Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
21.1
Καὶ τῆς μὲν ἡμέρας ἤδη παρῳχήκει τὸ πλέον καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἐπεκλίνετο. Τῇ δὲ οὐκ ἐνεδίδου ἡ προθυμία, ἀλλ' ὅσον τῇ ἐξόδῳ προσήγγιζεν, ὡς πλέον θεωροῦσα τοῦ νυμφίου τὸ κάλλος ἐν σφοδροτέρᾳ τῇ ἐπείξει πρὸς τὸν ποθούμενον ἵετο, τοιαῦτα φθεγγομένη οὐκέτι πρὸς ἡμᾶς τοὺς παρόντας, ἀλλὰ πρὸς αὐτὸν ἐκεῖνον εἰς ὃν ἀτενὲς ἀφεώρα τοῖς ὄμμασι. Πρὸς γὰρ ἀνατολὴν ἐτέτραπτο αὐτῇ τὸ χαμεύνιον, καὶ ἀποστᾶσα τοῦ πρὸς ἡμᾶς διαλέγεσθαι δι' εὐχῆς ὡμίλει τὸ λοιπὸν τῷ θεῷ χερσί τε ἱκετεύουσα καὶ ὑποφθεγγομένη λεπτῇ τῇ φωνῇ, ὥστε ἡμᾶς ἐπαΐειν μετρίως τῶν λεγομένων: τοιαύτη δὲ ἦν ἡ εὐχή, ὡς μηδὲ ἀμφιβάλλειν, ὅτι καὶ πρὸς τὸν θεὸν ἐγίνετο καὶ παρ' ἐκείνου ἠκούετο. Σύ, φησίν, ἔλυσας ἡμῖν, κύριε,« τοῦ θανάτου τὸν φόβον». Σὺ ζωῆς ἀληθινῆς ἀρχὴν ἡμῖν ἐποίησας τὸ τέλος τῆς ἐνταῦθα ζωῆς. Σὺ πρὸς καιρὸν ἡμῶν ὕπνῳ διαναπαύεις τὰ σώματα καὶ πάλιν ἀφυπνίζεις« ἐν τῇ ἐσχάτῃ σάλπιγγι». Σὺ δίδως παρακαταθήκην τῇ γῇ τὴν ἡμετέραν γῆν, ἣν ταῖς σαῖς χερσὶ διεμόρφωσας, καὶ πάλιν ἀνακωμίζῃ ὃ ἔδωκας, ἀφθαρσίᾳ καὶ χάριτι μεταμορφώσας τὸ θνητὸν ἡμῶν καὶ ἄσχημον. Σὺ ἐρρύσω ἡμᾶς ἐκ τῆς κατάρας καὶ τῆς ἁμαρτίας, ἀμφότερα ὑπὲρ ἡμῶν γενόμενος. Σὺ« συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος» τοῦ διὰ τοῦ χάσματος τῆς παρακοῆς τῷ λαιμῷ διαλαβόντος τὸν ἄνθρωπον. Σὺ ὡδοποίησας ἡμῖν τὴν ἀνάστασιν, συντρίψας τὰς πύλας τοῦ ᾅδου καὶ« καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου». Σὺ« ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν» τὸν τύπον τοῦ ἁγίου σταυροῦ εἰς καθαίρεσιν τοῦ ἀντικειμένου καὶ ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς. Ὁ θεὸς ὁ αἰώνιος, ᾧ« ἐπερρίφην ἐκ κοιλίας μητρός»,« ὃν ἠγάπησεν ἡ ψυχή μου» ἐξ ὅλης δυνάμεως, ᾧ ἀνέθηκα καὶ τὴν σάρκα καὶ τὴν ψυχὴν ἀπὸ νεότητός μου καὶ μέχρι τοῦ νῦν, σύ μοι παρακατάστησον φωτεινὸν ἄγγελον τὸν χειραγωγοῦντά με πρὸς τὸν τόπον τῆς ἀναψύξεως, ὅπου« τὸ ὕδωρ τῆς ἀναπαύσεως», παρὰ τοὺς κόλπους τῶν ἁγίων πατέρων. Ὁ διακόψας τὴν φλόγα τῆς πυρίνης ῥομφαίας, καὶ ἀποδοὺς τῷ παραδείσῳ τὸν ἄνθρωπον τὸν συσταυρωθέντα σοι καὶ ὑποπεσόντα τοῖς οἰκτιρμοῖς σου, κἀμοῦ« μνήσθητι ἐν τῇ βασιλείᾳ σου», ὅτι κἀγὼ σοὶ συνεσταυρώθην,« καθηλώσασα ἐκ τοῦ φόβου σου τὰς σάρκας μου καὶ ἀπὸ τῶν κριμάτων σου φοβηθεῖσα». Μὴ διαχωρισάτω με τὸ χάσμα τὸ φοβερὸν ἀπὸ τῶν ἐκλεκτῶν σου, μηδὲ ἀντιστήτω ὁ βάσκανος τῇ ὁδῷ μου μηδὲ εὑρεθείη κατενώπιον τῶν ὀφθαλμῶν σου ἡ ἁμαρτία μου, εἴ τι σφαλεῖσα διὰ τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν ἐν λόγῳ ἢ ἐν ἔργῳ ἢ κατὰ διάνοιαν ἥμαρτον. Ὁ ἔχων ἐπὶ γῆς ἐξουσίαν ἀφιέναι ἁμαρτίας,« ἄνες μοι, ἵνα ἀναψύξω» καὶ εὑρεθῶ ἐνώπιόν σου« ἐν τῇ ἀπεκδύσει τοῦ σώματός» μου« μὴ ἔχουσα σπίλον ἢ ῥυτίδα» ἐν τῇ μορφῇ τῆς ψυχῆς μου, ἀλλ' ἄμωμος καὶ ἀκηλίδωτος προσδεχθείη ἡ ψυχή μου ἐν ταῖς χερσί σου« ὡς θυμίαμα ἐνώπιόν σου». Καὶ ταῦτα ἅμα λέγουσα ἐπετίθει τὴν σφραγῖδα τοῖς ὀφθαλμοῖς καὶ τῷ στόματι καὶ τῇ καρδίᾳ. Καὶ κατ' ὀλίγον ἥ τε γλῶσσα τῷ πυρετῷ καταφρυγεῖσα οὐκέτι διήρθρου τὸν λόγον καὶ ἡ φωνὴ ὑπενεδίδου, καὶ ἐν μονῇ τῇ τῶν χειλέων διαστολῇ καὶ τῇ τῶν χειρῶν κινήσει τὸ ἐν προσευχῇ εἶναι αὐτὴν ἐγινώσκομεν. Καὶ ἐν τούτοις τῆς ἑσπέρας ἐπιλαβούσης καὶ φωτὸς εἰσκομισθέντος ἀθρόον τὸν τῶν ὀμμάτων διαστείλασα κύκλον καὶ πρὸς τὴν αὐγὴν ἀπιδοῦσα ἔκδηλος μὲν ἦν καὶ φθέγξασθαι τὴν ἐπιλύχνιον εὐχαριστίαν προθυμουμένη: τῆς δὲ φωνῆς ἐπιλειπούσης διὰ τῆς καρδίας καὶ διὰ τῆς τῶν χειρῶν κινήσεως ἐπλήρου τὴν πρόθεσιν καὶ τὰ χείλη πρὸς τὴν ἔνδοθεν ὁρμὴν συνεκινεῖτο: ὡς δὲ ἐπλήρωσε τὴν εὐχαριστίαν καὶ ἡ χεὶρ ἐπαχθεῖσα διὰ τῆς σφραγῖδος τῷ προσώπῳ τὸ πέρας τῆς εὐχῆς διεσήμανε, μέγα τι καὶ βύθιον ἀναπνεύσασα τῇ προσευχῇ τὴν ζωὴν συγκατέληξεν.

Intertext edge

Open linked passage

Note