαπημένον. ἐπεὶ δὲ καὶ ἀνέγνων, περισσοτέρως ἡδύνθην, εὑρών σε τοιοῦτον ὄντα, οἷον καὶ ἐγνώριζον ἐξ ἀρχῆς, οἰκειότερον δὲ εἰπεῖν, οἷον ἔτεκον ἐν Πνεύματι Ἁγίῳ. καί γε τοῦτο θαυμαστόν, τὸ ἐν ἀπουσίᾳ χρονίᾳ ἀναλλοίωτον τοῦ πόθου εἶναι τὸν στέργοντα τοῦ φιλουμένου καὶ διψαλέως ἔχειν τὸν μαθητὴν τὸ τοῦ διδασκάλου βλέπειν πρόσωπον, οὕτω συνημμένον ὄντα τῷ διδασκάλῳ τὴν στοργὴν φυλάττειν ἄσβεστον· ἀλλὰ τῆς ἀνοθεύτου ὑποταγῆς τὸ αἴτιον καὶ τὸ ἄκοντα καὶ μὴ βουλόμενον διαζευχθῆναί μου τοῦ ἀναξίου δι' οἰκονομίαν κρείττονα, ἣν δέδειχεν ὁ καιρὸς ὅ τε νῦν καὶ ὁ προλαβὼν εὖ γε καὶ πάνυ καλῶς ἔχουσαν. Στέργε οὖν, τέκνον, συγκοπιῶν καὶ συναθλῶν τῷ ἀδελφῷ ἡμῶν καὶ ἀρχιερεῖ (οὐ μικρὸς γάρ σοι ὁ ἔπαινος καὶ ὁ μισθός), οὐ μὴν ἀλλὰ καὶ γύμναζε πρὸς τὴν ἐνισταμένην ὑπὲρ Χριστοῦ ἀγωνίαν· ὁρᾷς γὰρ οἷα τὰ πραττόμενα. μαρτυρίου καιρός, καθὼς ἤκουσταί σοι πρὸς τοῖς προλαβοῦσι καὶ τὰ τῶν ἀδελφῶν σου. μὴ δὴ οὖν, ἀδελφέ μου ἀγαπητὲ καὶ ἐπιπόθητε, ἀμερίμνως ἔχε ὡς πορρωτέρω ὢν τῶν κολαζόντων, ἀλλὰ παρασκευὴν ποιοῦ θείαν, ἑτοίμη ἡ καρδία μου ὁ θεός, ἐπιλέγων," 4πρὸς ὅ τι καὶ καταξιώσειας ἐλθεῖν με" 5. μάρτυς Χριστοῦ ὁ ἀδελφὸς Θαδδαῖος, τελειωθεὶς ἐν αἵματι ἀθλητικῷ· ἐπεὶ καὶ εἴ τις ἄλλος ἐκ τοῦ πληρώματος ἡμῶν ἢ καὶ ἔξωθεν ἔτι ἐναθλῶν ἐξορίαις, φυλακαῖς, τυφθείς, οὐ μὴν ὡς Θαδδαῖος ὁ στεφανίτης. καὶ γοῦν δοξάσωμεν τὸν θεὸν οἷον προεπέμψαμεν ἐκ τοῦ χοροῦ ἡμῶν ἐν οὐρανοῖς. στενακτέον ἐπὶ τοῖς ὠλισθηκόσι καὶ εὐκτέον καὶ φυλακτέον τὸ περὶ ἡμᾶς, μή πως ἄλλοις κηρύξας, φησὶν ὁ Παῦλος, αὐτὸς ἀδόκιμος γένωμαι. Διό, ἀδελφέ, θερμότερον ποιοῦ μοι τὴν προσευχήν, ἵνα στερεότητι ψυχῆς τούς τε ἔνδοθεν καὶ ἔξωθεν ἐχθροὺς πολεμήσαιμι· περὶ γὰρ σοῦ ὅτι ἐγὼ αἰτῶ, μάρτυς Κύριος ὡς ἑπτάκις σε τῆς ἡμέρας λαμβάνω ἐν τῇ ταπεινῇ μου εὐχῇ εἰς τὸ σῴζεσθαί σε καὶ εὐδοξῆσαι μεγάλως ἐν Κυρίῳ. εἰρήνη σοι, σοφία, ἰσχύς, φιλητέ μου· οἱ σὺν ἐμοί σε ἀσπάζονται. 195 Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Παραμύθιον τῇ ταπεινῇ μου ψυχῇ τὸ τῆς ἁγιωσύνης σου γραμματεῖον, ὁσάκις ἂν καὶ ἐπιφοιτήσῃ, καί γε μάλιστα ἄρτι, ὁπηνίκα ἐκπέπληγμαι ὁ ταπεινὸς ἐκ τῶν ἐν τοῖς ἀδελφοῖς ἡμῶν συμβεβηκότων. ἐθανατώθη ὁ Θαδδαῖος ταῖς μάστιξιν ὑπὲρ Χριστοῦ καὶ ἤρθη μετὰ μαρτύρων, ἐπεὶ καὶ Δωρόθεος σὺν Βησσαρίωνι καὶ Ἰακώβῳ, κἂν ἔτι ἐπιμένωσιν ἐν σαρκί· ἥττηται Λουκιανὸς ὁ ταπεινός, περὶ τὰ μέσα που τῶν πληγῶν ὀκλάσας καὶ προδοὺς τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἕτεροι τέσσαρες, οἱ μὲν ὀλίγα δαρέντες, οἱ δὲ αὐτὴν τὴν ἀπειλὴν καταπλαγέντες. ὢ τῶν συμβάσεων· ἐκ μὲν τῶν πρώτων χαρὰ ἀνεκλάλητος, ἐκ δὲ τῶν δευτέρων λύπη δυσφόρητος. τί τἆλλα; ἠφάνισται θυσιαστήρια καὶ ἀφανίζεται πᾶς ἱερὸς οἶκος, πᾶς θίασος αἱρετίζει, πᾶς τόπος ἐμπέπρησται, πᾶσα ἀποκέκλεισται θύρα εὐσεβείας. νὺξ βαθεῖα, ὑπὲρ κεφαλῆς τὰ κακά. Ὁρᾷς, ἀδελφέ, εἰς οἵας ἡμέρας τετηρήμεθα, ἑλληνισμοῦ ἢ οὐδὲν ἢ μικρόν τι διενηνοχυίας; ἀλλ' ὅμως καὶ οὕτω χάρις τῷ προελομένῳ ἡμᾶς ἀγαθῷ θεῷ ἡμῶν εἰς μαρτύριον τοῦ εὐαγγελίου αὐτοῦ. καὶ τίνες ἐσμὲν οἱ ἀχρεῖοι, ὅσον τὸ κατ' ἐμέ, καὶ πόθεν ἡμῖν τοῦτο ἵνα μάρτυρες τῆς ἁγίας αὐτοῦ εἰκόνος εἴημεν; ἀλλὰ γένοιτο μέχρι τέλους τὸν τῆς ὁμολογίας δρόμον διανύσαι εὐχαῖς τῶν προεκδημησάντων. χαίρω ἀκούων ὅτι ἔρρωταί σου τὸ τίμιον σῶμα ὥσπερ καὶ ἡ ψυχή· ἔχω δὲ κἀγὼ ὡσαύτως, κἂν ἐπὶ τοῦ συναμφοτέρου διὰ τὰς ἔκτοτε ἁμαρτίας οὐδὲν ἐπαίνου ἐν ἐμοί, κἂν σεμνολογῶμαι ὑπὸ τῆς δοκιμότητός σου, ὡς οἶσθα. εὔχομαι δὲ ὁ ἐλάχιστος ἕως τέλους ἐκλάμπειν σε ἐν ἀρχιερεῦσι Χριστοῦ, λαμπρότητας κατορθωμάτων ἐπὶ ταῖς προλαβοῦσι λαμπρότησι φρυκτωροῦντα. Οἱ σὺν ἐμοὶ μετ' αἰδοῦς ἀσπάζονται τοὺς ὑπὸ τὴν ἱεράν σου χεῖρα ἀδελφούς μου, κατ' ἐξοχὴν Ἀθανάσιον τὸν σύμπονον καὶ σύναθλον πλεῖστα προσαγορεύω. 196 Εὐχαρίστῳ τέκνῳ Ἐπειδὴ ἐπεζήτησας, τέκνον μου ἠγαπημένον, γράμμα μου ἔχειν, ἰδού σοι τὸ ἐπιθύμιον· ἀλλὰ τί ὀνήσῃ ἐξ αὐτοῦ, οἰκτροῦ ὄντος καὶ οὐδενὸς ἀξίου; πλὴν πίστεώς σου καὶ ἀγάπης εἰλικρινοῦς ἔργον, δι' ὧν ὁ ἀληθινὸς ὑπήκοος γνωρίζεται καὶ ἡ πρὸς τὰ κρείττονα πορεία ἐμφανίζεται. φυλαχθείης μοι τοίνυν ἐν ἀμφοτέροις βελτιούμενος καὶ εἰς κλέος ἀρετῶν προαγόμενος, ὁ ὡς ἀληθῶς εὐχάριστος καὶ χαρᾶς ἐπώνυμος, καὶ ἴδοιμί σε ὁσίοις συναρίθμιον καὶ δικαίοις συνεκλάμποντα. Προσεύχου περὶ ἐμοῦ, γλυκύτατον τέκνον. 197 Ἰωάννῃ ἡγουμένῳ Καὶ πάλιν ἐπιστέλλω τῇ ἁγιωσύνῃ σου (καὶ ἐπιστέλλων οὐ παύσοιμι, μόνον εἰ γραμματηφόρου ἐπιτεύξοιμι), ὁμοῦ μὲν τὸ τῆς ἀγάπης καθῆκον ἀποπληρῶν, ὃ παρὰ τοὺς πολλοὺς ἔστι μοι ἀναπτόμενον, μὴ ταῖς πρότερον συμβάσεσι μειούμενον ἀλλὰ ταῖς μετέπειτα ἐκλάμψεσι φρυκτωρούμενον, ὁμοῦ δὲ καὶ ἀποδεχόμενος ἐν μακαρισμῷ τὴν παροῦσάν σου εὐανδρίαν, μᾶλλον δὲ ὁμολογίαν Χριστοῦ, καὶ ὡς οὐκ ἡγήσω τι τῶν παρόντων προτιμότερον τῆς θείας ἀγάπης, δι' ἣν ἐν ἐξορίᾳ τληπαθῶν διανύεις μαρτυρικὸν ἀγῶνα, οὐδ' οὐ μὴν παρετράπης τῆς ἐνστατικῆς προθέσεως τῇ τῶν φρεναπατηθέντων ψευδαδέλφων ὑποσκελίσει, προηγουμένως κρατούμενος τῇ τούτων ἀγαπητικῇ σχέσει, ἀλλ' οἷον πάντων ἀπορραγεὶς καθάπερ κάλων μόνης ἐγένου τῆς ἐφέσεως τῶν ἄνω. Διά τοι ταῦτα καὶ μακαρίζω σε, ὦ πάτερ, καὶ ἀγαπῶ λίαν καὶ αἰτῶ πάνυ προσεύχεσθαι ὡς ἐπὶ τῶν ἐγκαρδίων σου φίλων καὶ περὶ ἐμοῦ τοῦ ἐλαχίστου, ὅπως ἐν παντὶ τρόπῳ πάντοτε εὐαρεστήσαιμι Κυρίῳ, ὅτι ἕως τοῦ δεῦρο οὐκ οἶδα ἀγαθόν τι πεποιηκὼς ἐνώπιον αὐτοῦ. τὰ δὲ τῆς ἐκκλησίας ὅπως ἔχει χαλεπῶς, ἀκουτίζεταί σοι πάντως, καὶ οἷα τιμωρητήρια γέγονεν ἐπὶ τῶν ἀδελφῶν τῆς καθ' ἡμᾶς ἀδελφότητος, ὧν εἷς ἴσα μαρτύρων ἐξεδήμησε πρὸς Κύριον. ἵνα δὲ γινώσκῃς, ὅτι καὶ ὁ Φλουβουτῆς ὥσπερ ὁ Μηδικιώτης ἀνέσφηλεν· καὶ ὁ μὲν κρατεῖται, ὁ δὲ ἀπανεχώρησε τῆς μονῆς κλαίων τὴν ἧτταν. δοίη Κύριος τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων· πλὴν ὅτι ὁ Ἰωσὴφ παρρησίαν εἴληφεν εἰς τὸν κρατοῦντα καὶ διωγμῶν αἴτιος γίνεται ὡς πάλαι. Προσειπεῖν ἀξίωσον τοὺς ὑπὸ τὴν ἱεράν σου πλευρὰν τελοῦντας· σὲ οἱ σὺν ἐμοὶ πλεῖστα προσφθέγγονται. 198 Τιμοθέῳ τέκνῳ Ὡς καλὴ ἡ ἐπιστολή σου, τέκνον ἠγαπημένον, πίστει τε καὶ ἀγάπῃ τῇ πρὸς τὴν ταπείνωσιν ἡμῶν κατηγλαϊσμένη. καί γε δοξάζω τὸν Κύριον ἐπὶ τῇ ἀμεταθέτῳ σου διαθέσει, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῇ εὐλαβείᾳ καὶ εὐδοκιμότητί σου, ὅτι καὶ δίχα τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ὢν διαβιοῖς μετὰ τῶν ἀδελφῶν σου ἀσφαλῶς, κιχρῶν ἑαυτὸν ἐν τοῖς ἀναγκαίοις ἅπασιν. εἰς τί δὲ οἱ ἔπαινοι, οὕς μοι ἀναφέρεις, οὐκ οἶσθα ὅτι ἔρημός εἰμι παντὸς ἀγαθοῦ; ὅλως καὶ τοῦτο τοῦ φιλικοῦ σου τρόπου αἴτιον. Μᾶλλον οὖν, ἀδελφέ, προσεύχου ἀφέμενος τοὺς λόγους, καὶ μάλιστα ἄρτι, ὁπότε πῦρ ἀσεβείας κατεμπιπρῶν τὴν ἐκκλησίαν, ἡνίκα μαρτυρικοὶ ἀγῶνες, τοὺς μὲν αἱρουμένους καὶ εὐσεβοῦντας ἀθλητὰς Χριστοῦ ἀπεργαζόμενοι, ὥσπερ Θαδδαῖον τὸν ἅγιον ἀδελφὸν ἡμῶν, εἴ τινας ἄλλους, τοὺς δὲ φυξήλιδας, λιποταξίου αἰσχύνην προξενοῦντας, ὥσπερ Λουκιανὸν τὸν ἐλεεινὸν ἀδελφὸν ἡμῶν, εἴ τινας ὁμοτρόπους. παρακαλῶ σε οὖν, τέκνον μου ἠγαπημένον, ἐμπαράσκευον εἶναι καὶ μὴ δοκεῖν σε ἀπείραστον διαμένειν ὡς μακράν που διιστάμενον. ἥξει ὡς οὐ δοκοῦμεν ἡ ἁρπαγή, ἐπειδὴ καὶ θεὸς ἕκαστον δοκιμάζει ὡς ἐν πυρὶ καὶ ὁ κρατῶν πλέον τῶν ἄλλων βρέμει ἐφ' ἡμῖν διά τε τὰ προλαβόντα καὶ τὴν περισσοτέραν ἔνστασιν· τίς γὰρ ἄλλος ἐν ὑποτακτίταις ἄρτι ἐναθλῶν πλὴν τῶν ἡμετέρων ἢ τί ὁ ἐν αἵματι τελειωθεὶς πλὴν Θαδδαίου τοῦ μάρτυρος; Στερεοῦ οὖν, παρακαλῶ, οὐ μόνον σεαυτόν, ἀλλὰ γὰρ καὶ τοὺς σὺν σοὶ ἀδελφοὺς καὶ τέκνα μου, ἵνα, κἂν μὴ ἔλθῃ τὰ τοιαῦτα, μάρτυρες τῇ προαιρέσει εἴημεν. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου· ἡ χάρις μεθ' ὑμῶν. ἀμήν.