Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 12 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Θωμᾷ δισυπάτῳ Ποία πρόσρησις ἢ τίς λόγος παρακλήσεως εὑρεθείη πρὸς ἡμῶν τῶ ταπεινῶν τῇ σῇ κυριότητι πρὸς τὰ ἐνόντα αὐτῇ λυπηρά, ὦ δέσποτα; ἐξενώθης τῆς ἐνεγκαμένης σε καὶ θρεψάσης πόλεως, ἀπεστερήθης τῆς μεγίστης ἑστίας, ἀπεγυμνώθης τῆς λαμπρᾶς ἀξίας, προσθήσω δὲ καὶ τῆς ὑπάρξεως, ἀποδιέστης τῶν φίλων, τῶν συνήθων, τῶν φιλτάτων σου τέκνων, ὑπερωρίσθης ὧδε κἀκεῖσε· τὰ δὲ τῆς ὑπερορίας ὅσα εἰς κακοπάθειαν τῷ ἀήθει σου σώματι, ἔνδεια βρωμάτων, πομάτων, λοετρῶν, ἐρημία ὁμιλούντων, εὐπορία προσεπεμβαινόντων, προσπλησσόντων. οἱ γάρ ποτε εὐγνώμονες νῦν ἴσως ἀγνώμονες καὶ οἱ φίλοι καὶ γνώριμοι τετράφθωσαν τὰ πρόσωπα, ἢ ἐγγύθεν ἢ μακρόθεν ὄντες, ἀπὸ τοῦ γνωρίζειν καὶ φιλεῖν καὶ κήδεσθαι. φροντὶς ἐπὶ τούτοις τῶν ἔτι ἐπιλελειμμένων ὑπηρετῶν δούλων, καὶ πρό γε τούτων τῶν καλλίστων παίδων· καὶ τὸ δύνασθαι οὐ πρόσεστι. καὶ ἐπὶ τούτοις καθέζῃ πρὸ τοῦ ἄστεος, οἷον ἐπὶ τῶν ποταμῶν Βαβυλῶνός ποτε ἀπαγόμενος εἰς Ἀσσυρίους Ἰσραήλ· ἐν ᾦ, φησίν, ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιών. Στεναγμοῦ τοίνυν καὶ κατηφείας καὶ δακρύων τὰ σά. ἀλλ' ἐπεὶ πρόσεστί σοι γνώσεως χάρισμα καὶ φρονήσεως δώρημα, οὐ πάντως καταπίπτειν οἰόμεθά σε ἐν τούτοις, εἰδότα ὅτι πειρατήριον ὁ βίος ἀνθρώπου, κατὰ τὸν ἀοίδιμον Ἰώβ, ὃς ὅσα πέπονθεν οὐκ ἀγνοεῖ σου ἡ πολυπειρία οὐδὲ τὴν ἄλλην ἄστατον φορὰν τῆς παραυτίκα ζωῆς, ἄλλοτε ἄλλως ἐχούσης κατὰ πᾶσαν σχεδὸν ἡμέραν τε καὶ ὥραν· ῥοῇ γὰρ καὶ ἀπορροῇ ἔοικεν, ἄνθεσί τε καὶ ὀνείρασι καὶ οἷστισιν ἄλλοις, κατὰ τὰς θείας φωνὰς τῶν ἁγίων. ἀναλογιζέσθω γάρ σου ἡ τιμία ψυχή, πόσα ἐν τῷ μεταξὺ χρόνῳ τῆς ἀπαγωγῆς πέπρακται, τῶν μὲν ἀποπεπτωκότων, τῶν δὲ ἀνυψωθέντων, ἄλλων τεθνηκότων, ἑτέρων εὐπραγησάντων, ἄλλων δυστυχησάντων. καὶ οὐδεμία στάσις ἐν τῷ ἀστάτῳ καὶ εὐκινήτῳ δρόμῳ τοῦ βίου ἡμῶν. Ἐκεῖνο τε πάλιν ἀληθὲς ὄν, ὅτι πάντες ἄνθρωποι ἐν ἐξορίᾳ ἐσμέν, κατὰ τὸ ἀποικισθῆναι ἡμᾶς διὰ τοῦ πρωτοπλάστου ἐκ τοῦ παραδείσου, ὡς ὁ λόγος, καὶ εἰς τόδε τὸ θανατηφόρον χωρίον ἐναυλίζεσθαι, ἕως ἂν τὸ ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου ᾄδωμεν, μεταβαίνοντες ἐκ παροικίας εἰς ἐλευθερίαν. ὥστε οὐδὲ ἐξορίζειν δύναιντ' ἂν ἄνθρωποι τοὺς ὁμογενεῖς, κατὰ τὸ ἀκριβὲς τοῦ λόγου, ἐξόριστοι ὄντες καὐτοί. ἐπεὶ πάντες πάροικοι καὶ παρεπίδημοι περιγεγράμμεθα. Εἴ τι τοιοῦτον φάρμακόν σοι παρηγορίας, παραμύθιον παρακλήσεως, αἰτοῦμεν, ἀντιβολοῦμεν εἰς τὸ ἐνεγκεῖν μακροθύμως τὰ συμβάντα, εὐχαρίστως τὰ λυπηρά, ὅπερ πεπείσμεθα ἐσχηκέναι σε. ἐπεὶ πόθεν ἄλλοθεν οἴσομεν τὴν ἐπιφοράν; εἶτα ὅτι κἀντεῦθεν τὰ μεγάλα κερδανοῦμεν, δι' ἀπραξίας εὐπραξίαν τὴν μείζονα, διὰ πενίας πλοῦτον τὸν ἀμετάπτωτον, δι' ἀδοξίας δόξαν τὴν ἀκήρατον. καὶ τάχα παρακληθήσονται καὶ αὐτοὶ οἱ κρατοῦντες εὐσεβεῖς ἡμῶν βασιλεῖς ὀψέ ποτε ἐπαναγαγεῖν σε εἰς τὰ οἴκοι καὶ ἀποδοῦναι τὰ δέοντα. ἴσμεν γὰρ αὐτῶν τὸ φιλάνθρωπον καὶ εὐμετάμελον, ᾧπερ κιχρῶνται με γάλως ἐπὶ τοῖς τοιούτοις. ἕως δ' ἂν ἐπιμένῃς, παρακαλέσαι σε κύριος ὁ θεὸς παρακλήσει ὑπομονητικῇ καὶ εὐχαριστηρίῳ, ἀλλὰ καὶ πείσειεν αὐτοὺς τοὺς κρατοῦντας τὸ προειρημένον ἡμῖν πρᾶξαι ἐπὶ σοὶ καὶ ἀποδοῦναί σε τὸν περιπόθητον τοῖς φιλοῦσι σε.

Intertext edge

Open linked passage

Note