Orationes viii de beatitudinibus
Gregory of Nyssa (gregory-of-nyssa)Beat 6 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὅπερ παθεῖν εἰκὸς τοὺς ἔκ τινος ὑψηλῆς ἀκρω ρείας εἰς ἀχανές τι κατακύπτοντας πέλαγος, τοῦτό μοι πέπονθεν ἡ διάνοια, ἐκ τῆς ὑψηλῆς τοῦ Κυρίου φωνῆς, οἷον ἀπό τινος κορυφῆς ὄρους, εἰς τὸ ἀδιεξί τητον τῶν νοημάτων βλέπουσα βάθος. Καθάπερ γὰρ ἐν πολλοῖς τῶν παραθαλασσίων ἔστιν ἰδεῖν ὄρος ἡμί τομον, κατὰ τὸ παράλιον μέρος ἀπὸ κορυφῆς ἐπὶ τὸ βάθος δι' εὐθείας ἀπεξεσμένον, οὗ κατὰ τὸ ἄνω πέρας ἄκρα τις προβεβλημένη πρὸς τὸν βυθὸν ἐπι νένευκεν· ὅπερ οὖν παθεῖν εἰκὸς, τὸν ἀπὸ τῆς τοι αύτης σκοπιᾶς, ἐκ πολλοῦ τοῦ ὕψους ἐπὶ τὴν ἐν τῷ βάθει διακύπτοντα θάλατταν· οὕτως ἰλιγγιᾷ μου νῦν ψυχὴ, ἐν τῇ μεγάλῃ ταύτῃ τοῦ Κυρίου φωνῇ γενο μένη μετέωρος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Θεὸς πρόκειται τοῖς τὴν καρδίαν ἐκκαθαρθεῖσι τὸ θέαμα. Θεὸν οὐδεὶς ἑώρακε πώποτε, καθώς φησιν Ἰωάννης ὁ μέγας· ἐπιψηφίζει δὲ καὶ Παῦλος ὁ ὑψηλὸς τὴν διάνοιαν, εἰπών· ὅτι Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύναται. Αὕτη ἐστὶν ἡ λεία καὶ ἀπότομος πέτρα, ἡ μηδεμίαν ἐφ' ἑαυτῆς τῶν νοημάτων βάσιν ὑποδεικνύουσα, ἣν καὶ ὁ Μωϋσῆς ὡσαύτως ἀπρόσιτον τοῖς καθ' ἑαυτὸν δόγμασιν ἀπεφήνατο, ὡς μηδαμοῦ δύνασθαι προσβῆ ναι ἡμῶν τὴν διάνοιαν, πάσης ἀντιλήψεως ἀπο ξυσθείσης διὰ τῆς ἀποφάσεως. Οὐκ ἔστι γὰρ, φησὶν, ὅστις ὄψεται Κύριον, καὶ ζήσεται. Ἀλλὰ μὴν αἰώνιος ζωὴ τὸ ἰδεῖν ἐστι τὸν Θεόν. Τοῦτο δὲ ἀ μήχανον οἱ στύλοι τῆς πίστεως, Ἰωάννης καὶ Παῦλος καὶ Μωσῆς διορίζονται. Ὁρᾷς τὸν ἴλιγνον, ᾧ ψυχὴ πρὸς τὸ βάθος τῶν ἐν τῷ λόγῳ θεωρουμένων συν έλκεται; Εἰ ζωὴ ὁ Θεὸς, ὁ μὴ ἰδὼν αὐτὸν, τὴν ζωὴν οὐ βλέπει· τὸ μὴ δύνασθαι ἰδεῖν Θεὸν, οἱ θεοφόροι τῶν προφητῶν τε καὶ ἀποστόλων διαμαρτύρονται. Εἰς τί τοῖς ἀνθρώποις ἡ ἐλπὶς περιΐσταται; Ἀλλ' ὑποστηρίζει καταπίπτουσαν τὴν ἐλπίδα ὁ Κύριος. Καθάπερ ἐπὶ τοῦ Πέτρου ἐποίησεν, κινδυνεύοντος βυθισθῆναι, πάλιν ἐπὶ στεῤῥοῦ καὶ ἀντιτύπου στή σας τοῦ ὕδατος. Εἰ τοίνυν ἔλθῃ καὶ ἐφ' ἡμᾶς ἡ τοῦ Λόγου χεὶρ, καὶ ἀστατοῦντας ἐν τῷ βυθῷ τῶν θεωρη μάτων, ἐπὶ θατέρου νοήματος καταστήσειεν, ἔξω τοῦ φόβου γινόμεθα ἰσχυρῶς τοῦ χειραγωγοῦντος ἡμᾶς Λόγου περιδραξάμενοι. Μακάριοι γὰρ, φησὶ, καθα ροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ἡ μὲν οὖν ἐπαγγελία τοσαύτη, ὡς παριέναι τὸν ἀκρότατον τῆς, μακαριότητος ὅρον. Τί γὰρ ἄν τις μετὰ τὸ τοιοῦτον ἀγαθὸν, ἄλλο ποθήσειεν, πάντα ἔχων ἐν ἑωραμένῳ; Τὸ γὰρ ἰδεῖν ταὐτὸν σημαίνει τῷ σχεῖν ἐν τῇ τῆς Γραφῆς συνηθείᾳ· καθάπερ τὸ, Ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ, ἀντὶ τοῦ Εὕροις, τοῦ λόγου σημαίνοντος· καὶ τὸ, Ἀρθήτω ὁ ἀσε βὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, διὰ τοῦ μὴ ἰδεῖν, τὸ μὴ μετασχεῖν τοῦ προφήτου δηλοῦντος. Οὐκοῦν ὁ τὸν Θεὸν ἰδὼν, πᾶν ὅπερ ἐστὶν ἐν ἀγαθῶν καταλόγῳ, διὰ τοῦ ἰδεῖν ἔσχε, τὴν ἀτελεύτητον ζωὴν, τὴν ἀΐδιον ἀφθαρσίαν, τὴν ἀθάνατον μακα ριότητα, τὴν ἀτελεύτητον βασιλείαν, τὴν ἄληκτον εὐφροσύνην, τὸ ἀληθινὸν φῶς, τὴν πνευματικὴν καὶ γλυκεῖαν φωνὴν, τὴν ἀπρόσιτον δόξαν, τὸ διηνεκὲς ἀγαλ λίαμα, τὸ πᾶν ἀγαθόν. Τὸ μὲν οὖν κατ' ἐλπίδα προ κείμενον ἐν τῇ μακαριότητος ἐπαγγελίᾳ, τοιοῦτόν τε καὶ τοσοῦτον. Ἐπεὶ δὲ ὁ τρόπος τοῦ ἰδεῖν διὰ τοῦ καθαρὸν γενέσθαι τῇ καρδίᾳ προδέδεικται· ἐν τούτῳ μοι πάλιν ἰλιγγιᾷ ἡ διάνοια, μὴ ἄρα τῶν ἀμηχάνων τε καὶ ὑπερβαινόντων τὴν φύσιν ἡμῶν, ἡ καθαρότης τῆς καρδίας ἐστίν. Εἰ γὰρ διὰ τοῦτο ὁ Θεὸς ὁρᾶται· Μωσῆς δὲ καὶ Παῦλος οὐκ ἴδον, τὸ μήτε αὐτὸν, μήτε ἄλλον τινὰ δύνασθαι ἰδεῖν διωρίσατο, ἀδύνατον ἔοικέ τι εἶναι τὸ τῷ μακαρισμῷ νῦν ὑπὸ τοῦ Λόγου προκείμενον. Τί οὖν ἡμῖν τὸ κέρδος ἐκ τοῦ γνῶναι πῶς ὁ Θεὸς ὁρᾶται, εἰ τὸ δυνατὸν τῇ ἐπινοίᾳ μὴ πρόσεστιν; Ὅμοιον γὰρ τὸ τοιοῦτον, ὥσπερ ἂν εἴ τις μακάριον εἶναι λέγοι τὸ ἐν οὐρανῷ γενέσθαι· ὅτι ἐκεῖ κατόψεται τὰ ἐν τῷ βίῳ μὴ καθορώμενα, Εἰ γάρ τις ἦν μηχανὴ τῆς ἐπὶ τὸν οὐρανὸν πορείας διὰ τοῦ λόγου προδεικνυμένη· τὸ μαθεῖν ὅτι μακα ριστόν ἐστι τὸ ἐν ἐκείνῳ γενέσθαι, χρήσιμον ἂν ἦν τοῖς ἀκούουσιν. Ἕως δ' ἂν τὸ κατὰ τὴν ἄνοδον ἀμή χανον ᾖ, τί φέρει κέρδος ἡ γνῶσις τῆς μακαριότη τος τῆς οὐρανίας, λυποῦσα μόνον τοὺς μεμαθηκότας, οἵων διὰ τὸ ἀδύνατον τῆς ἀνόδου ἀποστερήμεθα; Ἆρ' οὖν ἕξω τῆς φύσεως ἡμῶν ὁ Κύριος ἐγκελεύεται, καὶ ὑπερέβη τὰ μέτρα τῆς ἀνθρωπίνης δυνάμεως τῷ μεγαλείῳ τοῦ ἐπιτάγματος; Οὐκ ἔστι ταῦτα. Οὔτε γὰρ πτηνοὺς γενέσθαι κελεύει, οἷς τὸ πτερὸν οὐκ ἐνέφυσεν, οὐδὲ ὑπὸ ὕδωρ ζῇν οἷς τὸν χερσαῖον ἀπεκλήρωσε βίον. Εἰ οὖν ἐν πᾶσι τοῖς ἄλλοις πρόσ φορός ἐστι τῇ δυνάμει τῶν δεχομένων ὁ νόμος, καὶ οὐδὲν ὑπὲρ τὴν φύσιν βιάζεται· καὶ τοῦτο πάντως ἐκ τοῦ ἀκολούθου νοήσομεν, μὴ ἀπ' ἐλπίδος εἶναι τὸ διὰ τοῦ μακαρισμοῦ προδεικνύμενον. Ἀλλὰ καὶ τὸνἸωάννην, καὶ τὸν Παῦλον, καὶ τὸν Μωσέα, καὶ εἴ τις ἄλλος κατ' ἐκείνους ἐστὶ, μὴ ἐκπεπτωκέναι τῆς ὑψηλῆς ταύτης μακαριότητος, τῆς ἐκ τοῦ ἰδεῖν τὸν Θεὸν προσγινομένης, μηδὲ τὸν εἰπόντα, ὅτι Ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώ σει μοι ὁ δίκαιος κριτὴς, μήτε τὸν ἐπὶ τὸ στῆθος ἀναπεσόντα τοῦ Ἰησοῦ, μήτε τὸν ἀκηκοότα παρὰ τῆς θείας φωνῆς, ὅτι Ἔγνων σε παρὰ πάντας. Εἰ οὖν ἐκεῖνοι, παρ' ὧν ὑπὲρ δύναμιν ἡ τοῦ Θεοῦ κατα νόησις εἶναι κεκήρυκται, μακαριστοὶ εἶναι οὐκ ἀμ φιβάλλονται· ἡ δὲ μακαριότης εἰς τὸ ἰδεῖν τὸν Θεόν ἐστιν, τοῦτο δὲ ἐκ τοῦ καθαρὸν τῇ καρδίᾳ γενέσθαι· ἄρα οὐκ ἀδύνατος τῆς καρδίας ἡ καθαρότης, δι' ἧς ἔστι γενέσθαι μακάριον. Πῶς οὖν ἔστι καὶ τοὺς κατὰ Παῦλον ἀληθῆ λέγειν φῆσαι, ὑπὲρ τὴν δύναμιν ἡμῶν ὑποφαινομένους εἶναι τὴν τοῦ Θεοῦ κατανόη σιν, καὶ τὴν τοῦ Κυρίου φωνὴν μὴ ἀντιδογματίζειν ἐκείνοις, ἐν καθαρότητι ὀφθήσεσθαι τὸν Θεὸν ὑπι σχομένην; Δοκεῖ μοι καλῶς ἔχειν περὶ τούτου χρῆναι διὰ βραχέων πρῶτον λαβεῖν, ὡς ἂν καθ' ὁδὸν γένοιτο ἡμῖν περὶ τὸ προκείμενον ἡ θεωρία. Ἡ θεία φύσις αὐτὴ καθ' αὑτὴν ὅ τι ποτὲ κατ' οὐσίαν ἐστὶ, πάσης ὑπέρκειται καταληπτικῆς ἐπινοίας, ἀπρόσιτος καὶ ἀπροσπέλαστος οὖσα ταῖς στοχαστικαῖς ἐπινοίαις, καὶ οὔπω τις ἀνθρώποις πρὸς τὴν τῶν ἐκλήπτων κατανόησιν ἐξεύρηται δύναμις· οὐδέ τις ἔφοδος κα ταληπτικὴ τῶν ἀμηχάνων ἐπενοήθη. Διὸ καὶ Ἀνεξ ιχνιάστους τὰς ὁδοὺς αὐτοῦ ὁ μέγας ὀνομάζει Ἀπό στολος, σημαίνων διὰ τοῦ λόγου τὸ ἀνεπίβατον εἶναι λογισμοῖς τὴν ὁδὸν ἐκείνην, ἣ πρὸς τὴν γνῶσιν τῆς θείας οὐσίας ἄγει· ὡς οὔπω τινὸς τῶν προωδευκότων τὸν βίον ἴχνος τι καταληπτικῆς ἐπινοίας σημαινο μένου τῇ γνώσει τοῦ ὑπὲρ γνῶσιν πράγματος. Τοιοῦ τος δὲ ὢν κατὰ τὴν φύσιν ὁ ὑπὲρ πᾶσαν φύσιν, ἄλλῳ λόγῳ καὶ ὁρᾶται καὶ καταλαμβάνεται ὁ ἀόρατός τε καὶ ἀπερίγραπτος. Πολλοὶ δὲ οἱ τῆς τοιαύτης κατα νοήσεως τρόποι. Ἔστι γὰρ καὶ διὰ τῆς ἐμφαινομέ νης τῷ παντὶ σοφίας, τὸν ἐν σοφίᾳ πάντα πεποιη κότα στοχαστικῶς ἰδεῖν. Καθάπερ καὶ ἐπὶ τῶν ἀνθρωπίνων δημιουργημάτων ὁρᾶται τρόπον τινὰ τῇ διανοίᾳ ὁ δημιουργὸς τοῦ προκειμένου κατασκευάσμα τος, τὴν τέχνην τῷ ἔργῳ ἐναποθέμενος. Ὁρᾶται δὲ οὐχ ἡ φύσις τοῦ τεχνητεύσαντος, ἀλλὰ μόνον ἡ τεχνικὴ ἐπιστήμη, ἣν ὁ τεχνίτης τῇ κατασκευῇ ἐν απέθετο. Οὕτω καὶ πρὸς τὸν ἐν τῇ κτίσει βλέποντες κόσμον, ἔννοιαν οὐ τῆς οὐσίας, ἀλλὰ τῆς σοφίας τοῦ κατὰ πάντα σοφῶς πεποιηκότος ἀνατυπούμεθα. Κἂν τῆς ἡμετέρας ζωῆς τὴν αἰτίαν λογισώμεθα, ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἐξ ἀγαθῆς προαιρέσεως ἦλθεν εἰς τὸ κτίσαι τὸν ἄνθρωπον, πάλιν καὶ διὰ τούτου τοῦ τρόπου καθεωρακέναι λέγομεν τὸν Θεὸν, τῆς ἀγαθότητος οὐ τῆς οὐσίας ἐν περινοίᾳ γενόμενοι· οὕτω καὶ τὰ ἄλλα πάντα, ὅσα πρὸς τὸ κρεῖττόν τε καὶ ὑψηλότερον ἀνάγει τὴν ἔννοιαν, Θεοῦ κατανόησιν τὰ τοιαῦτα κατονομά ζομεν, ἑκάστου τῶν ὑψηλῶν νοημάτων τὸν Θεὸν ἡμῖν εἰς ὄψιν ἄγοντος. Ἡ γὰρ δύναμις καὶ ἡ καθαρότης, καὶ τὸ ὡσαύτως ἔχειν, καὶ τὸ ἀμιγὲς τοῦ ἐναντίου, καὶ πάντα τὰ τοιαῦτα θείας τινὸς καὶ ὑψηλῆς ἐννοίας ἐντυποῖ ταῖς ψυχαῖς τὴν φαντασίαν. Οὐκοῦν δείκνυται διὰ τῶν εἰρημένων, πῶς καὶ ὁ Κύριος ἀληθεύει, ὀφθήσεσθαι τὸν Θεὸν τοῖς καρδίαν ἔχουσι καθαρὰν ἐπαγγειλάμενος· καὶ ὁ Παῦλος οὐ ψεύδεται, μήτε ἑωρακέναι τινὰ τὸν Θεὸν, μήτ' ἰδεῖν δύνασθαι διὰ τῶν οἰκείων λόγων ἀποφηνάμενος. Ὁ γὰρ τῇ φύσει ἀόρατος, ὁρατὸς ταῖς ἐνεργείαις γίνε, ἔν τισι τοῖς περὶ αὐτὸν καθορώμενος. Ἀλλ' οὐ πρὸς τοῦτο βλέπει μόνον τοῦ μακαρισμοῦ ἡ διάνοια, τὸ ἔκ τινος ἐνεργείας τὸν ἐνεργοῦντα δύνασθαι τοιοῦτον ἀναλογίσασθαι· γένοιτο γὰρ ἂν ἴσως καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς, διὰ τῆς τοῦ κόσμου εὐαρμοστίας ἡ τῆς ὑπερκειμένης σοφίας τε καὶ δυνάμεως κατανόησις. Ἀλλ' ἕτερόν μοι δοκεῖ ἡ τοῦ μακαρισμοῦ μεγαλοφυΐα τοῖς δυναμένοις δέξασθαι κατιδεῖν τὸ ποθούμενον, τὴν συμβουλὴν ὑφηγεῖσθαι· τὸ δέ μοι παραστὰν νόημα δι' ὑποδειγμάτων σαφηνισθήσεται. Ἀγαθόν τι κατὰ τὸν ἀνθρώπινόν ἐστι βίον, ὑγίεια τοῦ σώματος· ἀλλὰ μακάριον οὐ τὸ εἰδέναι μόνον τῆς ὑγιείας τὸν λόγον, ἀλλὰ τὸ ἐν ὑγιείᾳ ζῇν. Εἰ γάρ τις ἐγκώμια διεξιὼν τῆς ὑγιείας τὴν νοσώδη καὶ κακόχυμον αἱροῖτο τρο φήν· τί τῶν ἐγκωμίων τῆς ὑγιείας ἀπώνατο ταῖς ἀῤ ῥωστίαις ἐπιτριβόμενος; Οὕτω τοίνυν νοήσωμεν καὶ τὸν προκείμενον λόγον, ὅτι οὐ τὸ γνῶναί τι περὶ Θεοῦ μακάριον ὁ Κύριος εἶναί φησιν· ἀλλὰ τὸ ἐν ἑαυτῷ σχεῖν τὸν Θεόν. Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρ δίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Οὐ γάρ μοι δοκεῖ ὡς ἀντιπρόσωπόν τι θέαμα τὸν Θεὸν προτιθέναι τῷ κεκαθαρμένῳ τὸν τῆς ψυχῆς ὀφθαλμόν· ἀλλὰ τοῦτο τάχα ἡ τοῦ ῥητοῦ μεγαλοφυΐα ἡμῖν ὑποτίθεται, ὃ καὶ πρὸς ἑτέρους ὁ λόγος γυμνότερον παρίστησιν, ἐντὸς ὑμῶν εἶναι τὴν βασιλείαν τοῦ Θεοῦ εἰπών· ἵνα διδαχ θῶμεν, ὅτι ὁ πάσης τῆς κτίσεως καὶ ἐμπαθοῦς δια θέσεως τὴν ἑαυτοῦ καρδίαν ἀποκαθήρας, ἐν τῷ ἰδίῳ κάλλει τῆς θείας φύσεως καθορᾷ τὴν εἰκόνα. Καί μοι δοκεῖ δι' ὀλίγων ὧν εἶπεν, τοιαύτην συμβουλὴν περι έχειν ὁ Λόγος· ὅτι, Ὦ ἄνθρωποι, ὅσοις ἐστί τις ἐπι θυμία τῆς τοῦ ὄντως ἀγαθοῦ θεωρίας, ἐπειδὰν ἀκού σητε ὑπὲρ τοὺς οὐρανοὺς ἐπῆρθαι τὴν θείαν μεγαλο πρέπειαν, καὶ τὴν δόξαν αὐτῆς ἀνερμήνευτον εἶναι, καὶ τὸ κάλλος ἄφραστον, καὶ τὴν φύσιν ἀχώρητον· μὴ ἐκπίπτετε εἰς ἀνελπιστίαν τοῦ μὴ δύνασθαι κατ ιδεῖν τὸ ποθούμενον. Τὸ γάρ σοι χωρητὸν, τῆς τοῦΘεοῦ κατανοήσεως μέτρον ἐν σοί ἐστιν. Οὕτω τοῦ πλάσαντός σε τὸ τοιοῦτον ἀγαθὸν εὐθὺς τῇ φύσει κα τουσιώσαντος. Τῶν γὰρ τῆς ἰδίας φύσεως ἀγαθῶν ὁ Θεὸς ἐνετύπωσε τῇ σῇ κατασκευῇ τὰ μιμήματα, οἷόν τινα κηρὸν σχήματι γλυφῆς προτυπώσας. Ἀλλ' ἡ κα κία τῷ θεοειδεῖ χαρακτῆρι περιχυθεῖσα ἄχρηστον ἐποίησέ σοι τὸ ἀγαθὸν ὑποκεκρυμμένον τοῖς αἰσχροῖς προκαλύμμασιν. Εἰ οὖν ἀποκλύσειας πάλιν δι' ἐπι μελείας βίου τὸν ἐπιπλασθέντα τῇ καρδίᾳ σου ῥύπον, ἀναλάμψει σοι τὸ θεοειδὲς κάλλος. Ὥσπερ ἐπὶ τοῦ σιδήρου γίνεσθαι πέφυκεν, ὅταν δι' ἀκόνης τοῦ ἰοῦ γυμνωθῇ, ὁ πρὸ ὀλίγου μέλας, αὐγάς τινας ἐφ' ἑαυτοῦ πρὸς τὸν ἥλιον στίλβων καὶ λαμπηδόνας ἐκδίδωσιν· οὕτως καὶ ὁ ἔνδον ἄνθρωπος, ὃν καρδίαν ὀνομάζει ὁ Κύριος, ἐπειδὰν ἀποξύσηται τὸν ἰώδη ῥύπον τὸν διὰ τοῦ πονηροῦ εὐρῶτος ἐπανθήσαντα τῇ μορφῇ, πάλιν ἀναλήψεται τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα, καὶ ἀγαθὸς ἔσται. Τὸ γὰρ ἀγαθῷ ὅμοιον, ἀγαθὸν πάντως. Οὐκοῦν ὁ ἑαυτὸν βλέπων, ἐν ἑαυτῷ τὸ ποθούμενον βλέπει· καὶ οὕτω γίνεται μακάριος ὁ καθαρὸς τῇ καρδίᾳ, ὅτι πρὸς τὴν ἰδίαν καθαρότητα βλέπων, ἐν τῇ εἰκόνι καθορᾷ τὸ ἀρχέτυπον. Ὥσπερ γὰρ οἱ ἐν κατόπτρῳ ὁρῶντες τὸν ἥλιον, κἂν μὴ πρὸς αὐτὸν τὸν οὐρανὸν ἀποβλέψωσιν ἀτενὲς, οὐδὲν ἔλαττον ὁρῶσι τὸν ἥλιον ἐν τῇ τοῦ κατόπτρου αὐγῇ, τῶν πρὸς αὐτὸν ἀποβλεπόντων τοῦ ἡλίου τὸν κύκλον· οὕτω, φησὶ, καὶ ὑμεῖς, κἂν ἀτονῆτε πρὸς κατανόησιν φωτὸς, ἐὰν ἐπὶ τὴν ἐξ ἀρχῆς ἐγκατασκευασθεῖσαν ὑμῖν χάριν τῆς εἰκόνος ἐπαναδράμητε, ἐν ἑαυτοῖς τὸ ζητούμενον ἔχετε. Καθαρότης γὰρ, ἀπάθεια, καὶ κακοῦ παντὸς ἀλλοτρίωσις ἡ θεότης ἐστίν. Εἰ οὖν ταῦτα ἐν σοί ἐστι, Θεὸς πάντως ἐν σοί ἐστιν. Ὅταν οὖν ἀμιγὴς πάσης κακίας, καὶ πάθους ἐλεύθερος, καὶ παντὸς κεχωρι σμένος μολύσματος, ὁ ἐν σοὶ λογισμὸς ᾖ, μακάριος εἶ τῆς ὀξυωπίας, ὅτι τὸ τοῖς μὴ καθαρθεῖσιν ἀθέατον, ἐκκαθαρθεὶς κατενόησας, καὶ τῆς ὑλικῆς ἀχλύος τῶν τῆς ψυχῆς ὀμμάτων ἀφαιρεθείσης, ἐν καθαρᾷ τῇ τῆς καρδίας αἰθρίᾳ τηλαυγῶς βλέπεις τὸ μακάριον θέαμα. Τοῦτο δέ ἐστι τί; Καθαρότης, ὁ ἁγιασμὸς, ἡ ἁπλότης, πάντα τὰ τοιαῦτα τὰ φωτοειδῆ τῆς θείας φύσεως ἀπαυγάσματα, δι' ὧν ὁ Θεὸς ὁρᾶται. Ἀλλὰ τὸ μὲν ταῦτα οὕτως ἔχειν ἐκ τῶν εἰρημένων οὐκ ἀμφιβάλλομεν. Ἔτι δὲ ἡμῖν ὁ λόγος τὸ ἐξ ἀρχῆς ἀπορηθὲν ἐπὶ τῆς αὐτῆς ἀμηχανίας βλέπει. Ὡς γὰρ ὁ ἐν οὐρανῷ γενόμενος, ἐν μετουσίᾳ τῶν οὐρανίων θαυμάτων ἐστίν· ὁ δὲ τῆς ἀνόδου τρόπος ἀμήχανος, ὧν οὐδὲν ἡμῖν τῶν διωμολογημένων κέρδος ποιεῖ· οὕτως ἐκ τοῦ καθαρθῆναι τὴν καρδίαν, τὸ μακάριον γενέσθαι οὐκ ἀμφιβάλλεται· τὸ δ' ὅπως ἄν τις αὐτὴν τῶν μολυνθέντων ἀποκαθάρειεν, ἴσον ἀντικρὺς εἶναι δοκεῖ τῆς ἐπὶ τὸν οὐρανὸν ἀναβάσεως. Ποία τοίνυν κλίμαξ τοῦ Ἰακώβ; ποῖον εὑρεθήσεται πύρινον ἅρμα καθ' ὁμοιότητα τοῦ τὸν προφήτην Ἠλίαν πρὸς οὐρα νὸν ἀνυψώσαντος, ᾧ πρὸς τὰ ἄνω θαύματα ἡ καρδίαἡμῶν ἐπαρθεῖσα, τὸ γήϊνον τοῦτο βάρος ἀποτινάξεται; Εἰ γάρ τις ἐν περινοίᾳ γένοιτο τῶν ἀναγκαίων τῆς ψυχῆς παθημάτων, ἄπορον οἰήσεται καὶ ἀμήχανον τὴν τῶν συνεζευγμένων κακῶν ἀναχώρησιν. Εὐθὺς ἐκ πά θους ἡμῖν ἡ γένεσις ἄρχεται, καὶ διὰ πάθους ἡ αὔξησις πρόεισιν, καὶ εἰς τὸ πάθος ἡ ζωὴ καταλήγει, καὶ ἀνα κέκραταί πως τὸ κακὸν πρὸς τὴν φύσιν, διὰ τῶν ἐξ ἀρχῆς παραδεξαμένων τὸ πάθος, τῶν διὰ τῆς παρα κοῆς εἰσοικισαμένων τὴν νόσον. Ὥσπερ δὲ τῇ δια δοχῇ τῶν ἐπιγινομένων καθ' ἕκαστον εἶδος, τῶν ζώων ἡ φύσις συνδιεξέρχεται, ὡς ταὐτὸν εἶναι τὸ γενόμε νον κατὰ τὸν τῆς φύσεως λόγον, τοῦ ἐξ οὗ γέγονεν· οὕτως ἐξ ἀνθρώπου ἅνθρωπος γίνεται, ἐξ ἐμπαθοῦς ἐμπαθὴς, ἐξ ἁμαρτωλοῦ τοιοῦτος. Οὐκοῦν συνυφίστα τρόπον τινὰ τοῖς γινομένοις ἡ ἁμαρτία, συναπο τικτομένη τε καὶ συναύξουσα, καὶ τῷ τῆς ζωῆς ὅρῳ συγκαταλήγουσα. Ἀλλὰ δυσεπίτευκτον ἡμῖν εἶναι τὴν ἀρετὴν, μυρίοις ἱδρῶσι καὶ πόνοις, σπουδῇ καὶ καμάτῳ μόγις κατορθουμένην, πολλαχῆ παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, τεθλιμμένην καὶ διὰ στε νοῦ προϊοῦσαν τὴν ὁδὸν τῆς βασιλείας ἀκούσαντες, πλατεῖάν τε καὶ κατάντη καὶ ἐπίδρομον, τὴν διὰ κα κίας τὸν βίον ἐπὶ τὴν ἀπώλειαν ἀπάγουσαν. Οὐ μὴν καθόλου ἀμήχανον τὴν ὑψηλὴν ζωὴν, ἡ Γραφὴ διωρί σατο, ἡ τοσούτων ἀνδρῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἐκ θεμένη τὰ θαύματα. Ἀλλ' ἐπειδὴ διπλῆς οὔσης τῆς διανοίας ἐν τῇ τοῦ ἰδεῖν τὸν Θεὸν ἐπαγγελίᾳ· μιᾶς μὲν τοῦ γνῶναι τὴν τοῦ παντὸς ὑπερκειμένην φύσιν, ἑτέρας δὲ τοῦ ἀνακραθῆναι πρὸς αὐτὸν διὰ τῆς κατὰ τὴν ζωὴν καθαρότητος· τὸ μὲν πρότερον τῆς κατα νοήσεως εἶδος ἀμήχανον εἶναι ἡ τῶν ἁγίων φωνὴ δι ορίζεται· τὸ δὲ δεύτερον ὑπισχνεῖται τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς παρούσης διδασκαλίας ὁ Κύριος εἰπὼν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τὸ δὲ ὅπως ἔστι καθαρὸν γενέσθαι, διὰ πάσης σχε δὸν τῆς εὐαγγελικῆς διδασκαλίας ἔξεστί σοι τὸ τοι οῦτον μαθεῖν. Τοῖς γὰρ ἐφεξῆς ἐπιδραμὼν παραγγέλ μασι, σαφὲς εὑρήσεις τὸ τῆς καρδίας καθάρσιον. Εἰς δύο γὰρ διελὼν τὴν κακίαν, τήν τε διὰ τῶν ἔργων, καὶ τὴν ἐν νοήμασι συνισταμένην, πρότερον μὲν διὰ τοῦ ἀρχαίου νόμου, τὴν διὰ τῶν ἔργων φανερουμένην ἀδικίαν ἐκόλασεν, νυνὶ δὲ περὶ τὸ ἕτερον τῆς ἁμαρ τίας εἶδος βλέπειν τὸν νόμον ἐποίησεν, οὐ τὸ ἔργον τὸ πονηρὸν τιμωρούμενος, ἀλλ' ὅπως ἂν μηδὲ τὴν ἀρχὴν γένοιτο προμηθούμενος. Τὸ γὰρ τῆς προαιρέσεως ἐξελεῖν τὴν κακίαν, ἐκ πολλοῦ τοῦ περιόντος ἐστὶν ἀλλότριον τῶν πονηρῶν ἔργων τὸν βίον ἐργάσασθαι. Πολυμεροῦς δὲ καὶ πολυειδοῦς τῆς κακίας οὔσης, ἑκάστῳ τῶν ἀπηγορουμένων ἰδίαν τὴν διὰ τῶν παρ αγγελμάτων θεραπείαν ἀντέθηκεν. Καὶ ἐπειδὴ πρό χειρον ὡς ἐπὶ πολὺ παρὰ πάντα τὸν βίον τὸ κατὰ τὴν ὀργήν ἐστιν ἀῤῥώστημα, ἐκ τοῦ μᾶλλον ἐπικρα τοῦντος τῆς θεραπείας ἄρχεται, τὸ ἀόργητον ἐν πρώ τοις νομοθετήσας. Ἐδιδάχθης, φησὶ, παρὰ τοῦ ἀρχαιοτέρου νόμου, τὸ Μὴ φονεῦσαι, νῦν μάθε τὸ χωρίσαι τῆς ψυχῆς τὴν κατὰ τῶν ὁμοφύλων ὀργήν. Οὐ γὰρ καθόλου τὴν ὀργὴν ἀπεῖπεν· ἔστι γὰρ καὶ ἐπὶ καλῷ ποτε τῇ τοιαύτῃ τῆς ψυχῆς χρήσασθαι ὁρμῇ, ἀλλὰ τὸ πρὸς τὸν ἀδελφὸν ὀργιστικῶς ποτε σχεῖν ἐπὶ μηδενὶ ἀγαθῷ, τοῦτο ἡ παραγγελία κατέσβεσεν. Πᾶς γὰρ ὁ ὀργιζόμενος τῷ ἀδελφῷ ἐκ τοῦ εἰκῆ. Ἡ γὰρ προσθήκη τοῦ εἰκῆ, δείκνυσι τὸ εὔκαιρον πολλάκις τῆς τοῦ θυμοῦ χρήσεως, ὅταν ἐπὶ κολάσει τῆς ἁμαρ τίας ζέσῃ τὸ πάθος. Τοῦτο τὸ εἶδος τῆς ὀργῆς τῷ Φηνεὲς ὁ τῆς Γραφῆς λόγος προεμαρτύρησεν, ὅτε τῇ σφαγῇ τῶν παρανομούντων τὴν κατὰ τοῦ λαοῦ κινη θεῖσαν ἀπειλὴν τοῦ Θεοῦ ἱλεώσατο. Πάλιν μεταβαίνει τῇ θεραπείᾳ πρὸς τὰ διὰ τῆς ἡδονῆς πλημμελούμενα, καὶ τῆς μοιχείας τὴν ἄτοπον ἐπιθυμίαν ἐξαιρεῖ τῆς καρδίας διὰ τοῦ παραγγέλματος. Οὕτω καὶ τὰ καθ' ἕκαστον πάντα εὑρήσεις, ἐν τοῖς ἐφεξῆς διορθοῦντα τὸν Κύριον, πρὸς ἕκαστον τῶν τῆς κακίας εἰδῶν ταῖς νομοθεσίαις ἱστάμενον. Κωλύει τὸ ἄρχειν ἀδίκων χειρῶν, διὰ τὸ μηδὲ ἀμύνεσθαι συγχωρῆσαι. Ὑπερ ορίζει τὸ κατὰ πλεονεξίαν πάθος, διὰ τοῦ πρὸς τὸ ἀποδύνεσθαι τῷ ἀφελομένῳ, καὶ τὸ ὑπολειφθὲν προσ τάξαι. Θεραπεύει τὴν δειλίαν, καταφρονητικῶς πρὸς τὸν θάνατον ἔχειν ἐκκελευόμενος, Καὶ ὅλως δι' ἑκά στου τῶν παραγγελμάτων, εὑρήσεις ἀρότρου δίκην τὸν ἀροτριακὸν λόγον, τὰς πονηρὰς τῶν ἁμαρτιῶν ῥίζας ἐκ τοῦ βάθους τῆς καρδίας ἡμῶν ἀνορύσσοντα, δι' ὧν ἔστι τῆς ἀκανθώδους καθαρθῆναι καρποφορίας. Οὐκοῦν δι' ἀμφοτέρων εὐεργετεῖται τὴν φύσιν, οἷς τε τὸ ἀγαθὸν ἐπαγγέλλεται, οἷς τε τὴν πρὸς τὸ προκεί μενον διδασκαλίαν ἡμῖν ὑποτίθεται. Εἰ δὲ ἐπίπονος τῶν ἀγαθῶν σπουδή σοι νομίζεται, σύγκρινον τῷ ἐναντίῳ βίῳ καὶ εὑρήσεις ὅσον ἐπιπονωτέρα ἐστὶν ἡ κακία, εἰ μὴ πρὸς τὸ παρὸν, ἀλλὰ πρὸς τὸ μετὰ ταῦτα βλέ ποις. Ὁ γὰρ γεέννας ἀκούσας, οὐκέτι πόνῳ τινὶ καὶ σπουδῇ τῶν κατὰ τὴν ἁμαρτίαν ἡδονῶν χωρισθήσε· ἀλλ' ἀρκέσει μόνος ὁ φόβος τοῖς λογισμοῖς ἐγ γενόμενος, ἐξορίσαι τὰ πάθη. Μᾶλλον δὲ καλῶς ἔχει τῷ σιωπωμένῳ συνυπακουόμενον κατανοήσαντας, σφο δροτέραν ἐντεῦθεν τὴν ἐπιθυμίαν λαβεῖν. Εἰ γὰρ μα κάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ἐλεεινοὶ πάντως οἱ κατ εῤῥυπωμένοι τὸν νοῦν· ὅτι πρὸς τὸ τοῦ ἀντικειμένου πρόσωπον βλέπουσιν. Καὶ εἰ αὐτὸς ὁ θεῖος χαρακτὴρ τῷ κατ' ἀρετὴν ἐντυποῦται βίῳ, δῆλον ὅτι ἡ κατὰ κακίαν ζωὴ μορφὴ καὶ πρόσωπον τοῦ ἀντικειμένου γίνεται. Ἀλλὰ μὴν εἰ κατὰ διαφόρους ἐπινοίας ὁ Θεὸς ἑκάστῳ τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων ἐπονομάζεται, φῶς, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ ὅσα τοῦ τοιούτου γένους ἐστίν· πάντως ἐκ τοῦ ἀντιστρόφου, τὸ ἑκάστου τούτων ἀντικείμενον, τῷ τῆς κακίας εὑρέτῃ ὀνομασθήσεται, σκότος καὶ θάνατος καὶ φθορὰ, καὶ ὅσα τούτοις ὁμογενῆ καὶ ὁμόφυλα. Οὐκοῦν μαθόντες, διὰ τίνων ἥ τε κακία καὶ ὁ κατ' ἀρετὴν μορφοῦται βίος, ἐξου σίας ἡμῖν πρὸς ἑκάτερον τούτων κατὰ τὸ αὐτεξού σιον τῆς προαιρέσεως προκειμένης, φύγωμεν τὴν τοῦ διαβόλου μορφὴν, ἀποθώμεθα τὸ πονηρὸν προσωπεῖον, ἀναλάβωμεν τὴν θείαν εἰκόνα, γενώμεθα καθαροὶ τῇκαρδίᾳ, ἵνα γενώμεθα μακάριοι, τῆς θείας εἰκόνος ἐν ἡμῖν μορφωθείσης, διὰ τῆς καθαρᾶς πολιτείας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίω ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.