Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ἦν τῶν τεσσάρων ἀδελφῶν ὁ δεύτερος μετὰ τὸν μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα αὐτῷ, φύσεως εὐκληρίᾳ καὶ σώματος κάλλει καὶ ῥώμῃ καὶ τάχει καὶ τῇ πρὸς πᾶν ἐπιτηδειότητι διαφέρων τῶν ἄλλων. Προελθὼν οὗτος εἰς δεύτερον ἔτος καὶ εἰκοστὸν καὶ δοὺς τῶν οἰκείων πόνων ἐπὶ δημοσίας ἀκοῆς τὰς ἀποδείξεις, ὥστε ἅπαν ἐπ' αὐτῷ σεισθῆναι τῶν ἀκουόντων τὸ θέατρον, θείᾳ τινὶ προμηθείᾳ τῶν ἐν χερσὶν ἁπάντων ὑπεριδὼν πρὸς τὸν μονήρη καὶ ἀκτήμονα βίον ἀπῆλθεν ἐν μεγάλῃ τινὶ τῆς διανοίας ὁρμῇ, οὐδὲν ἐπαγόμενος μεθ' ἑαυτοῦ πλὴν ἑαυτόν· εἵπετο δέ τις αὐτῷ καὶ τῶν οἰκετῶν Χρυσάφιος τοὔνομα, τῷ τε πρὸς αὐτὸν ἔχειν ἐκεῖνον ἐπιτηδείως καὶ τῷ τὴν αὐτὴν προαί ρεσιν περὶ τὸν βίον ἐνστήσασθαι. Διῆγε τοίνυν καθ' ἑαυτὸν ἐσχατιάν τινα καταλαβὼν πρὸς τῷ Ἴριδι. Ποταμὸς δὲ ὁ Ἶρίς ἐστι μέσον διαρρέων τὸν Πόντον, ὃς ἀπ' αὐτῆς τῆς Ἀρμενίας τὰς ἀρχὰς ἔχων διὰ τῶν ἡμετέρων τόπων ἐπὶ τὸν Εὔξεινον Πόντον τὸ ῥεῖθρον ἐκδίδωσι. Περὶ τοῦτον εὑρών τινα τόπον ὁ νεανίας ὕλῃ βαθείᾳ κομῶντα καὶ λαγόνι τινὶ τῆς ὑπερτεταμένης τοῦ ὄρους ῥαχίας ἐγκε κρυμμένον ἐν αὐτῷ διῆγε, τῶν ἀστικῶν θορύβων καὶ τῶν ἀπὸ στρατείας τε καὶ τῆς ἐν δικαστηρίοις ῥητορικῆς ἀσχολημάτων πόρρω γενόμενος. Καὶ πάντων τῶν κατὰ τὸν βίον περιηχούντων τὴν ἀνθρωπίνην ζωὴν ἑαυτὸν ἐλευθερώσας πρεσβύτας τινὰς πενίᾳ καὶ ἀρρωστίᾳ συζῶν τας ταῖς ἰδίαις χερσὶν ἐθεράπευε, πρέπειν δοκιμάσας τῷ ἰδίῳ βίῳ τὴν τοιαύτην ἀσχολίαν διὰ φροντίδος ἔχειν. Θηρεύων τοίνυν διὰ τὸ πρὸς πᾶν εἶδος θηρευτικῆς ἐπινοίας ἐπιτηδείως ἔχειν ἐπόριζε τοῖς γέρουσι τὴν τροφὴν καὶ τὴν νεότητα τοῖς τοιούτοις ἅμα κατεδάμαζε πόνοις· ἀλλὰ καὶ τοῖς μητρῴοις θελήμασιν, εἴ ποτέ τι παρ' αὐτῆς προσταχ θείη, προθύμως ὑπηρετῶν δι' ἀμφοτέρων κατώρθου τὸν βίον, τοῖς τε πόνοις κατακρατῶν τῆς νεότητος τῇ τε περὶ τὴν μητέρα σπουδῇ διὰ τῶν θείων ἐντολῶν πρὸς τὸν θεὸν εὐοδούμενος.

Intertext edge

Open linked passage

Note