Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes viii de beatitudinibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἡ μὲν τάξις τῆς ὑψηλῆς τῶν μαθημάτων διδασκα λίας, ἐπὶ τὸν ὄγδοον ἄγει βαθμὸν τὴν παροῦσαν τοῦ ῥητοῦ θεωρίαν· ἐγὼ δὲ καλῶς ἔχειν φημὶ πρῶτον ἐκεῖνο κατανοῆσαι τῷ λόγῳ, τί τὸ τῆς ὀγδόης παρὰ τῷ Προφήτῃ μυστήριον, τῆς ἐν δύο ψαλμῳδίαις προ τεταγμένης· τί δὲ ὁ μακαρισμὸς, καὶ ἡ τῆς περιτο μῆς νομοθεσία, κατὰ τὴν ὀγδόην ἀμφότερα τῷ νόμῳ παρατηρούμενα. Τάχα τι συγγενὲς ὁ ἀριθμὸς οὗτος πρὸς τὴν ὀγδόην ἔχει μακαριότητα· ἥτις ὥσπερ κο ρυφὴ τῶν μακαρισμῶν πάντων ἐπὶ τοῦ ἀκροτάτου κεῖται τῆς ἀγαθῆς ἀναβάσεως. Ἐκεῖ τε γὰρ ὁ Προ φήτης τὴν ἀναστάσιμον ἡμέραν τῷ τῆς ὀγδόης αἰνί γματι διασημαίνει, καὶ ὁ καθαρισμὸς τὴν ἐπὶ τὸ κα θαρόν τε καὶ κατὰ φύσιν ἐπάνοδον τοῦ μολυνθέντος ἀνθρώπου ἐνδείκνυται, καὶ ἡ περιτομὴ τὴν τῶν νε κρῶν δερμάτων ἀποβολὴν ἑρμηνεύει, ἃ μετὰ τὴν παρακοὴν τῆς ζωῆς γυμνωθέντες ἐνεδυσάμεθα· καὶ ἐνταῦθα ἡ ὀγδόη μακαριότης, τὴν εἰς τοὺς οὐρανοὺς ἀποκατάστασιν ἔχει τῶν εἰς δουλείαν μὲν ἐκπεσόν των, ἐπὶ βασιλείαν δὲ πάλιν ἐκ τῆς δουλείας ἀνακλη θέντων. Μακάριοι γὰρ, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν ἐμοῦ· ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἰδοὺ τὸ πέρας τῶν κατὰ Θεὸν ἀγώνων, τὸ τῶν πόνων γέρας, τὸ τῶν ἱδρώτων ἔπαθλον· τὸ τῆς ἐν τοῖς οὐρανοῖς βασιλείας ἀξιωθῆναι. Οὐκέτι περὶ τὸ ἄστατόν τε καὶ ἀλλοιούμενον ἡ τῆς εὐκληρίας ἐλπὶς διαπλανᾶται. Ὁ γὰρ περίγειος χῶρος τῶν τρεπομένων τε καὶ ἀλλοιου μένων ἐστί· τῶν δὲ κατὰ τὸν οὐρανὸν φαινομένων τε καὶ κινουμένων, οὐδὲν τούτων ἐπιγινώσκομεν, ὡς μὴ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ἀλλ' εἱρμῷ καὶ τάξει καὶ ἀκολουθίᾳ πρὸς τὸν ἴδιον δρόμον πάντα κατὰ τὸν οὐρανὸν διεξέρχεσθαι. Ὁρᾷς τοίνυν τῆς δωρεᾶς τὴν ὑπερβολήν; ὅτι οὐκ ἐν τοῖς τρεπομένοις τὸ μέγεθος τῆς ἀξίας χαρίζεται, ὡς ἂν εἴ τις μετα βολῆς φόβος τὰς χρηστοτέρας ἐλπίδας παραλυπή σειεν· ἀλλ' οὐρανῶν μὲν βασιλείαν εἰπὼν, δείκνυσι τὸ ἀμετάβλητον καὶ ἀεὶ ὡσαύτως ἔχον τῆς κατ' ἐλ πίδα προκειμένης ἡμῖν δωρεᾶς. Ὃ δέ μοι διαπορεῖν ἐκ τῶν εἰρημένων ἐπέρχεται, τοῦτό ἐστιν· πρῶτον μὲν, ὅτι τῷ πτωχεῦσαι τῷ πνεύματι τοῖς ἕνεκεν αὐτοῦ διωχθεῖσιν, εἰς ἴσον ἄγειν ἑκατέροις τὸ γέρας προστίθησιν. Ὧν γὰρ τὸ ἔπαθ λον τὸ αὐτὸ, τούτων δηλαδὴ καὶ οἱ ἀγῶνες ἴσοι· ἔπειτα δὲ πῶς τοὺς δεξιοὺς ἀπὸ τῶν εὐωνύμων δια κρίνας, προσκαλεῖται πρὸς τὴν τῶν οὐρανῶν βασι λείαν, ἄλλας τῆς τοιαύτης τιμῆς τὰς αἰτίας λέγων; Τὸ γὰρ συμπαθές τε καὶ μεταδοτικὸν καὶ φιλάλληλον ἐκεῖ προφέρων, οὐδαμοῦ μέμνηται οὔτε τῆς πνευματικῆς πτωχείας, οὔτε τῆς ἕνεκεν ἐκείνου διώξεως· καίτοι πολὺ δοκεῖ κατὰ τὸ πρόχειρον τῆς διανοίας ἀπ' ἀλλήλων ταῦτα διακεκρίσθαι. Τί γὰρ κοινωνεῖ τὸ πτωχεῦσαι τῷ διωχθῆναι; Ἢ ταῦτα πάλιν τίνα συμφωνίαν ἔχει πρὸς τὰ τῆς ἀγαπητικῆς συμπαθείας ἀποτελέσματα; Ἔθρεψέ τις τὸν δεόμενον, ἢ τὸν γυ μνὸν περιέβαλεν, ἢ στεγητὸν ὁδίτην ἐδεξιώσατο, ἢ ἀσθενοῦντι καὶ κατακλείστῳ τὴν ἐνδεχομένην θερα πείαν προσήγαγεν· τί ταῦτα πρὸς τὸ πτωχεῦσαι καὶ διωχθῆναι κοινὸν ἔχει, κατὰ τὸν τοῦ ἐπιτηδεύματος λόγον; Οὗτος ἀλλοτρίας συμφορὰς θεραπεύει· ἐκεί νων δὲ ἑκάτερος, ὅ τε πτωχεύων καὶ ὁ διωκόμενος, τῶν θεραπευόντων προσδέεται, ἀλλὰ τὸ πέρας ἐπὶ πάντων ἴσον. Ὁμοίως γὰρ εἰς οὐρανὸν ἄγει τὸν πτω χεύσαντα τῷ πνεύματι, καὶ τὸν ἕνεκεν αὐτοῦ διω χθέντα, καὶ τοὺς τὸ συμπαθὲς ἐπιδειξαμένους πρὸς τὸ ὁμόφυλον. Τί οὖν φαμεν πρὸς ταῦτα; Ὅτι ἔχεται ἀλ λήλων τὰ πάντα πρὸς τὸν ἕνα σκοπὸν συννενευκότα καὶ συμπνέοντα. Ἥ τε γὰρ πτωχεία πρὸς μετανάστα σιν εὔκολος, καὶ ἡ φιλοπτωχεία τῆς πτωχείας οὐκ ἠλλοτρίωται. Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν πρότερον τὸν παρόντα λόγον ἀναζητῆσαι· εἶθ' οὕτω τὴν ἐν τοῖς ἐξητασμένοις συμφωνίαν καὶ τὸν νοῦν ἐπισκέψασθαι. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Πόθεν δεδιωγμένοι, καὶ παρὰ τίνος; Ὁ μὲν οὖν πρόχειρος λόγος τὸ τῶν μαρτύρων ἡμῖν ὑποδείκνυσι στάδιον, καὶ τὸν τῆς πίστεως δρόμον ὑποσημαίνει. Ἡ γὰρ δίωξις, τὴν σύντονον τοῦ τρέχοντος περὶ τὸ τάχος σπουδὴν ἑρμηνεύει· μᾶλλον δὲ καὶ τὴν ἐν τῷ τρέχειν νίκην ὑποσημαίνει. Οὐ γὰρ ἔστιν ἑτέρως νικῆσαι τρέχοντα, μὴ κατόπιν καταλιπόντα ἑαυτοῦ τὸν συντρέχοντα. Ἐπεὶ οὖν ὅ τε πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τρέχων, καὶ ὁ διὰ τὸ βραβεῖον διωκό μενος παρὰ τοῦ ἐχθροῦ, ἐπίσης ἔχουσι κατὰ νώτου, ὁ μὲν τὸν διαμιλλώμενον, ὁ δὲ τὸν διώκοντα· οὗτοι δέ εἰσιν οἱ τὸν τοῦ μαρτυρίου δρόμον ἀνύοντες, ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι, διωκόμενοι καὶ οὐ κατα λαμβανόμενοι· ἔοικε τὸ κεφάλαιον τῆς κατ' ἐλπίδα προκειμένης μακαριότητος, οἷόν τινα στέφανον ἐν τελευταίοις προτεθεικέναι λόγοις. Μακάριον γὰρ ὡς ἀληθῶς τὸ ἕνεκεν τοῦ Κυρίου διώκεσθαι. Διὰ τί; Ὅτι τὸ παρὰ τοῦ κακοῦ ἐκδιώκεσθαι, αἴτιον ἐν τῷ ἀγαθῷ γενέσθαι καθίσταται. Ἡ γὰρ τοῦ πονηροῦ ἀλλοτρίωσις, τῆς πρὸς τὸ ἀγαθὸν οἰκειώσεως ἀφορμὴ γίνεται· ἀγαθὸν δὲ καὶ παντὸς ἀγαθοῦ ἐπέκεινα, αὐτὸς ὁ Κύριος, πρὸς ὃν ἀνατρέχει ὁ διωκόμενος. Οὐκοῦν μακάριος ὡς ἀληθῶς, ὁ συνεργῷ τῷ ἐχθρῷ πρὸς τὸ ἀγαθὸν χρώμενος. Ἐπειδὴ γὰρ ἐν μεθορίῳ κεῖται τοῦ ἀγαθοῦ καὶ τοῦ χείρονος ἡ ἀνθρωπίνη ζωὴ, ὥσπερ ὁ τῆς ἀγαθῆς τε καὶ ὑψηλῆς ἐλπίδος ἀπολισθήσας, ἐν τῷ βαράθρῳ γίνεται· οὕτως ὁ τῆς ἁμαρτίας ἀπῳκισθεὶς, καὶ τῆς φθορᾶς ἀλλοτριωθεὶς, δικαιοσύνην τε καὶ ἀφθαρσίαν μετέρχεται. Ὥστε τῆς παρὰ τῶν τυράννων γινομένης κατὰ τῶν μαρτύρων διώξεως, τὸ μὲν εἶδος κατὰ τὸ προχείρως φαινό μενον, ἀλγεινὸν εἶναι τῇ αἰσθήσει· ὁ δὲ σκοπὸς τῶνγινομένων, ὑπερβαίνει πᾶσαν μακαριότητα. Κρεῖττον δ' ἂν εἴη δι' ὑποδειγμάτων ἡμᾶς τοῦ λόγου κατ ιδεῖν τὴν διάνοιαν. Τίς οὐκ οἶδεν, ὅσῳ τοῦ ἀγαπᾶσθαι τὸ ἐπιβουλεύεσθαι χαλεπώτερον κέκριται; Τοῦτο μέν τοι πολλάκις τὸ δοκοῦν χαλεπὸν, καὶ τῆς κατὰ τὸν βίον τοῦτον εὐκληρίας πολλοῖς αἴτιον γίνεται, οἷον περὶ τοῦ Ἰωσὴφ ὁ λόγος ἐνδείκνυται· ὃς ἐπιβουλευ θεὶς παρὰ τῶν ἀδελφῶν, καὶ τῆς μετ' αὐτῶν συν διαγωγῆς ἀπελαθεὶς, διὰ τῆς πράσεως βασιλεὺς ἀν εδείχθη τῶν ἐπιβεβουλευκότων, οὐκ ἂν ἴσως προελ θὼν ἐπὶ τὸ τηλικοῦτον ἀξίωμα, μὴ τοῦ φθόνου διὰ τῆς ἐπιβουλῆς ἐκείνης τὴν βασιλείαν ὁδοποιήσαντος. Ὥσπερ τοίνυν εἴ τις τοῦ μέλλοντος τὴν γνῶσιν ἔχων, προεῖπε τῷ Ἰωσὴφ, ὅτι Ἐπιβουλευθεὶς μακάριος ἔσῃ, οὐκ ἂν ἐκ τοῦ προχείρου πιθανὸς ἔδοξε τῷ ἀκούοντι, πρὸς τὸ παραχρῆμα λυπηρὸν ὁρῶντι· οὐ γὰρ ἂν ᾠήθη δυνατὸν εἶναι κακῆς προαιρέσεως ἀγαθὸν ἀνα δειχθῆναι τὸ πέρας· οὕτω δὴ καὶ ἐνταῦθα ὁ τῶν τυ ράννων τοῖς πιστοῖς ἐπαγόμενος διωγμὸς, πολὺ κατὰ τὴν αἴσθησιν τὸ ἀλγεινὸν ἔχων, δυσπαράδεκτον ποιεῖ τοῖς σαρκωδεστέροις τὴν διὰ τῶν ἀλγεινῶν αὐτοῖς προκειμένην τῆς βασιλείας ἐλπίδα· ἀλλ' ὁ Κύριος τὸ σαθρὸν ὑπεριδὼν τῆς φύσεως, προαναφωνεῖ τοῖς ἀσθενεστέροις, οἷόν ἐστι τῆς ἀγωνίας τὸ πέρας, ἵνα τῇ τῆς βασιλείας ἐλπίδι τὴν πρόσκαιρον τῶν ἀλγεινῶν αἴσθησιν εὐκόλως καταπαλαίσωσιν. Διὰ τοῦτο χαίρει ὁ μέγας Στέφανος κύκλῳ καταλιθαζόμενος, καὶ οἷόν τινα δρόσον ἡδεῖαν προθύμως τῷ σώματι δέχεται τὰς ἐπαλλήλους τῶν λίθων νιφάδας, καὶ εὐλογίαις τοὺς μιαιφονοῦντας ἀμείβεται, μὴ στῆναι τὴν ἁμαρτίαν τούτοις αὐτοῖς ἐπευχόμενος· ἐπειδὴ καὶ τῆς ἐπαγ γελίας ἤκουσε, καὶ τὴν ἐλπίδα τοῖς φαινομένοις εἶδε συμβαίνουσαν. Ἐν βασιλείᾳ γὰρ οὐρανῶν τοὺς ἕνεκεν τοῦ Κυρίου δεδιωγμένους ἀκούσας γενέσθαι, εἶδε τὸ προσδοκώμενον, ἐν ᾧ ἐδιώκετο. Τρέχοντι γὰρ αὐτῷ διὰ τῆς ὁμολογίας, τὸ ἐλπιζόμενον δείκνυται, οὐρανὸς ἀνοιγόμενος, ἡ θεία δόξα πρὸς τὸν ἀγῶνα τοῦ τρέ χοντος ἐκ τῆς ὑπερκοσμίου λήξεως κατακύπτουσα, αὐτὸς ὁ ἐν τοῖς ἀγῶσιν ὑπὸ τοῦ ἀθλητοῦ μαρτυρού μενος. Ἡ γὰρ τοῦ ἀγωνοθέτου στάσις τὴν πρὸς τὸν ἀγωνιζόμενον συμμαχίαν παραδηλοῖ δι' αἰνίγματος, ὡς ἂν διὰ τούτου μάθοιμεν τὸν αὐτὸν εἶναι καὶ τὸν διατιθέντα τοὺς ἄθλους, καὶ τὸν κατὰ τῶν ἀντιπάλων τοῖς ἰδίοις ἀγωνισταῖς συνιστάμενον. Τί τοίνυν ἂν εἴη μακαριώτερον τοῦ διὰ τὸν Κύριον δεδιωγμέ νου, ᾧ ὑπάρχει συναγωνιστὴν τὸν ἀγωνοθέτην ἔχειν; Οὐδὲ γὰρ τῶν εὐκόλων ἐστὶν, τάχα δὲ καὶ καθ άπαξ ἀδύνατον, τῶν κατὰ τὴν ζωὴν ταύτην ἡδέων τὸ μὴ φαινόμενον ἀγαθὸν προτιμῆσαι τῶν φαινομένων, ὥστε ῥᾳδίως ἑλέσθαι τινὰ, ἢ τῆς οἰκίας ἐξοικισθῆναι, ἢ γαμετῆς καὶ παίδων, ἀδελφῶν τε καὶ γονέων, καὶ ὁμηλίκων, καὶ πάντων τῶν κατὰ τὸν βίον ἡδέων ἔξω γενέσθαι, μὴ αὐτοῦ τοῦ Κυρίου συνεργοῦντος πρὸς τὸ ἀγαθὸν τῷ κατὰ πρόθεσιν κλητῷ γεγονότι. Ὃν γὰρ προγινώσκει, καθώς φησιν ὁ Ἀπόστολος, τοῦτονκαὶ προορίζει, καὶ καλεῖ, καὶ δικαιοῖ, καὶ δοξάζει. Ἐπειδὴ τοίνυν συμφύεταί πως ἡ ψυχὴ διὰ τῶν σω ματικῶν αἰσθήσεων πρὸς τὰ ἡδέα τοῦ βίου, καὶ τῇ εὐχροίᾳ τῆς ὕλης διὰ τῶν ὀφθαλμῶν ἐπιτέρπεται, καὶ τῇ ἀκοῇ πρὸς τὰ ἡδέα τῶν ἀκροαμάτων τὴν ῥοπὴν ἔχει, τῇ τε ὀσφρήσει καὶ τῇ γεύσει καὶ τῇ ἁφῇ, καθὸ πέφυκεν οἰκείως ἔχειν ἑκάστῃ συνδιατίθεται. Διὰ τοῦτο οἷόν τινι ἥλῳ πρὸς τὰ ἡδέα τοῦ βίου τῇ αἰσθητικῇ δυνάμει προσκολλωμένη, δυσαποσπάστως ἔχει τούτων, οἷς συνεφύη προσκολληθεῖσα, καὶ κατὰ τὰς χελώνας καὶ τοὺς κοχλίας οἷόν τινι ὀστρακίνῳ καλύμματι ἐνδεδεμένη δυσπόρευτός ἐστι πρὸς τὰς τοιαύτας κινήσεις, ὅλον συνεπισυρομένη τοῦ βίου τὸ ἄχθος. Διὸ καὶ εὐάλωτος γίνεται ἡ οὕτως ἔχουσα τοῖς διώκουσι πρὸς δημεύσεως ἀπειλὴν, ἢ ζημίαν, ἤ τινος ἄλλου τῶν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων, εὐχερῶς ἐνδιδοῦσα καὶ ὑπόχειρος γινομένη τῷ διώ κοντι· ἀλλ' ἐπειδὰν ὁ ζῶν λόγος, καθώς φησιν ὁ Ἀπόστολος, ὁ ἐνεργὸς καὶ τμητικὸς ὑπὲρ πᾶσαν μά χαιραν δίστομον, ἐντὸς γένηται τοῦ ἀληθῶς παρα δεξαμένου τὴν πίστιν, καὶ διατέμῃ τὰ κακῶς συμ πεφυκότα, καὶ τὰ τῆς συνηθείας δεσμὰ διακόψῃ· τότε, καθάπερ τι ἄχθος τῇ ψυχῇ συνδεδεμένον τὰς κοσμικὰς ἡδονὰς, οἷόν τις δρομεὺς τῶν ὤμων ἀπο σεισάμενος, κοῦφος καὶ εὐσταλὴς τὸ τῶν ἀγώνων στάδιον διεξέρχεται, χειραγωγῷ πρὸς τὸν δρόμον αὐτῷ τῷ ἀγωνοθέτῃ χρώμενος. Οὐ γὰρ ὅσα κατέλι πεν βλέπει, ἀλλ' ὅσα μετέρχεται· οὐδὲ πρὸς τὸ κατό πιν ἡδὺ τὸν ὀφθαλμὸν ἐπιστρέφει, ἀλλὰ πρὸς τὸ προ κείμενον ἀγαθὸν ἴεται· οὐδὲ τῇ ζημίᾳ τῶν γηΐνων ἀλγύνεται, ἀλλὰ τῷ κέρδει τῶν ἐπουρανίων ἀγάλλε, διὰ τοῦτο πᾶν κολαστηρίων εἶδος, ὡς ἀφορμὴν καὶ συνέργειαν τῆς προκειμένης χαρᾶς, ἑτοίμως δέ χεται· τὸ πῦρ, ὡς τῆς ὕλης καθάρσιον· τὸ ξίφος, ὡς διαιρετικὸν τῆς πρὸς τὰ ὑλώδη καὶ σάρκινα τοῦ νοῦ συμφυΐας· πᾶσαν πόνων τε καὶ ἀλγημάτων ἐπίνοιαν, ὡς τοῦ πονηροῦ δηλητηρίου τοῦ κατὰ τὴν ἡδονὴν ἀντιφάρμακον οὖσαν, προθύμως δέχεται. Καθάπερ οἱ περιττωματικοὶ καὶ χολώδεις, ἑτοίμως σπῶσι τῆς πικρᾶς ἀντιδόσεως, ὡς ἂν δι' ἐκείνης τὸ νοσοποιὸν αἴτιον ἀποκλυσθείη· οὕτω δέχεται ὁ παρὰ τοῦ ἐχθροῦ διωκόμενος καὶ πρὸς τὸν Θεὸν φεύγων, τὴν τῶν ἀλ γεινῶν εἰσβολὴν, σβεστήριον οὖσαν τῆς καθ' ἡδονὴν ἐνεργείας· οὐκ ἔστι γὰρ ἡσθῆναι τὸν ἀλγυνόμενον. Ἐπεὶ οὖν δι' ἡδονῆς εἰσῆλθεν ἡ ἁμαρτία, διὰ τοῦτο ἐναντίου πάντως ἐξελαθήσεται. Οὐκοῦν οἱ διώκοντες διὰ τὴν εἰς τὸν Κύριον ὁμολογίαν, καὶ τὰ δυσβάστα κτα τῶν κολαστηρίων ἐπινοοῦντες, ἰατρείαν τινὰ ταῖς ψυχαῖς διὰ τῶν πόνων προσάγουσι, ταῖς τῶν ἀλγεινῶν προσβολαῖς τὴν καθ' ἡδονὴν θεραπεύοντες νόσον. Οὕτω δέχεται τὸν σταυρὸν ὁ Παῦλος· τὸ ξίφος Ἰάκωβος· τοὺς λίθους Στέφανος· τὸν ἐπὶ κεφαλὴν ἀνασκολοπισμὸν ὁ μακάριος Πέτρος· πάντες οἱ μετὰ ταῦτα τῆς πίστεως ἀγωνισταὶ, τὰς πολυτρόπους τῶν κολαστηρίων ἰδέας, θηρία, βάραθρα, πυρκαϊὰς, τὰς τῶν κρυμῶν πήξεις, τὰς τῶν πλευρῶν ἀποσαρκώσεις, τὰς τῶν κεφαλῶν περικυκλώσεις, τὰς τῶν ὀμμάτωνἀποβολὰς, τὰς τῶν δακτύλων ἀποκοπὰς, τὰς τῶν ἐφ' ἑκάτερα τοῦ σώματος διὰ τῶν σκελῶν ῥήξεις, τὰς διὰ τοῦ λιμοῦ τηκεδόνας, πάντα ταῦτα καὶ τὰ τοιαῦτα ὡς καθάρσια τῆς ἁμαρτίας οἱ ἅγιοι μετ' εὐφροσύνης προσίεντο, ὡς ἂν μηδὲν ἴχνος τῇ καρδίᾳ διὰ τῆς ἡδονῆς ἐγγινόμενον ὑπολειφθείη, τῆς ἀλγεινῆς ταύ της καὶ δριμείας αἰσθήσεως πάντας τοὺς καθ' ἡδονὴν ἐγγινομένους τῇ ψυχῇ τύπους ἐξαλει φούσης. Μακάριοι τοίνυν οἱ δεδιωγμένοι ἕνεκεν ἐμοῦ. Τοῦτο δὲ τοιοῦτόν ἐστιν (ὡς ἂν καὶ τὸν ἕτερον λόγον κατανοήσωμεν), ὡς εἴ τις τῇ ὑγιείᾳ λόγον δοίη, εἴπῃ ἂν κἀκείνη· ὅτι Μακάριοι οἱ ἀπὸ τῆς νόσου κε χωρισμένοι ἕνεκεν ἐμοῦ. Ἡ γὰρ τῶν λυπηρῶν ἀλλο τρίωσις, τὸ ἐν ἐμοὶ γενέσθαι τούς ποτε νενοσηκότας παρασκευάζει. Οὕτως ἀκούσωμεν τῆς φωνῆς, ὡς αὐτῆς τῆς ζωῆς ἡμῖν τὸν τοιοῦτον μακαρισμὸν ἐμ βοώσης. Μακάριοι οἱ δεδιωγμένοι ὑπὸ τοῦ θανάτου ἕνεκεν ἐμοῦ· ὡς τὸ φῶς λέγοι Μακάριοι οἱ δεδιω γμένοι ὑπὸ τοῦ σκότους ἕνεκεν ἐμοῦ. Ὁμοίως καὶ ἡ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἡ ἀφθαρσία, καὶ ἡ ἀγαθότης, καὶ πᾶν νόημα τῶν πρὸς τὸ κρεῖττον νοου μένων τε καὶ λεγομένων. Ὁ Κύριος ὢν, καθὸ νοεῖ, κατ' ἐκεῖνό σοι λέγειν νομιζέσθω· ὅτι Μακά ριός ἐστι πᾶς ὁ παντὸς ἐναντίου πράγματος ἀπελαυ νόμενος, φθορᾶς, σκότους, ἁμαρτίας, ἀδικίας, πλεονεξίας, ἑκάστου τῶν διαστελλομένων τοῖς κατὰ τὴν ἀρετὴν λόγοις πράγμασί τε καὶ νοήμασι. Τὸ γὰρ ἔξω τῶν κακῶν γενέσθαι, ἐντός ἐστι τῶν ἀγαθῶν καταστῆναι. «Ὁ ποιῶν τὴν ἁμαρτίαν,» φησὶν ὁ Κύριος, «δοῦλός ἐστι τῆς ἁμαρτίας.» Οὐκοῦν ὁ ἀποστὰς ᾧ ἐδούλευσεν, ἐλευθεριάζει τῷ ἀξιώματι. Τὸ δὲ ἀκρότατον τῆς ἐλευθερίας εἶδος, τὸ αὐτεξουσιόν ἐστι γενέσθαι. Ἡ δὲ τῆς βασιλείας ἀξία ὑπερκειμένην ἑαυτῆς τινα τυραννίδα οὐκ ἔχει. Οὐκοῦν εἰ αὐτεξούσιός ἐστιν ὁ τῆς ἁμαρτίας ἀλλότριος· ἴδιον δὲ βασιλείας ἐστὶ τὸ αὐτοκρατές τε καὶ ἀδέσποτον· ἀκολούθως μακαρίζεται ὁ ἀπὸ τοῦ κακοῦ διωκόμενος, ὡς τῆς ἐκεῖθεν διώξεως τὴν βασιλικὴν ἀξίαν αὐτῷ προξενούσης. Μὴ οὖν ἀχθεσθῶμεν, ἀδελφοὶ, τῶν γηΐνων ἀπελαυνόμενοι. Ὁ γὰρ ἐντεῦθεν μεταστὰς, ἐν τοῖς κατ' οὐρανὸν βασιλείοις αὐλίζεται. Δύο ταῦτά ἐστι στοιχεῖα ἐν τῇ τῶν ὄντων κτίσει, πρὸς διαγωγὴν τῆς λογικῆς φύσεως μεμερισμένα, ἡ γῆ τε καὶ ὁ οὐρανός. Τόπος τῶν διὰ σαρκὸς εἰληχότων τὴν ζωὴν, ἡ γῆ· ὁ δὲ οὐρανὸς τῶν ἀσωμάτων. Ἀνάγκη τοίνυν πάντως εἶναί που τὴν ἡμετέραν ζωὴν, ἐὰν μὴ διωχθῶμεν ἀπὸ τῆς γῆς, τῇ γῇ πάντως ἐναπομένομεν· ἐὰν ἐντεῦθεν ἀπέλθωμεν, ἐπὶ τὸν οὐρανὸν μετοικισθησόμεθα. Ὁρᾷς εἰς ὅ τι φέρει ὁ μακαρισμὸς διὰ τοῦ δοκοῦντος λυπηροῦ τοῦ τοσούτου σοι ἀγαθοῦ γινόμενος πρόξενος; Ὅπερ νοήσας, φησὶ καὶ ὁ Ἀπόστολος, ὅτι Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Οὐκοῦν τῶν προσδοκωμένων καρπῶν ἄνθος, ἡ θλίψις ἐστίν. Διὰ τὸν καρπὸν οὖν, καὶ τὸ ἄνθος δρεψώμεθα· διωχθῶμεν ἵνα δράμωμεν· δραμόντες δὲ οὐκ εἰκῆ δραμούμεθα, ἀλλὰ πρὸς τὸ βραβεῖον ἡμῶν τῆς ἄνω κλήσεως ὁ δρόμος ἔστω· οὕτω δράμωμεν, ἵνα καταλάβωμεν. Τί τὸ καταλαμβανόμενον; Τί τὸ βραβεῖον; Τίς ὁ στέφανος; Οὔ μοι δοκεῖ ἄλλο τι εἶναι παρ' αὐτὸν τὸν Κύριον ἕκαστον τῶν ἐλπιζομένων. Αὐτὸς γάρ ἐστι καὶ ἀγωνοθέτης τῶν ἀθλούντων, καὶ στέφανος τῶν νικώντων· ἐκεῖνος ὁ διανέμων τὸν κλῆρον· ἐκεῖνος ὁ ἀγαθὸς κλῆρος· ἐκεῖνος ἡ ἀγαθὴ μερίς· ἐκεῖνος ὁ τὴν μερίδα σοι χαριζόμενος· ἐκεῖνος ὁ πλουτίζων· ἐκεῖνος ὁ πλοῦτος, ὁ δεικνύς σοι τὸν θησαυρὸν, καὶ θησαυρός σοι γινόμενος· ὁ εἰς ἐπιθυμίαν σε τοῦ καλοῦ μαργαρίτου ἄγων, καὶ ὤνιός σοι τῷ καλῶς συμπορευομένῳ προκείμενος. Ἵνα οὖν ἐκεῖνο κτησώμεθα, ὥσπερ ἐπ' ἀγορᾶς, ὧν ἔχομεν ἀντικαταλλάσσωμεν ἃ οὐκ ἔχομεν. Μὴ λυπηθῶμεν τοίνυν διωκόμενοι, μᾶλλον δὲ καὶ εὐφρανθῶμεν, ὅτι διὰ τὸ διώκεσθαι ἀπὸ τῶν τῇ γῇ τιμίων, πρὸς τὸ οὐράνιον ἀγαθὸν συνελαυνόμεθα, κατὰ τὸν ἐπαγγειλάμενον μακαρίους εἶναι τοὺς δεδιωγμένους ἕνεκεν αὐτοῦ· ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι αὐτῷ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note