Epistolae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-i440-461" aria-label="More works by Leo I">
—
⋯
Original / primary: 7630 Episto53
221.1
1354 Ἐπιστολὴ Λέοντος ἐπισκόπου Ῥώμης πρὸς τὸν βασιλέα Λέοντα.
221.1
Τῷ ὑπερενδόξῳ, καὶ γαληνοτάτῳ υἱῷ Λέοντι Αὐγούστῳ, Λέων ἐπίσκοπος.
221.2
Ὑποσχόμενον ἐμαυτὸν διαμέμνημαι, εὐαγέστατε βασιλεῦ, ἐπὶ τοῦ πράγματος τοῦ τῆς πίστεως, ἧς οἶδα τὴν σὴν ἡμερότητα πλείστην εὐσεβῶς ποιεῖσθαι τὴν μέριμναν, ὡς πληρεστάτην τῆς βραχύτητος τῆς ἐμῆς ἀποστελῶ σοι διάλεξιν· ἣν ἐπὶ τοῦ παρόντος συνεργίᾳ τοῦ Κυρίου τῆς προφάσεως παρεχούσης μοι τὸ εὔπιστον ἀποδίδωμι. Ὥστε τὴν ἐπωφελῆ, καθόσον ἡγοῦμαι μηδαμῶς ἐλλεῖψαι δυνηθῆναι, τῇ εὐαγεστάτῃ σπουδῇ τῆς ὑμῶν εὐσεβείας εἰσήγησιν. Εἰ καὶ τὰ μάλιστα γὰρ ἐγνώκαμεν ἀνθρωπίνης διδασκαλίας τὴν ὑμῶν ἡμερότητα μὴ προσδεῖσθαι, καὶ τὴν καθαροτάτην 1356 ἐκ τῆς τοῦ ἁγίου πνεύματος ἀφθονίας μάθησιν ἠντληκέναι. Τῶν ἐμοὶ πρεπόντων ὅμως ἐστὶ, καὶ φανεροῦν ἃ νοεῖται, καί κηρύττειν ἅπερ πιστεύεται· ὅπως ἂν ἐκεῖνο τὸ πῦρ, ὅπερ ὡ Κύριος ἐλθὼν ἔβαλεν εἰς τὴν γῆν, ταῖς συχναῖς τῆς μελέτης κινήσεσιν ἐλαυνόμενον, θερμαίνεται μὲν οὕτως ὥστε καὶ ζεῖν, ἐξαιρεῖται δὲ πρὸς φλόγα ὥστε καὶ διαλάμπειν.
221.3
Μεγίστην γὰρ ἀχλὺν, ἡ αἵρεσις Εὐτυχοῦς, τοῖς κατὰ τὴν ἀνατολὴν μέρεσιν ἐπιφέρειν ἐμηχανήσατο· καὶ ἀπ' ἐκείνου τοῦ φωτὸς, ὅπερ( ὥς φησι τὸ εὐαγγέλιον) ἐν τῇ σκοτείᾳ φαίνει, καὶ ἡ σκοτεία αὐτὸ οὐ κατέλαβεν, ἀποστρέψαι τοὺς ὀφθαλμοὺς τῶν ἀμαθῶν ἐπειράθη. Αὐτῆς τε πρὸς τὴν οἰκείαν τύφλωσιν ἐκπεσούσης διὰ τῶν μαθητῶν, ὠμότερον ἀνεπέφηνεν τοῦθ' ὅπερ ἠτόνησεν ἐπὶ τοῦ διδασκάλου. Οὐκ ἐν μακρῷ γὰρ διαστήματι χρόνου ἡ καθολικὴ πίστις, ἤ τις καὶ μονογενής ἐστι καὶ ἀληθὴς, καὶ ᾗ τινι οὔτε προστίθεσθαι, οὔτε μὴν ἀπομειοῦσθαι τινα δύναται, τὴν παρὰ τῶν δύο δέδεκται πολεμίων ὁρμὴν· ὧν ὁ μὲν πρῶτος Νεστόριος, ὁ δὲ δεύτερος Εὐτυχὴς ἀνέκυψεν; οἵτινες τὰς ἀμφοτέρας αἱρέσεις τὰς ἑαυταῖς ἐναντίας τῇ Θεοῦ ἐκκλησίᾳ ἐπεισενεγκεῖν ἤβουλήθησαν· ὡς ἑκάτερον ὑπὸ τῶν τὴν ἀλήθειαν κηρυττόντων κατακριθῆναι δικαίως, ἐπειδὴ σφόδρα ἦν μανιῶδες, καὶ δυσσεβὲς, ὅπερ ἐκ τοῦ ποικίλου ψεύδους φρονοῦντες ὑπῆρχον ἀμφότεροι.
221.4
Ἀναθεματιζέσθω τοίνυν Νεστόριος, ὁ τὴν μακαρίαν Παρθένον Μαρίαμ, οὐχὶ τοῦ Θεοῦ, ἀνθρώπου δὲ μόνον πιστεὺων εἶναι μητέρα, ἵνα τῆς μὲν σαρκὸς ἄλλο, τῆς δὲ Θεότητος ἄλλο πρόσωπον ἀπεργάσηται· καὶ μὴ τὸν ἔνα Χριστὸν, 1358 ἐν τε τῷ λόγῳ τῷ τοῦ Θεοῦ νοήσῃ, καὶ ἐν τῷ σώματι, ἀλλὰ κεχωρισμένως, καὶ διεζευγμένως, ἕτερον μὲν τὸν υἱὸν τοῦ Θεοῦ, ἕτερον δὲ τὸν ἐξ ἀνθρώπου κηρύττῃ· ὁπότε μενούσης ἐκείνης τῆς τοῦ ἀμετατρέπτου λόγου οὐσίας, τῆς οὔσης ἀχρόνου τε καὶ ἀϊδίου μετὰ τοῦ πατρὸς αὐτῷ, καὶ τοῦ ἁγίου πνεύματος, οὕτως ἐντὸς τῶν τῆς παρθένου σπλάγχνων ὁ λόγος σὰρξ ἐγένετο, ὥστε κατὰ τὸ ἄφραστον μυστήριον μιᾷ συλλήψει, καὶ ἑνὶ τοκετῷ, κατὰ τὴν ἑκατέρας φύσεως ἀλήθειαν, τὴν αὐτὴν παρθένον καὶ δούλην εἶναι τοῦ Κυρίου καὶ μητέρα. Ὅπερ καὶ ἡ Ελισάβεθ( ὡς ὁ εὐαγγελιστὴς διεσάφησε Λουκᾶς) νενόηκέ τε καὶ εἴρηκεν, Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; τῷ αὐτῷ δὲ βαλλέσθω καὶ Εὐτυχὲς ἀναθέματι, ὃς ταῖς ἀσεβέσι τῶν παλαιοτέρων αἱρετικῶν ἐγκυλιόμενος πλάναις, τοῦ Ἀπολιναρίου τρίτον ἐπελέξατο δόγμα· ὥστε τῆς ἀνθρωπίνης ἀπαρνηθείσης σαρκὸς, καὶ τῆς κατὰ τὴν ψυχὴν ἀληθείας, τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν μιᾶς φύσεως, ὅλον διαβεβαιοῦσθαι τυγχάνειν. Ὡσανεὶ τῆς τοῦ λόγου θεότητος, αὐτῆς ἑαυτὴν μεταστρεψάσης εἰς σάρκα τε καὶ ψυχὴν, καὶ τοῦ συλληφθῆναί τε, καὶ γεννηθῆναι, τραφῆναί τε καὶ αὐξηθῆναι, σταυρωθῆναί τη καὶ ἀποθανεῖν, καὶ ταφῆναι, καὶ ἀναστῆναι καὶ ἀνελθεῖν εἰς τὸν οὐρανὸν, καὶ καθεστηκέναι ἐν δεξιᾷ τοῦ πατρὸς, ὅθεν ἐλεύσεται πρὸς τὸ κρῖναι ζῶντας καὶ νεκρούς. Τῆς θείας ὑπάρχοντος μόνον οὐσίας, ἥτις τούτων οὐδὲν εἰς ἑαυτὴν ἀναδέχεται δίχα τῆς ἀληθείας τοῦ σώματος. Ἐπειδήπερ ἡ φύσις ἡ τοῦ μονογενοῦς, φύσις ἐστὶ τοῦ Πατρὸς, φύσις ἐστὶ καὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Ὁμοῦ τέ ἐστιν ἀπαθὴς, καὶ ὁμοῦ καθέστηκεν ἀναλλοίωτος, 1360 ἡ τῆς αἰωνίου τριάδος ἀδιαίρετος ἑνότης, καὶ συνυπάρχουσα κατ' οὐσίαν ἰσότης· ὅθεν εἴ τις Εὐτυχιανιστὴς ἀποφοιτῶν τῆς Ἀπολιναρίου διαστροφῆς, ἵνα δὴ μὴ φωραθῇ φρονῶν Θεότητα παθητὴν καὶ θνητὴν, ὅμως τοῦ Λόγου τοῦ σαρκωθέντος, τοῦτ' ἐστὶ, τοῦ τε λόγου καὶ τῆς σαρκὸς, τολμᾷ μίαν ἀποφαίνεσθαι φύσιν, προφανῶς εἰς τὴν Βαλεντίνου, καὶ Μανιχαίου μεταβαίνει μανίαν, καὶ τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Χριστὸν Ἰησοῦν, προσποιητῶς ἅπαντα πεπραχέναι πιστεύει, καὶ οὐ σῶμα ἀνθρώπινον ἑν αὐτῷ, ἀλλὰ φαντασιῶδες σῶματος εἶδος τοῖς τῶν τεθεαμένων ὀφθαλμοῖς ὁραθῆναι· ὅπερ τῆς ἀσεβείας ψεῦδος, ἐπειδήπερ ἡ καθολικὴ πίστις πάλαι βδελύττεται, καὶ τὰ τῶν τοιούτων διατάξεων δυσσεβήματα ταῖς ὁμοφώνοις ἐν ὀλῳ τῷ κόσμῳ τῶν μακαριωτάτων πατέρων, ἤδη πρώην καταδεδίκασται ψήφοις· οὐκ ἔστιν ἀμφίβολον ταύτην ἡμᾶς ἐκδικεῖν, καὶ κηρύττειν τὴν πίστιν, ἣν ἡ ἁγία κατὰ Νικαίαν σύνοδος ἐβεβαίωσεν λέγουσα·
221.5
Πιστεύομεν εἰς ἕνα Θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε, καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ τὸν 1362 μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα, τοῦτ' ἐστὶ, τὸν ἐκ τῆς οὐσίας τοῦ πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ. Γεννηθέντα, οὐ ποιηθεντα, μιᾶς ὑποστάσεως σὺν πατρὶ( ὅπερ ἑλληνιστὶ λέγεται ὁμοούσιον)· δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ σταυρωθέντα, καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς· καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς. Καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον.-- ᾗ τινι σαφῶς ὁμολογίᾳ τοῦτο περιέχεται, ὅπερ καὶ ἡμεῖς περὶ τῆς τοῦ Κυρίου σαρκώσεως ὁμολογοῦμέν τε καὶ πιστεύομεν, ὃς πρὸς τὸ τὴν σωτηρίαν τοῦ γένους ἀναπλάσαι τῶν ἀνθρώπων, ἀληθῆ σάρκα τῆς ἡμετέρας σαθρότητος, οὐκ ἐξ οὐρανοῦ μεθ' ἑαυτοῦ κατεκόσμησεν, ἀλλ' ἐν τῇ γαστρὶ τῆς παρθένου μητρὸς προσέλαβεν.
221.6
Οἵτινες δήποτε τοίνυν εἰσὶν, οἱ οὕtgr; ω τυφλώττοντες, καὶ ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἀλλοτριούμενοι, ὥστε τῷ λόγῳ τῳ τοῦ Θεοῦ, ἀπὸ τοῦ τῆς σαρκώσεως χρόνου τὴν ἀλήθειαν τῆς ἀνθρωπίνης ἀπαρνεῖσθαι σαρκὸς, δεικνύτωσαν κατὰ τί Χριστιανῶν ἑαυτοῖς ἁρπάζουσι προσηγορίαν, καὶ κατὰ ποῖον λόγον τῷ τῆς ἀληθείας εὐαγγελίῳ σύμφωνοι καθεστήκασιν, εἴγε ἑν τῷ τοκετῷ τῆς μακαρίας παρθένου ἢ ἡ σὰρξ δίχα τῆς θεότητος, ἢ ἡ θεότης ἀνέτειλεν, ἢ ἐγεννήθη δίχα τοῦ σώματος. Ὥσπερ γὰρ οὐ δυνατὸν ἀπαρνεῖσθαι, τοῦ εὐαγγελιστοῦ λέγοντος, ὅτι Ὁ λόγος σὰρξ 1364 ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· οὕτως ἀπαρνηθῆναι οὐχ' οἷόν τε, τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου κηρύττοντος, ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. Ποία δ' ἂν ἠδύνατο τυγχάνειν καταλλαγὴ, δι' ἧς ἵλεως ἐγένετο τῷ γένει τῶν ἀνθρώπων ὁ Θεὸς, εἰ μὴ τὴν αἰτίαν τὴν πάντων ὁ Θεοῦ καὶ ἀνθρώπων μεσίτης ἀνεδέξατο; ποίῳ δ' ἂν λόγῳ τὴν ἀλήθειαν ἐπλήρωσεν τοῦ μεσίτου, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ἶσος ὢν τῷ πατρί, ἐν τῇ μορφῇ τοῦ δούλου ἐκοινώνησε καὶ ἡμῖν, ὥστε τὸν δεσμὸν τοῦ θανάτου, ὃν ἡ τοῦ ἑνὸς παράβασις ἐπεσπάσατο, τῷ θανάτῳ τοῦ ἑνὸς( τοῦ μόνου μηδὲν τῷ θανάτῳ χρεωστήσαντος) διαλυθῆναι; ἡ γὰρ ὑπέρ τῶν ἁμαρτωλῶν ῥύσις τοῦ αἵματος τοῦ Χριστοῦ, γέγονεν οὕτως πλουσία εἰς τίμημα, ὡς εἰ πιστεύσοι τὸ πᾶν πλῆθος τῶν αἰχμαλωτισθέντων εἰς τὸν ἑαυτῶν λυτρωτὴν, μηδένα κατασχεθῆναι τοῖς τοῦ διαβόλου δεσμοῖς· ἐπειδήπερ, ὥς φησιν ὁ ἀπόστολος, Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Καὶ τῶν τεχθέντων ἐν τῷ τῆς ἁμαρτίας προκρίματι, λαμβανόντων τὴν ἐξουσίαν τοῦ πρὸς δικαιοςύνην ἀναγεννᾶσθαι, τὸ χάρισμα τὸ τῆς ἐλευθερίας δυνατώτερον γέγονεν τοῦ τῆς δουλείας ὀφλήματος. Ποίαν οὖν ἑαυτοῖς βοηθείας ἐκ τοῦ τοιούδε μυστηρίου καταλιμπάνουσιν ἠλπίδα, οἱ ἐν τῷ σωτῆρι ἡμῶν ἀπαρνούμενοι τοῦ ἀνθρωπίνου σώματος τὴν ἀλήθειαν; λεγέτωσαν, διὰ ποίας θυσίας κατηλλάγησαν; λεγέτωσαν, διὰ ποίου αἵματος ἐλυτρώθησαν; τίς ἐστὶν, ὅς( ὥς φησιν ὁ ἀπόστολος) παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Θεῷ προσφορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐωδίας; ἤποτε θυσία τῆς πρὸς ἱερουργίαν ἐπιτηδειοτέρα 1366 γεγένηται ταύτης, ἣν ὁ ἀληθὴς καὶ αἰώνιος ἀρχιερεὺς τῷ θυσιαστηρίῳ τῷ τοῦ σταυροῦ, διὰ τῆς θυσίας τῆς σαρκὸς τῆς ἰδίας ἐπέθηκεν; εἰ καὶ τά μάλιστα τῶν πολλῶν ἁγίων ἐνώπιον Κυρίου τίμιος γέγονεν ὁ θάνατος, ὅμως οὐδενὸς τῶν ἀνευθύνων τούτων σφαγὴ, λύτρωσις τοῦ κόσμου γεγένηται. Οἱ δίκαιοι στεφάνους εἰλήφασιν, οὐ δεδώκασι καὶ ἐκ τῆς ἀθλήσεως τῶν πιστῶν, ὑποδείγματα καρτερίας ἐστἰν, οὐ γέρα τῆς δικαιοσύνης· ἑκάστου γὰρ αὐτῶν δηλαδὴ θάνατος γέγονεν εἷς, καὶ οὐδεὶς τὸ ἑτέρου χρέως διὰ τοῦ αὐτὸς[ F. αὐτόν] τελειωθῆναι ἐξέτισεν· ὁπότε μεταξὺ τῶν υἱῶν τῶν ἀνθρώπων εἷς μόνος ἐστὶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μόνος ἀληθῶς ἀμνὸς ἄσπιλος γεγονὼς, ᾧ πάντες σταυρωθέντες, πάντες ἀποθανόντες, πάντες ταφέντες, καὶ πάντες ὑπάρχουσιν ἐγερθέντες. Περὶ ὧν αὐτὸς ἔλεγεν· Ὅταν ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἡ γὰρ ἀληθὴς πίστις ἡ δικαιοῦσα τοὺς ἀσεβεῖς, καὶ γεννῶσα τοὺς δικαίους πρὸς τὸν μέτοχον τῆς ἰδίας ἀνθρωπότητος ἑλκυσθεῖσα, ἐν ἐκείνῳ πορίζεται τὴν σωτηρίαν, ἐν ᾧ μόνῷ εὑρίσκει ἄνθρωπος ἑαυτὸν οὐχ' ὑπεύθυνον, διὰ τῆς τοῦ Θεοῦ χάριτος μετὰ παῤῥησίας αὐχῶν περὶ τῆς ἐκείνου δυνάμεως, ὃς ἠν τῇ εὐτελείᾳ τῆς ἡμετέρας σαρκὸς συμπλακεὶς τῷ πολεμίῳ τοῦ γένους τῶν ἀνθρώπων, τὴν ἑαυτοῦ νίκην ἐχαρίσατο τούτοις, ὧν ἐνίκησεν ἐν τῷ σώματι.
221.7
Τοιγαροῦν εἰ καὶ τὰ μάλιστα ἐν τῷ ἑνὶ δεσπότῃ Ἰησοῦ Χριστῷ, τῷ ἀληθεῖ τοῦ Θεοῦ καὶ ἀνθρώπου υἱῷ, τοῦ τε λόγου, καὶ τῆς σαρκὸς, ἓν ὑπάρχει πρόσωπον, ὅπερ ἀχωρίστως, καὶ ἀδιαιρέτως κοινὰς ἔχει τὰς πράξεις· δεῖ νοεῖν ὅμως 1368 αὐτῶν τῶν ἔργων τὰς ποιότητας, καὶ τῇ κατανοήσει τῆς εἰλικρινοῦς πίστεως δεῖ καθορᾷν, ἐπἱ ποῖα μὲν ἡ τῆς σαρκὸς προάγεται ταπεινότης, ἐπὶ ποῖα δὲ τὸ ὕψος τῆς θεότητος ἐπικλίνεται, καὶ τί μέν ἐστιν, ὅπερ ἡ σὰρξ οὐ πράττει δίχα τοῦ λόγου, τί δὲ εἴη ὅπερ ὁ λόγος χωρὶς τῆς σαρκὸς οὐκ ἐργάξεται. Δίχα μὲν γὰρ τῆς λόγου δυνάμεως οὐδ' ἂν ἡ παρθένος συνέλαβεν οὐδὲ ἔτεκεν, δίχα δὲ τῆς ἀληθείας τῆς σαρκὸς, οὐκ ἂν κεκαλυμμένη τοῖς ῥάκεσιν ἔκειτο νηπιότης. Καὶ δίχα μὲν τῆς τοῦ λόγου δυνάμεως, οὐκ ἂν προσεκύνησαν οἱ μάγοι τὸ παιδίον, τὸ ὑπὸ τοῦ μηνύοντος ἀστέρος δηλούμενον· δίχα δὲ τῆς ἀληθείας τῆς σαρκὸς, οὐκ ἂν ἐκελεύετο τὸ παιδίον εὶς Αἴγυπτον μεταφέρεσθαι, καὶ τοῦ κατὰ τὸν Ἡρώδην ὑπεξάγεσθαι διωγμοῦ. Καὶ δίχα μὲν τῆς τοῦ λόγου δυνάμεως, οὐκ ἂν ἔλεγεν ἡ φωνὴ τοῦ πατρὸς, ἐξ οὐρανῶν ἀφεθεῖσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, δίχα δὲ τῆς ἀληθείας τοῦ σώματος, οὐκ ἂν ῥροσεμαρτύρατο ὁ Ἰωάννης· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ δίχα μὲν τῆς τοῦ λόγου δυνάμεως, οὐκ ἂν ἐγένετο τῶν τε ἀσθενούντων ἡ ῥῶσις, καὶ τῶν τεθνεώτων ἡ ζωοποίησις, δίχα δὲ τῆς ἀληθείας τῆς σαρκὸς, οὔτε τροφὴ τῷ νηστεύοντι, οὔτε μὴν ὕπνος ἀναγκαῖος ὑπῆρχεν τῷ κοπιάσαντι. Καὶ τὸ δὴ πέρας δίχα μέν τῆς τοῦ λόγου δυνάμεως, οὐκ ἂν ἑαυτὸν ὁ Κύριος ἶσον τῷ πατρὶ τυγχάνοντα ὡμολόγει, δίχα δὲ τῆς ἀληθείας τοῦ σώματος, οὐκ ἂν ὁ αὐτὸς ἔλεγεν μείζονα εἶναι ἑαυτοῦ τὸν πατέρα, ὁπότε καί ἡ καθολικὴ πίστις ἑκάτερον δέχεται, καὶ ἑκάτερον ἐκδικεῖ, ἥτις κατὰ τὴν ὁμολογίαν τοῦ μακαρίου ἀποστόλου Πέτρου, ἕνα Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἄνθρωπον πιστεύει καὶ λόγον. Εἰ καὶ τὰ μάλιστα τοίνυν ἐξ ἐκείνης τῆς ἀρχῆς, ἀφ' ἧς ἐν τῇ γαστρὶ 1370 τῆς παρθένου ὁ λόγος γέγονεν σὰρξ, οὐ δ' ὅτι οὖν ἦν διαιρέσεως μεταξύ τῆς ἑκατέρας μορφῆς· καὶ δι' ἁπάσης αὐξήσεως σωματικῆς, ἑνὸς προσώπου αἱ τοῦ παντὸς χρόνου πράξεις γεγόνασιν· ὅμως αὐτὰ ταῦτα, ἅπερ ἀχωρίστως γεγένηται, κατ' οὐδεμίαν ἐπιμιξίαν συγχέομεν, ἀλλὰ τί, ποίας εἴη μορφῆς ἐκ τῆς τῶν ἔργων ποιότητος αἰσθανόμεθα.
221.8
Λεγέτωσαν τοιγαροῦν οἱ ὑποκριταὶ οὗτοι, οἱ ταῖς τυφλαῖς διανοίαις τὸ τῆς ἀληθείας φῶς εἰσδέξασθαι μὴ βουλόμενοι, ἐν ποίᾳ μορφῇ, τῷ τοῦ σταυροῦ ξύλῳ ὁ Κύριος τῆς δόξης Χριστὸς εἴη προσπεπαρμένος; τί ἔκειτο ἐν τῷ τάφῳ; καὶ τοῦ μνήματος ἀποκυλισθέντος τοῦ λίθου, ποία σὰρξ τῇ τρίτῃ ἡμέρagr; ι ἐξανέστῃ; καὶ κατὰ τί μετὰ τὴν ἀνάστασιν αὐτοῦ, τῶν μαθητῶν τινας μὴ πιστεύοντας ἤλεγκεν, και τὴν τῶν ἐνδιαζόντων ἀμφιβολίαν ἐνέτρεπεν, λέγων·« Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα·» καὶ τῷ ἀποστόλῳ Θωμᾷ·« Φέρε τὴν χεῖρά σου εἰς τὴν πλευράν μου, καὶ ἴδε τὰς χεῖράς μου, καὶ τοὺς πόδας μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.» Δι' ἧς δῆλον ὅτι τῆς τοῦ σώματος αὐτοῦ φανερώσεως ἤδη τῶν αἱρετικῶν τὰς ψεύδολογίας ἀνέτρεπεν, ὥστε πᾶσαν τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, τὴν τὰς διδασκαλίας αὐτοῦ μνησομένην μηδαμῶς ἀμφιβάλλειν ὡς τοῦτο δέοι πιστεύειν, ὅπερ οἱ Ἀπόστολοι πρὸς τὸ κηρύττειν ἦσαν ὑποδεξάμενοι. Εἰ οὖν ἐν τῷ τοσούτῳ τῆς ἀληθείας 1372 φωτὶ, τὸ σκότος τὸ ἑαυτῆς ἡ ἐπιμονὴ τῶν αἱρετικῶν οὐκ ἀφίησι, δεικνύτωσαν, πόθεν ἑαυτοῖς τῆς αἰωνίου ζωῆς τήν ἐλπίδα κατεπαγγέλλονται, πρὸς ἣν εἰ μὴ διὰ τοῦ μεσίτου Θεοῦ καὶ ἁνθρώπων ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἀφικέσθαι ἀδύνατον. Καθὰ γάρ φησιν ὁ μακάριος ἀπόστολος Πέτρος, Οὐκ ἔστιν ἕτερον ὄνομα δεδόμενον τοῖς ἀνθρώποις ὑπὸ τοῦ οὐρανοῦ, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς· οὐδέ ἐστι λύτρωσις τῶν ἀνθρώπων αἰχμαλωσίας εἰ μὴ ἐν τῷ αἵματι τούτου, ὃς ἔδωκεν ἑαυτὸν λύτρον ὑπὲρ πάντων. Καὶ ὅστις( καθάπερ κηρύττει ὁ μακάριος ἀπόστολος Παύλος) ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσον Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Δι' ὃ καἰ ὀ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὁπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν ἐστὶ Θεοῦ πατρός.
221.9
Ὁπότε οὖν εἷς ὑπάρχει Κύριος Ἰησοῦς Χριστὸς, θεότητος ἀληθοῦς, καὶ ἀνθρωπότητος, ἐν αὐτῷ παντάπασιν ἓν καὶ τὸ αὐτὸ πρόσωπον εἴη, ὅμως τὴν ὕψωσιν, δι' ἧς αὐτὸν( ὡς ὁ διδάσκαλος τῶν ἐθνῶν φησιν) ὕψωσεν ὁ Θεὸς, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα. Εἰς ταύτην ἀνήκειν νοοῦμεν τὴν μορφὴν, τὴν ἐκ τῆς ἐπαυξήσεως τῆς τοσαύτης δόξης πλουτίζεσθαι μέλλουσαν.
221.10
Δῆλον γὰρ, ὡς ὢν ἐν μορφῇ Θεοῦ, ἶσος ἦν ὁ υἱὸς τῷ πατρὶ, μεταξύ τε τοῦ πατρὸς, καὶ τοῦ μονογενοῦς, οὐδεὶς κατὰ τὴν οὐσίαν χωρισμὸς, οὐδὲ μία κατὰ τὴν θεότητα τυγχάνει διαφορὰ, οὔτε διὰ τοῦ 1374 μυστηρίου τῆς ἐνανθρωπήσεως ἀπεμειῶτό τι τοῦ λόγου, ὅπερ ἔδει κατὰ χάριν αὐτῷ τοῦ πατρὸς ἀποδίδοσθαι· ἡ δὲ τοῦ δούλου μορφὴ, δι' ἧς ἡ ἀπαθὴς θεότης τῆς εὐσεβείας μυστήριον ἀπεπλήρωσεν, ἡ κατὰ ἄνθρωπον ταπεινότης ἐστὶν, ἥτις εἰς δόξαν προέκοψεν τῆς θείας δυνάμεως, εἰς τοσαύτην ἑνότητα, κατ' αὐτὴν τῆς παρθένου τὴν σύλληψιν, τῆς θεότητός τε καὶ τῆς ἀνθρωπότητος συμπλακείσης ὥστε μήτε δίχα τοῦ εἶναι αὐτὸν ἄνθρωπον, τὰ θεῖα, μήτε δίχα τοῦ εἶναι Θεὸν, τὰ ἀνθρώπινα πράττεσθαι. Διὸ καὶ, καθάπερ λέγεται Κύριος τῆς δόξης ὁ σταυρωθεὶς, οὕτως ἐκ τῆς θεότητος ἶσος ὢν τῷ Θεῷ, λέγεται ὑψωθείς· ἐπειδήπερ ἀχωρίστως( μενούσης τῆς ἑνότητος τοῦ προσώπου) εἷς καὶ ὁ αὐτός ἐστι, καὶ ὅλος υἱὸς ἀνθρώπου διὰ τὴν σάρκα, καὶ ὅλος υἱὸς Θεοῦ διὰ τὴν σὺν τῷ πατρὶ μίαν θεότητα. Εἴ τι τοίνυν προσκαίρως δέχεται ὁ Χριστὸς, κατὰ τὴν ἀνθρωπότητα δέχεται, ᾗ τινι ταῦθ' ἅπερ οὐκ εἶχεν προσφέρεται. Κατὰ γὰρ τὴν δύναμιν τῆς θεότητος, ἀπαραλλάκτως πάντα ὅσα ἔχει ὁ πατὴρ ἔχει καὶ ὁ υἱός· καὶ ἅπερ ἐν μορφῇ δούλου παρὰ τοῦ πατρὸς ἔιληφεν, ταῦτα ἐν μορφῇ Θεοῦ ὢν καὶ αὐτὸς ἐχαρίσατο. Κατὰ μὲν γὰρ τὴν τοῦ Θεοῦ μορφὴν, αὐτὸς καὶ ὁ πατὴρ ἕν ἐστι, κατὰ δὲ τὴν τοῦ δούλου μορφὴν, οὐκ ἦλθεν ποιῆσαι τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν. Καὶ κατὰ μὲν τὴν τοῦ Θεοῦ μορφὴν, ὡς ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῶ, οὕτως ἔδωκεν καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· κατὰ δὲ τὴν μορφὴν τοῦ δούλου, περίλυπός ἐστιν ἡ ψυχὴ αὐτοῦ ἕως θανάτου. Καὶ ἔστιν ὁ αὐτὸς( ὡς ὁ ἀπόστολος κυρύττει) καὶ πλούσιος, καὶ πείνης· πλούσιος μὲν, ὡς τοῦ εὐαγγελιστοῦ λέγοντος ὅτι, Ἐν 1376 ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θegr; ὸν, και Θεὸς ἦν ὁ λόγος, οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν· πτωχὸς δὲ, ἐπειδὴ δι' ἡμᾶς ὁ λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Τίς δέ ἐστιν ἡ κένωσις αὐτοῦ, ἤ τίς ἡ πτωχία, εἰ μὴ ἡ πρόσληψις, τῆς τοῦ δούλου μορφῆς; ἧς τινος εἰς παραπέτασμα τῇ τοῦ δούλου θεότητι γενομένης, ἡ τῆς ἀνθρωπίνης λυτρώσεως οἰκονομία πεπλήρωται.
221.11
Καὶ γὰρ ἐπειδὴ τὰ τῆς προγονικῆς αἰχμαλωσίας ἡμῶν οὐκ ἠδύνατο διαλυθῆναι δεσμὰ, εἰ μὴ τοῦ γένους ἡμῶν, καὶ τῆς ἡμετέρας ψύσεως ἄνθρωπος γένοιτο, τοῖς τῶν ἁμαρτημάτων προκρίμασιν οὐ κρατούμενος, καὶ ὃς τῷ ἀσπίλῳ αἵματι τὸ ἑαυτοῦ τὸ θανάσιμον ἀποπλύνῃ χειρόγραφον, καθάπερ ἐξ ἀρχῆς ἦν θεόθεν προτυπωθέν· οὕτως ἐν τῷ πληρώματι τῶν προειρημένων γέγονεν χρόνων, ὥστε τὴν πολυτρόπως προαγγελθεῖσαν ὑπόσχεσιν ἐλθεῖν εἰς τὴν πάλαι προσδοκωμένην ἐξάνυσιν, μὴ δύνασθαί τε εἶναι ἀμφίβολον, τὸ ταῖς συχνοτάταις ἀεὶ μαρτυρίαις προδηλωθέν. Ἐν μεγίστῃ μέντοιγε παρανομίᾳ τῶν αἱρετικῶν ἡ δυσσέβεια πεφανέρωκεν ἑαυτὴν ἐγκυλίεσθαι, ὁπότε ἐπὶ προσχήματι τοῦ τιμᾷν τὴν θεότητα, τὴν ἀλήθειαν ἐν τῷ Χριστῷ τῆς ἀνθρωπίνης ἀπαρνοῦνται σαρκός· καὶ νομίζουσιν εὐσεβῶς πιστεύειν, εἰ λέγοιτο ἐν τῷ σωτῆρι ἡμῶν ἀληθὲς μὴ εἶναι τὸ σῶζον, ὁπηνίκα οὕτω κατὰ τὴν ἐπαγγελίαν τὴν πρὸ πάντων αἰώνων τῷ θεῷ 1378 ἐν Χριστῷ ὁ κόσμος εἴη κατηλλαγμένος, ὡς εἴγε μὴ κατηξίωσεν σὰρξ γενέσθαι ὁ λόγος, οὐδεμία σὰρξ ἂν ἠδύνατο σωθῆναι. Καὶ γὰρ ἅπαν τὸ μυστήριον τῆς τῶν Χριστιανῶν πίστεως, διὰ μεγίστης( ὡς οἱ αἱρετικοὶ θέλουσιν) ἀμαυροῦται σκοτείας, εἴτε τὸ φῶς τῆς ἀληθείας νομισθείη λανθάνειν ὑπὸ διεψευσμένῳ φαντάσματι. Μηδεὶς οὖν ἐπαισχυντέον ἡγείσθω Χριστιανὸς τοῦ ἡμετέρου σώματος ἐν Χριστῷ τὴν ἀλήθειαν, ἐπειδήπερ ἅπαντες οἱ ἀπόστολοι, καὶ τῶν ἀποστόλων οἱ μαθηταὶ, καὶ πάντες οἱ λαμπροὶ διδάσκαλοι τῶν ἐκκλησιῶν, οἵτινες ἐπὶ τὸν τοῦ μαρτυρίου στέφανον, ἢ ὅσοι πρὸς τὴν τῆς ὁμολογίας ἐλθεῖν ἠξίωνται δόξαν, ἐν τῷ φωτὶ τῆς πίστεως ταύτης ἐξέλαμψαν ταῖς συμψήφοις ἔκδηλοι γενόμενοι πανταχοῦ, ὡς ὅτι ἐν τῷ δεσπότῃ Ἰησοῦ Χριστῷ, δεῖ καὶ τῆς θεότητος, καὶ τῆς σαρκὸς ἓν εἴναι συνομολογεῖσθαι τὸ πρόσωπον. Πλὴν κατὰ ποῖον ὅμοιον λόγον, ἢ ποίῳ μέρει γραφῶν, ἡ τῶν αἱρετικῶν δυσσέβεια βοηθεῖσθαι νομίζει, ἡ τὴν ἀλήθειαν ἀρνουμένη τοῦ σώματος τοῦ Χριστοῦ, ὁπότε ταύτην οὔτε νόμος μαρτυρεῖσθαι, οὔτε προφητεία προλέγειν, οὔτε διδάσκειν τὰ εὐαγγέλια, οὐκ αὐτὸς ὁ Χριστὸς ὑποδεικνύειν ἐπαύσατο; ἐν πάσαις συντάξεσι τῶν γραφῶν ἐκζητείτωσαν, ποῖ τραπέντες, τὸ ἴδιον φύγωσι σκότος, οὐχὶ ποῖ κλίναντες τὸ ἀληθὲς ἐπισκοτοῦσι φῶς· καὶ καθ' ὅλους τοὺς χρόνους εὑρήσουσιν οὕτως ἐκλάμπουσαν τὴν ἀλήθειαν ἵνα τὸ μέγα καὶ θαυμαστὸν ἴδωσι τοῦτο μυστήριον ἐξ ἀρχῆς πιστευθὲν, ὅπερ ἐπ' ἐσχάτων πεπλήρωται. Περὶ οὗ, καὶ τῶν ἁγίων γραφῶν οὐδὲ ἓν ἐσιώπησεν μέρος, ὅμως ἐξαρκεῖ σύμβολά τινα τῆς συμφώνου τούτοις ἀληθείας ἐνθεῖναι, δι' ὧν ἡ περὶ τὴν πίστιν ἐμμέλεια εἰς τηλαυγέστατον ἀπευθυνθήσεται 1380 πλάτος, καὶ τῷ τῆς γνώσεως καθαρωτάτῳ φωτὶ θεωρῆσαι δυνήσεται, τοῦθ' ὅπὲρ ἐν τῷ υἱῷ τοῦ Θεοῦ, ὅτι ἑαυτὸν ἀπαύστως υἱὸν ἀνθρώπου καὶ ἄνθρωπον ὁμολογεῖ, ἐρυθριᾷν οὐ προσήκει Χριστιανοῖς, ἀλλὰ τούτῳ σταθηρῶς ἐγκαυ χᾶσθαι.
221.12
Ἵνα δὲ τοῖς κηρύγμασι τῶν προσκυνητῶν πατέρων συμφώνους ὑπάρχειν ἡμᾶς ἡ σὴ εὐλάβεια γνῷ, διενοήθην τῷ παρόντι μου λόγου τινὰς ἀποφάσεις ἐκείνων ὑποτάξαι( Alias, ἐπίστευσα τῷ παρόντι μου λόγῳ τινὰς ἀποφάσεις. ἐκείνων ὑποτάξαι). Ὧν εἰ καταξιώσῃς ἐκείνων ποιήσασθαι τὴν ἀνάγνωσιν, οὐκ ἄλλο κηρὑττειν εὑρήσεις ἡμᾶς, εἰ μὴ ὅπερ καθ' ὅλον τὸν κόσμον οἱ ἡμῶν ἅγιοι πατέρες ἐδίδαξαν, καὶ μηδένα πρὸς τούτοις διαφωνεῖν, εἰ μὴ μόνους τοὺς δυσσεβεστάτους αἱρετικοὺς. Τούτων τοίνυν, ὑπερένδοξε καὶ σεβαστὲ βασιλεῦ, καθ' ὅσον οἷόντε ἦν βραχέως ἐφαψαμένων ἡμῶν, μετὰ τῆς θεόθεν ἐμπνευσθείσης σοι πίστεως, καὶ τὸ παρ' ἡμῶν κηρυττόμενον ὁμογνωμονοῦν ἐπιγνώσει, καἰ κατὰ μηδὲν ἡμῖν ἀπὸ τῆς τῶν εὐαγγελίων καὶ τῆς τῶν ἀποστόλων διδασκαλίας, ἤτοι τοῦ συμβόλου τῆς καθολικῆς διαφωνεῖν ὁμολογίας· ἐπειδήπερ, ὡς διδάσκει ὁ μακάριος ἀπόστολος Παῦλος, Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, ὅπερ ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι, ὤφθν τοῖς ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.
221.13
Τί τοιγαροῦν ἔσται λυσιτελέστερον τῇ σῇ σωτηρίᾳ, τί τῇ σῇ ἐξουσίᾳ ἁρμοδιώτερον, 1382 ἤπερ ἵνα τῆς εἰρήνης τῶν τοῦ Θεοῦ ἐκκλησιῶν, ταῖς σαῖς διατάξεσιν ποιήσῃς τὴν πρόνοιαν, καὶ ἐν πᾶσι τοῖς σοῖς ὑπηκόοις τὰ τοῦ Θεοῦ δῶρα ἐκδικήσῃς· καὶ μὴ ἀνάσχῃς τρόπῳ τινὶ διὰ τῆς τοῦ διαβόλου βασκανίας χαλεπαίνειν εἰς ὄλεθρόν τινων, τοὺς ὑπηρέτας αὐτοῦ· ἐφ' ᾧτέ σε κατὰ τόνδε τὸν βίον τοῖς προσκαίροις ὑπερέχοντα βασιλείοις, ἀξιωθῆναι καὶ τῆς εἰς αἰῶνα μετὰ τοῦ Χριστοῦ βασιλείας. Ὁ παντοκράτωρ Θεὸς τὴν βασιλείαν, καὶ τὴν σωτηρίαν σου, ἐπιμήκιστον ἐκδικῶν διαφυλάξοι, ὑπερένδοξε καὶ ἡμερώτατε βασιλεῦ σεβαστέ.