Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
131.1
Δεδοξασμένον, φησί, παρὰ τοῦ πατρὸς πρὸ αἰώνων. ἀποδέδεικται τῆς ἀληθείας ὁ λόγος, τῇ μαρ τυρίᾳ τῶν ἐχθρῶν κρατυνόμενος. τοῦτο γὰρ τῆς ἡμετέρας πίστεώς ἐστι τὸ κεφάλαιον, ὅτι παρὰ τοῦ πατρὸς ἐξ ἀϊδίου δοξάζεται ὁ υἱός. τὸ γὰρ πρὸ τοῦ αἰῶνος ταὐτόν ἐστι τῷ ἀϊδίῳ κατὰ τὴν ἔννοιαν, οὕτω τῆς προφητείας ἑρμηνευούσης ἡμῖν τοῦ θεοῦ τὸ ἀΐδιον ἐν οἷς φησιν Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. εἰ οὖν τὸ ὑπάρχειν πρὸ τῶν αἰώνων πάσης ἀρχῆς ἐστιν ἐξώτερον, ὁ τὴν προαιώνιον τῷ υἱῷ ἀνατιθεὶς δόξαν πολὺ πρότερον αὐτῆς τὴν ἐξ ἀϊδίου προσεμαρτύρησεν ὕπαρξιν. οὐ γὰρ τὸ μὴ ὄν, ἀλλὰ τὸ ὂν πάντως δοξάζεται. μετὰ ταῦτα δὲ τῆς κατὰ τοῦ ἁγίου πνεύματος βλασφημίας ἑαυτῷ τὰ σπέρματα καταβάλλει, οὐχ ἵνα τὸν υἱὸν δοξάσῃ, ἀλλ' 132 ἵνα τῷ πνεύματι τῷ ἁγίῳ ἐμπαροινήσῃ. βουλόμενος γὰρ μέρος τῆς ἀγγελικῆς δυνάμεως ἀποδεῖξαι τὸ πνεῦμα τὸ ἅγιον τοῦτο προσέρριψεν εἰπὼν ὅτι δοξαζόμενον ὑπὸ τοῦ πνεύματος δι' αἰῶνος καὶ πάσης λογικῆς καὶ γεννητῆς οὐσίας· ὡς μηδεμίαν εἶναι διαφορὰν τῷ πνεύματι τῷ ἁγίῳ πρὸς πᾶν τὸ γινόμενον, εἴπερ οὕτω δο ξάζει τὸν κύριον τὸ πνεῦμα τὸ ἅγιον ὡς καὶ τὰ ἄλλα πάντα περὶ ὧν ὁ προφήτης διέξεισιν, οἱ ἄγγελοι καὶ αἱ δυνάμεις καὶ τῶν οὐρανῶν οἱ οὐρανοὶ καὶ τὸ ὑπερκόσμιον ὕδωρ καὶ τὰ ἐκ τῆς γῆς πάντα, δράκοντες ἄβυσσοι πῦρ χάλαζα χιὼν κρύσταλλος πνεῦμα καταιγίδος τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι τὰ θηρία καὶ πάντα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά. εἰ οὖν μετὰ τούτων λέγει δοξάζειν τὸν κύριον καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἓν τού των εἶναι πάντως καὶ αὐτὸ ἡ θεομάχος ἀποφαίνεται γλῶσσα.

Intertext edge

Open linked passage

Note