Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
133.1
Τὰ δὲ ἐφεξῆς τούτοις ἀσυναρτήτως προσκείμενα ὑπερ βῆναί φημι δεῖν καλῶς ἔχειν, οὐχ ὡς ἀλήπτως ἔχοντα, ἀλλ' ὡς δυνάμενα καὶ παρὰ τῶν εὐσεβούντων λέγεσθαι, εἴπερ διαζευχθείη τῆς κακοτρόπου ἐμφάσεως. εἰ γάρ τι καὶ πρόσκειται παρ' αὐτοῦ τῶν εἰς εὐσέβειαν συντεινόντων, ἀντὶ δελεάσματος τὸ τοιοῦτον τοῖς ἀκεραιοτέροις προτείνεται, ἵνα συγκαταποθῇ τούτοις καὶ τὸ τῆς ἀσεβείας ἄγκιστρον. εἰπὼν γάρ τινα ἅπερ ἂν καὶ ὁ ἐκκλησιαστικὸς εἴποι, προσ τίθησιν ὑπήκοος πρὸς τὴν τῶν ὄντων δημιουρ γίαν καὶ γένεσιν, ὑπήκοος πρὸς πᾶσαν διοί κησιν, οὐκ ἐκ τῆς ὑπακοῆς προσλαβὼν τὸ εἶναι υἱὸς ἢ θεός, ἀλλ' ἐκ τοῦ υἱὸς εἶναι καὶ γεννη θῆναι μονογενὴς θεὸς γενόμενος ὑπήκοος ἐν 134 λόγοις, ὑπήκοος ἐν ἔργοις. καίτοι τίς οὐκ οἶδεν τῶν ταῖς θείαις καθωμιληκότων φωναῖς, πότε εἴρηται παρὰ τοῦ μεγάλου Παύλου καὶ τοῦτο ἐφ' ἅπαξ περὶ αὐτοῦ, ὅτι ὑπήκοος ἐγένετο; ὅτε γὰρ ἐπὶ τῷ πληρῶσαι τὸ διὰ τοῦ σταυροῦ μυστήριον ἦλθεν ὁ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ καὶ ταπεινώσας ἑαυτὸν τῷ τοῦ ἀνθρώπου ὁμοιώματί τε καὶ σχήματι, εὑρεθεὶς ὡς ἄνθρωπος ἐν τῇ ταπεινῇ τῶν ἀνθρώπων φύσει, τότε ὑπήκοος γίνεται ὁ τὰς ἀσθενείας ἡμῶν ἀναλαβὼν καὶ τὰς νόσους βαστάσας, τὴν παρακοὴν τῶν ἀνθρώπων διὰ τῆς ἰδίας ὑπακοῆς ἐξιώμενος, ἵνα τῷ μώλωπι αὐτοῦ τὸ ἡμέτερον ἰάσηται τραῦμα καὶ διὰ τοῦ ἰδίου θανάτου τὸν κοινὸν θάνατον τῶν ἀνθρώπων ἐξα φανίσῃ, τότε δι' ἡμᾶς ὑπήκοος γίνεται, ὡς καὶ ἁμαρτία καὶ κατάρα διὰ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐγένετο, οὐ φύσει 135 τοῦτο ὤν, ἀλλὰ κατὰ φιλανθρωπίαν γενόμενος. τὸν δὲ τοσούτων ὑπακοῶν κατάλογον παρὰ ποίας ἐδιδάχθη φωνῆς; τοὐναντίον μὲν οὖν πᾶσα θεόπνευστος γραφὴ τὴν αὐθεντι κὴν αὐτῷ καὶ αὐτοκρατορικὴν προσμαρτυρεῖ ἐξουσίαν λέ γουσα Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· δῆλον γὰρ ὅτι ταῦτά φησιν ὁ προφήτης περὶ τοῦ τὰ σύμπαντα φέροντος τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὗ ἡ ἐξουσία πᾶσαν οὐσίαν καὶ φύσιν καὶ πάντα τὰ ἐν τῇ κτίσει νοούμενά τε καὶ ὁρώμενα ἐν μόνῃ τῇ τοῦ θελή ματος ὁρμῇ συνεστήσατο. πόθεν τοίνυν κινούμενος ὁ Εὐνό μιος μυριοτρόπως ἐπιφημίζει τῷ βασιλεῖ τῆς κτίσεως τὸ ὑπήκοον, ὑπήκοος λέγων πρὸς πᾶσαν δημιουρ γίαν καὶ ὑπήκοος πρὸς πᾶσαν διοίκησιν, ὑπή 136 κοος ἐν ἔργοις, ἐν λόγοις; καίτοι παντὶ δῆλον τὸ τοιοῦτόν ἐστιν, ὅτι μόνος ἐν λόγοις τε καὶ ἔργοις ἑτέρῳ τις ὑπήκοος γίνεται ὁ μήπω τὴν ἕξιν τοῦ ποιεῖν ἀκριβῶς ἢ λέγειν ἀλήπτως ἐν ἑαυτῷ κατορθώσας, ἀλλὰ πρὸς τὸν διδάσκαλον ἑαυτοῦ καὶ καθηγεμόνα βλέπων ταῖς ὑποθήκαις ἐκείνου τὸ ἐν τοῖς λόγοις τε καὶ ἐν τοῖς ἔργοις ἀκριβὲς ἐκπαιδεύεται. τὸ δὲ τὴν σοφίαν ἐπιστάτου χρῄζειν οἴεσθαι καὶ διδασκάλου τοῦ τὴν ἀλήθειαν ἢ τὴν δικαιοσύνην πρὸς τὸ δέον αὐτῇ κατευθύνοντος μόνης τῆς Εὐνομίου φαντασίας ἐστίν. καὶ περὶ μὲν τοῦ πατρός φησιν ὅτι πιστὸς ἐν λόγοις καὶ πιστὸς ἐν ἔργοις, τῷ δὲ υἱῷ τὸ πιστὸν ἐν τοῖς γινομένοις τε καὶ λεγομένοις οὐκ ἐμαρτύρησεν, ἀλλ' ὑπήκοον αὐτὸν ἐν λόγοις εἶναι καὶ οὐ πιστὸν ἀπεφή νατο, ὡς διὰ πάντων ὧν λέγει τὴν κατ' αὐτοῦ βλασφημίαν 137 τὸ ἴσον ἔχειν. τὸ δὲ μωρόν τε καὶ ἀδιανόητον τῆς μεταξὺ τούτων παρεντεθείσης ῥήσεως πρέπει τάχα σιωπῇ παρελ θεῖν, μή τις τῶν ἀπερισκέπτων ἐπιγελάσῃ τῇ ματαιότητι, δακρύειν δέον ἐπὶ τῇ τῶν ψυχῶν αὐτῶν ἀπωλείᾳ ἢ γελᾶν ἐπὶ τῇ μωρίᾳ τῶν λόγων. φησὶ γὰρ ὁ σοφὸς οὗτος καὶ περιεσκεμμένος δογματιστὴς οὐκ ἐκ τῆς ὑπακοῆς αὐτὸν προσλαβεῖν τὸ εἶναι υἱόν. ὢ τῆς ἀγχινοίας, ὡς ἀναγκαίως περὶ τούτων ἡμῖν διορίζεται, ὅτι οὐ πρότερον ὑπήκοος ἐγένετο καὶ τότε υἱός, οὐδὲ πρεσβυτέραν χρὴ νοεῖν τὴν ὑπακοὴν αὐτοῦ τῆς γεννήσεως. εἰ δὲ μὴ προσδιωρίσατο ταῦτα, τίς οὕτω μωρὸς καὶ ἠλίθιος ἦν, ὡς μισθὸν ὑπακοῆς οἰηθῆναι παρὰ τοῦ πατρὸς αὐτῷ δεδόσθαι τὴν γέννησιν τῷ πρὸ τῆς γεννήσεως ἐπιδειξαμένῳ τὸ εὐπειθὲς καὶ ὑπήκοον; 138 ἀλλ' ἵνα μὴ προχείρως τις ἐκ τῆς ἀνοίας τῶν λεγομένων κατασυρῇ πρὸς τὸν γέλωτα, νοησάτω ὅτι ἔχει τι καὶ ἡ μωρία τῶν λεγομένων ἐν ἑαυτῇ δακρύων ἄξιον. ὃ γὰρ βούλεται κατασκευάσαι διὰ τούτων, τοιοῦτόν ἐστιν, ὅτι φύσις αὐτῷ ἐστιν ἡ ὑπακοή, ὡς μηδὲ βουλομένῳ δυνατὸν γε νέσθαι τὸ μὴ ὑπήκοον εἶναι. τοιοῦτον γὰρ αὐτὸν κατε σκευάσθαι λέγει, ὡς πρὸς ὑπακοὴν μόνην τὴν φύσιν αὐτοῦ ἐπιτηδείως ἔχειν. καθάπερ τῶν ὀργάνων τὸ πρός τινα τύπον ἐσχηματισμένον ἐκεῖνο τὸ εἶδος ἐντυποῖ κατ' ἀνάγκην τῷ ὑποκειμένῳ, ὅπερ ὁ χαλκεύων τῇ τοῦ ὀργάνου κατα σκευῇ ἐναπέθετο, ᾧ οὐκ ἔστι δύναμις ἢ εὐθὺ ἐμποιῆσαι τῷ ὑποδεχομένῳ τὸ ἴχνος, εἰ περιφερὴς εἴη ἡ ἐργασία, ἢ κύκλον δεῖξαι διὰ τοῦ τύπου, εἰ κατ' εὐθεῖαν ἐσχημα 139 τισμένον τύχοι τὸ ὄργανον. ὅσον δὲ τῆς τοιαύτης διανοίας ἐστὶ τὸ βλάσφημον, τί χρὴ διὰ τῶν ἡμετέρων ἐκκαλύπτεσθαι λόγων, αὐτῆς τῆς αἱρετικῆς φωνῆς τὴν ἀτοπίαν βοώσης; εἰ γὰρ διὰ τοῦτο ὑπήκοος, διότι τοιοῦτος ἐγένετο, οὐδὲ πρὸς τὴν ἀνθρωπίνην φύσιν πάντως τὸ ἴσον ἔχει, εἴπερ ἡμῖν μὲν αὐτεξούσιός ἐστιν ἡ ψυχὴ καὶ ἀδέσποτος, αὐτοκρατορι κῶς αἱρουμένη κατ' ἐξουσίαν τὸ καταθύμιον, ὁ δὲ ἀνάγκῃ φύσεως ὑπεζευγμένος ἐνεργεῖ διὰ παντός, μᾶλλον δὲ πάσχει τὴν ὑπακοήν, οὐδὲ εἰ μὴ βούλοιτο τοῦτο ποιεῖν συγχωρούσης τῆς φύσεως· ἐκ γὰρ τοῦ υἱὸς εἶναι καὶ γεγεννῆσθαι οὗτος ὑπήκοος γέγονεν ἐν λόγοις καὶ ὑπήκοος ἐν ἔρ 140 γοις. ὢ τῆς ἀναισθησίας τοῦ δόγματος. λόγοις ὑπήκοον τὸν λόγον ποιεῖς καὶ προεπινοεῖς τοῦ ὄντως λόγου λόγους ἑτέρους καὶ μεσιτεύει τοῦ ἐν τῇ ἀρχῇ ὄντος λόγου ἕτερος λόγος τῆς ἀρχῆς πρὸς αὐτὸν διαπορθμεύων τὸ βούλημα. Καὶ οὐχ εἷς οὗτος, ἀλλὰ καὶ πλείονές εἰσί τινες λόγοι οἱ διὰ μέσου τῆς ἀρχῆς καὶ τοῦ λόγου παρὰ τοῦ Εὐνομίου παρενειρόμενοι καὶ πρὸς τὸ δοκοῦν αὐτοῖς τῇ ὑπακοῇ αὐτοῦ καταχρώμενοι.

Intertext edge

Open linked passage

Note