Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
61.1
τώσας· καὶ ἄνθρωπος μὲν ἐξ ἀνθρώπου γεννᾶται καὶ ἡ τοῦ γεννῶντος οὐ μερίζεται φύσις, τὸν δὲ μονογενῆ θεὸν τὸν ὄντα ἐν τοῖς κόλποις τοῦ πατρὸς οὐ δέχεται ὁ Εὐνό μιος ἀληθῶς ἐκ τοῦ πατρὸς εἶναι, δεδοικὼς μὴ ἀκρωτη ριάσῃ τὴν ἀκήρατον τοῦ πατρὸς φύσιν διὰ τῆς τοῦ μονο γενοῦς ὑποστάσεως, ἀλλ' εἰπὼν ὅτι οὐ τὴν οὐσίαν ἐν τῷ γεννᾶν μερίζων, προσέθηκεν ἢ ὁ αὐτὸς γεν νῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴρ γινό μενος καὶ υἱός, καὶ οἴεται διὰ τῶν ἀσυναρτήτων τού των ῥημάτων σαθροποιεῖν τὸν ἀληθῆ τῆς εὐσεβείας λόγον ἢ ἰσχύν τινα πορίζειν τῇ ἀσεβείᾳ, οὐκ εἰδὼς ὅτι δι' ὧν ἐπινοεῖ κατασκευάζειν τὸ ἄτοπον, διὰ τούτων συνήγορος τῆς 62 ἀληθείας εὑρίσκεται. φαμὲν γὰρ καὶ ἡμεῖς, ὅτι ὁ πάντα τὰ τοῦ ἰδίου πατρὸς ἔχων ἄλλος ἐκεῖνός ἐστι πλὴν τοῦ πατὴρ εἶναι, καὶ ὁ πάντα τὰ τοῦ υἱοῦ ἔχων ὅλον τὸν υἱὸν ἐν ἑαυτῷ δείκνυσι πλὴν τοῦ υἱὸς γενέσθαι· ὥστε ἡ τοῦ ἀτόπου κατασκευή, ἣν κατασκευάζει νῦν ὁ Εὐνόμιος, συμμαχία τῆς ἀληθείας γίνεται, πρὸς τὸ σαφέστερον διαστα λέντος παρ' ἡμῶν τοῦ νοήματος κατὰ τὴν τοῦ εὐαγγελικοῦ λόγου ὑφήγησιν. εἰ γὰρ ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, ἄλλον ἑαυτὸν ἐγέννησεν ὁ πατήρ, οὔτε ἑαυτοῦ ἐξιστάμενος καὶ ἐν ἐκείνῳ ὅλος φαινόμενος, ὡς διὰ τούτων τὸ δοκοῦν κατὰ τῆς εὐσεβείας εἰρῆσθαι συμμαχίαν ἀπο δειχθῆναι τοῦ ὑγιαίνοντος δόγματος. 63 Ἀλλ' οὔτε τὴν ἰδίαν οὐσίαν, φησίν, ἐν τῷ γεννᾶν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεν νώμενος ἢ ὁ αὐτὸς πατὴρ γινόμενος καὶ υἱός· ἔστι γὰρ ἄφθαρτος. ὢ τῆς ἀνάγκης τοῦ συμπερά σματος. τί λέγεις, ὦ σοφώτατε; Διότι ἄφθαρτός ἐστιν, οὐ μερίζει τὴν ἰδίαν οὐσίαν γεννῶν τὸν υἱὸν οὐδὲ ἑαυτὸν γεννᾷ καὶ παρ' ἑαυτοῦ γεννᾶται οὔτε πατὴρ ἅμα γίνεται ἑαυτοῦ καὶ υἱός, ἐπειδή ἐστιν ἄφθαρτος; οὐκοῦν εἴ τίς ἐστι φθαρτῆς φύσεως, τέμνει τὴν οὐσίαν ἐν τῷ γεννᾶν καὶ ὑφ' ἑαυτοῦ γεννᾶται καὶ ἑαυτὸν γεννᾷ καὶ πατὴρ καὶ υἱὸς αὐτὸς ἑαυτοῦ

Intertext edge

Open linked passage

Note