Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 17 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
17.1
Ὡς δὲ κατ' αὐτὸν ἐγενόμην τὸν τόπον καὶ προκατήγγειλε τῇ ἀδελφότητι τὴν παρουσίαν ἡ φήμη, τό τε σύνταγμα τῶν ἀνδρῶν ἅπαν ἐκ τοῦ ἀνδρῶνος πρὸς ἡμᾶς προεχέθη: σύνηθες γὰρ αὐτοῖς τιμᾶν τῇ ὑπαντήσει τοὺς καταθυμίους: ὁ δὲ ἐν γυναιξὶ τῆς παρθενίας χορὸς εὐκόσμως κατὰ τὴν ἐκκλησίαν τὴν εἴσοδον ἡμῶν ἀνέμενεν. Ἐπειδὴ δὲ τέλος εἶχεν ἡ εὐχή τε καὶ ἡ εὐλογία καὶ αἱ μὲν μετὰ τὸ ὑποσχεῖν τῇ εὐλογίᾳ τὴν κεφαλὴν εὐσχημόνως ἀναποδίζουσαι πρὸς ἑαυτὰς ἀνεχώρουν, ὑπελείπετο δὲ ἐξ αὐτῶν πρὸς ἡμᾶς οὐδεμία, εἰκάσας ὅπερ ἦν, μὴ ἐν ἐκείναις εἶναι τὴν καθηγουμένην, προηγησαμένου τινὸς ἐπὶ τὸν οἶκον, ἐν ᾧ ἦν ἡ μεγάλη, καὶ τὴν θύραν διαπετάσαντος, ἐντὸς τῆς ἱερᾶς ἐκείνης ἐγενόμην μονῆς. Ἡ δὲ σφοδρῶς ἤδη τῇ ἀρρωστίᾳ κατείχετο, ἀνεπαύετο δὲ οὐκ ἐπὶ κλίνης τινὸς ἢ στρωμνῆς, ἀλλ' ἐπὶ τοῦ ἐδάφους, σανίδος ὑποτεταμένης τῷ σάκκῳ καὶ τὴν κεφαλὴν ἑτέρας πάλιν σανίδος ὑπερειδούσης, ἧς ἡ ἐργασία τοιαύτη τις ἦν, ὡς ἀντὶ προσκεφαλαίου τῇ κεφαλῇ γίνεσθαι, ἐν λοξῷ τῷ σχήματι τοὺς τένοντας ὑποβαίνουσα καὶ καταθυμίως ἀνέχουσα ἐφ' ἑαυτῆς τὸν αὐχένα. Ἐπεὶ οὖν εἶδεν ἐγγὺς τῶν θυρῶν με γενόμενον, ὀρθώσασα ἑαυτὴν ἐπ' ἀγκῶνος προσδραμεῖν μὲν οὐχ οἵα τε ἦν, ἤδη τῷ πυρετῷ τῆς ἰσχύος ὑπολυθείσης: πήξασα δὲ ἐπὶ τοῦ ἐδάφους τὰς χεῖρας καὶ ἐφ' ὅσον οἷόν τε ἦν ἔξω ἑαυτὴν τοῦ χαμευνίου προτείνασα τὴν τῆς ὑπαντήσεως ἐπλήρου τιμήν: κἀγὼ προσδραμὼν καὶ ταῖς χερσὶν ὑπολαβὼν χαμαὶ τὸ πρόσωπον κεκλιμένον ἀνώρθωσά τε πάλιν αὐτὴν καὶ ἀπέδωκα τῷ συνήθει τῆς κατακλίσεως σχήματι. Ἡ δὲ προτείνασα τῷ θεῷ τὴν χεῖρα:« Καὶ ταύτην ἐπλήρωσάς μοι, φησί, τὴν χάριν ὁ θεός, καὶ οὐκ ἐστέρησάς με ἀπὸ τῆς ἐπιθυμίας μου, ὅτι ἐκίνησας τὸν σὸν οἰκέτην εἰς ἐπίσκεψιν τῆς παιδίσκης σου.» Καὶ ὡς ἂν μηδεμίαν ἐπαγάγοι τῇ ἐμῇ ψυχῇ δυσθυμίαν, τὸν στεναγμὸν κατεπράϋνε καὶ τὴν συνοχὴν τοῦ ἄσθματος κρύπτειν πως ἐβιάζετο, διὰ πάντων τε πρὸς τὸ φαιδρότερον μεθηρμόζετο, τῶν καταθυμίων λόγων αὐτή τε κατάρχουσα καὶ ἡμῖν τὰς ἀφορμὰς δι' ὧν ἠρώτα παρασκευάζουσα. Τῆς δὲ περὶ τοῦ μεγάλου Βασιλείου μνήμης τῇ ἀκολουθίᾳ τοῦ λόγου παρεμπεσούσης, ἐμοὶ μὲν ἐπώκλαζεν ἡ ψυχὴ καὶ συνέπιπτεν ἐν κατηφείᾳ τὸ πρόσωπον καὶ ἐξεχεῖτο τῶν βλεφάρων τὰ δάκρυα: ἡ δὲ τοσοῦτον ἀπέσχε τῷ ἡμετέρῳ συνταπεινωθῆναι πάθει, ὥστε ἀφορμὴν ποιησαμένη τῆς ὑψηλοτέρας φιλοσοφίας τὴν περὶ τοῦ ἁγίου μνήμην τοιούτους διεξῆλθε λόγους φυσιολογοῦσά τε τὸ ἀνθρώπινον καὶ τὴν θείαν οἰκονομίαν τὴν διὰ τῶν σκυθρωπῶν κεκρυμμένην τῷ λόγῳ διακαλύπτουσα τά τε περὶ τῆς μελλούσης ζωῆς καθάπερ θεοφορουμένη τῷ ἁγίῳ πνεύματι διεξιοῦσα: ὥστε μοι τὴν ψυχὴν ἔξω μικροῦ δεῖν τῆς ἀνθρωπίνης φύσεως εἶναι δοκεῖν συνεπαρθεῖσαν τοῖς λεγομένοις καὶ ἐντὸς τῶν οὐρανίων ἀδύτων τῇ χειραγωγίᾳ τοῦ λόγου καθισταμένην. Καὶ ὥσπερ ἐπὶ τῆς τοῦ Ἰὼβ ἱστορίας ἀκούομεν, ὅτι πανταχόθεν τῇ σηπεδόνι τῶν τραυμάτων ὅλῳ τῷ σώματι διὰ ἰχώρων ὁ ἀνὴρ συντηκόμενος οὐ πρὸς τὸ ἀλγύνον τὴν αἴσθησιν τοῖς λογισμοῖς ἐπεκλίνετο, ἀλλ' ἐν μὲν τῷ σώματι τὸ ἀλγοῦν εἶχεν, ὁ δὲ πρὸς τὴν ἰδίαν ἐνέργειαν οὐκ ἠμβλύνετο οὐδὲ διέκοπτε τὸν λόγον τοῖς ὑψηλοτέροις ἐμβατεύοντα: τοιοῦτόν τι καὶ ἐπὶ τῆς μεγάλης ἑώρων ἐκείνης, τοῦ πυρετοῦ πᾶσαν τὴν δύναμιν αὐτῆς καταφρύγοντος καὶ πρὸς τὸν θάνατον συνελαύνοντος, καθάπερ δρόσῳ τινὶ τὸ σῶμα ἑαυτῆς ἀναψύχουσα, οὕτως ἀπαραπόδιστον εἶχεν ἐν τῇ περὶ τῶν ὑψηλῶν θεωρίᾳ τὸν νοῦν, οὐδὲν ὑπὸ τῆς τοσαύτης ἀρρωστίας παραβλαπτόμενον. Καὶ εἰ μὴ πρὸς ἄπειρον ἐξετείνετο μῆκος ἡ συγγραφή, πάντα ἂν καθεξῆς διηγησάμην, ὅπως ἐπήρθη τῷ λόγῳ περί τε τῆς ψυχῆς ἡμῖν φιλοσοφοῦσα καὶ τῆς διὰ σαρκὸς ζωῆς τὴν αἰτίαν διεξιοῦσα, καὶ ὅτου χάριν ὁ ἄνθρωπος καὶ ὅπως θνητὸς καὶ ὅθεν ὁ θάνατος καὶ τίς ἡ ἀπὸ τούτου πρὸς τὴν ζωὴν πάλιν ἀνάλυσις. Ἐν οἷς ἅπασιν ὥσπερ ἐμπνευσθεῖσα τῇ δυνάμει τοῦ ἁγίου πνεύματος πάντα διεξῄει σαφῶς τε καὶ ἀκολούθως, ἐν εὐκολίᾳ πάσῃ τοῦ λόγου ῥέοντος καθάπερ ἐκ πηγῆς τινος ἀπαραποδίστως πρὸς τὸ πρανὲς φερομένου τοῦ ὕδατος.