Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodorus-studita" aria-label="More works by Theodorus Studita">
—
⋯
Original / primary: Pg Scrape Grc
102.1
Γεωργίῳ ξενοδόχῳ Καταγώγιόν σου μανθάνω εἶναι τῶν ἀδελφῶν ἡμῶν τὸ εὐλογημένον οἴκημα· καὶ μεγάλη ἡ χάρις πάντοτε μέν, ἄρτι δὲ μάλιστα, ὅτε ἀποκέκλεισται ἡμῖν σχεδὸν πᾶς οἶκος φίλων φόβῳ ἀνθρωπίνῳ. ἀλλ' ὁ τοῦ θεοῦ φόβος τὴν σὴν θύραν ἀνεῳγμένην ἡμῖν παρίστησιν, ἐφ' ἣν εἰσερχόμενοι ὡς ἁμαρτωλοὶ τὴν παρὰ Κυρίου εἰρήνην σοι προσφωνοῦμεν, εὐλογοῦντες καὶ εὐφημοῦντές σε ὡς οἰκίαν θεοῦ ὑπάρχοντα. εἴη τὸ μέρος σου μετὰ Ἀβραὰμ τοῦ ξενοδοχοῦντος ἀγγέλους, πληθυνθείη σοι πᾶν ἀγαθὸν νοούμενον καὶ ὁρώμενον, εὐφρανθείης καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. ἀλλ' οὖν μετὰ ταύτης σου τῆς ἀρετῆς ἔστω φυλάττουσά σε καὶ ἡ ἀποχὴ τῆς κοινωνίας τῶν αἱρετιζόντων κατὰ Χριστοῦ, τῆς Θεοτόκου καὶ παντὸς ἁγίου. 103 Ναυκρατίῳ τέκνῳ Ἐπειδὴ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἰδεῖν ἡμᾶς τὸν ἀδελφὸν Ἀδριανόν, εὔκαιρον ἡγησάμεθα, τέκνον μου ἠγαπημένον, προσαγορεῦσαί σε καὶ διὰ σοῦ τοὺς λοιποὺς ἀδελφούς σου καὶ τέκνα ἡμῶν. πῶς δὲ τὰ καθ' ἡμᾶς; εὐχαῖς ὑμῶν ἀπεκατέστημεν· καὶ ἡ οἴκησις καλή, καὶ ἡ ἡσυχία τερπνή, καὶ ὁ θεὸς ἐγγύς, ἀλλὰ καὶ ὁ ἐχθρὸς ἡμῶν διάβολος, ὃς παντὶ πάρεστιν εἰς τὸ πειράζειν. δέομαι ὑμῶν, μὴ ἐπιλάθησθε μνημονεύειν μου ἐν ταῖς προσευχαῖς ὑμῶν ἵνα διασῴζωμαι μεθ' ὧν εἰμι ἀδελφῶν, οἳ καὶ προσαγορεύουσιν. ἀλλὰ γὰρ καὶ παρακαλῶ ἐμμένειν ὑμᾶς ἐν τῇ πίστει καὶ ἐλπίδι καὶ μηδαμῶς ἐκκακεῖν ἐν ταῖς παρούσαις θλίψεσιν· ἐγγὺς γὰρ Κύριος τοῖς ὑπομένουσιν αὐτόν. σύ τε, ὦ τέκνον μου, ὡς ψυχή μου καὶ δύναμις κιχρῶ σαυτὸν τοῖς ὁπουδηποτοῦν εὑρισκομένοις ἀδελφοῖς ἡμῶν ἐν ᾧ τ' ἂν ἰσχύῃς καὶ ἐφ' ὅτῳ ἡ χρεία καλοίη· διὰ τοῦτο γὰρ πάντως καὶ ᾠκονομήθη παρὰ θεῷ ἀναπόκλειστόν σε εἶναι. γίνωσκε γὰρ ὅτι εὔθετόν ἐστι καὶ πέμπειν ὑμᾶς ἐνταῦθα, ἀλλὰ καὶ σὲ αὐτὸν ἐλθεῖν καιρῷ τινι, μόνον εὐσκόπως πρὸς τὸ μὴ ἐν διαγνώσει γενέσθαι ὑπό τινων ἀφελεστέρων ἀδελφῶν. οἶδεν δὲ ὁ Ἀδριανὸς πότε εἰσῆλθεν καὶ πῶς. οὐ χρειαζόμεθά τι πλὴν βιβλίων. καὶ ἐάν ἐστιν ἡ ἑρμηνεία τοῦ κατὰ Ἰωάννην τοῦ κατὰ σάρκα πατρός μου, παράπεμψόν μοι μεθ' ἑτέρων, ὧν εἶπον. Ὁ θεός σε, τέκνον μου, φυλάξοι ὡς κόρην ὀφθαλμοῦ. 104 Τῷ αὐτῷ Ηὐχαρίστησα τῷ Κυρίῳ ὁ ταπεινὸς ἰδὼν τὸν ἀδελφὸν Προτέριον, μεμεριμνημένος ὢν περὶ τῆς διασώσεως αὐτοῦ· καὶ οἶδα ὅτι παρὰ Κυρίου αὕτη, τοῦ παροράσει τῶν ἁμαρτιῶν μου πρὸς τὸ τῶν ἀδελφῶν ὄφελος εὐοδοῦντος τὴν εἴσοδον καὶ τὴν ἔξοδον αὐτοῦ καὶ οἷον ἐκ μέσου πυρὸς ἀφλέκτως αὐτὸν διαβαίνειν παρασκευάζοντος. οἷα δὲ καὶ τὰ νῦν ἀναγγελθέντα, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα. ἀλλ' ἐν μὲν τοῖς πρώτοις χαρά, εὐχαριστία, μάλιστα ὅτι καὶ γυναῖκες ἀνδρίζονται κατὰ τοῦ διαβόλου, ἐν δὲ τοῖς δευτέροις λύπη καὶ στεναγμός· πῶς γὰρ οὐχὶ ἀνιῷεν ἡμᾶς πτώσεις ἀδελφῶν, καὶ τοσοῦτον, ὅσον εὐοδοῦται καὶ ἡ λαοπλάνος αἵρεσις; ἀλλ' ὅμως φέρειν ἀναγκαῖον, ἀτρέπτους ἡμᾶς διαμένοντας ἐκ τῆς ἀγάπης τοῦ Χριστοῦ· κἂν ἔτι καὶ ἔτι, ὅπερ καὶ τὸ εἰκὸς ἔχει, χαλεπώτερα εἴη τὰ τῶν χριστιανῶν, καλῶς ἡμᾶς ἀσφαλίζει. ἀλλ' οὐκ οἶδ' ὅπως τὸ φύλαξαι ἀπὸ τῆς συγκοίτου σου προήγαγες, σύγγνωθι ἄρτι, ἀδελφέ, τὸ λαλεῖν καὶ μὴ σιωπήσῃς, ὅτι λαός μοι πολύς ἐστιν χρεία, ἐκεῖνο πρὸς τοὺς ἀλλοτρίους τῆς πίστεως, τοῦτο πρὸς τοὺς ὁμογνώμονας. Ἐγὼ δὲ ὁ τάλας σχετλιάζω ἑκάστοτε φόβῳ συνεχόμενος κρίματος θεοῦ ὅτι οὐκ ἐπιστέλλω καὶ μὴ δεχόμενος γράμμα· ἀγάπης γὰρ θεοῦ ἔργον τοῦτο, τὸ δὲ σιωπᾶν καὶ τὸ καθ' ἑαυτὸν ἕκαστον σκοπεῖν ἀκίνδυνον οὐ μόνον οὐκ ἔχει τὸ τὸν πλησίον ἀγαπᾶν, ἀλλὰ καὶ σάθρωσιν ἐργάζεται ψυχῆς τῷ οὕτω ποιοῦντι. διὰ τοῦτο μέσως πως χωρῶ καὶ τοῦτο μετὰ βουλῆς καὶ συγκρίσεως τῶν συνόντων μοι, τοσοῦτον ἀκριβαζόμενος, ὅσον μὴ παροργίσαι με τὸν θεὸν καὶ ἐκπεσεῖν ἀληθείας πρὸ τῆς τῶν ἐχθρῶν τοῦ θεοῦ ἐπιχειρήσεως, σκοπῶν κἀκεῖνο, ὁπόσον με δεῖ πρὸς τοὺς ἄλλους διαγωνίζεσθαι, καὶ εὑρίσκων τριπλοῦν καὶ μηδὲ τὸ ἁπλοῦν ἴσως ἀποπληρῶν. ἐπεὶ καὶ γέγραπται ὅτι ᾦ παρέθεντο πολὺ περισσότερον ἀπαιτήσουσιν. Πλὴν γράφε, τέκνον μου, καὶ ἀσφαλίζου· οὐ γὰρ βαρέως φέρω, ἀλλὰ πάλιν τὸ δέον ὑποφαίνοιμί σοι. ὁ δὲ θεὸς τοῦ πατρός μου ἐπίδοι ἐπὶ πᾶσιν οἷς ποιοῦμεν καὶ πράττοιμεν εἰς εὐαρέστησιν αὐτοῦ εἶναι. ἔρρωσο καὶ σῴζοιο, τέκνον πολυπόθητον. 105 Τῷ αὐτῷ Ἐν τοῖς πρὸς τὸν ἀδελφὸν ἀρχιεπίσκοπον γράμμασιν ἱκανῶς ἀποκλαυσάμενος τὸν θάνατον τοῦ μακαρίου μου Καλογήρου, τέκνον ἠγαπημένον, οὐκ ἔχω νῦν τι λέγειν ἤ ὅτι σκεῦος ἐκλεκτὸν ἦρεν ὁ θεὸς ἀφ' ἡμῶν· οὗ τὴν ἀρετὴν διηγεῖσθαι ἔργον ἐμοὶ εὐχῆς καὶ οὐ τοῦ παρόντος καιροῦ, ἄλλως τε τοῦ τε γραμματηφόρου σπεύδοντος κἀμοῦ ὄντος τῷ πάθει τετρυχωμένου. γινώσκειν σε γὰρ βούλομαι, τέκνον, ὅτι λίαν ἥψατό μου ἡ λύπη τῆς καρδίας καὶ κεκένωκα δάκρυα ὀδυνηρά, μήπω θεασάμενος αὐτοῦ τὴν κοίμησιν· ἀλλὰ πάλιν θᾶττον εὐθύμησα, πολλὰ εὐχαριστήσας τῷ ἀγαθῷ μου θεῷ ὅτι δι' αὐτὸν κεχωρισμένος ἔτυχον αὐτοῦ τε τοῦ μακαρίως κοιμηθέντος καὶ ὑμῶν. Ὁ μὲν οὖν τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, ὡς ἴσασι πάντες, καὶ ἐπὶ τέλει τὸν τοῦ διὰ Κύριον διωγμοῦ μακαρισμὸν οἷα θεόπλοκον στέφανον κομισάμενος (ἐῶ γὰρ τὰ πάλαι λέγειν) ἐξεδήμησε καταλαβὼν τὸν μακάριον ἡμῶν πατέρα σὺν τοῖς ἀοιδίμοις ἀδελφοῖς, στάσεως καὶ ἀναπαύσεως ἀγγελικῆς (θαρρῶ λέγειν) καταξιωθείς. ἡμῖν δὲ ἄρτι ἀγών, τέκνον, μὴ ἀπολειφθῆναι τῶν καλῶν πατέρων· διὸ στῶμεν κραταιῶς, πηδαλιουχούμενοι ταῖς εὐχαῖς αὐτῶν, καὶ ἀγαθὸς ὁ θεὸς κατευθῦναι ἡμᾶς εἰς τὸν ἐκείνων λιμένα. Εἶδον τὸν καλὸν Γαϊανὸν καὶ ἀνεπάην, ἐρωτήσας καὶ ἀκούσας ὅσα ἐζήτουν μαθεῖν. ἐλυπήθην μαθὼν ὅτι τῇ λύπῃ τοῦ θανάτου πάλιν ἐσιάνθης· καὶ πρόσσχες τῇ περιποιήσει ἑαυτοῦ λίαν περὶ ὦν ἄλλων ἐσήμανας καλῶς. 106 Τῷ αὐτῷ Παντὶ προλαμβάνεις, τέκνον μου, πάντως θεοῦ εὐοδοῦντος· ἅμα γὰρ τὸ πιττάκιον καὶ ὁ βασιλικὸς ἐπέστη, ἀναγγείλας ἡμῖν ὅσα ἐρωτήθη, οὐ μὴν ἀλλὰ καὶ ἅπερ ἐπετράπη παρὰ τοῦ βασιλέως. ἦν δὲ ταῦτα," ἐὰν εὕρῃς ὅτι ἐδίδαξέν τινας ἢ ὅτι λέγει" 4διδάσκειν ἔχω" 5, δεῖρον αὐτὸν ἑκατὸν κορδάτα". ὁ μὲν ἄνθρωπος καὶ ταῦτα μετ' αἰδοῦς ἔφη, ἐξαιτῶν καὶ συγγνώμην τῆς λαλιᾶς· ἐγὼ δὲ ἀπεκρίθην ὅτι" 4ὧδε, ὅπου περιώρισμαι, οὐκ ἔχω τίνι διαλέγεσθαι πλὴν κἂν τοῖς ὀρνέοις" 5, καὶ ἁπλῶς ὡς ἐδήλωσα διὰ τοῦ ἐξορίσαντός με τὰ αὐτὰ καὶ διὰ τοῦ κυροῦ Λέοντος. ὁ δὲ παρῃτήσατο οὕτως εἰπεῖν. εἶπον οὖν αὐτῷ ὅτι" 4ἐγὼ μὲν οὕτως, καὶ ἑτοίμως ἔχω ἐκδύσασθαι" 5. αὐτὸς δέ, ὡς οἶδας. ἐν τούτοις καὶ ἀπέλυσα τὸν ἄνδρα. Ἐχάρην δὲ διὰ τὸ ἀπολυθῆναι τὸν ἀρχιεπίσκοπον καὶ τοὺς ἀδελφούς. εἶχον ἐπιστεῖλαι αὐτῷ, ἀλλὰ διὰ τὸν πειρασμὸν παρῃτησάμην. τοῦτο οὖν ἀπολόγησαι αὐτῷ· καὶ γὰρ ὡς ἐν πειρασμῷ αὑτὸν περιώρισεν ἐν τοῖς αὐτόθι. καὶ οἶδα ὅτι λυπεῖται, καθώς μοι καὶ ὁ βασιλικὸς εἶπεν, ἀλλὰ ὡς ᾠκονόμησεν ὁ Κύριος. προσαγόρευσον αὐτὸν γνησίως καὶ παρακάλεσον εὔχεσθαι περὶ τῆς ταπεινώσεώς μου, ὁμοίως τοὺς μετ' αὐτοῦ ἀδελφούς μου καὶ τέκνα, ἐξαιρέτως τὸν πρωτοπρεσβύτερον καὶ τὸν ἀββᾶν Τιμόθεον. μόχθησον καὶ αὐτὸς τὸ εἰς δύναμιν καὶ οἱ περὶ τὸν ἀββᾶν Τιθόην ἀναπαῦσαι αὐτόν, ὁρῶντες αὐτὸν ὡς ἐμέ. ἵνα δὲ ἔχῃς τὴν εἴδησιν ὅτι τῷ κυρῷ Ἰσακίῳ οὐδὲν ἕτερον ἔγραψα ἢ ὅτι" 4τὸν μισθὸν τῆς ἐπισκέψεως ὁ θεὸς δῴη σοι, ὅτι μόνος αὐτός μοι ἔγραψας, καὶ εὔχου ἵνα κἂν μίαν ἡμέραν εὐαρεστήσω τῷ θεῷ" 5. εἴτε οὖν διὰ τοῦτο εἴτε δι' ἄλλο ἕνεκεν Χριστοῦ ἐκεῖνο ἔχω λέγειν, ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, κἂν παντὶ τρόπῳ φεύγω τὸν πειρασμὸν φειδοῖ τῆς ἐμαυτοῦ ἀσθενείας, ὑμῶν τε καὶ αὐτῶν τῶν δρώντων. τούτῳ οὖν τῷ τρόπῳ καὶ αὐτὸς διαγενοῦ ἐν τῇ πρὸς ἐμὲ μάλιστα διακονίᾳ καὶ γράφων καὶ πέμπων, ὅσον σκοπεῖς ὅτι θέλημα θεοῦ ἐστιν. μετὰ τούτου πάντα μοι ἐφετά, κἂν πῦρ ἀπειλῇ ὁ κρατῶν, κἂν ξίφος, κἂν θῆρας, κἂν ὁτιοῦν· οὐχ ὅτι δυνατῶς ἔχω (εἰμὶ γὰρ ἀράχνης ἀδρανέστερος), ἀλλ' ὅτι βούλεται θεὸς οὕτω πάντα χριστιανὸν διατίθεσθαι, ὅμως ὅτι οἰκονομικῶς ἐγένετο τὸ γεγονός· ἠσφαλίσαντο γὰρ οἱ φύλακες καὶ ἐξῆλθεν καὶ ὁ γέρων ὁ ὢν ἐνταῦθα καὶ ὁ μοναχός. Ἔχομεν τὸν θεὸν καὶ τὰς εὐχὰς ὑμῶν. καιρῷ εὐθέτῳ δήλωσον ποῦ διεσπάρησαν οἱ ἀδελφοί, καὶ εἰ ἐδέξαντο τὰ γράμματα οἱ δέκα καὶ οἱ ἑπτά, καὶ εἰ ἔστι δυνατὸν πέμψαι εἰς τοὺς δέκα ὡς εἴπαμεν. πολλὰ οἱ συνόντες μοι ἀσπάζονται. 107 Τῷ αὐτῷ Τῷ ὄντι, τέκνον, ἔσκαλλον ἐν τῇ βραδυτῆτι, ἀλλ' ὅτι ὁ χειμὼν ἐπέκειτο οὐκ ἠγανάκτουν. νῦν δὲ ὁμοῦ μὲν τὴν ἐπιστολήν σου, ὁμοῦ δὲ καὶ τὸν ἀδελφὸν ἀπολαβὼν καὶ ἀμφοτέρωθεν μεμαθηκὼς τὰ ζητούμενα ηὐχαρίστησα τῷ Κυρίῳ, τῷ εὐδοκήσαντι ὑπὲρ ἀληθείας ἐξορισθῆναι τὸν καλὸν ἡμῶν ἀδελφὸν καὶ πατέρα, τὸν ἀρχιεπίσκοπον δὴ λέγω, σὺν τοῖς λοιποῖς ἀδελφοῖς καὶ πατράσι. κάμνετε ὑμεῖς ἀδολεσχοῦντες ἐπὶ τῇ προσδοκουμένῃ μεταστάσει, ἀλλ' οὐδὲν ἄμισθον· στέργετε ἐν Κυρίῳ καὶ ὅτε κελεύει. καλὸν δέ ἐστιν ἀποπλεῦσαι ἐν τῇ πόλει ἐν εὐδίᾳ μόνον τὸν ἀδελφὸν Προτέριον, ἵνα, εἰ καὶ μή τις ἄλλος, ἀλλὰ οἱ πρὸς οὓς ἄρτι ἐπέστειλα δέξωνται τὰ γράμματα. κἂν μὴ ἔλθῃ ἐνταῦθα, ἔχει τὴν ταπεινὴν εὐχὴν ἡμῶν. διεταξάμεθα αὐτῷ περὶ πάντων· ἐπιτετηρημένος ἔστω πῶς εἰσίοι ἐν τῇ πόρτῃ, πῶς ἀποδίδοι τὰ γράμματα, μὴ ὡς ἔτυχεν παρρησίᾳ περιπατῶν. Ἔστω οὖν ὁ Κύριος σκέπων αὐτὸν δι' εὐχῆς τοῦ πατρὸς ἡμῶν. περὶ τοῦ παροικονόμου, ἐὰν ἔλθῃ, ὑπέμνησας, τέκνον· ὡς συνορῶμεν καὶ ἡμεῖς καλὸν εἶναι ποιοῦμεν. εἴ τι πάλιν μάθοις διὰ τοὺς πατέρας, καιρῷ εὐθέτῳ γράφεις ἡμῖν· καὶ τέως μὴ κατεπειχθῇς, εἰ μὴ ἀναγκαῖόν τι, πέμψαι διὰ τὸ χειμέριον εἶναι τὸν καιρόν. ὁπότε ὁ ἀδελφὸς Τιμόθεος ἀποκινεῖ, μάθοιμι, ἵνα ἄρῃ γράμματα. Ὁ θεός σε, τέκνον, σκεπάσοι ἐν πᾶσιν. οἱ ἀδελφοὶ προσαγορεύουσιν τὸ ˉδ καὶ τὸ ˉλ ἐξ ἡμῶν. 108 Τῷ αὐτῷ Καλῶς ἐποίησας, τέκνον μου θεοπόθητον, τὸν ἀδελφὸν ἀποστείλας ἄγγελον ἀγαθόν· οὗ τῇ θέᾳ ὁμοῦ τε καὶ τῇ ἀγγελίᾳ εὐθυμήσαντες εὐχαριστήσαμεν τῷ Κυρίῳ. ἔδοξας δὲ ἀρκεῖσθαι ζώσῃ φωνῇ μαθόντας ἡμᾶς μὴ χρῄζειν ἐπιστολιμαίου λόγου. καὶ οὐχ οὕτως ἔχει. καίτοι οὐδὲ διὰ στόματος ἔδωκας ἡμῖν ἀπόκρισιν περὶ ὧν ἐρωτήσαμεν, τοῦ τε εἰ δυνατὸν ἐπιστεῖλαι τοῖς ἐξορισθεῖσιν ἐπισκόποις καὶ τοῦ εἰ καλὸν διὰ ἰαμβικῶν μέτρων ποιῆσαι κατὰ εἰκονομάχων, οὐ τοσοῦτον δι' ἄλλων ὠφέλειαν, ὅσον δι' οἰκείαν, εἰς τὸ ἀντιπερισπᾶσθαι τὸν νοῦν μου ἐξελκόμενον ἐκ τῶν ἀτόπων. Γράφε τοιγαροῦν, ὁσάκις παραγένηταί τις, κἂν μὴ ἄλλο τι, ὅτι ἔρρωσαι καὶ σῴζονται οἱ ἀδελφοί. θέλω γὰρ τὴν μικράν σου προσηγορίαν ὡς οὐκ ἄλλων τοὺς μακροὺς λόγους· ποῦ γὰρ καὶ ἀναπνέω, ἀλλ' ἢ πλὴν σοῦ, τῆς καρδίας μου; ἀναγκαῖον δέ ἐστιν αὖθις ἀποσταλῆναι τὸν Προτέριόν μου ἐν τοῖς ἐν ἄστει ἐπὶ διαγνώσει τῶν ἀδελφῶν ἡμῶν, κομιζόμενον, ὡς δοκῶ εἶναι καλόν, καὶ γραμματεῖόν σου πρὸς τοὺς περὶ τὸν ἀββᾶν Γρηγόριον, ἐπαλείφων αὐτοὺς εἰς εὐσθένειαν (δέον γὰρ καὶ ἄλλους τοῦτο ποιῆσαι, μή τί γε ἡμᾶς· ἐγὼ δὲ τέως ὑπεστάλην δέει τῆς διαγνώσεως), πρὸς δὲ τοὺς εἰς τὰ Στουδίου ὄντας λόγους παρακλητικοὺς διὰ στόματος καὶ ὡς εὐχόμενός εἰμι ἐγὼ περὶ αὐτῶν καὶ ἀγωνιῶν. Μὴ δείσῃς, τέκνον. ὁ Χριστὸς μεθ' ἡμῶν, ἐὰν καὶ πορευθῶμεν ἐν μέσῳ σκιᾶς θανάτου. ἔρχεσθαι ὧδέ τινας ἐμοὶ τί δηλοῖς; οὓς πέμπεις, ὁρῶ, τίνα, οὐ ζητῶ· καλῶς γὰρ ἀσφαλίζῃ. ὅρα διά τε τοῦ ἀδελφοῦ Ἀδριανοῦ καὶ τοῦ χελανδίου τίνα πέμποις καὶ πότε. δῆλον ὅτι καὶ ἀναγκαῖον καὶ ἀναγκαίως· περὶ σοῦ γὰρ τέως στέρξον καὶ ὡς ὁ Κύριος εὐοδοῖ. Ἀναγίνωσκε, ἔχε ἔργον, εὔχου θερμῶς· ὁ Κύριός σε σώσοι. προσαγορεύω τὸν Κάλλιστόν μου. προσαγορεύουσίν σε οἱ σὺν ἐμοί.