Vita sanctae Macrinae
Gregory of Nyssa (gregory-of-nyssa)Life Macrina 19 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Ἐπεὶ δὲ συνεπεράνθη ὁ λόγος· «Ὥρα σοι, φησίν, ἀδελφέ, πολλῷ τῷ κόπῳ τῆς ὁδοιπορίας πεπονηκότι βραχύ τι διαναπαῦσαι τὸ σῶμα.» Κἀμοὶ μεγάλη μὲν καὶ ἀληθὴς ἄνεσις ἦν τὸ προσορᾶν τε αὐτὴν καὶ τῶν μεγάλων ἐπα κροᾶσθαι λόγων· ἐπεὶ δὲ τοῦτο κεχαρισμένον ἦν καὶ φίλον αὐτῇ, ὡς ἂν διὰ πάντων πείθεσθαι τῇ διδασκάλῳ δοκοίην, ἔν τινι τῶν παρακειμένων κηπίων χαρίεσσάν τινα κατα γωγὴν παρεσκευασμένην εὑρὼν ὑπὸ τὴν τῶν ἀναδενδρά δων σκιὰν ἀνεπαυόμην. Ἀλλ' οὐκ ἦν δυνατὸν τῶν εὐφραι νόντων τὴν αἴσθησιν ἔχειν τῆς ψυχῆς ἔνδοθεν τῇ τῶν σκυθρωπῶν ἐλπίδι συγχεομένης· τοῦ γὰρ ἐνυπνίου ἡ ὄψις ἐκκαλύπτειν μοι διὰ τῶν φαινομένων ἐδόκει τὸ αἴνιγμα. Ἦν γὰρ ὡς ἀληθῶς τὸ προκείμενον θέαμα μάρτυρος ἁγίου λείψανον, ὃ τῇ μὲν ἁμαρτίᾳ νενέκρωτο, τῇ δὲ ἐνοικούσῃ τοῦ πνεύματος χάριτι κατελάμπετο. Καὶ ταῦτα πρός τινα διεξῄειν τῶν προακηκοότων μου τὸ ἐνύπνιον· κατηφέστερον δὲ κατὰ τὸ εἰκὸς ἡμῶν ἐν τῇ προσδοκίᾳ τῶν λυπούντων διακειμένων οὐκ οἶδ' ὅπως στοχασαμένη τῆς ἐν ἡμῖν διανοίας ἀγγελίαν τινὰ τῶν εὐθυμοτέρων πρὸς ἡμᾶς δια πεμψαμένη θαρρεῖν ἐνεκελεύετο καὶ τὰς ἀμείνους ὑπὲρ αὐτῆς ἔχειν ἐλπίδας· ἐπῃσθῆσθαι γὰρ τῆς πρὸς τὸ κρεῖττον ῥοπῆς. Ταῦτα δὲ οὐ πρὸς ἀπάτην ἐλέγετο, ἀλλ' ἐξ αὐτῆς τῆς ἀληθείας ὁ λόγος ἦν, κἂν ἡμεῖς πρὸς τὸ παρὸν ἠγνοή σαμεν. Τῷ ὄντι γὰρ καθάπερ τις δρομεὺς παραδραμὼν τὸν ἀντίπαλον καὶ ἤδη πρὸς τὸ τέρματι τοῦ σταδίου γενόμε νος, προσεγγίζων τε τῷ βραβείῳ καὶ τὸν ἐπινίκιον στέφανον βλέπων, ὡς ἤδη τετυχηκὼς τοῦ προκειμένου ἐπαγάλλεταί τε αὐτὸς ἑαυτῷ καὶ τοῖς εὐνουστέροις τῶν θεατῶν τὴν νίκην εὐαγγελίζεται, ἀπὸ τοιαύτης ἡμῖν διαθέσεως κἀκείνη τὰ χρηστότερα περὶ ἑαυτῆς ἐλπίζειν ἐδίδου, ἤδη πρὸς «τὸ βραβεῖον τῆς ἄνω κλήσεως» βλέπουσα καὶ μονονουχὶ τὸ τοῦ ἀποστόλου καὶ ἐφ' ἑαυτῆς φθεγγομένη, ὅτι «Ἀπο κειταί μοι λοιπὸν ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀπο δώσει μοι ὁ δίκαιος κριτής», ἐπειδὴ «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι καὶ τὸν δρόμον τετέλεκα καὶ τὴν πίστιν τετή ρηκα». Ἡμεῖς μὲν οὖν πρὸς τὴν τῶν ἀγαθῶν ἀγγελίαν εὔθυμοι καταστάντες τῆς τῶν προκειμένων ἀπολαύσεως ἦμεν: ποικίλα δὲ ἦν ταῦτα καὶ πάσης πεπλήρωτο θυμηδίας ἡ παρασκευὴ οὕτω τῆς μεγάλης ἐκείνης καὶ μέχρι τούτων τῇ σπουδῇ κατιούσης.