Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 30 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν σῶμα ἐκεῖνο, διελομένοι τὴν σπουδὴν ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπονοῦμεν. Καὶ ἐγὼ μὲν τὴν ἐσθῆτα τῶν ἐμῶν τινι προσαγαγεῖν ἐνεκελευσάμην, ἡ δὲ μνημονευθεῖσα Οὐετιανὴ τὴν ἁγίαν ἐκείνην κεφαλὴν ταῖς ἰδίαις χερσὶ κατακοσμοῦσα, ἐπειδὴ κατὰ τὸν αὐχένα τὴν χεῖρα ἤνεγκεν· «Ἰδού, φησί, πρὸς ἐμὲ βλέψασα, οἷος περιδέραιος κόσμος τῆς ἁγίας ἐξήρτηται.» Καὶ ἅμα τοῦτο λέγουσα ἐκλύσασα τὸν δεσμὸν ἐκ τοῦ κατόπιν προέτεινε τὴν χεῖρα καὶ δείκνυσί μοι σιδήρεον τοῦ σταυροῦ τύπον καὶ δακτύλιόν τινα τῆς αὐτῆς ὕλης, ἅπερ ἀμφότερα λεπτῆς ὁρμιᾶς ἐξημμένα ἐπὶ τῆς καρδίας διὰ παντὸς ἦν. Καὶ ἐγὼ εἶπον· «Κοινὸν γενέσθω τὸ κτῆμα. Καὶ σὺ μὲν ἔχε τὸ τοῦ σταυροῦ φυλακτήριον· ἐμοὶ δὲ ἀρκέσει ἡ τοῦ δακτυλίου κληρονομία.» Καὶ γὰρ καὶ ἐπὶ τῆς τούτου σφραγῖ δος ὁ σταυρὸς ἐγκεχάρακτο· ᾧ ἐνατενίσασά φησι πάλιν πρὸς ἐμὲ ἡ γυνή· «Οὐκ ἀπὸ σκοποῦ σοι γέγονεν ἡ ἐκλογὴ τοῦδε τοῦ κτήματος. Κοῖλος γὰρ κατὰ τὴν σφενδόνην ἐστὶν ὁ δακτύλιος καὶ ἐν αὐτῷ ἐν τοῦ ξύλου τῆς ζωῆς κατακέκρυ πται· καὶ οὕτως ἄνωθεν ἡ σφραγὶς τῷ ἰδίῳ τύπῳ μηνύει τὸ ὑποκείμενον.»