Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 24 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
θινόν. εἰ μὲν οὖν πρὸς τὰ εἴδωλα βλέποντες πρὸς ἐκεῖνα ποιοῦνται τὴν τῶν ῥημάτων ἀντιδιαίρεσιν, καὶ ἡμεῖς συν τιθέμεθα· καθ' ὁμωνυμίαν γὰρ τὸ τῆς θεότητος ὄνομα τοῖς εἰδώλοις τῶν ἐθνῶν ἐπιλέγεται· πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια [καὶ ἄλλως· πρὸς τὸ πλῆθος ἀντι διαιρεῖ τὸ μόνον καὶ πρὸς τὰ ψευδῆ τὸ ἀληθινὸν καὶ τοὺς μὴ ὄντας θεοὺς πρὸς τὸν ὄντα θεόν]· εἰ δὲ πρὸς τὸν μονο γενῆ θεὸν ἡ ἀντιδιαίρεσις γίνεται, μαθέτωσαν οἱ σοφοὶ ὅτι ἀλήθεια πρὸς μόνον τὸ ψεῦδος τὴν ἀντιδιαστολὴν ἔχει 25 καὶ θεὸς πρὸς τὸν μὴ ὄντα θεόν. τοῦ δὲ κυρίου, ὅς ἐστιν ἀλήθεια, θεοῦ ὄντος καὶ ἐν τῷ πατρὶ ὄντος καὶ ἓν πρὸς τὸν πατέρα ὄντος, αἱ διασταλτικαὶ αὗται φωναὶ ἐπὶ τοῦ δόγματος χώραν οὐκ ἔχουσιν. ὁ γὰρ ἀληθῶς εἰς τὸν ἕνα πιστεύων βλέπει ἐν τῷ ἑνὶ τὸν διὰ πάντων αὐτῷ ἡνωμένον ἐν ἀληθείᾳ τε καὶ θεότητι καὶ οὐσίᾳ καὶ ζωῇ καὶ σοφίᾳ καὶ πᾶσιν ἁπαξαπλῶς ἤ, εἰ μὴ βλέπει ἐν τῷ ἑνὶ τὸν ταῦτα 26 ὄντα, εἰς οὐδὲν ἔχει τὴν πίστιν. χωρὶς γὰρ υἱοῦ πατὴρ οὔτε ἔστιν οὔτε λέγεται οὔτε μὴν χωρὶς δυνάμεως ὁ δυ νατὸς οὔτε χωρὶς σοφίας ὁ σοφός· Χριστὸς γὰρ θεοῦ δύ ναμις καὶ θεοῦ σοφία· ὥστε ὁ τῆς δυνάμεως ἢ τῆς σοφίας ἢ τῆς ἀληθείας ἢ τῆς ζωῆς ἢ τοῦ ἀληθινοῦ φωτὸς ἐκτὸς βλέπειν φανταζόμενος ἢ οὐδὲν βλέπει ἢ τὸ κακὸν πάντως βλέπει. ἡ γὰρ τῶν ἀγαθῶν ὑπεξαίρεσις τοῦ κακοῦ θέσις καὶ ὕπαρξις γίνεται.