Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 114 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
114.1
Ἐν ἀρχῇ, φησίν, ὄντα, οὐκ ἄναρχον. ὢ πῶς νοεῖ τὰς θείας φωνὰς ὁ ἐπὶ συνέσει ὑπὲρ τοὺς ἄλλους φρο νῶν; τὸν ἐν ἀρχῇ ὄντα ἀρχὴν ἔχοντα ἑρμηνεύει, καὶ οὐκ οἶδεν ὅτι, εἰ ἀρχὴν ἔχει ὁ ἐν ἀρχῇ ὤν, καὶ ἡ ἀρχὴ πάντως ἔχει ἄλλην ἀρχήν. ὃ γὰρ ἂν ἐπὶ τῆς ἀρχῆς εἴπῃ, τοῦτο κατ' ἀνάγκην καὶ περὶ τοῦ ἐν τῇ ἀρχῇ ὄντος ὁμολογήσει πάντως. πῶς γὰρ τὸ ἐν τῇ ἀρχῇ ὂν τῆς ἀρχῆς χωρισθή σεται; πῶς δέ τις τὸ οὐκ ἦν προεπινοήσει τοῦ ἦν; ὅπως γὰρ ἄν τις ἀναγαγὼν ἑαυτοῦ τὴν διάνοιαν πρὸς τὴν κατα νόησιν τῆς ἀρχῆς ὑπερτείνῃ, συγκατανοεῖ πάντως τὸν ἐν αὐτῇ ὄντα λόγον χωρισθῆναι τῆς ἐν ᾗ ἐστιν ἀρχῆς μὴ δυνάμενον, οὐδέποτε τοῦ ἐν αὐτῇ εἶναι οὔτε ἀρχόμενον οὔτε παυόμενον. μηδεὶς δὲ διὰ τούτων εἰς δύο ἀρχὰς δια σχιζέτω τὸ δόγμα. μία γάρ ἐστιν ὡς ἀληθῶς ἡ ἀρχή, ᾗ ἀχωρίστως ἐνθεωρεῖται ὁ λόγος ὁ διὰ πάντων πρὸς τὸν 115 πατέρα ἡνωμένος. ὁ ταῦτα φρονῶν οὐδεμίαν δώσει τῇ αἱρέσει πάροδον διὰ τῆς καινοτομίας τοῦ ἀγέννητος ὀνό ματος τῇ εὐσεβείᾳ λυμαίνεσθαι. ἐν δὲ τοῖς ἐφεξῆς ἐκτε θεῖσιν ἄρτῳ ἔοικεν ὁ λόγος αὐτοῦ πολλὴν ἔχοντι τὴν ἐπι μιξίαν τῆς ἄμμου. τοῖς γὰρ ὑγιῶς λεγομένοις τὰ αἱρετικὰ συμμίξας νοήματα ἄβρωτον διὰ τοῦ συμμεμειγμένου λίθου ποιεῖ καὶ τὸ τρόφιμον. λέγει γὰρ σοφίαν ζῶσαν τὸν κύριον καὶ ἀλήθειαν ἐνεργοῦσαν καὶ δύναμιν ὑφεστῶσαν καὶ ζωήν· ἕως τούτου τὸ τρόφιμον. ἐν τίθησι δὲ τοῖς εἰρημένοις τὸν ἰὸν τῆς αἱρέσεως. γεννη τὴν γὰρ τὴν ζωὴν ὀνομάσας ἄλλο τι τῇ πρὸς τὴν ἀγέν νητον ζωὴν ἀντιδιαστολῇ νοεῖν καὶ οὐχὶ τὴν ὄντως ζωὴν τὸν υἱὸν ὑποτίθεται. εἶτά φησιν ὡς υἱὸν θεοῦ ζωοποι οῦντα τοὺς ζῶντας καὶ ζωοποιοῦντα τοὺς νε κρούς, φῶς ἀληθινόν, φῶς φωτίζον πάντα ἄν θρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀγαθὸν καὶ χορηγὸν ἀγαθῶν. ταῦτα πάντα ἀντὶ μέλιτός τινος τοῖς ἀκεραιοτέροις προτείνων ὑποκρύπτει τῇ γλυκύ 116 τητι τῶν ῥημάτων τούτων τὸ δηλητήριον. εὐθὺς γὰρ ἐπάγει τοῖς εἰρημένοις τὸ φθοροποιὸν αὐτοῦ νόημα, λέ γων οὐχὶ τῷ γεννήσαντι συμμερισάμενον τὴν ἀξίαν, οὐκ ἄλλῳ τινὶ τὴν πατρικὴν οὐσίαν, ἀλλὰ γενόμενον ἐκ γεννήσεως ἔνδοξον καὶ τῆς δόξης κύριον καὶ λαβόντα παρὰ τοῦ πα τρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δό ξης· ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκρά τορος, καθὼς εἶπε Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. ταῦτά ἐστιν τὰ ἐπιθανάτια φάρμακα, ἃ μόνοι διαγινώσκουσιν οἱ γεγυμνασμένοι τὰ τῆς ψυχῆς αἰσθητήρια. τούτων δὲ ἡ θανατηφόρος κακία φανερώτερον ἐν τοῖς τελευ ταίοις τῶν εἰρημένων ἀνακαλύπτεται. Λαβόντα, φησί, παρὰ τοῦ πατρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης· ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκράτορος, καθὼς εἶπε 117 Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. τίς ἐστιν ὁ ἕτερος ἐκεῖνος ᾧ εἶπεν ὁ θεὸς τὴν δόξαν μὴ δώσειν; ὁ μὲν προφήτης περὶ τοῦ ἀντικειμένου λέγει, ὁ δὲ Εὐνό μιος εἰς αὐτὸν τὸν μονογενῆ θεὸν ἀναφέρει τὴν προ φητείαν. εἰπὼν γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὁ προφήτης ὅτι Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, προσέθηκεν ὅτι Καὶ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. ἐπεὶ γὰρ τὴν θεῷ χρεωστου μένην λατρείαν καὶ προσκύνησιν τῷ ἀντικειμένῳ προσῆγον δι' ἀπάτης οἱ ἄνθρωποι, τοῖς τῶν γλυπτῶν ἀφιδρύμασι τὸν ἐχθρὸν τοῦ θεοῦ σεβαζόμενοι τὸν πολυειδῶς ἐν τοῖς ἀν θρώποις διὰ τῶν εἰδώλων μορφούμενον, οἶκτον λαβὼν τῆς ἀνθρωπίνης ἀπωλείας ὁ τοὺς κακῶς ἔχοντας ἰατρεύων τὴν χρόνοις ὕστερον γενησομένην παρ' αὐτοῦ φιλανθρωπίαν ἐν τῷ ἀφανισμῷ τῶν εἰδώλων διὰ τοῦ προφήτου προηγόρευσε λέγων ὅτι φανερωθείσης τῆς ἀληθείας οὐκέτι ἡ ἐμὴ δόξα ἄλλῳ δοθήσεται οὐδὲ αἱ ἐμαὶ ἀρεταὶ τοῖς γλυπτοῖς ἀνατε 118 θήσονται. οὐκέτι γὰρ δουλεύσουσι τοῖς φύσει μὴ οὖσι θεοῖς τὴν ἐμὴν δόξαν ἐπιγνόντες οἱ ἄνθρωποι. ὅσα τοίνυν περὶ τῆς ἀντικειμένης ἐνεργείας ἐκ προσώπου τοῦ κυρίου ὁ προ φήτης φησί, ταῦτα ὁ θεομάχος εἰς αὐτὸν ἀναφέρει τὸν κύριον τὸν ταῦτα διὰ τοῦ προφήτου φθεγξάμενον. τίς τοι οῦτος ἐν τοῖς τυράννοις μνημονεύεται γεγενῆσθαι διώκτης 119 τῆς πίστεως; τίς τοῦτο κατεσκεύασεν, ὡς ὁ ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν ἡμῶν διὰ σαρκὸς ἐπιφανείς, καθὼς ἐπιστεύ σαμεν, οὐκ ἀληθινός ἐστι θεός, ἀλλ' ὁ τῷ θεῷ ἀντικεί μενος, ὁ ἐν τοῖς γλυπτοῖς τε καὶ τοῖς εἰδώλοις ἐνεργῶν τὴν κατὰ τῶν ἀνθρώπων ἀπάτην; ἃ γὰρ περὶ ἐκείνου εἴρηται διὰ τοῦ προφήτου, ταῦτα ὁ Εὐνόμιος εἰς τὸν μονο γενῆ θεὸν μετατίθησιν, οὐδὲ αὐτὸ τοῦτο νοήσας, ὅτι αὐτὸς ὁ μονογενής ἐστιν ὁ ταῦτα ἐν τῷ προφήτῃ φθεγξάμενος, καθὼς αὐτὸς οὗτος ἐν τοῖς ἐφεξῆς λέγει ὅτι οὗτός ἐστιν ὁ ἐν τοῖς προφήταις λαλήσας.