Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Inventio imaginis in Camulianis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
προσευχομένης γὰρ αὐτῆς πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ δακρύων καὶ συντετριμμένης καρδίας, ὁ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν θεὸς εἰσήκουσε τῆς δεήσεως αὐτῆς καταμετρήσας τὴν πίστιν αὐτῆς καί φησιν·" 3ἐπειδὴ διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν κατῆλθον ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ νῦν παραγίνομαι πρὸς σὲ τὰ δάκρυά σου οἰκτείρας. εὐτρέπισον οὖν τράπεζαν καθαρὸν καὶ ἐπίθες ἐν αὐτῇ κίδαριν λευκὴν καὶ σκεῦος ἄθικτον διαυγὲς μετὰ ὕδατος καὶ ἑτοίμασον αὐτὰ ἐν ταμείῳ κεκοσμημένῳ καὶ ῥῖψον σεαυτὴν εἰς τὸ ἔδαφος τὸ τοῦ κοιτῶνος ἐξώτερον καὶ σκεπάσει σε ἡ δεξιά μου καὶ ὀφθήσομαί σοι ὡς βούλομαι" 3. 5 καὶ ἔπεσεν οὕτως ἡ μακαρία Ἀκυλίνα, καθὼς προσέταξεν αὐτῇ ἡ θεία φωνή. καὶ κατέβη πρὸς αὐτὴν ὁ δεσπότης Χριστός, ὢ ξένου καὶ φρικτοῦ μυστηρίου, ὁ πάντοτε καὶ πανταχοῦ παραγενόμενος καὶ μηδέποτε παρορῶν τοὺς ἐλπίζοντας καὶ βοῶντας πρὸς αὐτὸν καὶ ποθοῦντας αὐτόν. βαβαὶ τῆς συγκαταβάσεως καὶ ἀφάτου φιλανθρωπίας, ὅτι το σούτων δωρεῶν τοὺς δούλους αὐτοῦ κατηξίωσε· συνῆλθον δὲ αὐτῷ καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν περὶ πέμπτην φυλα κὴν τῆς νυκτὸς ᾄδοντες καὶ λέγοντες τὸ" 320ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ20" 3. Καὶ ὁ νίψας πρότερον τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ καὶ τῷ λεντίῳ ἀπομάξας ᾧ ἦν διεζωσμένος, αὐτὸς καὶ νῦν ἔνιψε ταῖς χερσὶ τῷ ὕδατι τὸ ἑαυτοῦ πρόσωπον, ὢ τοῦ θαύματος, καὶ νιψάμενος ἀπέμαξε τῇ καθαρᾷ κίδαρι τὸ ἄχραν τον αὐτοῦ καὶ ἀνεξιχνίαστον πρόσωπον· καὶ εὐθέως ἀπεδείχθη τύπος τῆς θεανθρώπου μορφῆς αὐτοῦ ὁ πανάγιος καὶ ἀληθέ στατος χαρακτήρ, ὡς πᾶσιν ἀποδείκνυται σήμερον. καὶ καθάπερ πρότερον οἰκείᾳ αὐτοῦ φιλανθρωπίᾳ καὶ συγκαταβάσει ἐπε δείξατο τὴν ἑαυτοῦ ἐνανθρώπησιν, οὕτω καὶ νῦν ἐπιδείκνυται ταύτην τῇ τιμίᾳ καὶ εὐλαβεστάτῃ Ἀκυλίνῃ. 6 ὅθεν τούτων οὕτως οἰκονομηθέντων εὐχαρίστησεν ἡ γυνὴ τῷ κυρίῳ καὶ τῇ εὐχαριστίᾳ οὐ προσκορὴς γέγονεν. ἀποθεμένη τὸν τοιοῦτον ἅγιον χαρακτῆρα ἐν ἑνὶ πινσῷ τοῦ ἑαυτῆς οἴκου φοβουμένη τὸν ἄνδρα ὑπερβαλλόντως ἐτίμα. προγνοῦσα οὖν τὴν ἑαυτῆς μετάθεσιν πρόνοιαν ἀρίστην ποιησαμένη τῆς ἁγίας ταύτης ἀχειρο ποιήτου καὶ ἀχρωματίστου εἰκόνος καὶ τὰ ἐν αὐτῇ παρακολου θήσαντα γράψασα καὶ σὺν αὐτῇ ἀποθεμένη ἠσφαλίσατο. 7 Μετὰ δὲ τὴν ταύτης ἀποβίωσιν ἀπεκαλύφθη ἐμοὶ τῷ ἀναξίῳ Γρηγορίῳ ἐν τοῖς Καμουλιανοῖς, ἐν τῷ αὐτῆς κατοι κητηρίῳ διὰ τοῦ ἁγίου πνεύματος καὶ ἀπελθὼν κατὰ τὸν ὑπο δειχθέντα μοι τόπον ἐξορύξας τὸν τοῖχον, εὗρον γλωσσόκομον, ἐν ᾧ ἀπέκειτο ὁ ἅγιος χαρακτὴρ τοῦ πατρικοῦ ἀπαυγάσματος, καὶ τὴν φωταγωγὸν τὴν παρὰ τῆς μακαρίας γυναικὸς ἀπῃωρη θεῖσαν ἐκ πλείστων χρόνων καὶ ἀμνημονεύτων ἀνάπτουσαν, ὢ τοῦ θαύματος, καὶ θυμιατήριον μικρὸν τὴν εὐωδίαν παρέχον τοῦ θυμιάματος. 8 τοῦτο πρῶτον καὶ μέγιστον θαῦμα τοῖς ἐμοῖς ὀφθαλμοῖς ἑώρακα ἐγὼ ὁ ἐλάχιστος ἐπίσκοπος καὶ οὕτω φανερὸν πᾶσι κατέστησαν καὶ ἐν τῇ Καισαρέων μητροπόλει ᾑρετισάμην τεθῆναι. δι' οὗ καὶ πολλὰ ἰάματα ἐγένετο, ὅσα καὶ ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, τυφλῶν τε καὶ χωλῶν καὶ δαι μονιζομένων καὶ παραλυτικῶν παραχρῆμα ἰαθέντων, ὅπως τὸ πλήρωμα τῆς χάριτος καὶ τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος ἐμφανὲς γένηται, ὅτι αὐτὸς ὁ ἐνανθρωπήσας λόγος τοῦ ἀνάρχου πατρὸς καὶ ζῇ καὶ κεκραταίωται καὶ διαμένει καὶ βασιλεύει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 9 Ταῦτα ἐγένετο ἐν τοῖς Καμουλιανοῖς ἐπὶ μὲν τῆς βασι λείας Διοκλητιανοῦ20 γενομένης καὶ ἀποκρυβείσης τῆς ἀχράν του καὶ ἀχειροποιήτου εἰκόνος· ἐπὶ Θεοδοσίου δὲ τοῦ μεγάλου φανερωθείσης καὶ θαυματουργούσης εἰς δόξαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τῆς μιᾶς θεότητός τε καὶ βασιλείας νῦν καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας.

Intertext edge

Open linked passage

Note