Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Theodorus StuditaEpis 109 · pg-scrape-grcMore by Theodorus Studita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
109.1
Τῷ αὐτῷ Ἀπό τε τῆς πρώτης καὶ δευτέρας σου ἐπιστολῆς ἥσθην, τέκνον μου, καὶ ὑπερήσθην καὶ τὸ σταθερὸν τῆς ψυχῆς σου καὶ τὸ ἀνενδοίαστον τῆς πίστεώς σου καὶ τὸ πρὸς πᾶν ὁτιοῦν καρτερικὸν καὶ εὐπρόθυμόν σου· καὶ χάρις Κυρίῳ, τῷ ὀχυροῦντι καὶ βεβαιοῦντί σε εἰς τὸν φόβον αὐτοῦ. οἰκονομῶν ᾠκονόμησεν ὁ Κύριος ἕως τοῦ παρόντος ἀφύλακτόν σε εἶναι, ἵνα αἱ δέουσαι διακονίαι τελεσθῶσιν. εἶδον καὶ τὸν καλὸν Γαϊανὸν καὶ ἐτράφην τὴν ψυχὴν ἐκ τῆς περὶ τῶν δέκα ἐξηγήσεως. ἓν ἐλυπήθην, περὶ τῶν δύο ἀδελφῶν τῶν ἀπὸ τῆς Πελεκητῆς ποτε, ὅτι οὐχ ὡς μέλη ἡμῶν καὶ ἀδελφοὶ ἐδιοικήθησαν. ἀλλ' εἰ δυνατὸν καὶ ὅσον ἀπαιτεῖ ἡ ἀγάπη τοῦ θεοῦ διοικηθήτωσαν. Ἀπεδεξάμην πάντα καὶ τὰ νῦν σταλέντα. ἀνεπάην εἰς τὰς βεμβράνας, εἰς πᾶν ὁτιοῦν· ἀνταναπαύσειέν σε ὁ Κύριος, τέκνον μου, ἐν τῇ βασιλείᾳ αὐτοῦ. ἐκδεχόμενοι τοὺς αἱρετικοὺς κάμνετε, ἀλλὰ καὶ τοῦτο εἰς δοκιμὴν ὑμῶν. συναντιλαβοῦ τῷ ἀδελφῷ Τιθοΐῳ, κατανύγητι (ἐπειδὴ γέγραπται, ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν ὑμῖν χρήσιμοι), ὃν καὶ ἐξ ἐμοῦ προσαγόρευσον. παρακαλῶ δὲ καὶ αὐτὸν κἀκεῖνον ἵνα ὡς ἐν πᾶσιν κοπιᾶτε, ἔτι καὶ εἰς τὸν ἀδελφὸν ὑμῶν τὸν ἀββᾶν Πέτρον ἐνδείξησθε διάθεσιν ἁρμόζουσαν καὶ δοίητε αὐτῷ τὰ πρὸς χρείαν κατὰ τὸ δυνατόν· ἐδήλωσε γάρ μοι ὅτι ἀπρονόητον αὐτὸν ἐάσατε. ὑπὲρ πάντας καὶ ὡς κελεύετε ἐξ ἡμῶν τὸν ἀδελφὸν Δομετιανὸν καὶ τὸν παροικονόμον προσαγόρευσον· ὃν καὶ εἰπὲ ὅτι ἐδεξάμην σου τὰ γράμματα. Ὁ θεὸς συγχωρήσοι σοι ἐν πᾶσιν· ὁ Χριστὸς μετὰ πάντων ὑμῶν. 110 Τῷ αὐτῷ Τὸν ἀδελφὸν Σιλουανὸν ἅμα τῷ Δωροθέῳ εὐδοκίᾳ Χριστοῦ, τέκνον μου ἠγαπημένον, εἶδον· εἶπον δὲ εὐδοκίᾳ, ἐπειδὴ οὐκ εἰς κακὸν οὐδ' εἰς ἄκαιρον ἐληλύθασι, κἂν ἐγὼ κακός, πρὸς πατέρα αὐτῶν παραγενόμενοι καὶ ἐν καιρῷ τοιούτῳ. εἶδον μετὰ ἀσφαλείας, ὥσπερ καὶ ἦλθον, ἀσυμφανῶς πως συνοψισθέντες μοι· οἷς καὶ παρήγγειλα μηδαμοῦ ὡς ἔτυχεν ἐκφερομυθῆσαι τὴν συνόψισιν, ἐν οἷς καὶ ἀπέστειλα αὐτοὺς μετ' εἰρήνης, εὑρὼν τὸν Σιλουανὸν ὡς ἐπόθουν. ὃν καὶ αὐτός, ἐρχόμενον πρὸς σὲ μετὰ τοῦ καλοῦ Δωροθέου ἐξ οἰκείας ὁρμῆς καὶ προθέσεως, ἀδελφικῶς πρόσδεξαι, φιλοῦντά σε λίαν καὶ σεβόμενον· οὐδὲ γάρ, ὡς ἤκουσας, παρεποιήσατο τὴν πρὸς σὲ πρῶτον ἄφιξιν, πλὴν στόματι ἀπολογεῖται. ἐτύπωσα δὲ αὐτὸν κατὰ τὸ κάθισμα αὐτοῦ καὶ ἁπλῶς ἀμεριμνίαν ἔσχον, ἐν πάσῃ ταπεινώσει ὄντος αὐτοῦ. ὅπως δὲ ἀπεκίνησεν ὁ ἀρχιεπίσκοπος καὶ δι' αὐτοῦ μαθὼν ἀνέθην, περί τε τῶν ἔτι κρατουμένων ἀδελφῶν ἡμῶν τὰ αὐτά. ἄρτι ζητῶ μαθεῖν καὶ περὶ τοῦ ἀδελφοῦ Προτερίου, εἰ ἆρά γε ἀπεκίνησε, δεδιὼς διὰ τὸν χειμῶνα. Τοίνυν ἐρχομένου τινὸς κατὰ τὸ ὡρισμένον φανέρωσόν μοι περὶ πάντων, καὶ ὁ Κύριος ἔστω μετὰ τοῦ πνεύματός σου. 111 Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ Ἐγὼ εὐχαριστῷ τῷ θεῷ μου ὅτι ὑγιαίνων διατελεῖς· τοῦτο γὰρ εὐηγγελίσθην διὰ τῶν τιμίων σου γραμμάτων. ἐπεὶ τίς εἰμι ὁ τάλας τοιαῦτα ἀκούειν παρὰ τῆς θεοφιλοῦς σου ὁσιότητος, ἃ σοὶ μᾶλλον ἐπᾴδειν ἐμὲ δέον διὰ τὴν ἀξιάγαστόν σου ἀρετήν; ὅτι ἐν ἐπισκόποις ᾔνεσας ἀληθῶς τὸν Κύριον οὐκ ἄρτι μόνον, ὅτε καί τινες συνανέστησάν σοι πρὸς τὰ μετέωρα τῆς ἀληθείας τῶν ὁμοταγῶν, ἀλλὰ γὰρ καὶ πάλαι καὶ οἷον εἰπεῖν ἐξ αὐτῆς βαλβῖδος τῆς προεδρίας, ἡνίκα ποιμένες πολλοί, εἰ καὶ τραχὺς ὁ λόγος, ἠφρονεύσαντο μὴ ἐζητηκότες τὸν Κύριον, καὶ ταῦτα ἐν φυλακαῖς, ἐν μονώσεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πόνοις, ἐν δάκρυσιν, ἐν πνιγμοῖς, ὡς ἄν τις φαίη, τῆς κακώσεως. ἀποστολικά σου τὰ αὐχήματα, ἰσοπάτρια τὰ ἀθλήματα· εἰ δὲ καὶ ἐγώ τι τῶν τοιούτων, ἀλλ' ἡ σμικρότης τοῦ βαθμοῦ καὶ ἡ ἁδρότης τῶν ἁμαρτιῶν καλύπτει καὶ φαίνειν οὐκ ἐᾷ. πλὴν τὰ σὰ ἐμὰ καυχήματα, τριπόθητε ἀδελφέ, πατέρων κορωνίς. προσεύχου τοίνυν μᾶλλον ἀφέμενος τοῦ ἐπαινεῖν, ἵνα μου ἑδραιοῦται ἡ ταπεινὴ ψυχὴ ἐν φόβῳ θεοῦ καὶ πρὸς τοὺς ἀοράτους καὶ ὁρωμένους ἐχθρούς, συμπαρομαρτούσης καὶ τῆς τοῦ μακαρίου ἡμῶν πατρὸς ἱκετηρίας· καὶ γὰρ δεδοικώς εἰμι τὰ κατ' ἐμαυτόν, ἀδελφέ, μέχρις ἂν ὦ ἐν τῷ σκήνει τούτῳ. εἰ δὲ καί τι θαρρῶ, ἀλλὰ καὶ τοῦτο ἐλπίδι θεοῦ, τοῦ καὶ τὸν ἀπεγνωσμένον εἰς φῶς φέροντος δι' ἄπειρον ἀγαθότητα. Εὐθύμησα δὲ πάνυ ὅτι σύνεστί σοι ὁ καλὸς Ἀθανάσιος, ἐπί τε τῇ εὐπαρηγορήτῳ ξενίᾳ τῆς ἐξορίας σου. οἷα δὲ τὰ ἐνταῦθα, ὁ χρηστὸς Σιλουανὸς ὄψει ὑπολαβὼν διηγήσοιτο, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ὅσα δι' ἐπιστολῆς παρέλκον γράφειν. εἰ μὲν οὖν ταμιεύεται ἡμῖν Κύριος ἔτι ἐν σαρκὶ ἰδεῖν ἀλλήλους, τῆς αὐτοῦ κελεύσεως ἔργον· εἰ δὲ μή, ἀλλὰ σύ γε, ὦ πάτερ, πρεσβεύοις ὀφθῆναι ἡμᾶς σὺν πατρί, μᾶλλον δὲ πατράσι καὶ ἀδελφοῖς ὁμοῦ ἀλλήλοις ἐν μακαρίᾳ θέᾳ καὶ ὀφθήσεσθαι ὑπὸ θεοῦ εὐμενῶς, δι' ὃν ὁ παρὼν χωρισμὸς καὶ πόλεμοι. Προσκυνεῖ δουλικῶς ὁ ἀδελφὸς Νικόλαος, μόνος ἐγκαταλειφθείς μοι. προσαγορεῦσαι ἀξίωσον τοὺς συνόντας τῇ ἁγιωσύνῃ σου, ἐξαιρέτως τὸν καλὸν Ἀθανάσιον. 112 Εὐθυμίῳ Σάρδησ Δὶς ἄρτι ἐπιστέλλω τῇ μακαριότητί σου. ἀλλὰ φεῦ τῆς ἐμῆς ἁμαρτίας· ἐν δάκρυσι γὰρ ὁ λόγος, ὅτι δυὰς τῶν πρὶν ἐπιστοληφόρων ἀφικομένη πρὸς τὴν ἐξορίαν σου ὑποβρύχιος γέγονεν, ὅ μου συνέτριψεν οὐ μετρίως τὴν ταπεινὴν ψυχήν. ὅμως ἐπειδὴ υἱοὶ ὑπακοῆς καὶ τοιαύτης διακονίας ἀπόστολοι, καὶ τρίτον ὅτι εἷς μόνος θάνατος οἴκτιστος, ὁ τῆς ἁμαρτίας, κἂν ἐπὶ κλίνης φθάσοι, ἤνεγκα εὐχαρίστως, ἀφέμενος τὸ λυπηρόν. Τοίνυν καὶ ἐν τοῖς πρώτοις γράμμασι τὸν ὀφείλοντα μακαρισμὸν ἀνῆψα τῇ θεοφιλίᾳ σου· καὶ γάρ ἐστιν ἀξία μακαρίζεσθαι, πρόκριτα πάντων ἀγωνισαμένην καὶ παρρησιασμαμένην ἐν ἱεράρχαις, καὶ ταῦτα μηδὲ τὸν καιρὸν τοῦ θαρρεῖν ἔχουσα διὰ τὴν σχολὴν τοῦ θρόνου. ὅμως ἐν τῷ τῆς ἀληθείας κράτει τὸν θρόνον ἔχων τοὺς ὑποθρόνους σχεδὸν πάντας ὑπερῆρας, ὁμολογίας στέφανον ἀπενεγκάμενος. τὰ αὐτὰ καὶ νῦν σου τῇ ἱερᾷ κορυφῇ προσφθέγγομαι, στέφων οὐ χρυσοκολλήτῳ διαδήματι (ἐπεὶ μηδὲ κατὰ σάρκα τὸ νῖκος), ἀλλὰ θεοπλόκοις λόγοις· οὐράνιον γὰρ τὸ ἐκνίκημα. χαῖρε τοίνυν καὶ θυμηδία, θαυμάσιε, φέρων ἔτι καὶ διανύων τὸν δίαυλον τῆς ὑπερορίας, ἵνα ἐπὶ στάματος τῆς ἐκδημίας ἐπαναδράμοις ἐστεμμένος εἰς οὐρανούς· καὶ πρό γε ταύτης εἴη μέ σε θεάσασθαι ἐν καιρῷ εἰρήνης λελαμπρυμένον ἐπὶ τῆς προεδρίας. Τὰ γὰρ νῦν ὅπως τετάρακται καὶ ἐμπεπύρισται ἡ καθ' ἡμᾶς ἐκκλησία πολλοῦ τὸ λέγειν διὰ τὸ πολυειδὲς τῆς ἀσεβείας. θυσιαστήρια θεῖα ἀφανίζονται, αἰρομένων τῶν σεπτῶν εἰκόνων, ναοὶ ἱεροὶ τὴν εὐπρέπειαν ἀπόλωλαν, πᾶσα ψυχὴ σχεδὸν ὤκλασε, χειρόγραφα τοῖς ἀσεβέσι δώσασα· ὀλίγοι οἱ ἀντεχόμενοι, καὶ οὗτοι ὡς ἐν πυρὶ δοκιμαζόμενοι ταῖς κακώσεσιν. ὠλίσθησεν ὁ Σμυρναῖος ἐν ἐπισκόποις καὶ ὁ Χερσῶνος, ἐν ἡγουμένοις ὁ Χρυσοπολίτης, ὁ τῆς Δίου, ὁ τῆς Χώρας καὶ μικροῦ δεῖν πάντες οἱ ἐν ἄστει. ἐνίστανται οἱ τῆς Βιθυνίας χάριτι Χριστοῦ. προσεύχου, πάτερ, κραταιοῦσθαι αὐτοὺς σὺν ἡμῖν τοῖς ταπεινοῖς ἕως τέλους. οὐδεὶς ἐκ τοῦ λαϊκοῦ τάγματος στήκων, πλὴν τοῦ Πηξιμηνίτου, ὃς καὶ δαρεὶς ἐξώρισται· ἐν κληρικοῖς ὁ θαυμαστὸς Γρηγόριος, οὗ ἐπίκλην Κεντροκούκουρος, καί γε ἐν ἡγουμέναις μέχρι τῶν ἕξ, ἐν μοναστηρίοις φρουρούμεναι. Ἔλθοιμι ἐπὶ τὸ ἀναγκαῖον τῆς ἐντολῆς σου. τί, ὦ πάτερ, ἐπιτέταχας τὰ ὑπὲρ ἐμὲ καὶ κατὰ βαθμὸν καὶ κατὰ τὴν ἐνεστῶσαν ἀνάγκην; κρύβδην πως καὶ τὸ εἰς τοὺς γνησίους προσαγορεύειν με. δέος ἐπὶ πάντας, καί γε μάλιστα ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ, μή πού τι διάδηλον γίνοιτο τῷ κρατοῦντι. καὶ γὰρ μετεξωρίσθην ἐν Ἀνατολικοῖς καὶ θυμὸς περὶ ἐμὲ τὸν δείλαιον οὐκ ὀλίγος τῷ Καίσαρι, ἐκ δηλωμάτων μᾶλλον ἀναφθείς, τοῦ μὲν σιγᾶν μοι καὶ μὴ διδάσκειν προστάττοντος, κἀμοῦ τοῦ δυστήνου ἀναινομένου καὶ προσαντέστερα ἀντιφωνοῦντος. διὰ ταῦτα πληγαί, κἂν ἔλαθον ταύτας αἰδοῖ καὶ εὐσεβείᾳ τοῦ πλήκτορος, ἁρπαγαὶ τῶν ὑπηρετούντων μοι, βιβλιδίων αὐτῶν ὧν εἶχον. πῶς οὖν ἐν τούτοις δυναίμην τι τῶν ἐνταλθέντων ἐγχειρῆσαι, ἀπορῶ· σύγγνωθι τῇ ταπεινώσει μου, εἰ καὶ μακάριον τὸ πρᾶγμα. καὶ οὔπω λέγω ὅτι ἐφίσον τῶν αὐτόθι κἀνταῦθα ἡ τοῦ λιμοῦ συντριβή. πλὴν ἐφ' ἑνὶ προσώπῳ θαρρήσας ἐπέστειλα· εἰ ἀνύσειέν τι τὸ γράμμα, δηλώσει ἡ ἀποστολή. Τὸ λοιπὸν προσεύχου ὑπὲρ τοῦ τέκνου σου κατόπιν βαδίζειν τῆς ἁγιωσύνης σου. 113 Πατρικίῳ Ὀφειλέτην ἐμαυτὸν λογιζόμενος τῆς περιδόξου μεγαλοφυΐας σου κέκρικα νῦν μὴ ψιλῇ φωνῇ, ἀλλὰ γράμμασι προσαγορεῦσαί σε τὸν ποθούμενον. εἰ γὰρ καὶ ἄλλοις οὐκ ἐκφερομυθεῖν μυστήριον παραχωρεῖ ὁ καιρός, ἀλλά γε ὑμῖν τοῖς ἐμοῖς οὐ κωλύειν ἔχει· ἐμοῦ γὰρ ὑμεῖς καὶ δεσπόται καὶ ἀφ' αἵματος, διὸ καὶ τὸ φίλτρον, καὶ οὐ τοσοῦτον ἐκ γένους, ὅσον ἐκ πνεύματος ἐναρέτου. ἐπεὶ καὶ ἄλλοι ἀγχιστεῖς, ἀλλ' οὐχ οὕτως ἐραστοί, ὥστε με τὰ ἴσα ἐπιστέλλειν. ἐπεύχομαι ὑμῖν κἂν ἁμαρτωλὸς τὰ σωτήρια, καί γε τὰ ὑγιαστήρια ψυχῆς καὶ σώματος. τοῦτο δέ φημι διὰ τὴν ἐνεστῶσαν αἵρεσιν καὶ ψυχοφθόρον πλάνησιν, ὡς ἂν ἀπήμαντος διαφυλαχθείης ὁ θεόφοβός μου δεσπότης, καί γε πανέστιος· ἦρκται γὰρ ἡ ὀργὴ παρὰ Κυρίου ἀπὸ Βυζαντίδος τῆς ὑβριστρίας, καθ' ὅσον ἀποδοκιμάζειν εἴωθεν τὰ πρὸς Κύριον ἔκπαλαι. καὶ ἤδη κατέδεται τὸ πῦρ τὰ ἑκασταχοῦ. μακάριος ὁ συνιῶν καὶ μένων ἄφλεκτος. Εἰ γὰρ πτωχὸς καὶ πένης Χριστὸς δι' ἡμᾶς, πῶς οὐ τὰ τῆς πτωχείας ἰδιώματα ἐν αὐτῷ, ἤτοι χροιά, ἁφή, σῶμα, ἐξ ὧν καὶ ἐν οἷς ἡ περιγραφή. ἀποσκευάζουσι τοίνυν, ὦ ἄνθρωπε τοῦ θεοῦ, τὴν σωτήριον οἰκονομίαν τοῦ λόγου οἱ μὴ ὁμολογοῦντες αὐτὸν περιγεγράφθαι, καὶ τῆς τοῦ Ἀντιχρίστου παρουσίας προεισόδια τὰ παρόντα. ἀλλ' οὐαί σοι, Βυζαντίς, ὅτι καὶ ἀπὸ σοῦ τὸ κρίμα ἦρκται καὶ ἐν σοὶ τελευτήσειεν τὰ κακά, ὅταν ἀναπληρωθῶσιν αἱ ἁμαρτίαι σου. Ταῦτά μοι ἐκ πόθου καὶ πόνου τῇ μεγαλονοίᾳ σου, εἰδυίᾳ τὰ μείζονα.

Intertext edge

Open linked passage

Note