Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 10 · textus-receptusMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Textus receptus
10.1
Εἶτα βαρύ τι καὶ τραγικὸν πάθος ἐξ ἐπιβουλῆς, οἶμαι, τοῦ ἀντικειμένου τῇ μητρὶ συνηνέχθη, ὃ παντὶ τῷ γένει πρὸς συμφοράν τε καὶ πένθος ἐπήρκεσεν. Αἰφνίδιον γὰρ ἐκ τῆς ζωῆς ἀναρπάζεται, οὐ νοσήματος προελπισθῆναι τὸ πάθος παρασκευάσαντος, οὐκ ἄλλου τοιούτου τινὸς τῶν συνήθων καὶ γνωρίμων ἐπαγαγόντος τῷ νέῳ τὸν θάνατον: ἀλλ' ἐπὶ θήραν ὁρμήσας, δι' ἧς παρεῖχε τοῖς γηρωκομουμένοις τὰ ἐπιτήδεια, νεκρὸς τῷ οἴκῳ αὐτοῦ ἐπανάγεται αὐτός τε ἐκεῖνος καὶ ὁ κοινωνὸς αὐτῷ τοῦ βίου Χρυσάφιος. Πόρρω δὲ ἦν τῶν γινομένων ἡ μήτηρ, τριῶν ἡμερῶν ὁδὸν ἀφεστῶσα τῆς συμφορᾶς, καί τις ἀφίκετο παρ' αὐτὴν μηνύων τὸ πάθος. Ἡ δὲ τελεία μὲν τοῖς κατ' ἀρετὴν ἅπασιν ἦν, πλὴν ἐκράτει κἀκείνης κατὰ τὸ ἴσον ἡ φύσις: ὀκλάσασα γὰρ τὴν ψυχὴν ἄπνους τε καὶ ἄφθογγος παραχρῆμα ἐγένετο, τοῦ λογισμοῦ τῷ πάθει παραχωρήσαντος, καὶ ἔκειτο ὁμοῦ τῇ προσβολῇ τῆς πονηρᾶς ἀκοῆς καθάπερ τις ἀθλητὴς γενναῖος ἀπροσδοκήτῳ κατασεισθεῖσα πληγῇ.