Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
20.1
Ὡς δὲ ἡμέρα ἐγένετο, ἐμοὶ μὲν πρόδηλον ἐκ τῶν ὁρωμένων ἦν, ὅτι ἔσχατος αὐτῇ τῆς κατὰ σάρκα ζωῆς ὅρος ἡ ἐνεστῶσα ἡμέρα ἦν, πᾶσαν τὴν ἐγκειμένην τῇ φύσει δύναμιν τοῦ πυρετοῦ δαπανήσαντος. Ἡ δὲ πρὸς τὸ ἀσθενὲς ἡμῶν τῆς διανοίας βλέπουσα παράγειν ἡμᾶς ἐκ τῆς κατηφεστέρας ἐλπίδος ἐμηχανᾶτο, πάλιν τοῖς καλοῖς ἐκείνοις λόγοις διαχέουσα τῆς ψυχῆς τὸ λυπούμενον ἐν λεπτῷ τὸ λοιπὸν καὶ συνεχομένῳ τῷ ἄσθματι. Ἔνθα δὴ καὶ μάλιστα ποικίλως διετίθετό μοι πρὸς τὸ φαινόμενον ἡ ψυχή, τῆς μὲν φύσεως εἰς σκυθρωπότητα κατὰ τὸ εἰκὸς βαρουμένης διὰ τὸ μηκέτι προσδοκᾶν τῆς τοιαύτης φωνῆς καὶ αὖθις ἀκούσεσθαι, ἀλλ' ὅσον οὐδέπω τὸ κοινὸν καύχημα τῆς γενεᾶς ἐλπίζειν ἐκ τοῦ ἀνθρωπίνου βίου μεταστήσεσθαι, τῆς δὲ ψυχῆς οἷον ἐνθουσιώσης ἐκ τῶν φαινομένων καὶ ἐκβεβηκέναι τὴν κοινὴν φύσιν ὑπονοούσης. Τὸ γὰρ μηδὲ ἐν ἐσχάταις ἀναπνοαῖς αὐτὴν οὖσαν παθεῖν τινα ξενισμὸν ἐπὶ τῇ ἐλπίδι τῆς μεταστάσεως μηδὲ δειλιάσαι πρὸς τὸν χωρισμὸν τῆς ζωῆς, ἀλλ' ὑψηλῇ τῇ διανοίᾳ τοῖς ἐξ ἀρχῆς αὐτῇ περὶ τοῦ τῇδε βίου κεκριμένοις μέχρι τῆς ἐσχάτης ἐμφιλοσοφεῖν ἀναπνοῆς οὐκέτι μοι ἐδόκει τῶν ἀνθρωπίνων εἶναι, ἀλλ' οἷον ἀγγέλου τινὸς οἰκονομικῶς ἀνθρωπίνην ὑπελθόντος μορφήν, ᾧ μηδεμιᾶς οὔσης πρὸς τὸν ἐν σαρκὶ βίον συγγενείας ἢ οἰκειώσεως οὐδὲν ἀπεικὸς ἐν ἀπαθείᾳ τὴν διάνοιαν μένειν, μὴ καθελκούσης τῆς σαρκὸς πρὸς τὰ ἴδια πάθη. Διὰ τοῦτό μοι ἐδόκει τὸν θεῖον ἐκεῖνον καὶ καθαρὸν ἔρωτα τοῦ ἀοράτου νυμφίου, ὃν ἐγκεκρυμμένον εἶχεν ἐν τοῖς τῆς ψυχῆς ἀπορρήτοις τρεφόμενον, ἔκδηλον ποιεῖν τότε τοῖς παροῦσι καὶ δημοσιεύειν τὴν ἐν καρδίᾳ διάθεσιν τῷ ἐπείγεσθαι πρὸς τὸν ποθούμενον, ὡς ἂν διὰ τάχους σὺν αὐτῷ γένοιτο τῶν δεσμῶν ἐκλυθεῖσα τοῦ σώματος. Τῷ ὄντι γὰρ ὡς πρὸς ἐραστὴν ὁ δρόμος ἐγίνετο, οὐδενὸς ἄλλου τῶν κατὰ τὸν βίον ἡδέων πρὸς ἑαυτὸ τὸν ὀφθαλμὸν ἐπιστρέφοντος.

Intertext edge

Open linked passage

Note