Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita sanctae Macrinae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.1
Ὡς δὲ ἡμεῖς ἐν τούτοις ἦμεν καὶ αἱ ψαλμῳδίαι τῶν παρθένων τοῖς θρήνοις καταμιχθεῖσαι περιήχουν τὸν τό πον, οὐκ οἶδ' ὅπως ἐν κύκλῳ πανταχόθεν ἀθρόως τῆς φήμης διαχεθείσης πάντες οἱ περιοικοῦντες ἐπὶ τὸ πάθος συνέρρεον, ὡς μηκέτι τὸ προαύλιον ἱκανὸν εἶναι χωρεῖν τοὺς συντρέχοντας. Τῆς οὖν παννυχίδος περὶ αὐτὴν ἐν ὑμνῳδίαις καθάπερ ἐπὶ μαρτύρων πανηγύρεως τελε σθείσης, ἐπειδὴ ὄρθρος ἐγένετο, τὸ μὲν πλῆθος τῶν ἐκ πάσης τῆς περιοικίδος συρρυέντων ἀνδρῶν ἅμα καὶ γυναι κῶν ἐπεθορύβει ταῖς οἰμωγαῖς τὴν ψαλμῳδίαν· ἐγὼ δὲ καίτοι γε κακῶς τὴν ψυχὴν ὑπὸ τῆς συμφορᾶς διακείμενος ὅμως ἐκ τῶν ἐνόντων ἐπενόουν, ὡς ἦν δυνατόν, μηδὲν τῶν ἐπὶ τῇ τοιαύτῃ κηδείᾳ πρεπόντων παραλειφθῆναι, ἀλλὰ διαστήσας κατὰ γένος τὸν συρρυέντα λαὸν καὶ τὸ ἐν γυναιξὶ πλῆθος τῷ τῶν παρθένων συγκαταμίξας χορῷ, τὸν δὲ τῶν ἀνδρῶν δῆμον τῷ τῶν μοναζόντων τάγματι, μίαν ἐξ ἑκατέρων εὔρυθμόν τε καὶ ἐναρμόνιον καθάπερ ἐν χοροστασίᾳ τὴν ψαλμῳδίαν γίνεσθαι παρεσκεύασα διὰ τῆς κοινῆς πάντων συνῳδίας εὐκόσμως συγκεκραμένην. Ὡς δὲ προῄει κατ' ὀλίγον ἡ ἡμέρα καὶ ἐστενοχωρεῖτο πᾶς ὁ περὶ τὴν ἐσχατιὰν τόπος τῷ πλήθει τῶν συρρυέντων, παρα στὰς ὁ τῶν τόπων ἐκείνων διὰ τῆς ἐπισκοπῆς προεστώς, Ἀράξιος ὄνομα αὐτῷ (παρῆν γὰρ σὺν παντὶ τῷ τῆς ἱερω σύνης πληρώματι), προάγειν ἠρέμα παρεκάλει τὸ σκήνωμα ὡς πολλοῦ τε ὄντος τοῦ μεταξὺ διαστήματος καὶ τοῦ πλή θους πρὸς τὴν ὀξυτέραν κίνησιν ἐμποδὼν γενησομένου, καὶ ἅμα ταῦτα λέγων προσεκαλεῖτο πάντας τοὺς τῆς ἱερωσύνης αὐτῷ συμμετέχοντας, ὡς ἂν δι' ἐκείνων κομι σθείη τὸ σκήνωμα.

Intertext edge

Open linked passage

Note