Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
29.1
Ἐπεὶ δὲ πάντα ἡμῖν τὰ ἐν τῇ κηδείᾳ νενομισμένα πεπλήρωτο καὶ ἔδει τῆς ἐπανόδου γενέσθαι, ἐπιπεσὼν τῷ τάφῳ καὶ τὴν κόνιν ἀσπασάμενος εἰχόμην πάλιν τῆς ὁδοῦ κατηφής τε καὶ δεδακρυμένος, λογιζόμενος ὅσου ἀγαθοῦ διεζεύχθη ὁ βίος. Κατὰ δὲ τὴν ὁδὸν ἀνήρ τις τῶν ἐν στρατείᾳ λαμπρῶν στρατιωτικὴν ἡγεμονίαν ἔχων ἐν πολίχνῃ τινὶ τῶν κατὰ τὸν Πόντον, ᾗ Σεβαστόπολις ὄνομα, μετὰ τῶν ὑπηκόων ἐνδιαιτώμενος ἀπήντησέ τε φιλοφρόνως κατ' αὐτὴν γενομένῳ καὶ τὴν συμφορὰν ἀκούσας καὶ χαλεπῶς ἐνεγκὼν( ἦν γὰρ δὴ τῶν ἐκ γένους ἡμῖν οἰκείων τε καὶ ἐπιτηδείων), προσέθηκέ μοί τι διήγημα τοῦ κατ' αὐτὴν θαύματος, ὃ δὴ καὶ μόνον ἐγγράψας τῇ ἱστορίᾳ, καταπαύσω τὴν συγγραφήν. Ἐπειδὴ γὰρ ἐπαυσάμεθα τῶν δακρύων καὶ εἰς ὁμιλίαν κατέστημεν:« Ἄκουε, φησὶ πρός με λέγων ἐκεῖνος, οἷον καὶ ὅσον ἀγαθὸν τῆς ἀνθρωπίνης μετέστη ζωῆς.» Καὶ ταῦτα εἰπὼν οὕτως ἄρχεται τοῦ διηγήματος.

Intertext edge

Open linked passage

Note