Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
182.1
Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. μετὰ τοῦτον πιστεύομεν, φησίν, εἰς τὸν παρά κλητον, τὸ πνεῦμα τῆς ἀληθείας. ἐγὼ δὲ δῆλον οἶμαι πᾶσιν εἶναι τοῖς ἐντυγχάνουσιν, πρὸς ὅ τι βλέπων παρατρέπει τὴν ὑπὸ τοῦ κυρίου παραδοθεῖσαν τῆς πίστεως ἔκθεσιν, ἐν τοῖς περὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς λόγοις τῆς ἀτοπίας ταύτης ἀπελεγχθείσης· ὅμως δὲ καὶ νῦν δι' ὀλί γων τὸν σκοπὸν αὐτοῦ τῆς κακουργίας φανερὸν καταστῆσαι πειράσομαι. ὡς γὰρ ἐκεῖ πατέρα οὐκ εἶπεν, ἵνα μὴ τῇ ἀϊδιότητι τοῦ πατρὸς τὸν υἱὸν συνενδείξηται, οὐδὲ τὸν υἱὸν ὠνόμασεν, ἵνα μὴ τὴν κατὰ φύσιν οἰκειότητα τῇ φωνῇ ταύτῃ συμπαραστήσῃ, οὕτω καὶ νῦν οὐ λέγει πνεῦμα ἅγιον, ἵνα μὴ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ καὶ τὸ κατὰ πάντα ἡνωμένον πατρί τε καὶ υἱῷ διὰ τοῦ ὀνόματος τούτου συνο 183 μολογήσῃ. ἐπειδὴ γὰρ τῷ πατρὶ καὶ τῷ υἱῷ κατὰ τὸ ἴσον ἥ τε τοῦ πνεύματος καὶ ἡ τοῦ ἁγίου κλῆσις παρὰ τῆς γραφῆς ἐφαρμόζεται (Πνεῦμα γὰρ ὁ θεός, καὶ Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος, καὶ Ἅγιος κύριος ὁ θεός, καὶ Εἷς ἅγιος, εἷς κύριος Ἰησοῦς Χριστός), ἵνα μή τις γένηται τοῖς ἀκούουσιν ἁγίου πνεύματος εὐσεβὴς διὰ τού των ὑπόληψις ἡ διὰ τὸ κοινωνεῖν τῷ πατρί τε καὶ τῷ υἱῷ τῆς ἐνδόξου κλήσεως ἐγγινομένη, τούτου χάριν παρακρου σάμενος τὴν ἀκοὴν τῶν ἀνοήτων τῆς παρὰ τοῦ θεοῦ προ εκτεθείσης πίστεως ἐν τῇ παραδόσει τοῦ μοστηρίου ὑπαλ λάσσει τὰ ῥήματα, ὥσπερ ὁδοποιήσας διὰ τῆς ἀκολουθίας ταύτης ἑαυτῷ τὴν κατὰ τοῦ πνεύματος τοῦ ἁγίου ἀσέβειαν.

Intertext edge

Open linked passage

Note