Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
167.1
Πασαρίωνι τέκνῳ Μαθὼν ὅτι ἀπέστης ἐξ οὗ ἦς ἕως τοῦ παρόντος τόπου καὶ κατῆλθες πρὸς τὸν οἰκονόμον, τέκνον, ζητῶν τὸ καλῶς πορεύεσθαι, ἐδόξασα τὸν ἀγαθόν μου θεόν, ἀποβαλὼν τὸ λυπηρόν· καὶ γὰρ οὐ μικρὸν ἐλυπούμην ὅτι ἐνέμεινες παρὰ τὴν ἐντολὴν ἐκεῖσε, μὴ συνελθὼν ἐν καιρῷ τοῦ διωγμοῦ καὶ τῆς περιστάσεως ἡμῶν ἕνεκεν τῆς ἀληθινῆς ἡμῶν λατρείας, καίπερ ὢν ἐκ τῶν κεφαλῶν καὶ δυναμένων βοηθεῖν ἔργῳ καὶ λόγῳ. ἀλλ' ὅμως ἐγένετο καὶ ὁ θεὸς συγχωρήσοι σοι. Νῦν οὖν, τέκνον μου ἀγαπητόν, περιπάτησον εὐαγῶς, ἀνοικοδομῶν τὴν βραδυτῆτά σου εἰς τὴν τῶν ἀδελφῶν σου καὶ ἑτέρων ὠφέλειαν, μέχρι θανάτου ἐγκαρτερῶν καὶ μὴ προδιδοὺς τὸν Χριστόν. μόνος μὴ εἶ, ἀλλὰ μεθ' ἑνὸς ἢ καὶ πρός, μετ' ἐκείνου δὲ πάντως τοῦ αἱρουμένου, εἴ τις ἂν εἴη· ὁριστικῶς γὰρ οὐχ οἷόν τε ἐπιτρέψαι με. Μνημονεύων μοι μὴ διαλείποις· ἀσπάζονταί σε οἱ ἀδελφοί σου. 168 Λαυρεντίῳ τέκνῳ Τίς ἐστιν ἡ τοσαύτη χάρις σοι, τέκνον, ἵνα ἐκκαλεῖταί με ὁ οἰκονόμος ὑπὲρ αὐτοῦ εὐχαριστίας σοι προσφέρειν; ὅλως οὐχ ὑπὲρ ἐκείνου μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐμαυτοῦ καὶ γράφω καὶ ἐπαινῶ καὶ εὔχομαί σοι, ὅτι ὡς ἀληθῶς πιστὸς υἱὸς εἶ, φιλοπάτωρ, φιλάδελφος, δεικνύων αὐτοῖς ἔργοις. τίς γὰρ πρῶτόν σου ἐπεσκέψατό με τὸν ἁμαρτωλὸν ἐνταῦθα; τίς δὲ τὸν οἰκονόμον ἢ ἐθεώρησεν ἢ ἐπέδωκεν διάθεσιν ἀγάπης ἔμπρακτον; καὶ γάρ ἐστι πρῶτος ἀδελφός, καὶ ὁ ἐκείνῳ ποιῶν τι ἐμοὶ ποιεῖ· οὐχ ὅτι καὶ αὐτοὶ πάντες οὐκ ἐστὲ σπλάγχνα μου (ἐστὲ γάρ), ἀλλ' ὅτι ἐκεῖνος τιμιώτερος, τὸ πρόσωπον τῆς ταπεινώσεώς μου φέρων κατὰ τὸ δίκαιον. Εὐλογημένος εἶ, υἱέ μου ποθητέ, καὶ εὐλογημένη ἡ ὑποταγὴ καὶ ὑπακοή σου. προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. ἐξ ἐμοῦ προσαγόρευσον τὸν ἀδελφόν μου καὶ ἀγαπητὸν υἱὸν Διονύσιον καί, εἴ τις ἔστιν ἄλλος φυλάττων μυστήριον τῶν τέκνων μου, κἀκεῖνον ἄσπασαι. παρακαλῶ δέ, τὸν Ἀρκάδιον, ἐὰν οὐ συμπίῃ ὅπου ἐστί, παράλαβε αὐτὸν ὡς ἀπ' ἐμοῦ καὶ περίσωσον αὐτόν. μισθὸν ἔχεις.