Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistolae
Leo IEpis 46 · 7630-episto53More by Leo I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-i440-461" aria-label="More works by Leo I"> —
⋯
More
Original / primary: 7630 Episto53
46.1
781 Ἐπιστολή Φλαυιανοῦ ἐπισκόπου Κωνσταντινου πὸλεως γραφεῖσα πρὸς τὸν ἀρχιεπίσκοπον Λέοντα τῆς πρεσβυτέρας Ρώμης.
46.1
Τῷ ἁγιωτάτohgr; ι καὶ μακαριωτάτῳ πατρὶ καὶ συλλειτουργῷ Λέοντι Φλαυιανὸς ἐν Κυρίῳ χαίρειν.
46.2
Εὐσεβείας καὶ τοῦ ὀρθοτομεῖσθαι τὸν λόγον τῆς ἀληθείας οὐδὲν τιμιώτερον ἱερεῦσιν, ὡς ἐπίστασαι, θεοφιλέστατε. Πᾶσα γάρ ἡμῶν ἐλπὶς καὶ σωτηρία, καὶ ἀνταπόδοσις τῶν ἐπηγγελμένων ἀγαθῶν, ἐντεῦθεν ἐξήρτηται. Διά τοι τοῦτο, πάντα ποιητέον ἡμῖν καὶ πονητέον, ὑπὲρ τῆς ἀληθοῦς πίστεως, καὶ τῶν ἐκτεθέντων καὶ δογματισθέντων ὑπὸ τῶν ἁγίων πατέρων, ἐφ' ᾧ τε διὰ παντὸς καὶ ἐν παντοίαις περιστάσεσι πραγμάτων ἀκέραια καὶ ἄτρωτα ταῦτα διασώζεσθαι καὶ φυλάττεσθαι. ἀναγκαῖον οὖν ἦν καὶ νῦν ὁρῶντας ἡμᾶς βλαπτομένην τοῦ ὀρθόδοξον πίστιν, καὶ ἀνανεουμένην τοῦ Ἀπολλιναρίου καὶ Οὐαλεντίνου αἵρεσιν παρὰ Εὐτυχοῦς τοῦ μοναχοῦ, μὴ παριδεῖν· ἀλλ' εἰς τὸ φανερὸν ταύτην ἐκκαλύψαι πρὸς ἀσφάλειαν τῶν λαῶν, οὗτος γάρ οὗτος ὁ Εὐτυχὴς, κεκρυμμένην ἐν ἑαυτῷ νόσον κακοδοξίας κατέχων, τῆς ἡμετέρας ἐπιεικείας καταδραμὼν, ἀπηρυθριασμένως καὶ ἀναισχύντως εἰς πολλοὺς 783 ἐξενεγκεῖν τὴν οἰκεῖαν ἀσέβειαν κατετόλμησε, φάσκων, πρὸ μὲν τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δύο φύσεις εἶναι, θεότητος καὶ ἀνθρωπότητος, μετὰ δὲ τὴν ἕνωσιν, μίαν φύσιν γεγονέναι· οὐκ εἰδὼς ὃ λέγει, οὐδὲ περὶ τίνων διαβεβαιοῦται. Οὐδὲ γάρ ἡ ἕνωσις τῶν συνελθουσῶν ἐπὶ Χριστῷ δύο φύσεων, ὡς καὶ ἡ ὑμετέρα ἐπίσταται θεοσέβεια, τὰς ἰδιότητας αὐτῶν ἐν τῇ ἑνώσει συνέχεεν· ἀλλὰ μένουσι καὶ ἐν τῇ ἑνώσει ἀκέραιοι τῶν δύο φύσεων αἱ ἰδιότητες. Προσετίθει δὲ καὶ ἑτέραν δυσσέβειαν, φάσκων, τὸ ἐκ Μαρίας σῶμα γενόμενον τοῦ κυρίου, μὴ εἶναι τῆς ἡμετέρας οὐσίας, μηδὲ τοῦ ἀνθρωπείου φυράματος· ἀλλ' ἀνθρώπινον μὲν αὐτὸ ἀποκαλεῖ, οὐ μὴν ἡμῖν ὁμοούσιον, οὐδὲ τῇ τεκούσῃ αὐτὸν κατὰ σαρκα. Καὶ ταῦτα, τῶν ἐν Ἐφέσῳ πεπραγμένων παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου, ἐπὶ τῇ γραφείσῃ ἐπιστολῇ πρὸς τὸν δυσσεβῆ καὶ καθῃρημένον Νεστόριον, ἐχόντων ῥητῶς οὕτως· ὡς διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις· εἷ; ς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ υἱός· οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διά τὴν ἕνωσιν· ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν, θεότητός τε καὶ ἀνθρωπότητος, διά τῆς ἀφράστος καὶ ἀπερινοήτου πρὸς ἑνότητα συνδρομῆς. Καὶ τοῦτο οὐ λέληθε τὴν σὴν ὁσιότητα, ἐντυχοῦσαν πάντως τοῖς ἐν Ἐφέσῳ πεπραγμένοις ὑπομνήμασιν. Ἅτινα παρ' οὐδὲν θέμενος ὁ αὐτὸς Εὐτυχὴς οἴεται μὴ δώσειν δίκην τὴν ὁρισθεῖσαν παρὰ τῆς ἁγίας ἐκείνης καὶ οἰκουμενικῆς συνόδου. Διά τοι ταῦτα πολλῶν τῶν ἀκεραιοτέρων ἐκ τῆς ὑπ' αὐτοῦ γενομένης διαλέξεως παραβλαπτομὲνων εἰς τὸν τῆς πίστεως λόγον, κατηγορηθέντα αὐτὸν παρὰ τοῦ εὐλαβεστάτου 785 ἐπισκόπου Εὐσεβίου, καὶ ἀπαντήσαντα εἰς τὴν ἁγίαν σύνοδον, καὶ οἰκείᾳ φωνῇ τὸ ἴδιον φρόνημα ἐκκαλύψαντα, ἀλλότριον ὑπάρχοντα τῆς ὀρθῆς πίστεως, καθείλομεν, ως διδάξει τὴν ὑμετέραν ὁσιότητα πάντα ἐπ' αὐτῷ πεπραγμένα ὑπομνήματα, ἃ καὶ ἀπεστείλαμεν μετὰ τούτων ἐμῶν τῶν γραμμάτων. Δίκαιον δὲ καὶ τοῦτο, ὡς ἡγοῦμαι, διδαχθῆναι ὑμᾶς, ὡς ὅτι περ ὁ αὐτὸς Εὐτυχὴς ὑποστὰς δικαίαν καὶ κανονικὴν καθαίρεσιν, καὶ ὀφείλων κᾂν τοῖς δευτέροις ἰὰσασθαι τὰ πρότερα, καὶ διὰ μετανοίας ἀκριβοῦς καὶ δακρύων πολλῶν τὸν Θεὸν ἐξιλεώσασθαι, καὶ ηὴν θμετέραν καρδίαν σφοδρῶς λελυπημένην ἐπὶ τῇ αὐτοῦ πτώσει, διὰ μεταμελείας ἀληθοῦς θεραπεῦσαι· οὐ μόνον τοῦτο οὐ πεποίηκεν, ἀλλὰ γάρ καὶ διὰ πάντων διαταράξαι τὴν παρ' ἡμῖν ἀγιωτάτην Ἐκκλησίαν ἐσπούδασε· προθέματα προτιθεὶς δημοσίᾳ ὔβρεως καὶ λοιδορίας ἀνάμεστα· προσεπιτούτοις καὶ δεήσεις ἐπιδοὺς τῷ εὐσεβεστάτῳ καὶ φιλοχρίστῳ ἡμῶν βασιλεῖ, καὶ αὐτὰς πεπληρωμένας ἀλαζονείας καὶ προπηλακισμῶν, διὰ πάντων τοὺς θείους, καταπατῆσαι κανόνας πειρώμενος. ἀλλὰ τούτων οὕτω παρακολουθησάντων, γράμματα ἡμῖν ἀπεδόθη τῆς ὑμετέρας ὁσιότητος, διὰ τοῦ θαυμασιωτάτου κώμητος Πανσοφίου, δι' ὧν ἐδιδάχθημεν, ὡς ὁ αὐτὸς Εὐτυχὴς λιβέλλους ἐξαπέστειλεν ὑμῖν πεπληρωμένους πάσης ἀπάτης καὶ πανουργίας, ἐν τῷ καιρῷ τῆς κρίσεως λιβέλλους ἐπιδεδωκέναι ἐκκλήτους ἡμῖν καὶ τῇ ἐνδημούσῃ ἁγίᾳ συνόδῳ, καὶ ἐπικαλέσασθαι τὴν ὑμετέραν ὁσιότητα· ὅπερ οὐδαμῶς παρ' αὐτοῦ γέγονεν ἀλλὰ καὶ κατὰ τοῦτο τὼ μέρος διεψεύσατο, 787 οἶα δὴ πατὴρ ὢν τοῦ ψεύδους, συναρπάσαι τὰς ὑμετέρας ἀκοὰς οἰόμενος. Συγκινηθεὶς οὖν, ὁσιώτατε πάτερ, διὰ πάντα τὰ παρ' αὐτοῦ τολμηθέντα, καὶ διὰ τὰ εἰς ἡμᾶς καὶ τὴν ἁγιωτάτην Ἐκκλησίαν γενόμενά τε καὶ λεγόμενα, παῤῥησίασαι συνήθως κατὰ τὸ πρέπον τῇ ἱερωσύνῃ· καὶ οἰκειωσάμενος τὼ κοινὸν πρᾶγμα, καὶ τὴν τῶν ἁγίων Ἐκ κλησιῶν κατάστασιν, συμψηφίσασθαι μὲν τῇ γενομένῃ κατ αὐτοῦ κανονικῶς καθαιρέσει, δι' οἰκείων γραμμάτων καταξίω σον στηρίξαι δὲ καὶ τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως πίστιν. Μόνης γάρ τὸ πρᾶγμα δεῖται τῆς παρ' ὑμῶν ῥοπῆς καὶ ἀντιλήψεως, ὀφειλούσης διὰ τῆς οἰκείας συναινέσεως εἰς γαλήνην καὶ εἰρήνην πάντα μετασκευάσαι. Οὕτω γὰρ καὶ ἡ ἐπαναστᾶσα αἵρεσις, καὶ ἡ δι' αὐτὴν ταραχὴ, εὐμαρῶς καταργηθήσεται, τοῦ Θεοῦ συνεργοῦντος, διὰ τῶν ὑμετέρων ἱερῶν γραμμάτων· κωλυθήσεται δὲ καὶ ἡ θρυλλομένη γίνεσθαι σύνοδος, ὥστε μὴ τὰς ἁπανταχόσε ἁγιωτάτας Ἐκκλησίας διαταραχθῆναι. Πᾶσαν τὴν σὺν σοὶ ἀδελφότητα, ἐγώ τε καὶ οἱ σὺν ἐμοί προσαγορεύομεν. Ἐῤῥωμένος ἐν Κυρίῳ καὶ ὑπερευχόμενος ἡμῶν χαρισθείης ἡμῖν, θεοφιλέστατε καὶ ἀξιώτατε πάτερ.

Intertext edge

Open linked passage

Note