Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistolae
Leo IEpis 138 · 7630-episto53More by Leo I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/leo-i440-461" aria-label="More works by Leo I"> —
⋯
More
Original / primary: 7630 Episto53
138.1
1115 Ἐπιστολὴ τοῦ εὐσεβεστάτου βασιλέως Μαρκιανοῦ πρὸς τὸν μακαριώτατον ἀρχιεπίσκοπον Ῥώμης Λέοντα.
138.1
Νικηταὶ Οὐαλεντινιανὸς καὶ Μαρκιανὸς, ἔνδοξοι, τροπαιοῦχοι, αὔγουστοι, τῷ ἁγιωτάτῳ καὶ ἀληθῶς σεπτῷ πατριάρχῃ ἐπισκόπῳ Λέοντι.
138.2
Αἱ θεῖαι καὶ ἀνθρώπινοι γραφαὶ συμφωνοῦσι τὸ θεῖον ἐν πρώτοις εἶναι προσκυνητὸν, κᾁκεῖ τὸν παντοκράτορα Θεὸν εἶναι ἵλεω, ὅπου θρησκεύεται ὀρθῶς ἡ πίστις. Τούτου τοίνυν, ὅπερ ζητοῦμεν, εὕρομεν καὶ ἐπιτύχομεν ἡμετέραις εὐχαῖς· εὗρε γὰρ τῆς θρησκείας τὴν πίστιν ἡ πιστὴ διάθεσις, καὶ οὐδὲν ἀμφίβολόν ἐστι συνεργείᾳ τοῦ Θεοῦ τετυπῶσθαι, ὅπερ περὶ τῆς αὐτοῦ δυνάμεως ἐζητεῖτο. Ἐκβεβλημένης τοίνυν πάσης φιλονεικίας καὶ διχονοίας, ἥν τινα ὁ βάσκανος δαίμων τῇ πίστει ἐβεβλήκει, τὸν Θεὸν πάντες διανοίᾳ γινώσκουσι. Λοιπὸν οὐ κατηγοροῦμεν τῶν ἀπίστων, ἀλλὰ καὶ χάριν ὁμολογοῦμεν τοῖς τῆς θρασκείας ἐχθροῖς· παρέσχον γὰρ ἡμῖν, ὅπως τὸν Θεὸν σπουδαιότατα ζητήσωμεν, φανερῶς τε ἐπέγνωμεν. Μεῖζον γὰρ φῶς εἶναι δοκεῖ τὸ μετὰ τὴν σκοτίαν φαῖνον· γλυκύς ἐστι τοῖς διψῶσιν ὁ πότος, τοῖς κεκμηκόσιν ἡ ἀργία. Χαιρέτω τοίνυν ἡ σὴ ἁγιωσύνη ἐπὶ τῇ νίκῃ τῆς 1117 πίστεως οὗτινος ὁ στέφανος τῷ παντοκράτορι χριστῷ ἀναθετέος· Οὗτος γὰρ δέδωκε κατὰ τῶν ἀπίστων νίκην· καὶ διὰ τοῦτο ἡμεῖς αὐτοὶ παραγενέσθαι τῇ ἁγίᾳ συνόδῳ ὑπείχθημεν, εἰ καὶ ὅτι ἡμᾶς ἐν ἄλλοις τόποις ἐκστρατεῖαι τε καὶ δημοσίαι χρεῖαι κατεῖχον. Τοιγαροῦν ἅπαντα κατ' εὐχὰς τῆς σῆς ἁγιωσύνης, αἵτινες τῇ πίστει συμφωνοῦσι, τετύπωται. Παντὸς τοῦ κόσμου τοῦ ὄντος ὑπὸ τὴν ἡμετέραν βασιλείαν τῶν εὐλαβεστάτων ἐπισκόπων ἐν τῇ χαλκηδονίων συγκληθέντων, καὶ σκέμματος γενομένου, μετὰ πολλὰς φιλονεικίας ἡ ἀληθὴς πίστις κατέσχε, καὶ κατὰ τὰ γράμματα τῆς σῆς ἀγιωσύνης πάντες συνῄνεσαν τῇ ἐκθέσει, καθὼς ἡ ἀλήθεια ἀπῄτησε· καὶ οὐδὲν ἀμφιβάλλομεν τούτου τοῦ πράγματος τὴν χάριν ἡμῖν καὶ τῇ σῇ ἁγιωσύνῃ κοινὴν εἶναι, καὶ ἐπ' ἴσης χαίρειν, οὕστινας φανερόν ἐστιν ὁμοίως εἰρῆσθαι τὴν ἀλήθειαν. Λείπει ὅπως πάντων κατὰ τὴν καθολικὴν πίστιν καὶ τὴν ἀλήθειαν συντεθέντων, καὶ εὶρήνης ταῖς ἐκκλησίαις ἀποδοθείσης, συμπάσαις εὐχαῖς εἰς ἀπώλειαν τῶν πολεμίων ἡ σὴ ἁγιωσύνη τὴν θείαν προσκαλέσηται δύναμιν· ὅπερ σὲ καὶ πρὸ τῶν ἡμετέρων ποιεῖν ὡμολόγηται. Ἐπειδὴ δὲ καὶ τοῦτο τετύπωται, ὥστε τὰ παρὰ τῶν ρν' ἐπισκόπων ἐπὶ τοῦ τῆς θείας λέξεως τοῦ ἀνωτέρου θεοδοσίου τῆς τιμῆς ἕνεκα τῆς σεπτῆς ἐκκλησίας τῶν κωνσταντινουπολιτῶν τυπωθέντα, καὶ ἅτινα νῦν ὑπὸ τῆς ἁγίας συνόδου περὶ τοῦ αὐτοῦ πράγματος τετύπωται, βέβαια φυλαχθῆναι, δηλαδὴ, ἵνα μετὰ τὸν ἀποστολικὸν θράνον ὁ τῆς Κωνσταντινουπολιτῶν εὐθέως ἐπίσκοπος δεύτερον ἔχοι 1119 τόπον, ἐπειδὴ περιφανεστάτη πόλις νεωτέρα Ῥώμη προαγορεύεται καταξιώσει ἡ σὴ ἁγιωσύνη καὶ τούτῳ τῷ μέρει συναινέσαι· εἰ καὶ οἱ εὐλαβέστατοι ἐπίσκοποι εἰς τόπον τῆς σῆς θεοφιλείας ἐν τῇ ἁγίᾳ συνόδῳ συνελθόντες ἀντεῖπον· σφοδρότατα γὰρ ἐκώλυον περὶ τῆς αὐτῆς σεπτῆς ἐκκλησίας τυπωθῆναί τι ἐν τῇ συνόδῳ. Ἐλπίζομεν δὲ ὡς συμφωνούντων τῶν τοῦ παντὸς κόσμου ἱερέων τὰ τοῖς ῥωμαϊκοῖς πράγμασι λυσιτελοῦντα ἡ θεία πρόνοια παρασχεῖν καταξιώσει. Διὸ δὴ διὰ λουκιανοῦ τοῦ θεοφιλεστάτου ἐπισκόπου, καὶ βασιλείου τοῦ διακόνου πάντα ὑμῖν γνωρισθῆναι ἐθεσπίσαμεν, καὶ αἰτοῦμεν τὰ παρὰ τῆς ἁγίας συνόδου τυπωθέντα ἵνα καὶ ἡ σὴ εὐσέβεια εἰς τὸ διηνεκές παραφυλαχθῆναι προστάξῃ. Ἡ θεία σε πρόνοια φυλάττοι πολλοῖς χρόνοις ἁγιώτατε καὶ θεοφιλέστατε πάτερ· Ἐδόθη πρὸ δεκαπέντε καλανδῶν Ἰανουαρίων ἐν Κωνσταντινουπόλει ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου, καὶ τοῦ δηλωθησομένου.

Intertext edge

Open linked passage

Note