Oratio in diem natalem Christi
Gregory of Nyssa (gregory-of-nyssa)Chri 1136 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
1136.1
Μάθε παρ' αὐτοῦ τοῦ προφήτου, πῶς ἐγεννήθη τὸ παιδίον, πῶς ἐδόθη υἱός. ἆρα κατὰ τὸν νόμον τῆςφύσεως; οὐ, φησὶν ὁ προφήτης, οὐ δουλεύει φύσεωςνόμοις ὁ δεσπότης τῆς φύσεως.– ἀλλὰ πῶς ἐγεννήθητὸ παιδίον, εἰπέ.– ἰδού, φησὶν, ἡ παρθένοςἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσιτὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ' ἡμῶν ὁ θεός. Ὢ τοῦ θαύματος, ἡ παρθένος μήτηρ γίνεται καὶ διαμένει παρθένος. ὁρᾷς τὴν καινοτομίαν τῆς φύσεως; ἐπὶ τῶνἄλλων γυναικῶν, ἕως παρθένος ἐστὶ, μήτηρ οὔκ ἐστιν. ἐπειδὰν δὲ μήτηρ γένηται, τὴν παρθενίαν οὐκ ἔχει. ἐνταῦθα δὲ τὰ δύο συνέδραμε κατὰ ταὐτὸν τὰ ὀνόματα. ἡ γὰρ αὐτὴ καὶ μήτηρ καὶ παρθένος ἐστί. καὶ οὔτε ἡ παρθενία τὸν τόκον ἐκώλυσεν, οὔτε ὁτόκος τὴν παρθενίαν ἔλυσεν. ἔπρεπε γὰρ τὸν ἐπὶἀφθαρσίᾳ τοῦ παντὸς ἐν τῷ ἀνθρωπίνῳ βίῳ γενόμενονἀπὸ τῆς ὑπηρετούσης αὐτοῦ τῇ γεννήσει τῆςἀφθαρσίας ἄρξασθαι. τὴν γὰρ ἀπειρόγαμον ἄφθορονοἶδεν ὀνομάζειν ἡ τῶν ἀνθρώπων συνήθεια. Τοῦτό μοι δοκεῖ προκατανενοηκέναι τῇ γενομένῃ διὰτοῦ φωτὸς αὐτῷ θεοφανείᾳ Μωυσῆς ἐκεῖνος ὁ μέγας, ὅτε ἐξήπτετο τῆς βάτου τὸ πῦρ καὶ ἡ βάτος οὐκἐμαραίνετο. διαβὰς γάρ, φησιν, ὄψομαι τὸ μέγα ὅραματοῦτο. οὐ τοπικὴν οἶμαι δηλῶν κίνησιν διὰ τῆςδιαβάσεως ἀλλὰ τὴν παροδικὴν τοῦ χρόνου διάβασιν. τὸ γὰρ τότε προδιατυπωθὲν ἐν τῇ φλογὶ καὶ τῇ βάτῳδιαβάντος τοῦ μέσου χρόνου σαφῶς ἐν τῷ κατὰ τὴνπαρθένον μυστηρίῳ ἀνεκαλύφθη. ὥσπερ γὰρ ἐκεῖἡ θάμνος καὶ ἅπτει τὸ πῦρ καὶ οὐ καίεται, οὕτωκαὶ ἐνταῦθα ἡ παρθένος καὶ τίκτει τὸ φῶς καὶ οὐφθείρεται. Εἰ δὲ βάτος προδιατυποῖ τὸ θεότοκονσῶμα τῆς παρθένου, μὴ ἐπαισχυνθῇς τῷ αἰνίγματι. πᾶσαγὰρ σὰρξ διὰ τὴν τῆς ἁμαρτίας παραδοχὴν κατ' αὐτὸτοῦτο, ὅτι σάρξ ἐστι μόνον, ἁμαρτία ἐστίν. ἡ δὲἁμαρτία παρὰ τῆς γραφῆς τῇ τῆς ἀκάνθης ἐπωνυμίᾳκατονομάζεται. Εἰ δὲ μὴ πόρρω τῶν προκειμένων ἀποφερόμεθα, τάχα καὶ τὸν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίουφονευθέντα Ζαχαρίαν οὐκ ἄκαιρον εἰς μαρτυρίαντῆς ἀφθάρτου μητρὸς παραστήσασθαι. ἱερεὺςοὗτος ὁ Ζαχαρίας ἦν, οὐχ ἱερεὺς δὲ μόνον, ἀλλὰ καὶ ἐν τῷ τῆς προφητείας χαρίσματι. ἡ δὲ τῆςπροφητείας δύναμις ἀπαράγραπτος ἐν τῇ βίβλῳ τοῦ εὐαγγελίου κηρύσσεται. ὅτε προοδοποιοῦσα τοῖςἀνθρώποις ἡ θεία χάρις μὴ ἄπιστον τὸν ἐκ παρθένουτόκον ἡγήσασθαι τοῖς ἐλάττοσι θαύμασι προγυμνάζειτῶν ἀπίστων τὴν συγκατάθεσιν, τῇ στείρᾳ καὶ παρήλικιτίκτεται παῖς. τοῦτο προοίμιον τοῦ κατὰ τὴνπαρθενίαν θαύματος γίνεται. ὡς γὰρ ἡ Ἐλισαβὲτοὐ δυνάμει φύσεως γίνεται μήτηρ ἄγονος τὸν βίονκαταγηράσασα, ἀλλ' ἐπὶ τὸ θεῖον βούλημα τοῦ παιδὸςἡ γέννησις ἀναφέρεται, οὕτω καὶ τῆς παρθενικῆς ὠδῖνοςἡ ἀπιστία τῇ πρὸς τὸ θεῖον ἀναφορᾷ τὸ πιστὸν ἔχει. ἐπειδὴ τοίνυν προλαμβάνει τὸν ἐκ παρθενίαςὁ ἀπὸ τῆς στείρας, ὁ πρὸς τὴν φωνὴν τῆς κυοφορούσηςτὸν κύριον, πρὶν εἰς φῶς προελθεῖν, ἐν τῇ μητρῴᾳ νηδύισκιρτήσας,– ἅμα τε παρῆλθεν εἰς γένεσιν ὁ τοῦ λόγουπρόδρομος, τότε λύεται τῷ Ζαχαρίᾳ διὰ τῆς προφητικῆς1137 ἐπιπνοίας ἡ σιώπη. καὶ ὅσα διεξέρχεται Ζαχαρίας, προφητεία τοῦ μέλλοντος ἦν. Οὗτος τοίνυν ὁ τῷ προφητικῷ πνεύματι πρὸς τὴν τῶνκρυπτῶν γνῶσιν χειραγωγούμενος τὸ τῆς παρθενίαςμυστήριον ἐπὶ τοῦ ἀφθάρτου τόκου κατανοήσας οὐκἀπέκρινεν ἐν τῷ ναῷ τοῦ ταῖς παρθένοις κατὰ τὸν νόμον ἀποκεκληρωμένου τόπου τὴν ἄγαμον μητέρα διδάσκωντοὺς Ἰουδαίους, ὅτι ὁ τῶν ὄντων δημιουργὸς καὶβασιλεὺς πάσης τῆς κτίσεως ὑποχείριον ἔχει μετὰπάντων ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν τῷ ἰδίῳ θελήματιπρὸς τὸ δοκοῦν αὐτὴν ἄγων, οὐκ αὐτὸς ὑπ' αὐτῆςδυναστευόμενος, ὡς ἐν τῇ δυνάμει αὐτοῦ εἶναι καινὴνγέννησιν δημιουργῆσαι, ἥτις τὴν γενομένην μητέρατὸ παρθένον εἶναι οὐκ ἀφαιρήσεται. διὰ τοῦτο αὐτὴνοὐκ ἀπέκρινεν ἐν τῷ ναῷ τοῦ χοροῦ τῶν παρθένων. ἦν δὲ οὗτος ὁ τόπος τὸ μεταξὺ τοῦ ναοῦ καὶ τοῦθυσιαστηρίου διάστημα. ἐπεὶ οὖν ἤκουον βασιλέατῆς κτίσεως εἰς γέννησιν ἀνθρωπίνην οἰκονομικῶςπροελθεῖν φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχείριοιτὸν ταῦτα μαρτυροῦντα περὶ τοῦ τόκου διαχειρίζονταιπρὸς αὐτῷ τῷ θυσιαστηρίῳ τὸν ἱερέα ἱερουργήσαντες. Ἀλλὰ μακρὰν τῶν προκειμένων ἀπεπλανήθημεν δέονἐπὶ τὴν ἐν τῷ εὐαγγελίῳ Βηθλεὲμ τῷ λόγῳ ἀναδραμεῖν. Εἰ γὰρ ποιμένες ὄντως ἡμεῖς καὶ τοῖς ἰδίοιςἐπαγρυπνοῦμεν ποιμνίοις, πρὸς ἡμᾶς πάντως ἐστὶνἡ τῶν ἀγγέλων φωνὴ ἡ εὐαγγελιζομένη τὴν χαρὰντὴν μεγάλην ταύτην. οὐκοῦν ἀναβλέψωμεν εἰς τὴν οὐράνιον στρατιὰν, ἴδωμεν τὴν τῶν ἀγγέλωνχοραστασίαν, ἀκούσωμεν τῆς θείας αὐτῶν ὑμνῳδίας. τίς ὁ ἦχος τῶν ἑορταζόντων; δόξα ἐν ὑψίστοις θεῷβοῶσι. διὰ τί δοξάζει ἡ τῶν ἀγγέλων φωνὴ τὴνἐν τοῖς ὑψίστοις θεωρουμένην θεότητα;– ὅτι φησὶκαὶ ἐπὶ γῆς εἰρήνη. περιχαρεῖς γεγόνασι ἐπὶ τῷφαινομένῳ οἱ ἄγγελοι. ἐπὶ γῆς εἰρήνη. ἡ πρότερονκατηραμένη, ἡ τῶν ἀκανθῶν καὶ τριβόλων γόνιμος, τὸ τοῦ πολέμου χωρίον, ἡ τῶν καταδίκων ἐξορία, αὕτη εἰρήνην δέδεκται. ὢ τοῦ θαύματος, ἀλήθειαἐκ τῆς γῆς ἀνέτειλε. τοιοῦτον δέδωκεν ἡ τῶν ἀνθρώπωνγῆ τὸν καρπὸν αὐτῆς καὶ ταῦτα γίνεται ὑπὲρ τῆς ἐνἀνθρώποις εὐδοκίας. θεὸς τῇ ἀνθρωπίνῃ κατακιρνᾶταιφύσει, ἵνα συνεπαρθῇ τῷ ὕψει τοῦ θεοῦ τὸ ἀνθρώπινον. ταῦτα ἀκούσαντες διέλθωμεν εἰς τὴν Βηθλεέμ, ἴδωμεν τὸ καινὸν θέαμα, πῶς ἐπαγάλλεται ἡ παρθένοςτῷ τόκῳ, πῶς ἡ ἀπειρόγαμος τιθηνεῖται τὸ νήπιον. πρότερον δὲ τίς αὕτη καὶ πόθεν, τῶν τὰ περὶαὐτῆς ἱστορούντων ἀκούσωμεν. Ἤκουσα τοίνυν ἀποκρύφου τινὸς ἱστορίας τοιαῦταπαρατιθεμένης τὰ περὶ αὐτῆς διηγήματα. ἐπίσημόςτις ἦν ἐν τῇ κατὰ τὸν νόμον ἀκριβεῖ πολιτείᾳ καὶγνώριμος ἐπὶ τοῖς καλλίστοις ὁ τῆς παρθένου πατήρ, ἄπαις δὲ κατεγήρα τὸν βίον, ὅτι αὐτῷ πρὸς τεκνο γονίαν οὐκ ἐπιτηδείως εἶχεν ἡ σύνοικος. ἦν δέ τιςἐκ τοῦ νόμου τιμὴ ταῖς μητράσιν, ἧς οὐ μετεῖχοναἱ ἄγονοι. μιμεῖται τοίνυν καὶ αὕτη τὰ περὶ τῆςμητρὸς τοῦ Σαμουὴλ διηγήματα. καὶ ἐντὸς τοῦ ἁγίουτῶν ἁγίων γενομένη ἱκέτις γίνεται τοῦ θεοῦ μὴ ἔξωπεσεῖν τῆς ἐκ τῶν νόμων εὐλογίας ἐξαμαρτοῦσα περὶ1140 τὸν νόμον οὐδὲν, γενέσθαι δὲ μητέρα καὶ ἀφιερῶσαιτῷ θεῷ τὸ τικτόμενον. δυναμωθεῖσαν δὲ νεύματι θείῳπρὸς τὴν χάριν, ἣν ᾔτησεν,– ἐπειδὴ ἐτέχθη τὸπαιδίον, ὀνομάσαι μὲν αὐτὴν Μαριάμ, ὡς ἂν καὶδιὰ τῆς ἐπωνυμίας τὸ θεόσδοτον διασημανθείη τῆςχάριτος. ἁδρυνθεῖσαν δὲ ἤδη τὴν κόρην, ὡς μηκέτιδεῖσθαι προσανέχειν τῇ θηλῇ, ἀποδοῦναι τῷ θεῷ καὶπληρῶσαι τὴν ἐπαγγελίαν καὶ προσαγαγεῖν τῷ ναῷ. τοὺς δὲ ἱερεῖς τέως μὲν καθ' ὁμοιότητα τοῦ Σαμουὴλἐν τοῖς ἁγίοις ἀνατρέφειν τὴν παῖδα, αὐξηθείσης δὲβουλὴν ἀγαγεῖν, ὅ τι ποιήσαντες τὸ ἱερὸνἐκεῖνο σῶμα οὐκ ἂν εἰς τὸν θεὸν ἐξαμάρτοιεν. τὸ μὲν γὰρ ὑποζεῦξαι τῷ νόμῳ τῆς φύσεωςκαὶ καταδουλῶσαι αὐτὴν διὰ τοῦ γάμου τῷ ἀγομένῳ τι τῶνἀτοπωτάτων ἐδόκει. ἱεροσυλία γὰρ ἀντικρὺς ἐνομίσθη θείου ἀναθήματος ἄνθρωπον γενέσθαι κύριον, ἐπειδὴ κυριεύειν ἐκ τῶν νόμων ὁ ἀνὴρ ἐτάχθητῆς συνοικούσης. Τὸ δὲ τοῖς ἱερεῦσιν ἐντὸς τῶν ἀνακτόρων γυναῖκα συναναστρέφεσθαι καὶ ἐν τοῖςἁγίοις ὁρᾶσθαι οὔτε νόμιμον ἦν καὶ ἅμα τῷ πράγματιτὸ σεμνὸν οὐ προσῆν. βουλευομένοις δὲ αὐτοῖς περὶτούτων θεόθεν γίνεται συμβουλὴ δοῦναι μὲν αὐτὴνἀνδρὶ μνηστείας ὀνόματι, τοῦτον δὲ τοιοῦτον εἶναι, οἷον πρὸς φυλακὴν τῆς παρθενίας αὐτῆς ἐπιτηδείωςἔχειν. εὑρέθη τοίνυν ὁ Ἰωσήφ, οἷον ἐπεζήτει ὁ λόγος, ἐκ τῆς αὐτῆς φυλῆς τε καὶ πατριᾶς τῇ παρθένῳ. καὶ μνηστεύει κατὰ συμβουλὴν τῶν ἱερέων ἑαυτῷ τὴνπαῖδα. ἡ δὲ συνάφεια μέχρι μνηστείας ἦν. Τότε μυσταγωγεῖται παρὰ τοῦ Γαβριὴλ ἡ παρθένος. τὰ δὲ ῥήματα τῆς μυσταγωγίας εὐλογία ἦν. χαῖρέ, φησι, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. ἀπεναντίον τῇ πρώτῃ πρὸς τὴν γυναῖκα φωνῇ νῦνγίνεται πρὸς τὴν παρθένον ὁ λόγος. ἐκείνη λύπαιςἐν ταῖς ὠδῖσι διὰ τὴν ἁμαρτίαν κατεδικάσθη, ἐπὶ δὲταύτης ἐκβάλλεται διὰ τῆς χαρᾶς ἡ λύπη. ἐπ' ἐκείνηςαἱ λύπαι τῆς ὠδῖνος ἡγήσαντο, ἐνταῦθα δὲ χαρὰ τὴνὠδῖνα μαιεύεται.– μὴ φοβοῦ, φησίν. ἐπειδὴ πάσῃ γυναικὶ φόβον παρέχει τῆς ὠδῖνος ἡ προσδοκία, ἐκβάλλει τὸν φόβον ἡ τῆς γλυκείας ὠδῖνος ἐπαγγελία. ἐν γαστρὶ λήψῃ, φησὶ, καὶ τέξῃ υἱὸν καὶκαλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. τί οὖν ἡ Μαρία; ἄκουσον καθαρᾶς παρθένου φωνήν. ὁ ἄγγελος τὸντόκον εὐαγγελίζεται, κἀκείνη τῇ παρθενίᾳ προσφύεταιπροτιμοτέραν τῆς ἀγγελικῆς ἐμφανείας τὴν ἀφθαρσίαν κρίνουσα καὶ οὔτε τῷ ἀγγέλῳἀπιστεῖν ἔχει οὔτε τῶν κεκριμένων ἐξέρχεται. ἀπείρηταί μοι, φησὶν, ἀνδρὸς ὁμιλία. πῶς ἔσταιμοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; αὕτη τῆς Μαρίαςἡ φωνὴ ἀπόδειξις τῶν κατὰ τὸ κρύφιον ἱστορουμένωνἐστίν. εἰ γὰρ ἐπὶ γάμῳ παρείληπτο παρὰτοῦ Ἰωσὴφ, πῶς ἂν ἐξενίσθη τῷ τὸν τόκον αὐτῇπρομηνύοντι πάντῃ καὶ πάντως μήτηρ καὶ αὐτὴ γενέσθαιπροσδεχομένη κατὰ τὸν νόμον τῆς φύσεως; ἐπειδὴδὲ τὴν ἀφιερωθεῖσαν τῷ θεῷ σάρκα οἶόν τι τῶνἁγίων ἀναθημάτων ἀνέπαφον ἔδει φυλάττεσθαι, διὰ τοῦτο, κἂν ἄγγελος ᾖς, φησὶ, κἂν οὐρανόθεν ἥκῃς, 1141 κἂν ὑπὲρ ἄνθρωπον τὸ φαινόμενον ᾖ, ἀλλὰ τὸ γνῶναί μεἄνδρα τῶν ἀμηχάνων ἐστι. πῶς ἔσομαι μήτηρχωρὶς ἀνδρός; τὸν γὰρ Ἰωσὴφ μνηστῆρα μὲν οἶδα, ἄνδρα δὲ οὐ γινώσκω.– τί οὖν ὁ νυμφοστόλος Γαβριήλ; οἵαν παστάδα τῷ καθαρῷ καὶ ἀμιάντῳ παρίστησι γάμῳ; πνεῦμα, φησὶ, ἅγιον ἐπελεύσεται ἐπί σε καὶδύναμις ὑψίστου ἐπισκιάσει σοι. ὢ μακαρίαςσαρκὸς ἐκείνης, ἣ δι' ὑπερβολὴν καθαρότητοςτὰ τῆς ψυχῆς ἀγαθὰ πρὸς ἑαυτὴν ἐπεσπάσατο. ἐπὶ μὲν γὰρ τῶν ἄλλων πάντων μόγις ἂν ψυχὴ καθαρὰπνεύματος ἁγίου παρουσίαν δέξαιτο. ἐνταῦθα δὲδοχεῖον τοῦ πνεύματος ἡ σὰρξ γίνεται. ἀλλὰ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. τί τοῦτοσημαίνει δι' ἀπορρήτων ὁ λόγος;– Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, φησὶν ὁ ἀπόστολος. τοῦοὖν ὑψίστου θεοῦ ἡ δύναμις, ἥτις ἐστὶν ὁ Χριστὸς, διὰ τῆς ἐπελεύσεως τοῦ ἁγίου πνεύματος ἐμμορφοῦταιτῇ παρθενίᾳ. καθάπερ γὰρ ἡ τῶν σωμάτων σκιὰτῷ τύπῳ τῶν προηγουμένων συσχηματίζεται, οὕτωςὁ χαρακτὴρ καὶ τὰ γνωρίσματα τῆς τοῦ υἱοῦ θεότητοςἐν τῇ δυνάμει τοῦ τικτομένου διαφανήσεται εἰκὼν καὶσφραγὶς καὶ ἀποσκίασμα καὶ ἀπαύγασμα τοῦ πρωτοτύπουδιὰ τῆς τῶν ἐνεργειῶν θαυματοποιίας δεικνύμενος. Ἀλλ' ἐπὶ τὴν Βηθλεὲμ ἡμᾶς ἀναδραμεῖν τῷ λόγῳπροτρέπεται τὸ ἀγγελικὸν εὐαγγέλιον καὶ κατιδεῖντὰ ἐν τῷ σπηλαίῳ μυστήρια. τί τοῦτο;– παιδίον σπαργάνοις διειλημμένον καὶ ἐπὶ φάτνης ἀναπαυόμενονκαὶ ἡ μετὰ τόκον παρθένος, ἡ ἄφθορος μήτηρ, περιέπει τὸ ἔκγονον. εἴπωμεν οἱ ποιμένες ἡμεῖςτὴν τοῦ προφήτου φωνὴν, ὅτι καθάπερ ἠκούσαμενοὕτως καὶ εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν. ἆρα συντυχικῶςταῦτα κατὰ τὸ συμβὰν καὶ γέγονεν ἐπὶ τοῦ Χριστοῦκαὶ ἱστόρηται καὶ οὐδεὶς ἔπεστι λόγος τῇ ἱστορίᾳ; τί βούλεται τῷ δεσπότῃ ἡ ἐν σπηλαίῳ καταγωγὴ, ἡ ἐπὶ φάτνης κατάκλισις, τὸ ἐν τῷ καιρῷ τῆςτῶν φόρων ἀπογραφῆς καταμιχθῆναι τῷ βίῳ;– ἢ δῆλόνἐστιν, ὅτι ὥσπερ τῆς νομικῆς ἡμᾶς ἐξαιρεῖταικατάρας αὐτὸς ὑπὲρ ἡμῶν κατάρα γενόμενος καὶτοὺς ἡμετέρους μώλωπας εἰς ἑαυτὸν μετατίθησιν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν, οὕτως καὶ ἐνφόρῳ γίνεται, ἵνα ἡμᾶς τῶν πονηρῶν δασμῶν ἐλευθερώσῃ, οἷς ὑπέκειτο τὸ ἀνθρώπινον ὑπὸ τοῦ θανάτουφορολογούμενον; τὸ δὲ σπήλαιον, ἐν ᾧ τίκτεταιὁ δεσπότης, τὸν ἀφεγγῆ καὶ ὑπόγειον τῶν ἀνθρώπωννόησον βίον, ἐν ᾧ γίνεται ὁ τοῖς ἐν σκότει καὶ σκιᾷθανάτου καθημένοις ἐπιφαινόμενος. σπαργάνοις δὲδιασφίγγεται ὁ τὰς σείρας τῶν ἡμετέρων ἁμαρτημάτωνπεριβαλλόμενος. ἡ δὲ φάτνη τὸ τῶν ἀλόγωνἐστὶν ἐνδιαίτημα, ἐν ᾖ γίνεται ὁ λόγος, ἵναγνῷ βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, βοῦς ὁ ὑπεζευγμένος τῷ νόμῳ, ὄνος τὸἀχθοφόρον ζῷον, τὸ τῇ ἁμαρτίᾳ τῆς εἰδωλολατρείαςπεφορτισμένον. ἀλλ' ἡ μὲν κατάλληλος τροφὴ τῶνἀλόγων ζῴων χόρτος ἐστίν. ἀνατέλλων γὰρ χόρτοντοῖς κτήνεσί, φησι ὁ προφήτης. τὸ δὲ λογικὸν ζῷονἄρτῳ τρέφεται. διὰ τοῦτο τοίνυν τῇ φάτνῃ, ἥτις ἐστὶ1144 τῶν ἀλόγων ἑστία, ὁ ἐξ οὐρανοῦ καταβὰς ἄρτοςπροστίθεται, ἵνα καὶ τὰ ἄλογα τῆς λογικῆς μεταλαβόντατροφῆς ἐν λόγῳ γένηται. μεσιτεύει τοίνυνἐπὶ τῆς φάτνης τῷ βοὶ καὶ τῷ ὄνῳ ὁ ἀμφοτέρωνκύριος, ἵνα τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαςτοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπονκαὶ τούτου τὸν βαρὺν ζυγὸν τοῦ νόμου περιελὼν, κἀκεῖνον τοῦ τῆς εἰδωλολατρείας ἄχθους ἀποφορτίσας. Ἀλλ' ἀναβλέψωμεν εἰς τὰ οὐράνια θαύματα. ἰδοὺγὰρ οὐ προφῆται μόνον καὶ ἄγγελοι τὴν χαρὰν ἡμῖνταύτην εὐαγγελίζονται, ἀλλὰ καὶ οἱ οὐρανοὶ διὰτῶν οἰκείων θαυμάτων τὴν τοῦ εὐαγγελίου δόξανἀνακηρύττουσιν. ἐξ Ἰούδα ἡμῖν ὁ Χριστὸς ἀνατέλλει, καθώς φησιν ὁ ἀπόστολος, ἀλλ' οὐ καταυγάζεταιὁ Ἰουδαῖος ὑπὸ τοῦ ἀνατείλαντος. ξένοι τῶν διαθηκῶντῆς ἐπαγγελίας οἱ μάγοι καὶ τῆς τῶν πατέρων εὐλογίας ἀλλότριοι, ἀλλὰ προφθάνουσι τῇ γνώσειἸσραηλίτην λαὸν καὶ τὸν οὐράνιον φωστῆρα γνωρίσαντεςκαὶ τὸν ἐν τῷ σπηλαίῳ βασιλέα μὴ ἀγνοήσαντες. ἐκεῖνοι δωροφοροῦσιν, οὗτοι ἐπιβουλεύουσιν. ἐκεῖνοι προσκυνοῦσιν, οὗτοι διώκουσιν. ἐκεῖνοι εὑρόντες τὸν ζητούμενον χαίρουσιν, οὗτοι ἐπὶ τῇ γεννήσει τοῦ μηνυθέντος ταράσσονται. ἰδόντες γάρ φησιν οἱ μάγοι τὸν ἀστέρα ἐπὶ τοῦ τόπου, οὗἦν τὸ παιδίον ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Ἡρώδης δὲ ἀκούσας τὸν λόγον ἐταράχθη καὶ πᾶσαἹεροσόλυμα μετ' αὐτοῦ. οἱ μὲν ὡς θεῷ προσάγουσιλίβανον καὶ τὴν βασιλικὴν ἀξίαν τῷ χρυσῷ δεξιοῦνται, τὴν δὲ κατὰ τὸ πάθος οἰκονομίαν προφητικῇτινὶ χάριτι διὰ τῆς σμύρνης ἀποσημαίνουσιν. οἱ δὲ πανωλεθρίαν τῆς νεολαίας πάσης καταδικάζουσιν. ὅ μοι δοκεῖ μὴ πικρίας μόνον ἀλλὰ καὶ τῆςἐσχάτης ἀνοίας αὐτῶν τὴν κατηγορίαν ἔχειν. τί γὰρβούλεται αὐτοῖς ἡ παιδοφονία, καὶ ἐπὶ τίνι σκοπῷτὸ τοιοῦτον ἄγος τοῖς μιαιφόνοις τετόλμηται; ἐπειδὴ καινόν τι σημεῖόν φησιν τῶν κατ' οὔρανονθαυμάτων τὴν τοῦ βασιλέως ἀνάδειξιν τοῖς μάγοιςἐμήνυσε,– τί οὖν; ὡς ἀληθεῖ πιστεύεις τῷ μηνύσαντισημείῳ ἢ μάταιον ὑπονοεῖς τὸ θρυλούμενον; εἰ μὲν γὰρ τοιοῦτός ἐστιν, οἶος τοὺς οὐρανοὺς ἑαυτῷσυνδιατιθέναι, ὑπὲρ τὴν σὴν χεῖρα πάντως ἐστίν. εἰ δὲ ἐπὶ σοὶ τὸ ζῆν αὐτὸν ἢ τεθνάναι ποιεῖ, μάτην πεφόβησαι τὸν τοιοῦτον. ὁ γὰρ οὕτω πράττων, ὥστε ὑποχείριος εἶναι τῇ σῇ ἐξουσίᾳ, ὑπὲρ τίνος ἐπιβουλεύεται; διὰ τί τὸ φρικτὸν ἐκεῖνο καταπέμπεταιπρόσταγμα, ἡ πονηρὰ κατὰ τῶν νηπίων ψῆφος, ἀναιρεῖσθαι τὰ δείλαια βρέφη,– τί ἀδικήσαντα;– τίνα θανάτου καὶ κολάσεως αἰτίαν καθ' ἑαυτῶνπαρασχόμενα, ἓν ἔγκλημα ἔχοντα μόνον τὸ γεννηθῆναικαὶ εἰς φῶς ἐλθεῖν; καὶ ὑπὲρ τούτων ἔδεικαταπληρωθῆναι δημίων τὴν πόλιν καὶ συναχθῆναιδῆμον μητέρων καὶ νηπίων λαὸν συμπαρόντων αὐτοῖςτῶν γεννησαμένων καὶ πάντων ὡς εἰκὸς τῶν κοινωνούντωντοῦ γένους ἐπὶ τὸ πάθος ἀθροιζομένων; Τίς ἂν ὑπογράψειε τῷ λόγῳ τὰς συμφοράς; τίς ἂνὑπ' ὄψιν ἀγάγοι διὰ τῶν διηγημάτων τὰ πάθη, τὸνσύμμικτον ἐκεῖνον θρῆνον, τὴν γοερὰν συνῳδίαν1145 παίδων, μητέρων, πατέρων, συγγενῶν πρὸς τὴν τῶνδημίων ἀπειλὴν ἐλεεινῶς ἐκβοώντων; πῶς ἄν τιςδιαγράψειε γυμνῷ τῷ ξίφει παρεστῶτα τῷ νηπίῳτὸν δήμιον ἐμβλέποντα δριμύ τε καὶ φονικὸν καὶφθεγγόμενον ἄλλα τοιαῦτα καὶ τῇ χειρὶ τὸ βρέφοςπρὸς ἑαυτὸν ἕλκοντα καὶ τῇ ἑτέρᾳ τὸ ξίφος ἀνατεινόμενον;– τὴν δὲ μητέρα ἑτέρωθεν πρὸς ἑαυτὴν τὸ παιδίονἀνθέλκουσαν καὶ τὸν ἴδιον αὐχένα τῇ τοῦ ξίφουςἀκμῇ προυπέχουσαν, ὡς ἂν μὴ ἴδοι τοῖς ὀφθαλμοῖςτὸ δείλαιον τέκνον ταῖς χερσὶ τοῦ δημίου διαφθειρόμενον, πῶς ἄν τις τὰ τῶν πατέρων ἐκδιηγήσαιτο, τὰςἀνακλήσεις, τὰς οἰμωγὰς, τὰς τελευταίας τῶντέκνων περιπλοκὰς– καὶ πολλῶν ἅμα τοιούτων κατὰταὐτὸν γινομένων; τίς ἂν τὸ πολυειδὲς καὶ πολύτροποντῆς συμφορᾶς τραγῳδήσειε, τὰς διπλὰς τῶνἀρτιτόκων ὠδῖνας, τοὺς δριμεῖς καυτῆρας τῆςφύσεως,– ὅπως τὸ ἄθλιον βρέφος ὁμοῦ τε τῷ μαζῷπροσεφύετο καὶ διὰ τῶν σπλάγχνων τὴν καιρίανἐλάμβανεν, ὅπως ἡ δειλαία μήτηρ καὶ τὴν θηλὴν ἐπεῖχετῷ τοῦ νηπίου στόματι καὶ τὸ αἷμα τοῦ τέκνουτοῖς κόλποις ἐδέχετο; πολλάκις δέ που τῇ ῥύμῃ τῆςχειρὸς ὁ δήμιος μιᾷ τοῦ ξίφους ὁρμῇ τὸ τέκνοντῇ μητρὶ συνδιήλασε καὶ ἓν τοῦ αἵματος τὸ ῥεῖθρονἐγένετο ἔκ τε τῆς μητρῴας πληγῆς καὶ ἐκ τῆς καιρίαςτοῦ τέκνου καταμιγνύμενον. ἐπειδὴ δὲ καὶ τοῦτοπρόσκειται τῇ μιαρᾷ τοῦ Ἡρώδου φωνῇ τὸ μὴ μόνονκατὰ τῶν ἀρτιγενῶν τὴν θανατηφόρον ἐξενεχθῆναιψῆφον, ἀλλ' εἴ τις καὶ εἰς δεύτερον προῆλθεν ἔτος καὶ τοῦτον ἀνάρπαστον γενέσθαι– γέγραπται γὰρ, ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω– ἕτερον ἐν τούτοιςκατὰ τὸ εἰκὸς πάθος ὁ λόγος βλέπει, ὅτι πολλάκις ὁμεταξὺ χρόνος δύο τέκνων μητέρα τὴν αὐτὴν ἐποίησεν. οἷον οὖν ἢν ἐπὶ τῶν τοιούτων πάλιν τὸ θέαμαδύο δημίων περὶ μίαν ἀσχολουμένων μητέρα, τοῦ μὲντὸν παραθέοντα πρὸς ἑαυτὸν ἕλκοντος, τοῦ δὲ τὸὑπομάζιον ἀνασπῶντος τῶν κόλπων; τί πάσχειν εἰκὸςἐπὶ τούτοις τὴν ἀθλίαν μητέρα πρὸς δύο τέκνασχιζομένης τῆς φύσεως ἑκατέρου κατὰ τὸ ἴσον τοῖςμητρῴοις σπλάγχνοις τὸ πῦρ ἀναφλέγοντος– οὐκ ἔχουσαν, ποίῳ ἢ τίνι τῶν πονηρῶν ἀκολουθήσει δημίων, τοῦ μὲνἔνθεν, τοῦ δὲ ἑτέρωθεν πρὸς τὴν σφαγὴν ἐφελκομένωντὰ νήπια; προσδράμῃ ἐπὶ τῷ νεογενεῖ ἄσημον ἔτικαὶ ἀδιάρθρωτον τὸν ὀδυρμὸν ἀφίεντι; ἀλλ' ἀκροᾶταιτοῦ ἄλλου ἤδη φθεγγομένου καὶ ψελλιζομένῃ τῇ φωνῇτὴν μητέρα μετὰ δακρύων ἀνακαλοῦντος. τί πάθῃ; τίς γένηται; τῇ τίνος ἀντιβοήσει φωνῇ; Τῇ τίνος οἰμωγῇ ἀντοδύρηται; ποίῳ ἀποθρηνήσει θανάτῳἴσως ἐφ' ἑκατέρῳ μαστιζομένη τοῖς κέντροις τῆς φύσεως; Ἀλλ' ἀπαγάγωμεν τὴν ἀκοὴν τῶν ἐπὶ τοῖς παισὶθρήνων καὶ πρὸς τὰ εὐθυμότερα καὶ μᾶλλον τῇ ἑορτῇπρέποντα τὴν διάνοιαν τρέψωμεν, κἂν ὑπερβοῶσακατὰ τὴν προφητείαν ἡ Ῥαχὴλ τὴν σφαγὴντῶν τέκνων ἀπολοφύρηται. ἐν γὰρ ἡμέρᾳ ἑορτῆς, καθώς φησιν ὁ σοφὸς Σολομὼν, ἀμνηστία πρέπεικακῶν. τίς δ' ἂν γένοιτο τῆς ἑορτῆς ἡμῖν ταύτηςεὐσημοτέρα, ἐν ᾖ τὴν πονηρὰν τοῦ διαβόλου σκοτόμαινανδιαχέας ὁ τῆς δικαιοσύνης ἥλιος δι' αὐτῆς τῆςἡμετέρας φύσεως ἐπιλάμπει τῇ φύσει, ἐν ᾖ τὸ πεπτωκὸς1148 ἀνεγείρεται, τὸ ἐκπεπολεμωνένον εἰς καταλλαγὰς ἄγεται, τὸ ἀποκηρυχθὲν ἐπανάγεται, τὸ ἀποπεπτωκὸς τῆς ζωῆςεἰς τὴν ζωὴν ἐπανέρχεται, τὸ τῇ αἰχμαλωσίᾳδεδουλωμένον εἰς τὴν τῆς βασιλείας ἀξίανἐπαναλαμβάνεται, τὸ τοῖς δεσμοῖς τοῦ θανάτουπεπεδημένον ἄνετον πρὸς τὴν χώραν τῶν ζώντωνἐπανατρέχει; νῦν κατὰ τὴν προφητείαν αἱ χαλκαῖπύλαι τοῦ θανάτου συντρίβονται, οἱ σιδηροῖ συγκλῶνταιμοχλοὶ, οἷς πρότερον κατειργμένον ἦν τὸ ἀνθρώπινονγένος ἐν τῇ τοῦ θανάτου φρουρᾷ. νῦνἀνοίγεται, καθώς φησιν ὁ Δαβὶδ, ἡ πύλη τῆς δικαιοσύνης. νῦν ὁμόφωνος κατὰ πᾶσαν τὴν οἰκουμένην ὁ ἦχος τῶν ἑορταζόντων ἀκούεται.– δι' ἀνθρώπου θάνατος, δι' ἀνθρώπου ἡ σωτηρία. ὁ πρῶτος εἰς ἁμαρτίανἔπεσεν, ὁ δεύτερος τὸν πεπτωκότα ἀνώρθωσεν. ἀπολελόγηται ὑπὲρ τῆς γυναικὸς ἡ γυνή. ἡ πρώτητῇ ἁμαρτίᾳ τὴν εἴσοδον ἔδωκεν, αὕτη δὲ τῇ εἰσόδῳτῆς δικαιοσύνης ὑπηρετήσατο. ἐκείνη τοῦ ὄφεωςτὴν συμβουλὴν ἐπεσπάσατο, αὕτη τὸν ἀναιρέτην τοῦὄφεως παρεστήσατο. ἐκείνη διὰ τοῦ ξύλου τὴν ἁμαρτίανεἰσήνεγκεν, αὕτη διὰ τοῦ ξύλου τὸ ἀγαθὸν ἀντεισήνεγκε. ξύλον γὰρ ἦν ὁ σταυρός. ὁ δὲ τοῦ ξύλου τούτουκαρπὸς ἀειθαλὴς καὶ ἀμάραντος ζωὴ τοῖς γευομένοιςγίνεται. Καὶ μηδεὶς τῷ κατὰ τὸ πάσχα μυστηρίῳ μόνην τὴντοιαύτην εὐχαριστίαν πρέπειν ὑπονοείτω. λογιζέσθω γὰρ, ὅτι τὸ πάσχα πέρας τῆς οἰκονομίας ἐστί. πῶς δ' ἂνἐγένετο τὸ πέρας, εἰ μὴ ἡ ἀρχὴ καθηγήσατο; τί τίνος ἐστὶν ἀρχηγικώτερον; ἡ γέννησις δηλαδὴ τῆςκατὰ τὸ πάθος οἰκονομίας. οὐκοῦν καὶ τὰ τοῦ πάσχα καλὰτῶν περὶ τὴν γέννησιν εὐφημιῶν μέρος ἐστί, κἂν τὰςεὐεργεσίας τῶν ἐν τοῖς εὐαγγελίοις ἱστορηθέντων τιςκαταλέγῃ κἂν διεξέρχηται τὰ κατὰ τὰς ἰάσεις θαύματα, τὴν ἐξ ἀπόρων τροφὴν, τὴν τῶν τεθνηκότων ἐκ τῶνμνημάτων ὑποστροφὴν, τὴν αὐτοσχέδιον γεωργίαν τοῦοἴνου, τὴν τῶν δαιμόνων φυγὴν, τὴν τῶν ποικίλωνπαθημάτων εἰς ὑγιείαν μεταβολὴν, τὰ τῶν χωλῶν ἅλματα τοὺς ἐκ πήλου ὀφθαλμοὺς, τὰς θείας διδασκαλίας, τὰς νομοθεσίας, τὴν διὰ τῶν παραβολῶν ἐπὶ τὰὑψηλότερα μυσταγωγίαν. πάντα ταῦτα τῆς παρούσηςἡμέρας χάρις ἐστίν. αὕτη γὰρ ἦρξε τῶν ἐφεξῆςἀγαθῶν. οὐκοῦν ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμενἐν αὐτῇ μὴ φοβούμενοι τὸν ὀνειδισμὸν τῶνἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττώμενοι, καθὼς παρεγγυᾷ ὁ προφήτης, οἳ καταχλευάζουσιτῆς οἰκονομίας τὸν λόγον, ὡς οὐκ εὐπρεπὲς ὂνσώματος ὑπελθεῖν φύσιν καὶ διὰ γεννήσεως ἑαυτὸντῇ ἀνθρωπίνῃ ζωῇ καταμῖξαι τὸν κύριον. οὐ γὰρἀγνοεῖς πάντως τὸ περὶ τούτου μυστήριον, ὅπωςἡ τοῦ θεοῦ σοφία τὴν σωτηρίαν ἡμῖν ᾠκονομήσατο. ἑκουσίως ταῖς ἁμαρτίαις ἐπράθημεν, ἀργυρωνήτωνδίκην τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν κατεδουλώθημεν. Τί σοι γενέσθαι παρὰ τοῦ δεσπότου μάλιστακαταθύμιον ἦν; οὐ τὸ ἐξαιρεθῆναι τῆς συμφορᾶς; τί περιεργάζῃ τὸν τρόπον; τί νομοθετεῖς τῷεὐεργέτῃ τῆς εὐεργεσίας τὸ εἶδος, ὥσπερ ἂν εἴτις καὶ τὸν ἰατρὸν ἀπωθούμενος τῆς εὐποιίας μέμφοιτο, ὅτι μὴ οὕτως ἀλλ' ἑτέρως τὴν θεραπείαν1149 ἐνήργησεν; εἰ δὲ τὸν λόγον τῆς οἰκονομίας ὑπὸ φιλοπραγμοσύνης ἐπιζητεῖς, ἀρκεῖ σοι τοσοῦτον μαθεῖν, ὅτι τὸ θεῖον οὐχ ἕν τι μόνον ἔχει τῶν ἀγαθῶν, ἀλλὰ πᾶν, ὅτιπέρ ἐστι κατ' ἐπίνοιαν ἀγαθὸν, ἐκεῖνο ἐστι,– δυνατὸν, δίκαιον ἀγαθὸν, σοφὸν, πάντα, ὅσα τῆς θεοπρεποῦς σημασίας ἐστὶν ὀνόματά τε καὶ νοήματα. σκόπησον δὴ τοίνυν, εἰ μὴ πάντα περὶ τὸ γενόμενον ἡμῖν τὰ εἰρημένα συνέδραμεν. ἡ ἀγαθότης, ἡ σοφία, ἡ δικαιοσύνη, ἡ δύναμις. ὡς ἀγαθὸς τὸν ἀποστάτην ἠγάπησεν. ὡς σοφὸς τὴν ἐπίνοιαν τῆς ἐπανόδου τῶν καταδεδουλωμένων ἐμηχανήσατο. ὡς δίκαιος οὐ βιάζεται τὸν καταδουλωσάμενον, τὸν ὠνῆς δικαίως κτησάμενον, ἀλλ' ἑαυτὸν δίδωσιν ἀντὶ τῶν κεκρατημένων ἀντάλλαγμα, ἵνα καθάπερ τις ἐγγυητὴς εἰς ἑαυτὸν μεταθεὶς τὴν ὀφείλην ἐλευθερώσῃ τῶν κρατούντων τὸν κατεχόμενον. ὡς δυνατὸς οὐκ ἐνεκρατήθη τῷ ᾅδῃ οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. οὐδὲ γὰρ ἦν δυνατὸν κρατηθῆναι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγὸν τῆς ζωῆς. ἀλλ' αἰσχρὸν τὸ εἰς γένεσιν ἀνθρωπίνην ἐλθεῖν καὶ τῶν τῆς σαρκὸς παθημάτων ὑποστῆναι τὴν πεῖραν; τὴν τῆς εὐεργεσίας λέγεις ὑπερβολήν. ἐπειδὴ γὰρ ἄλλως οὐκ ἦν ἐξαιρεθῆναιτῶν κακῶν τὸ ἀνθρώπινον, ὑπέμεινεν ὁ πάσης ἀπαθείας βασιλεὺς τὴν ἰδίαν δόξαν τῆς ἡμετέρας ζωῆς ἀνταλλάξασθαι. καὶ ἡ μὲν καθαρότης ἐν τῷ ἡμετέρῳ γίνεται ῥύπῳ, ὁ δὲ ῥύπος τῆς καθαρότητος οὐ προσάπτεται, καθώς φησι τὸ εὐαγγέλιον, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἔλαμψεν, ἡ δὲ σκοτία αὐτὸ οὐ κατέλαβεν. ἀφανίζεται γὰρ τῇ παρουσίᾳ τῆς ἀκτῖνος ὁ ζόφος, οὐκ ἐναμαυροῦται τῷ ζόφῳ ὁ ἥλιος. τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καταπίνεται, καθώς φησι ὁ ἀπόστολος, οὐκ ἐνδαπανᾶται ἡ ζωὴ τῷ θανάτῳ. τὸ κατεφθαρμένον τῷ ἀφθάρτῳ συνδιασῴζεται, ἡ δὲ φθορὰ τῆς ἀφθαρσίας οὐ προσάπτεται. διὰ ταῦτα κοινὴ πάσης γίνεται συνῳδία τῆς κτίσεως ὁμόφωνον πάντων τὴν δοξολογίαν ἀναπεμπόντων τῷ δεσπότῃ τῆς κτίσεως πάσης γλώσσης ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων βοώσης, ὅτι κύριος ἸησοῦςΧριστὸς εἰς δόξαν θεοῦ πατρὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.