Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 11 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Ἀναστασίῳ ἐπισκόπῳ Κνωσίασ Τί σοι γένονεν, ὦ ἱερώτατε πάτερ, καὶ τί τοσοῦτον μετὰ μίαν καὶ δευτέραν παραίτησιν ἔτι παραβιάζῃ, ὥστε παρ' ἐμοῦ τοῦ ἀμαθοῦς καὶ περιπαθοῦς λόγον εἰληφέναι ὠφελείας; ἔγωγε μᾶλλον ἔχω χρείαν ὑπὸ σοῦ φωτισθῆναι, ὁ καὶ τῇ τάξει δεύτερος καὶ τῷ βίῳ ἐσκοτισμένος, οὐ τὰ περὶ ἐπισκοπῆς ὀφειλόμενα (φεῦ γὰρ τῆς ἐμῆς ἀνικανίας), ἀλλὰ τὰ περὶ μοναχικῆς εἴτουν ἡγουμενικῆς καταστάσεως, τὸ πῶς ἆρα ἀφηγησάμενος κατὰ λόγον τὸ ἐμπιστευθέν μοι ἀναξίως ποίμνιον εὕροιμι θεὸν ἵλεω ἐν ἡμέρᾳ τῆς φρικτῆς ἀπολογίας μου. Ἀλλὰ τοῦτο πέπονθας πάντως ἐξ ἄκρας μετριοφροσύνης· ἐκπειράζειν γάρ μου τὴν ἀπαιδευσίαν οὐ θέμις με ὑπονοεῖν τὴν ἀρχιερωσύνην σου. ἐγὼ τοίνυν δέδοικα τὰ τοῦ οἰκείου βαθμοῦ, ὦ ἱερὰ κεφαλή, καὶ ἰλιγγιῶ περὶ τὴν ψυχικὴν κυβέρνησιν τῷ ὄντι, πῶς δὴ οὖν ἐκ τῆς πολυταράχου καὶ ἀεικυμάντου νοητῆς θαλάσσης ἀποσώσαιμι τὸ ἐγχειρισθέν μοι τοῦτο βραχύτατον καὶ λογικὸν πλοιάριον εἰς λιμένα σωτηρίας· ὅτι πρὸς τοῦτο καὶ πολιτείας ἀκραιφνοῦς χρεία καὶ γνώσεως ἱκανῆς ἐπιτυχία, ἵν', ὡς ἐν δυσὶν αὐχῆσι πηδαλιουχῶν, γρηγόρως καὶ ἐπιστημόνως ἀκαταβάπτιστον τοῖς ὕδασι τῆς ἁμαρτίας ἐμαυτόν τε καὶ τοὺς ἑπομένους μοι διαφυλάττω. Αὕτη τοίνυν ἡ ἐμὴ ἀπολογία τοῦ ταλαιπώρου. ἐπεὶ δὲ τὸ τῆς ὁσιότητός σου κέλευμα οὐκ ἀκίνδυνον πάντῃ καταλιπεῖν, εἰ καὶ ὑπὲρ δύναμίν μου, ἀνυπήκοον, ἄλλως τε καὶ ἐκ τοῦ οἰκείου μου πατρὸς τὴν ἐπιταγὴν δεξάμενος, πεποιθὼς τῇ ἀμφοτέρων εὐπειθείᾳ τοῦτό σοι, ὦ θειότατε πάτερ, ἐν εἴδει ὑπομνήσεως ἐπιφθέγγομαι, ὅτι μεῖζον κατὰ πολὺ καὶ ὑπερβάλλον τὸ πλοῖον τῆς σῆς τελειότητος πρὸς τὸ ἐμὸν νηάριον (φημὶ δὴ τὸ ἐπισκοπικὸν ὕψωμα πρὸς τὸ ἡγουμενικὸν ἀξίωμα) καὶ τοσοῦτον, ὅσῳπερ ἂν καὶ πλειόνων ἄρχειν ἠξιώθης, καὶ ταῦτα οὐχ ἑκόντων ἴσως οὐδὲ ὁμογνωμόνων οὐδὲ τῆς αὐτῆς φύσεως καὶ ἀξίας, ἀλλὰ καὶ ἀρρένων καὶ θηλείων, μοναστῶν τε καὶ μιγάδων, ἀρχόντων τε καὶ ἀρχομένων, γημώντων τε καὶ ἀγάμων, δούλων τε καὶ ἐλευθέρων, ὀρφανῶν τε καὶ χηρευόντων, πλουσίων τε καὶ πενήτων, δυναστευόντων τε καὶ καταπονουμένων, χρεωφειλετῶν τε καὶ δανειστῶν, ἁβροδιαιτούντων τε καὶ λιμοκτονουμένων, πολυκτημόνων τε καὶ ἀνεσθήτων, μαλακοφορούντων τε καὶ ῥακοδυτούντων. ταῦτα γὰρ καὶ πλείω τούτων οὐκ ἐπιφαίνεται τῷ ἡμετέρῳ βίῳ, ὁ δὲ σὸς ἐμπέπλησται. καὶ οὐδὲ πᾶς ὁ λαός σου ὑπὸ μιᾶς φροντίδος δεδιοίκηται οὐδὲ πάντων τὰ πρόσωπα καὶ τὰ ὀνόματα οἶσθα οὐδὲ ἑκάστου τὰς μεθόδους τῆς ζωῆς διαγινώσκεις, ἀλλὰ ἄλλοι ἄλλως κατὰ πολὺ τὸ διάφορον ἔχουσιν· οἱ μὲν γὰρ ἴσως γεωπονοῦσιν, οἱ δὲ ναυτίλλουσιν, οἱ δὲ ποιμενεύουσιν, οἱ δὲ ἀπρακτοῦσιν, οἱ δὲ πρακτορεύονται, καὶ πολὺς ὁ λόγος τῆς ἐφ' ἑκάστῳ ὁρωμένης ἐργασίας. Ἐπὶ τούτοις δὲ πᾶσιν ὅσος καὶ ὁπηλίκος ὁ κόπος, καθὰ λογίζομαι ὁ ἀλόγιστος, ὅσος ὁ ἱδρώς, ὁ ἀγών, ὁ δρόμος, ἡ εὐτονία, ἡ φροντίς, ἡ μέριμνα, ἡ ἔκτηξις τῆς σαρκός, ἡ ὀδύνη τῆς ψυχῆς, ἡ τῆς διανοίας κατακοπή. ὥσπερ οὖν ὁ ἀπευθύνων τὴν ναῦν ἐν μεγάλῃ ζάλῃ καὶ καταιγίδι θαλάσσης ὅλος νήφων ἐστὶ καὶ ἀπερίτρεπτος, ἀνύστακτον ἔχων τὸν ὀφθαλμὸν (οὐδὲ γὰρ εἰς βραχὺν φέρει κίνδυνον τὸ μικρῶς πως παρεμπεσεῖν ἀπειρίαν καὶ ἀμέλειαν), οὕτω πολλῷ μᾶλλον ὁ κυβερνήτης τῶν ψυχῶν ἀγωνιστικώτερον καὶ ἀκριβέστερον ὀφείλει εἰδέναι τὸ τῆς προστασίας ἔργον, ἵνα μὴ ὑποβρύχιος γένηται τῷ βυθῷ τῆς ἀπωλείας. διὰ ταῦτα, ὡς οἶμαι, ἁγιώτατε, ἐβόα ὁ μέγας ἀπόστολος τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; καὶ πάλιν ὅτι ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος, ἀλλ' ἔννομος Χριστοῦ. τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα τοὺς πάντας κερδήσω. ἰδοὺ οὕτως καὶ οἱ κατ' αὐτὸν κανόνες καὶ ὅροι ἐπισκοπῆς καθάπερ καὶ αὐτοὶ οἱ θεσπέσιοι πατέρες ἡμῶν διαγορεύουσιν. Λοιπὸν ἀναγνοὺς καὶ διαγνοὺς τὰ τῶν ἁγίων καὶ ἐπὶ χεῖρας ἔχων τὰ θεοπαράδοτα λόγια, τί πρὸς ἐμοῦ τοῦ τάλανος τοιοῦτόν τι ἐπιζητεῖς; ἐγὼ δοκῶ τὸν ἐπίσκοπον εἶναι ἔφορον καὶ ὑπεύθυνον τῆς ἐπὶ πᾶσι τῶν ἀρχομένων γενομένης διαπράξεως, ἄγγελον ἀσίγητον, τὰ τοῦ θεοῦ δικαιώματα κηρύσσοντα, ὄμμα ἀκοίμητον τὰς ἑκάστου ὁδοὺς τῶν ὑπ' αὐτοῦ ἐξαγομένων ἐπιβλεπόμενον, μίμημα Χριστοῦ, εἰς ὃν οἱ ἑπόμενοι προσέχοντες τὴν ἑαυτῶν ζωὴν εὐαγγελικῶς χαρακτηρίζουσιν, φωστῆρα ἀειλαμπῆ τοῖς ἐξ ἀγνοίας καὶ ἁμαρτίας νυκτομαχοῦσιν γνωριζόμενον, τὸν λόγον τῆς διδασκαλίας ἐπομβρίζοντα τοῖς διψῶσι τὰ σωτήρια, οἰκονόμον μέγιστον, τὸν ἑκάστου βίον λογοθετεῖσθαι μέλλοντα ἐν καιρῷ ἀνταποδόσεως. οὔτε οὖν μεῖζόν τι τῆς πρὸς θεὸν ἐγγύτητος καὶ ἀγάπης οὔτ' ἂν εὐμισθότερον ὡς ἡ τηλικαύτη ἐπιστασία (καθώς φησιν αὐτὸς ὁ Χριστὸς πρὸς τὸν κορυφαῖον ἀπόστολον, εἰ φιλεῖς με, Πέτρε, πλεῖον τούτων, ποίμαινε τὰ πρόβατά μου) οὔτε ἐπικινδυνότερον καὶ ὀλεθριώτερον τοῖς ἀναξίως ταύτην ἀσπαζομένοις. Ἀλλ' αὐτὸς εὖ οἶδα, πατέρων ἄριστε, ὅτι ὡς ἀγαθὸς ποιμὴν τὴν ψυχήν σου ἀεὶ τεθεικὼς εἶ ὑπὲρ τῶν σῶν προβάτων, προκινδυνεύων ὑπὲρ ἑνὸς ἑκάστου, μὴ πτοούμενος ἀπειλὰς ἀνθρωπίνας, μὴ ὑποστελλόμενος τὸν τῆς ἀληθείας λόγον ἐξ ἐναντίας τῶν ἀντιδιατιθεμένων, τὸ τοῦ μόνου βασιλέως θέλημα ἀποθεραπεύων· πρὸς τούτοις ἐλέγχων μετὰ παρρησίας, ἐπιτιμῶν μετὰ συμπαθείας, εἰρηνεύων καὶ καταλλάσσων τοὺς διισταμένους, ἀφορίζων μετὰ εὐκρισίας τὸ βέβηλον ἀπὸ τοῦ ὁσίου, τὸ ὑγιὲς ἀπὸ τοῦ νενοσηκότος, ὡς ἂν μὴ μεταδοίη τῆς οἰκείας ἀρρωστίας τὸ πλησιάζον, τὸ πλανώμενον ἐπιστρέφων, τὸ ἠσθενηκὸς ἐνισχύων, τὸ συντετριμμένον καταδεσμεύων. Ὡς πολύ σου ὄντως τὸ ἔργον· ἡγουμένων ἐπίσκεψις, κελλιωτῶν ἐπίκρισις, πρεσβυτέρων καὶ διακόνων χειροτόνησις καὶ βίου τούτων πάντων ἐπιτήρησις, χηρῶν προστασία, ὀρφανῶν ἐπικουρία, καταπονουμένων ἐκδίκησις, ἀδικουμένων ὑπερμάχησις καὶ μέντοι καὶ ὑπεροχῆς διατήρησις. ἐπειδὴ ὅταν μηδὲν ᾖ τὸ βλάπτον καὶ κωλῦον εἰς θεοσέβειαν, ὑποτάσσεσθαι καὶ ἡμᾶς πάσῃ ἀρχῇ καὶ ἐξουσίᾳ προσήκει καὶ φιλιάζειν, εἰ δυνατόν, πρὸς ἅπαντας διὰ τῆς εὐμεταδότου καὶ φιλοφρόνου δεξιώσεως καὶ προεπιδόσεως. ἀπείη γὰρ περὶ τῆς μακαριότητός σου τὰ τῆς ἐναντίας μερίδος τῶν κακῶν ποιμένων διαγορεύειν, οἷον τῶν αἰσχροκερδῶς ποιμαινόντων τὸ ποίμνιον, τῶν εἰς ἀφορμὴν βίου λογιζομένων τοιαύτην ἀξίαν καὶ εἰς σαρκὸς ἀνάπαυσιν καὶ εἰς ἐπιθυμίας ἀπόλαυσιν, εἰς κατάσχεσίν τε πλούτου τοῦ ῥέοντος καὶ εἰς κτῆσιν πλέθρων γῆς τόσων καὶ τόσων, ἀγέλης τε ἀνδραπόδων καὶ βοσκημάτων πληθύος, καὶ διὰ τοῦτο ἀνθρωπίνως καὶ οὐ θεϊκῶς ἐπιπηδώντων τῷ ὕψει τῆς προστασίας εἰς τὸ αἴρειν τὴν ὀφρῦν κατὰ τῶν ὑποδεεστέρων καὶ προκαθέζεσθαι σοβαρῶς κατὰ τῶν ὑπερτίμων. καὶ ἐῶ λέγειν περὶ τῶν διαμαχομένων ἴσα καὶ τῶν δεκανικῶν ὑπὲρ τῶν ἀπολλυμένων πραγμάτων καὶ οὐκ ἀνθισταμένων ὑπὲρ τῶν τῆς εὐσεβείας δογμάτων ἤ, τὸ πολὺ χεῖρον τούτων, περὶ τῶν ὑποσπώντων καὶ ὑπωπιαζόντων τὰ τῶν ὑποχειρίων κἀκ τούτου συναθροιζόντων δύναμιν καὶ περιουσιασμόν. οἷς γὰρ μᾶλλον ἔδει χεῖρα ὀρέγειν πενομένοις, τούτους κατὰ μικρὸν ἐκθλίβειν οὐ παραιτούμενοι, τίνι ὁμοιωθήσονται; Πέτρῳ καὶ Ἰωάννῃ ἆρα καὶ τοῖς ὀπαδοῖς αὐτῶν; οἷς, φησίν, ἀργύριον καὶ χρυσίον οὐχ ὑπῆρχεν, ἀλλ' ἡ τοῦ θείου πνεύματος χάρις; ἢ Σίμωνι τῷ μάγῳ καὶ Ἰούδᾳ τῷ προδότῃ καὶ Γιεζῇ τῷ φιλαργύρῳ καὶ τοῖς λοιποῖς πλουσίοις τοῦ αἰῶνος τούτου; ἐκείνων δὲ λέγω, τῶν τὸ παρὸν μόνον ὅπως αὐτοῖς εὖ ἕξει σκοπούντων καὶ σάρκα θεραπευόντων καὶ τῷ χρυσῷ τῇ καρδίᾳ προστιθεμένων καὶ τοῦτον ἴσως τοκιζόντων ἢ ἐπὶ πλεονασμῷ διανειμόντων τοῖς ἐνδεέσιν καὶ πρὸς τὰ οἰκεῖα θελήματα κατακρατούντων καὶ προσπαθῶς τοῖς οὐκ ἀξίοις ἢ τοῖς ἀγχιστεύουσι χρωμένων. οἵτινες ὅλην φροντίδα κέκτηνται τάχα ἐπὶ τοῦ σπεῖραι πολλὰ καὶ ἀμήσασθαι καὶ ἐπὶ τοῦ φυτεῦσαι τοσαῦτα καὶ καρπώσασθαι καὶ ἐπὶ τοῦ προσθεῖναι καὶ πληθύναι βουκόλια ἢ ποίμνια, ὥσπερ τινὲς γεωργοὶ καιροσκοποῦντες καὶ καταπραγματευόμενοι τὰς ἐνδείας πρὸς τὸ πωλεῖν καὶ ἀγοράζειν ταῦτα καὶ ἐκεῖνα, πραγματευτικῶς καὶ ἐμπορικῶς οἱονεὶ πολιτευόμενοι, ἀλλ' οὐκ ἐπισκοπικῶς καὶ ἱερατικῶς, πρὸς τὸ μόνον πτερῶσαι ψυχὴν καὶ ἁρπάσαι κόσμου καὶ δοῦναι θεῷ καὶ ὅλον τὸ ποίμνιον διασώσασθαι ἐκ θανάτου ἁμαρτίας, καὶ οὕτως κατὰ δεύτερον λόγον καὶ τὰ ἐπιτήδεια τῆς παρούσης ζωῆς δι' οἰκονόμων καὶ ἐπιτρόπων πορίζεσθαι. Ἀλλ' οὐαί μοι, ὅτι ἐμαυτῷ ταῦτα κατέλεξα, ἐκ τῶν οἰκείων παθῶν τὰ οὐκ ὄντα τοῖς ἄλλοις διαγραφόμενος. σὺ δέ, ὦ πανσεβάσμιε πάτερ, καθαρὸς ὢν ἀπὸ τῶν τοιούτων, ταῖς ἱεραῖς εὐχαῖς τοὺς νοητοὺς λύκους ἀποσοβοίης ἐκ τῆς χριστοσφραγίστου ἐπαύλεώς σου, εὖ οἶδ' ὅτι, καὶ ταῦτα ἄγοις καὶ διεξάγοις εἰς τὰ χωρία τῶν ἀρετῶν, ἐκτρέφων καὶ λιπαίνων τῇ πόᾳ τῆς ἐμμελοῦς σου διδασκαλίας καὶ τῷ ὕδατι τῆς καθαρᾶς πίστεώς σου, καὶ ἑκάστοτε προσάγοις θύματα δεκτὰ ταῖς λογικαῖς σου καὶ ἡγνισμέναις τῷ θεῷ λατρείαις. ἀλλὰ ταῖς ἱκετηρίαις προφθάνων ποιμαίνοις κἀμὲ τὸν τληπαθέστατον καὶ πολυαμάρτητον, δέομαι καὶ ἀντιβολῶ. καὶ σύγγνωθι, εἴ τι ὤφλησα γέλωτά σοι ἀμαθίας μου· πλὴν ὅτι οὐχ ἑκών, ἀλλ' ἐκβιασθεὶς ὑπὸ τῆς ἱερᾶς σου καὶ πνευματικῆς ἀγάπης, μᾶλλον δὲ κελεύσεως, καθῆκα ἐμαυτὸν εἰς τοῦτο, οὐ πρὸς ὄνησίν σού τινα φθεγξάμενος, ἀλλὰ πρὸς ἔνδειξιν, ὡς εἴρηται, ὑπακοῆς ἀνυποκρίτου σου. Ἔρρωσο ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν τῶν μόνων ἁμαρτωλῶν, τὰ πάντα ὁσιώτατε πάτερ.

Intertext edge

Open linked passage

Note