Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου παρὰ τῶν μαθητῶν κηρυχθεῖσα οὔτε ἐξ ἀνθρώπων ἐστὶν οὔτε δι' ἀνθρώπων, ἀλλὰ δι' αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς λόγος ὢν καὶ ζωὴ καὶ φῶς καὶ ἀλήθεια καὶ θεὸς καὶ σοφία καὶ πάντα, ὅσα κατὰ φύσιν ἐστί, διὰ τοῦτο μάλιστα ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ μετασχὼν τῆς φύσεως ἡμῶν Κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας, καθ' ὁμοιότητα δὲ τῷ μετὰ ψυχῆς καὶ σώματος ἀναλαβεῖν ὅλον τὸν ἄνθρωπον, 2 ὥστε δι' ἀμφοτέρων ἡμῖν γενέσθαι τὴν σωτηρίαν. οὗτος Ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἵνα μηκέτι οἱ ἄνθρωποι κατὰ τὰς ἑαυτῶν γνώμας περὶ τοῦ ὄντος δοξάζωσι, τὰς γινομένας αὐτοῖς ἀπὸ στοχασμῶν τινων ὑπονοίας δόγμα ποιούμενοι, ἀλλὰ πεισθέντες ὅτι ἀληθῶς Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐκεῖνο μόνον ἀληθινὸν τῆς εὐσε βείας μυστήριον εἶναι πιστεύσωμεν, ὃ δι' αὐτοῦ ἡμῖν τοῦ λόγου καὶ θεοῦ παρεδόθη τοῦ δι' ἑαυτοῦ τοῖς ἀποστόλοις λαλήσαντος. τὴν δὲ ἐκ τῆς ἀρχαιοτέρας γραφῆς ἐκ νόμου τε καὶ προφητείας καὶ τῆς παροιμιώδους σοφίας γε νομένην περὶ τῆς ὑπερκειμένης φύσεως διδασκαλίαν δι' ἐσόπτρου τινὸς καὶ αἰνίγματος ὡς μαρτυρίαν τῆς ἀπο καλυφθείσης ἡμῖν ἀληθείας δεχόμεθα, εὐσεβῶς τὴν διά νοιαν τῶν ῥητῶν ἐκλαμβάνοντες, ὡς συμφωνεῖν τῇ παρὰ τοῦ δεσπότου τῶν ὅλων ἐκτεθείσῃ πίστει, ἣν ἐπὶ λέξεως καθαρὰν καὶ ἀπαρεγχείρητον φυλάσσομεν ὡς παρελάβομεν, καὶ τὴν ἐν ὀλίγῳ παρατροπὴν τῶν παραδοθέντων ῥημάτων 3 ἐσχάτην κρίνοντες βλασφημίαν τε καὶ ἀσέβειαν. πιστεύομεν οὖν καθὼς ἐξέθετο τοῖς μαθηταῖς τὴν πίστιν ὁ κύριος ὁ εἰπὼν ὅτι Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· οὗτός ἐστιν ὁ λόγος τοῦ μυστηρίου, ἐν ᾧ διὰ τῆς ἄνωθεν γεννήσεως μετασκευάζεται ἡμῶν ἡ φύσις ἀπὸ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον, ἐκ τοῦ παλαιοῦ ἀνθρώπου ἀνακαινιζομένη κατ' εἰκόνα τοῦ κτίσαντος ἐν ἀρχῇ τὸ θεοειδὲς ὁμοίωμα. ταύτης οὖν παρὰ τοῦ θεοῦ τοῖς ἀποστόλοις παραδοθείσης τῆς πίστεως οὔτε ὑφαίρεσιν οὔτε παραλλαγὴν οὔτε προσθήκην ποιούμεθα, σαφῶς εἰδότες ὅτι ὁ τολμῶν τὴν θείαν φωνὴν διὰ κακουργίας σοφιστικῆς παρατρέπειν οὗτος ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστίν, ὃς ἀφεὶς τῆς ἀληθείας τὰ ῥήματα ἐκ τῶν ἰδίων λαλεῖ, πατὴρ ψεύδους γινόμενος. πᾶν γὰρ τὸ παρὰ τὴν ἀλήθειαν λε γόμενον ψεῦδός ἐστι πάντως καὶ οὐκ ἀλήθεια.

Intertext edge

Open linked passage

Note