Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Canticum canticorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι; Ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου. Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. Ἀπόδεσμος στακτῆς ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται· Βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν ἐν Γαδί. Ὅσα πρὸ τῆς παρούσης ἀναγνώσεως ἐν τοῖς προοιμίοις τοῦ Ἄισματος τῶν ᾀσμάτων ἡμῖν τεθεώρηται, ὁμοίως ἔχει τῇ γινομένῃ μετὰ τὴν νύκτα περὶ τὸν ὄρθρον αὐγῇ. οὔτε γὰρ ἐκείνη καθαρὸν φῶς, ἀλλὰ φωτός ἐστι προοίμιον· καὶ τὰ εἰρημένα τοιαῦτα, ὡς τὴν ἀνατολὴν μὲν ἡμῖν τοῦ ἀληθινοῦ καταμηνύειν φωτός, οὐ μὴν ἐν ἑαυτοῖς ἔχειν αὐτὸν τοῦ ἡλίου τὸν κύκλον τηλαυγῶς προφαινόμενον. ἐν ἐκείνοις μὲν γὰρ ἡ νύμφη φθέγγεται καὶ οἱ φίλοι καὶ αἱ νεάνιδες, νῦν δὲ αὐτοῦ τοῦ νυμφίου φωνὴ καθάπερ τις κύκλος ἡλιακὸς 6. 71 ἀνατέλλει ἀποκρύπτων ταῖς τῶν ἀκτίνων αὐγαῖς πᾶσαν τῶν τε προφανέντων ἀστέρων καὶ τοῦ ὑπαυγάσαντος ὄρθρου τὴν λαμπηδόνα. κἀκεῖνα μὲν πάντα καθαρσίων τινῶν καὶ περιρραντηρίων δύναμιν ἔχει, δι' ὧν ἀφαγνισθεῖσαι αἱ ψυχαὶ πρὸς τὴν ὑποδοχὴν τῶν θείων παρασκευάζονται, ὁ δὲ νῦν λόγος αὐτῆς τῆς θεότητός ἐστι μετουσία αὐτοῦ τοῦ θεοῦ λόγου διὰ τῆς ἰδίας φωνῆς μεταδιδόντος τῷ ἀκούοντι τῆς ἀκηράτου δυνάμεως τὴν κοινωνίαν. καὶ ὥσπερ ἐπὶ τοῦ ὄρους Σινᾶ προπαρασκευασθεὶς τοῖς καθαρσίοις ὁ Ἰσραὴλ ἐν ἡμέραις δύο τῇ τρίτῃ κατὰ τὸν ὄρθρον ἀξιοῦται τῆς θεοφανείας οὐκέτι περὶ τὴν πλύσιν τῶν ἱματίων ἄσχολος ὤν, ἀλλ' αὐτὸν δεχόμενος ἐμφανῶς τὸν θεόν, οὗ χάριν τὸν τῆς ψυχῆς ῥύπον διὰ τῶν προλαβόντων καθαρσίων ἀπεπλύ νατο, οὕτω καὶ νῦν ἡ ἐν τοῖς φθάσασι λόγοις γεγενημένη τῶν προοιμίων τοῦ Ἄισματος τῶν Ἀισμάτων θεωρία κατὰ τὰς προλαβούσας δύο ἡμέρας τοσοῦτον ὠφέλησεν, ὅσον ἐκπλῦναι καὶ ἀποκλύσαι τοῦ ῥύπου τῆς σαρκὸς τὴν ἐν τοῖς λεγομένοις διάνοιαν. αὐτὸς δὲ ὁ θεὸς λόγος σήμερον, ἥτις ἐστὶ τρίτη μετὰ τὴν πρώτην τε καὶ δευτέραν, καθαρθεῖσιν ἐπιφανήσεται, οὐ γνόφῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ 6. 72 καὶ πυρὶ φοβερῷ ἐκ πυθμένος εἰς ἀκρώρειαν τοῦ ὄρους τὴν περιοχὴν διασμύχοντι φανερὰν καὶ ἐπίδηλον ἑαυτοῦ τὴν παρουσίαν ποιούμενος, ἀλλ' ἡδὺς καὶ εὐπρόσιτος ἐκ τοῦ φοβεροῦ εἴδους ἐκείνου πρὸς τὴν νυμφικὴν εὐφροσύνην μεθαρμοσάμενος. τῆς γὰρ νύμφης δεηθείσης μαθεῖν τοὺς τῆς ἀναπαύσεως τόπους, ἐν οἷς ὁ ἀγαθὸς ποιμὴν τὴν διατριβὴν ἔχει, ὥστε μή τι κατὰ ἄγνοιαν τῶν ἀβουλήτων παθεῖν, εἶτα τῶν φίλων τοῦ νυμφίου τὸ ἀσφαλὲς τῆς ἀληθείας κριτήριον ὑφηγησαμένων τὸ πρὸς ἑαυτὴν βλέπειν τὴν ψυχὴν καὶ ἑαυτὴν γινώσκειν (τὸ γὰρ ἑαυτὴν ἀγνοεῖν ἀρχὴν ἀπεφήναντο καὶ ἀκολουθίαν εἶναι τοῦ μηδὲ ἄλλο τι τῶν δεόντων εἰδέναι. πῶς γὰρ ἄν τις ἄλλο τι μάθοι ἑαυτὸν ἀγνοῶν;) ἐπὶ τούτοις ὡς ἱκανῶς ἤδη τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς κεκαθαρμένου ἐπανατέλλει τῇ ποθούσῃ ὁ λόγος προτροπὴν πρὸς τὸ τελειότερον ποιούμενος διὰ τῆς ἀποδοχῆς τῶν παρόντων· ὁ γὰρ ἐπὶ τοῖς κατορθώμασιν ἔπαινος σφοδροτέραν 6. 73 τοῖς κατορθώσασι τὴν πρὸς τὸ κρεῖττον προθυμίαν ἐντίθησιν. Τίς οὖν ὁ παρὰ τοῦ ἀληθινοῦ λόγου γεγονὼς πρὸς τὴν παρθένον λόγος; Τῇ ἵππῳ μου, φησίν, ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. ἀλλ' ἐπειδὴ οὐκ ἔστιν ἐκ τοῦ προχείρου τὴν τῶν εἰρημένων θεωρῆσαι διάνοιαν, ἐξετάσαι προσήκει δι' ἐπιμελείας καθὼς ἂν οἷόν τε ᾖ τὸ προκείμενον. ἄλλην δύναμιν τὴν ἀντιταχθεῖσαν τῇ ἵππῳ τοῦ Φαραὼ παρὰ τῆς ἱστορίας ἐμάθομεν, νεφέλην καὶ ῥάβδον καὶ βίαιον ἄνεμον καὶ πέλαγος διχῇ διαιρούμενον καὶ βυθὸν ἐν κόνει καὶ τὴν ἐκ κυμάτων τειχοποιΐαν καὶ ξηρὰν ἄβυσσον τὴν διὰ τοῦ μέσου τῶν ἐξ ὕδατος τειχῶν χερσωθεῖσαν, δι' ὧν ἁπάντων ἐγίνετο τοῖς Ἰσραηλίταις ἡ σωτηρία πανστρατιᾷ τοῦ Φαραὼ μετὰ τῶν ἵππων τε καὶ ἁρμάτων συγκαλυφθέντος τοῖς κύμασιν. οὐδεμιᾶς τοίνυν ἱππικῆς δυνάμεως ἀντιτα χθείσης τῷ Αἰγυπτίῳ στρατῷ ἄπορον ἂν εἴη μαθεῖν, ποίᾳ ἵππῳ τῇ διαφανείσῃ κατὰ τῶν Αἰγυπτίων ἁρμάτων ἡ νύμφη παρὰ τοῦ λόγου νῦν προσεικάζεται· Τῇ ἵππῳ γάρ μου, φησί, τῇ ἐν τοῖς ἅρμασι τοῦ Φαραὼ κατειργασμένῃ τὴν νίκην ὡμοίωσά σε, ἡ πλησίον μου. ἢ δῆλόν ἐστιν ὅτι ὥσπερ οὐκ ἔστι διὰ ναυμαχίας ἡττηθῆναί τινας μὴ ναυτικοῦ στρατοῦ τὴν ἐν ταῖς ναυσὶ τῶν ἐναντίων δύναμιν καταδύσαν τος, οὕτως οὐδὲ ἂν ἐν ἱππομαχίᾳ τις ἡττηθείη μή τινος 6. 74 ἱππικῆς ἐκ τῶν ἐναντίων ἀντιταχθείσης δυνάμεως; ἐπειδὴ τοίνυν τὸ κράτιστον τῆς τῶν Αἰγυπτίων στρατιᾶς ἡ ἵππος ἦν, τὴν ἐπαχθεῖσαν αὐτῇ κατὰ τὸ ἀόρατον δύναμιν, δι' ἧς ἡ νίκη κατὰ τῶν Αἰγυπτίων ἐγένετο, ἵππον ὁ λόγος ὠνόμασεν· ᾐσθάνοντο γὰρ κἀκεῖνοι τοῦ πολεμοῦντος καὶ πρὸς ἀλλήλους ἐβόων Κύριος πολεμεῖ τοὺς Αἰγυπτίους καὶ Φύγωμεν ἀπὸ προσώπου κυρίου. δῆλον δὲ ὅτι καταλλήλως τῇ παρασκευῇ τῶν ἐναντίων ὁ ἀληθινὸς ἀρχιστράτηγος τὴν ἰδίαν ἀνθώπλιζε δύναμιν. οὐκοῦν ἦν τις ἀόρατος δύναμις ἡ διὰ τῶν περὶ τὴν θάλασσαν θαυμάτων ἐνεργοῦσα τῶν Αἰγυπτίων τὸν ὄλεθρον, ἣν ἵππον ὁ λόγος ὠνόμασεν. ἀγγελικὴν δὲ στρατιὰν εἶναι ταύτην ὑπονοοῦμεν, περὶ ἧς φησιν ὁ προφήτης ὅτι Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. ἀλλὰ καὶ ἅρματος θεοῦ μνήμην ὁ Δαβὶδ ἐποιήσατο λέγων Τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον, ᾧ ὑποζεύγνυνται τῶν εὐθηνούντων αἱ χιλιάδες. ἔτι δὲ καὶ ἡ τὸν προφήτην Ἠλίαν μετάρσιον ἐκ γῆς ἐπὶ τὸν αἰθέριον χῶρον ἀναλαμβάνουσα δύναμις τῷ τῶν ἵππων ὀνόματι παρὰ τῆς γραφῆς ὀνομάζεται καὶ αὐτὸν δὲ τὸν προφήτην ἅρμα λέγει τοῦ Ἰσραὴλ καὶ ἱππέα ἡ ἱστορία καὶ τοὺς περιοδεύοντας πᾶσαν τὴν οἰκουμένην, 6. 75 δι' ὧν ἡ γῆ κατοικίζεται καὶ ἡσυχάζει, Ζαχαρίας ὁ προφήτης 6. 75 ἵππους ὠνόμασε διαλεγομένους πρὸς τὸν ἄνθρωπον τὸν μέσον ἑστῶτα τῶν δύο ὀρῶν. οὐκοῦν ἔστι τις ἵππος τῷ τὸ πᾶν κεκτημένῳ· ἡ μὲν τὸν προφήτην ἀνάγουσα, ἡ δὲ τὴν οἰκουμένην οἰκίζουσα, ἡ δὲ ὑποζευγνυμένη τῷ ἅρματι, ἄλλη δὲ τὸν θεὸν ἔποχον ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων λαμβά νουσα, ἄλλη δὲ τὴν Αἰγυπτίαν καταδύουσα δύναμιν. πολλῆς τοίνυν οὔσης ἐν ταῖς θείαις ἵπποις τῆς διὰ τῶν ἐνεργειῶν φαινομένης διαφορᾶς τῇ καθαιρετικῇ τῆς Αἰγυπτίας δυνάμεως ἵππῳ παρεικάζεται ἡ διὰ τοῦ δρόμου τῆς ἀρετῆς τῷ θεῷ πλησιάσασα· οὕτω γάρ φησι πρὸς αὐτὴν ὁ λόγος ὅτι Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. πολλοὺς δὲ καὶ μεγάλους ἐπαίνους ὁ λόγος ἐν ἑαυτῷ περιείληφε καί τις κατορθωμάτων κατάλογός ἐστιν ἡ πρὸς τὴν ἵππον ταύτην ὁμοίωσις· ὅσα γὰρ τοῦ Ἰσραὴλ ἐν τῇ παροικίᾳ τῶν Αἰγυπτίων μνημονεύεται, ἡ δουλεία, ἡ καλάμη, ὁ πηλός, ἡ πλινθεία, πᾶσα ἡ περὶ τὴν γῆν ἀσχολία, οἱ χαλεποὶ τῶν τοιούτων ἔργων ἐπιστάται, οἱ τὸν πήλινον αὐτοὺς καθ' ἑκάστην ἡμέραν ἀπαιτοῦντες φόρον, δι' οὓς τὸ ὕδωρ αἷμα γίνεται καὶ τὸ φῶς σκοτίζεται καὶ βάτραχοι τοῖς οἴκοις 6. 76 εἰσέρπουσι καὶ ἡ καμιναία κόνις τὰς φλυκτίδας ἐκ τῶν σωμάτων ἀναζέειν ποιεῖ, καὶ τὰ καθ' ἕκαστον πάντα, ἡ ἀκρίς, οἱ σκνῖπες, ὁ βροῦχος, ἡ χάλαζα, τῶν πρωτοτόκων τὰ πάθη, πάντα ταῦτα καὶ ὅσα πρὸς τὸ κρεῖττον ἡ ἱστορία διέξεισι, δι' ὧν γίνεται τοῖς Ἰσραηλίταις ἡ σωτηρία, ἐπαίνων ἐστὶν ὑπόθεσις τῇ τῷ θεῷ συναπτομένῃ ψυχῇ· οὐ γὰρ ἂν ὡμοιώθη τῇ δυνάμει ἐκείνῃ τῇ καθαιρετικῇ τῶν Αἰγυπτίων κακῶν, δι' ἧς ἐλευθεροῦται ὁ Ἰσραὴλ τῆς πονηρᾶς τυραννίδος, εἰ μὴ πάντα ταῦτα καὶ ταύτῃ κατώρθωτο τά τε καθαιρετικὰ τῆς Αἰγύπτου καὶ τὰ παρασκευαστικὰ τῆς πρὸς τὸν θεὸν πορείας τῶν μετοικιζομένων πρὸς τὴν γῆν τῆς ἐπαγγελίας ἀπὸ τῆς Αἰγυπτίας ἰλύος. οὐκοῦν ἐπειδή, καθώς φησιν ὁ θεῖος ἀπόστολος, πάντα πρὸς νουθεσίαν ἡμῶν ἀναγέγραπται, ὅσα ἡ θεόπνευστος περιέχει γραφή, οὐδὲν ἄλλο ἢ συμβουλεύει διὰ τῶν πρὸς τὴν νύμφην εἰρημένων ὁ λόγος ἡμῖν ὅτι χρὴ καὶ ἡμᾶς ἔποχον δεξαμένους ἐφ' ἑαυτῶν τὸν λόγον καὶ καταγωνισαμένους τὴν Αἰγυπτίαν ἵππον αὐτοῖς ἅρμασι καὶ ἀναβάταις καὶ πᾶσαν αὐτῶν τὴν πονηρὰν δυναστείαν τῷ ὕδατι καταπνίξαντας οὕτως ὁμοιωθῆναι τῇ δυνάμει ἐκείνῃ καθάπερ τινὰ ῥύπον τὴν ἀντικειμένην στρατιὰν ἐναφέντας τῷ 6. 77 ὕδατι. ὡς δ' ἂν σαφέστερον μάθοιμεν τὸ λεγόμενον, τοιοῦτόν ἐστιν· οὐκ ἔστιν ὁμοιωθῆναι τῇ ἵππῳ, δι' ἧς τὰ ἅρματα τῶν Αἰγυπτίων τῷ βυθῷ κατεποντίσθη, εἰ μή τις διὰ τοῦ μυστικοῦ ὕδατος τῆς τοῦ ἀντικειμένου δουλείας ἐλευθερούμενος πᾶν Αἰγυπτιάζον νόημα καὶ πᾶσαν ἀλλόφυλον κακίαν τε καὶ ἁμαρτίαν τῷ ὕδατι καταλιπὼν καθαρὸς ἀναδύῃ μηδὲν τῆς Αἰγυπτίας συνειδήσεως τῷ μετὰ ταῦτα βίῳ συνεπαγό μενος· ὁ γὰρ ἀκριβῶς πασῶν καθαρεύσας τῶν Αἰγυπτίων πληγῶν, αἵματος καὶ βατράχων καὶ φλυκτίδων καὶ σκότους, ἀκρίδος τε καὶ σκνιπῶν καὶ χαλάζης καὶ τῆς τοῦ πυρὸς ἐπομβρίας καὶ τῶν λοιπῶν, ὧν ὁ τῆς ἱστορίας μέμνηται λόγος, οὗτος ἄξιός ἐστιν ὁμοιωθῆναι τῇ δυνάμει ἐκείνῃ, ἧς ἔποχος ὁ λόγος γίνεται. πάντως δὲ οὐκ ἀγνοοῦμεν τὰ διὰ τῶν πληγῶν σημαινόμενα, πῶς γίνεται τοῖς Αἰγυπτίοις τὸ αἷμα πληγὴ καὶ ἡ τῶν βατράχων ὀσμὴ καὶ ἡ τοῦ φωτὸς εἰς τὸ σκότος μεταβολὴ καὶ τὰ καθ' ἕκαστον πάντα. τίς γὰρ οὐκ οἶδε, διὰ ποταποῦ βίου αἷμά τις γίνεται ἐκ ποτίμου τοῦ πρότερον εἰς διαφθορὰν ἀλλοιούμενος καὶ τί ποιῶν ζωογονεῖ τῷ ἰδίῳ οἴκῳ τὴν τῶν βατράχων δυσωδίαν καὶ πῶς μεταποιεῖ τὸν φωτεινὸν βίον εἰς ἔργα νυκτὶ φίλα καὶ ζοφώδη, δι' ὧν ἡ τῆς γεέννης κάμινος τὰς πονηρὰς τῆς κατακρίσεως φλυκτίδας ἀναζέειν ποιεῖ; οὕτω δὲ καὶ τὰ καθ' ἕκαστον τῶν ἐν Αἰγύπτῳ κακῶν ῥᾴδιον μεταλαβεῖν εἰς παίδευσίν τε καὶ σωφρονισμὸν τοῦ ἀκούοντος, ἀλλὰ περιττὸν 6. 78 ἂν εἴη μηκύνειν διὰ τῶν ὁμολογουμένων τὸν λόγον. τούτων τοίνυν καὶ τῶν τοιούτων κρείττους γενόμενοι καὶ τῷ θεῷ πλησιάσαντες καὶ αὐτοὶ πάντως ἀκουσόμεθα ὅτι Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. Ἀλλὰ λυπεῖ τυχὸν τοὺς τὸν σώφρονα καὶ καθαρὸν ἐξησκη κότας βίον ἡ πρὸς τὸν ἵππον ὁμοίωσις, διότι πολλοὶ τῶν προφητῶν ἀπαγορεύουσιν ἡμῖν τὸ ὁμοιοῦσθαι τοῖς ἵπποις, τοῦ μὲν Ἰερεμίου τὴν μοιχικὴν λύσσαν τῷ ὀνόματι τῶν ἵππων διασημάναντος, ἐν οἷς φησιν Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν, τοῦ δὲ μεγάλου Δαβὶδ φοβερὸν ποιουμένου τὸ ὡς ἵππον τινὰ καὶ ἡμίονον γίνεσθαι, ὧν κελεύει κατάγχειν ἐν κημῷ τε καὶ χαλινῷ τὰς σιαγόνας. διὰ τοῦτο παραμυθεῖται τῷ ἐφεξῆς λόγῳ τὴν τοιαύτην διάνοιαν λέγων ὅτι οὐ τοιαῦταί σού εἰσιν αἱ σιαγόνες, κἂν ἵππος ᾖς, ὡς κημοῦ χρῄζειν καὶ χαλινοῦ εἰς ἀγχόνην, ἀλλά σοι διὰ τῆς καθαρότητος τῶν τρυγόνων ἡ σιαγὼν καλλωπίζεται. φησὶ γὰρ Τί ὡραιώθη σαν σιαγόνες σου ὡς τρυγόνος; μαρτυρεῖται δὲ παρὰ τῶν τὰ 6. 79 τοιαῦτα τετηρηκότων τοῦτο τὸ ὄρνεον μένειν, εἰ διαζευχθείη τῆς συζυγίας, εἰς τὸ ἐφεξῆς ἀσυνδύαστον, ὡς φυσικῶς ἐν αὐτῷ κατορθοῦσθαι τὴν σωφροσύνην. διὰ τοῦτο τῷ αἰνίγματι τῶν ἐπαίνων συμπαρελήφθη ὑπὸ τοῦ λόγου τοῦτο τὸ ὄρνεον, ὡς ἀντὶ χαλινοῦ γενέσθαι τῇ σιαγόνι τῆς θείας ἵππου τὴν τῆς τρυγόνος ὁμοίωσιν, δι' ἧς ἡ καθαρὰ ζωὴ ἐπιπρέπειν τῇ τοιαύτῃ ἵππῳ διασημαίνεται. διὸ θαυμαστικῶς φησι πρὸς αὐτὴν ὁ λόγος Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος. Ἐπάγει δὲ τούτῳ καὶ ἕτερον δι' ὁμοιώσεως ἔπαινον λέγων Τράχηλός σου ὡς ὁρμίσκοι. ἅπαξ γὰρ ἐμπεσὼν τῇ τροπικῇ σημασίᾳ διὰ τῶν περὶ τῶν ἵππων θεωρουμένων ἐπινοεῖ τῇ νύμφῃ τὸν ἔπαινον· ἐπαινεῖ γὰρ τὸν τράχηλον τὸν ἐν σχήματι κύκλου γυρούμενον, ὃ δὴ περὶ τοὺς γαύρους τῶν πώλων ὁρῶμεν γινόμενον· ἡ γὰρ τῶν ὁρμίσκων μνήμη τὸν κύκλον ἐνδείκνυται, οὗ τὸ σχῆμα ἐπὶ τοῦ αὐχένος δεικνύμενον εὐπρεπέστερον ἑαυτοῦ τὸν πῶλον ποιεῖ. ὅρμος δὲ λέγεται κυρίως μὲν ἐπὶ τῶν παραλίων τόπων, ἐν οἷς ἡ ὄχθη κατὰ τὸ ἐντὸς μηνοειδῶς κοιλανθεῖσα ὑποδέχεται τῷ κόλπῳ τὴν θάλασσαν καὶ ἀναπαύει δι' ἑαυτῆς τοὺς ἐκ τοῦ πελάγους προσπλέοντας, ἐκ μεταφορᾶς δὲ διὰ τοῦ σχήματος 6. 80 ὁ περιτραχήλιος κόσμος ὅρμος λέγεται. ὅταν δὲ ὑποκορι στικῶς ὁρμίσκον ἀντὶ ὅρμου λέγωμεν, τὴν ἐν ὀλίγῳ τοῦ σχήματος ὁμοιότητα διὰ τῆς τοιαύτης φωνῆς ἐνδεικνύμεθα. πολλὰ τοίνυν εἰς ἐγκώμια συντελοῦντα τῇ νύμφῃ ἡ πρὸς τοὺς ὁρμίσκους ὁμοιότης τοῦ τραχήλου ἐνδείκνυται· πρῶτον μὲν ὅτι εἰς κύκλου σχῆμα κάμπτων ὁ πῶλος τὸν αὐχένα πρὸς τὰς ἰδίας τῶν ποδῶν βάσεις ὁρᾷ, δι' ὧν ἀπρόσκοπόν τε καὶ ἀσφαλῆ ποιεῖται τὸν δρόμον μήτε τῷ λίθῳ προσπταίων μήτε κενεμβατῶν ἐν τῷ βόθρῳ (τοῦτο δὲ οὐ μικρὸν εἰς εὐφημίαν ἐστὶ ψυχῆς τὸ πρὸς ἑαυτὴν βλέπειν καὶ δι' ἀσφαλείας πάσης πρὸς τὸν θεῖον δρόμον ἐπείγεσθαι πάντα τὰ ἐκ πειρασμῶν τινων ἐγγινόμενα πρὸς τὸν δρόμον ἐμπόδια διαλλομένην καὶ ὑπερβαίνουσαν), ἔπειτα δὲ καὶ αὐτὸ τὸ πρωτότυπον τῶν ὅρμων ὄνομα, ὅθεν διὰ τὴν τοῦ σχήματος ὁμοιότητα ὁ περιδέραιος κόσμος ὁρμίσκος ὠνόμα σται, μεγάλων τινῶν ἐγκωμίων ὑπερβολὴν περιέχει, ὅταν ὁμοιωθῇ τοῖς ὁρμίσκοις ὁ τράχηλος. τίνα δέ ἐστι τὰ ἐγκώμια τὰ διὰ τούτων ἡμῖν ὑπὸ τοῦ λόγου δηλούμενα; ἡδύ τι καὶ σωτήριόν ἐστι τοῖς καταπλέουσιν ὁ λιμὴν καὶ τὸ μετὰ τὴν ἐν θαλάσσῃ κακοπάθειαν ὅρμον τινὰ καταλαβεῖν εὐδιάζοντα, ἐν ᾧ λήθην ποιησάμενοι τῶν ἐν θαλάσσῃ κακῶν ὅλοι τῆς ἀναπαύσεως γίνονται τοὺς μακροὺς πόνους δι' ἡσυχίας 6. 81 παραμυθούμενοι. οὐκ ἔστιν αὐτοῖς οὐκέτι ναυαγίου φόβος οὔτε ἡ τῶν ὑφάλων ὑπόνοια οὔτε πειρατῶν κίνδυνος οὔτε πνευμάτων ταραχὴ οὔτε ἐκ βυθῶν ἀνοιδαίνει διὰ τῶν ἀνέμων ἡ θάλασσα, ἀλλὰ πάντων τῶν τοιούτων κινδύνων ἐκτὸς γίνονται οἱ χειμαζόμενοι τοῦ πελάγους ἐν τῷ ὅρμῳ γαληνιάζοντες. εἰ τοίνυν οὕτω τις τὴν ἑαυτοῦ ψυχὴν καταστήσειεν, ὡς αὐτήν τε γαλήνην ἔχειν ἐν ἀκύμονι τῇ ἡσυχίᾳ μηδὲν παρακινουμένην ἐκ τῶν πνευμάτων τῆς πονηρίας μήτε δι' ὑπερηφανίας οἰδαίνουσαν μήτε τοῖς τοῦ θυμοῦ κύμασιν ἐξαφρίζουσαν μήτε κατ' ἄλλο τι πάθος κλυδωνιζομένην καὶ περιφερομένην παντὶ ἀνέμῳ τῷ τὰ ποικίλα κύματα τῶν παθημάτων ἐγείροντι, εἰ τοίνυν αὐτή τε οὕτως ἔχοι καὶ τοὺς ἐν τῷ πελάγει τοῦ βίου χειμαζομένους ἐν ταῖς παντοδαπαῖς τῶν κακῶν τρικυμίαις ἐν ἑαυτῇ καταστέλλοι λείαν αὐτοῖς καὶ ἀκύμαντον τὴν δι' ἀρετῆς ζωὴν ὑφαπλώσασα, ὥστε τοὺς ἐν αὐτῇ γεγονότας ἐκτὸς γενέσθαι τῶν ἐκ ναυαγίου κακῶν, καλῶς ὑπὸ τοῦ λόγου τοῖς ὁρμίσκοις ὁμοιοῦται τῆς πληθυντικῆς σημασίας τὴν ἐν ἑκάστῳ εἴδει τῆς ἀρετῆς τελειότητα σημαινούσης· εἰ γὰρ ἦν ἑνὶ μόνῳ προσεικασμένη ὁρμίσκῳ, ἀτελὴς ἂν πάντως ὁ ἔπαινος ἦν ὡς οὐ τὴν αὐτὴν 6. 82 καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν μαρτυρίαν ἔχων· νῦν δὲ πασῶν συλλαμβάνει τῷ λόγῳ τῶν ἀρετῶν τὴν μαρτυρίαν ἡ πρὸς τὸ πλῆθος τῶν ὁρμίσκων ὁμοίωσις. καὶ τοῦτο συμβουλή τίς ἐστι παρὰ τοῦ λόγου τῷ κοινῷ τῆς ἐκκλησίας προσαγομένη τὸ μὴ δεῖν ἡμᾶς πρὸς ἕν τι τῶν ἀγαθῶν βλέποντας ἀμελῶς περὶ τὰ λοιπὰ τῶν κατορθωμάτων ἔχειν, ἀλλ' εἴ σοι γέγονεν ὅρμος ἡ σωφροσύνη καθάπερ τισὶ μαργαρίταις τῷ καθαρῷ βίῳ λαμπρύνων τὸν τράχηλον, ἔστω σοι καὶ ἕτερος ὅρμος ὁ τοὺς τιμίους λίθους τῶν ἐντολῶν ἐν ἑαυτῷ περιείργων καὶ δι' ἑαυτοῦ τῆς δέρης πλεονάζων τὸ κάλλος, ἔστω σοι καὶ ἄλλος κόσμος περιαυχένιος ἡ εὐσεβής τε καὶ ὑγιαίνουσα πίστις κύκλῳ τὸν τῆς ψυχῆς αὐχένα διαλαμβάνουσα. οὗτός ἐστιν ὁ κλοιὸς ὁ χρύσεος ὁ ἐκ τοῦ ἀκηράτου τῆς θεογνω σίας χρυσίου τῷ τραχήλῳ περιλαμπόμενος, περὶ οὗ φησιν ἡ Παροιμία ὅτι Στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Ἡ μὲν οὖν διὰ τῶν ὁρμίσκων συμβουλὴ τοιαύτη, καιρὸς δ' ἂν εἴη καὶ τὸν ἐφεξῆς λόγον προσθεῖναι τῇ θεωρίᾳ, ὃν οἱ φίλοι τοῦ νυμφίου πρὸς τὴν παρθένον πεποίηνται. 6. 83 ἔστι δὲ ἡ λέξις αὕτη· Ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ. τούτων δὲ τῷ μὲν πρὸς τὸν εἱρμὸν βλέποντι τῆς προαποδοθείσης ἡμῖν θεωρίας δοκεῖ πως ἡ διάνοια συνηρ τῆσθαι καὶ τὸ ἀκόλουθον ἔχειν, ἡ δὲ λέξις ἐμβαθύνουσα ταῖς τροπικαῖς σημασίαις δυσκατανόητον ποιεῖ τὸ διὰ τῶν αἰνιγμάτων δηλούμενον. ἐπειδὴ γὰρ τὸ τῆς ψυχῆς κάλλος τῇ ἵππῳ τῇ καθαιρετικῇ τῶν Αἰγυπτίων ἁρμάτων ἀφωμοιώθη (τουτέστι τῇ ἀγγελικῇ στρατιᾷ), τῇ δὲ ἵππῳ ἐκείνῃ φησὶν ὁ καλὸς ἐπιβάτης χαλινὸν μὲν εἶναι τὴν καθαρότητα, ἣν διὰ τοῦ ὁμοιῶσαι τὰς σιαγόνας ταῖς τῆς τρυγόνος ἐσήμανε, κόσμον δὲ περιαυχένιον τοὺς ποικίλους ὅρμους τοὺς διὰ τῶν ἀρετῶν περιστίλβοντας, βούλονταί τινα καὶ οἱ φίλοι προσθήκην τῷ κάλλει τῆς ἵππου ποιήσασθαι ἐξ ὁμοιωμάτων χρυσίου κατακοσμοῦντες τὰ φάλαρα, οἷς ἐνστίζουσι καὶ τοῦ ἀργυρίου τὴν καθαρότητα, ὡς ἂν μᾶλλον διαλάμποι τὸ κάλλος τοῦ προκοσμήματος τῆς αὐγῆς τοῦ ἀργυρίου πρὸς τὴν λαμπηδόνα τοῦ χρυσίου συγκιρναμένης. ἀναγκαῖον δ' ἂν εἴη τὰς τροπικὰς 6. 84 ἐμφάσεις καταλιπόντας τῆς ὠφελούσης ἡμᾶς διανοίας μὴ ἀποστῆσαι τὸν λόγον. προσεικάσθη μὲν ἐκείνῃ τῇ ἵππῳ ἡ διὰ τῶν ἀρετῶν κεκαθαρμένη ψυχή· ἀλλ' οὔπω τοῦ λόγου γέγονεν ὑποχείριος οὐδὲ ἐβάσταξεν ἐφ' ἑαυτῆς τὸν ἐπὶ σωτηρίᾳ τοῖς τοιούτοις ἐποχούμενον ἵπποις· χρὴ γὰρ πρῶτον διὰ πάντων κατακοσμηθῆναι τὸν ἵππον, εἶθ' οὕτω τὸν βασιλέα ἔποχον δέξασθαι. εἴτε δὲ ἄνωθεν ἑαυτῷ ἐφαρμόζοι τὸν ἵππον ὁ κατὰ τὸν προφήτην ἐπιβαίνων ἐφ' ἡμᾶς τοὺς ἵππους καὶ ἐπὶ σωτηρίᾳ ἡμῶν ἐφ' ἡμῶν ἱππαζόμενος, εἴτε καὶ ἐν ἡμῖν γένοιτο ὁ ἐνοικῶν τε καὶ ἐμπεριπατῶν καὶ ἐπὶ τὰ βάθη τῆς ψυχῆς ἡμῶν διαδυόμενος, οὐδὲν διαφέρει κατὰ τὴν ἔννοιαν· ᾧ γὰρ ἂν τὸ ἓν ἐξ ἀμφοτέρων γένηται, συγκατωρθώθη καὶ τὸ λειπόμενον· ὅ τε γὰρ ἐφ' ἑαυτοῦ τὸν θεὸν ἔχων καὶ ἐν ἑαυτῷ πάντως ἔχει καὶ ὁ ἐν ἑαυτῷ δεξάμενος ὑπέβη τὸν ἐν αὐτῷ γεγονότα. οὐκοῦν μέλλει ὁ βασιλεὺς τῷ ἵππῳ τούτῳ ἐπαναπαύεσθαι. ταὐτὸν δέ ἐστιν ἐπὶ τῆς θείας δυνάμεως, καθὼς εἴρηται, καθέδρα τε καὶ ἀνάκλισις· ὁπότερον γὰρ ἂν ἐξ ἀμφοτέρων ἐν ἡμῖν γένηται, τὸ ἴσον 6. 85 ἡ χάρις ἔχει. ἐπειδὴ τοίνυν οἱ ἑτοιμασταὶ τοῦ βασιλέως εὔθετον πρὸς ὑποδοχὴν αὐτῷ διὰ τῶν προκοσμημάτων τὸν ἵππον ποιοῦσι, ταὐτὸν δέ ἐστιν ἐπὶ θεοῦ τὸ ἔν τινι καὶ τὸ ἐπί τινος γενέσθαι, καταλιπόντες τὸ κατὰ τὴν τροπικὴν σημασίαν ἀκόλουθον οἱ παρασκευασταὶ καὶ θεράποντες κλίνην τὸν ἵππον ἐποίησαν· χρὴ γὰρ ἡμᾶς, φησίν, ὁμοιώματα χρυσίου ποιῆσαι μετὰ στιγμάτων τοῦ ἀργυρίου τὰ τοῦ ἵππου τὴν μορφὴν ὡραΐζοντα, ἵνα γένηται ὁ βασιλεὺς οὐκ ἐν καθέδρᾳ, φησίν, ἀλλ' ἐν ἀνακλίσει αὐτοῦ. Ἡ μὲν οὖν ἀκολουθία τῆς λέξεως, καθὼς ὁ λόγος ὑπέδειξεν, τοῦτον ἔχει τὸν τρόπον, ἄξιον δὲ τοῦτο μὴ παραδραμεῖν ἀθεώρητον, τί δή ποτε οὐκ αὐτὸ τὸ χρυσίον εἰς κόσμον παραλαμβάνεται ἀλλὰ τοῦ χρυσίου τὰ ὁμοιώματα καὶ οὐκ αὐτὸς ὁ ἄργυρος ἀλλὰ τὰ ἐκ τῆς ὕλης ταύτης τῷ ὁμοιώματι τοῦ χρυσίου ἐγκροτούμενα στίγματα. ὃ τοίνυν περὶ τούτων ὑπενοήσαμεν τοιοῦτόν ἐστι· πᾶσα ἡ περὶ τῆς ἀρρήτου φύσεως διδασκαλία, κἂν ὅτι μάλιστα δοκῇ θεοπρεπῆ τινα καὶ ὑψηλὴν ἐμφαίνειν διάνοιαν, ὁμοιώματα χρυσίου ἐστίν, οὐκ αὐτὸ τὸ χρυσίον· οὐ γὰρ ἔστι παραστῆσαι δι' ἀκριβείας τὸ ὑπὲρ ἔννοιαν ἀγαθόν. κἂν Παῦλός τις ᾖ ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα, κἂν τῶν ἀλαλήτων ῥημάτων ἐπα 6. 86 κροάσηται, ἀνέκφραστα μένει περὶ θεοῦ τὰ νοήματα· ἄρρητα γάρ φησιν εἶναι τῶν νοημάτων τούτων τὰ ῥήματα. οἱ τοίνυν λογισμούς τινας ἡμῖν ἀγαθοὺς ἐντιθέντες περὶ τῆς τῶν μυστηρίων κατανοήσεως αὐτὸ μὲν εἰπεῖν ὅπως ἔχει φύσεως ἀδυνατοῦσι, λέγουσι δὲ ἀπαύγασμα δόξης, χαρακτῆρα ὑποστάσεως, μορφὴν θεοῦ, λόγον ἐν ἀρχῇ, λόγον θεόν· ἅπερ πάντα ἡμῖν μὲν τοῖς ἀθεάτοις ἐκείνου τοῦ θησαυροῦ χρυσίον δοκεῖ, τοῖς δὲ δυναμένοις ἀναβλέπειν πρὸς τὴν ἀλήθειαν ὁμοιώματά ἐστι χρυσίου καὶ οὐ χρυσὸς ἐν τοῖς λεπτοῖς τοῦ ἀργυρίου διαφαινόμενος στίγμασιν. ἀργύριον δὲ ἡ ῥηματικὴ σημασία ἐστί, καθώς φησιν ἡ γραφὴ Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου. τὸ τοίνυν διὰ τούτων δηλού μενον τοιοῦτόν ἐστιν ὅτι ἡ θεία φύσις πάσης ὑπέρκειται καταληπτικῆς διανοίας. τὸ δὲ περὶ αὐτῆς ἡμῖν ἐγγινόμενον νόημα ὁμοίωμά ἐστι τοῦ ζητουμένου· οὐ γὰρ αὐτὸ δείκνυσιν ἐκείνου τὸ εἶδος, ὃ οὔτε τις εἶδεν οὔτε ἰδεῖν δύναται, ἀλλὰ δι' ἐσόπτρου καὶ δι' αἰνίγματος ἔμφασίν τινα σκιαγραφεῖ τοῦ ζητουμένου ἔκ τινος εἰκασμοῦ ταῖς ψυχαῖς ἐγγινομένην. πᾶς δὲ λόγος τῶν τοιούτων νοημάτων σημαντικὸς στιγμῆς 6. 87 τινος ἀμεροῦς δύναμιν ἔχει μὴ δυνάμενος ἐμφῆναι ὅπερ ἡ διάνοια βούλεται· ὡς εἶναι πᾶσαν μὲν διάνοιαν κατωτέραν τῆς θείας κατανοήσεως, πάντα δὲ λόγον ἑρμηνευτικὸν στιγμὴν βραχεῖαν δοκεῖν μὴ δυνάμενον τῷ πλάτει τῆς διανοίας συνεπεκτείνεσθαι. τὴν οὖν διὰ τῶν τοιούτων νοημάτων χειραγωγουμένην ψυχὴν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν διὰ μόνης πίστεως εἰσοικίζειν ἐν ἑαυτῇ λέγει δεῖν τὴν πάντα νοῦν ὑπερέχουσαν φύσιν. καὶ τοῦτό ἐστι τὸ παρὰ τῶν φίλων λεγόμενον, ὅτι σοὶ ποιήσομεν, ὦ ψυχή, τῇ καλῶς πρὸς τὴν ἵππον ἀπεικασθείσῃ ἰνδάλματά τινα τῆς ἀληθείας καὶ ὁμοιώματα (τοιαύτη γὰρ καὶ τοῦ τῶν λόγων ἀργυρίου ἡ δύναμις, ὡς ἐναύσματά τινα σπινθηροειδῆ δοκεῖν εἶναι τὰ ῥήματα μὴ δυνάμενα δι' ἀκριβείας ἐμφῆναι τὸ ἐγκείμενον νόημα), σὺ δὲ ταῦτα δεξαμένη ὑποζύγιόν τε καὶ οἰκητήριον γενήσῃ διὰ πίστεως τοῦ σοι ἐνανακλίνεσθαι μέλλοντος διὰ τῆς ἐν σοὶ κατοικήσεως· τοῦ γὰρ αὐτοῦ καὶ θρόνος ἔσῃ καὶ οἶκος γενήσῃ. τάχα δ' ἄν τις εἴποι τὴν τοῦ Παύλου ψυχὴν ἢ εἴ τις ἄλλη γέγονε κατ' ἐκείνην τῶν τοιούτων ἀξιοῦσθαι 6. 88 ῥημάτων· ἐκεῖνος γὰρ σκεῦος ἐκλογῆς ἅπαξ γενόμενος καὶ ἐφ' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ εἶχε τὸν κύριον ἐν μὲν τῷ βαστάζειν αὐτοῦ τὸ ὄνομα ἐναντίον ἐθνῶν καὶ βασιλέων ἵππος γενόμενος, ἐν δὲ τῷ μηκέτι αὐτὸν ζῆν, ἀλλ' ἐν ἑαυτῷ δεικνύειν ζῶντα ἐκεῖνον καὶ δοκιμὴν διδόναι τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ οἶκος περιληπτικὸς τῆς ἀπεριλήπτου γενόμενος φύσεως. Ταῦτα τῶν φίλων τοῦ νυμφίου τῇ καθαρᾷ καὶ παρθένῳ χαρισαμένων ψυχῇ (εἶεν δ' ἂν οὗτοι τὰ Λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονο μεῖν σωτηρίαν) τελειοτέρα πως γίνεται τῇ προσθήκῃ τῶν χαρισμάτων ἡ νύμφη. καὶ μᾶλλον προσεγγίσασα τῷ ποθου μένῳ, πρὶν τὸ κάλλος αὐτοῦ τοῖς ὀφθαλμοῖς ἐμφανῆναι, διὰ τῆς ὀσφραντικῆς αἰσθήσεως τοῦ ζητουμένου ἐφάπτεται οἷόν τινος χρωτὸς ἰδιότητα τῇ ὀσφραντικῇ δυνάμει κατανοή σασα καί φησιν ἐπεγνωκέναι αὐτοῦ τὴν ὀσμὴν τῇ εὐωδίᾳ τοῦ μύρου, ᾧ νάρδος ἐστὶ τὸ ὄνομα, ταύτῃ πρὸς τοὺς φίλους τῇ φωνῇ χρησαμένη Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. ὡς γὰρ ὑμεῖς, φησίν, οὐκ αὐτὸ τὸ ἀκήρατον τῆς θεότητος 6. 89 χρυσίον ἀλλ' ὁμοιώματα διὰ τῶν χωρητῶν ἡμῖν νοημάτων τοῦ χρυσίου χαρίζεσθε, οὐ τηλαυγεῖ τῷ λόγῳ τὰ κατ' αὐτὸν ἐκκαλύπτοντες, ἀλλὰ διὰ τῆς βραχύτητος τῶν τοῦ λογικοῦ ἀργυρίου στιγμάτων ἐμφάσεις τινὰς παρασχόμενοι τοῦ ζητουμένου, οὕτω κἀγὼ διὰ τῆς εὐπνοίας τοῦ ἐμοῦ μύρου τὴν αὐτοῦ ἐκείνου εὐωδίαν τῇ αἰσθήσει παρεδεξάμην. τοιοῦτον δέ τινα νοῦν δοκεῖ μοι τὸ λεγόμενον ἔχειν· ἐπειδὴ πολλῶν καὶ διαφόρων ἀρωμάτων ἄλλου κατ' ἄλλην ἰδιότητα εὐπνοούντων τεχνική τις καὶ ἔμμετρος μίξις τὸ τοιοῦτον ἀπεργάζεται μύρον μιᾶς τινος πόας εὐώδους ἐκ τῶν συνεμβαλλομένων, ᾗ ὄνομα νάρδος ἐστίν, ὅλῳ τῷ σκευάσματι παρεχομένης τὸ ὄνομα, τὸ δὲ ἐκ πάντων τῶν ἀρωματικῶν ἰδιωμάτων εἰς μίαν συνερανιζόμενον εὔπνοιαν ὡς αὐτὴν τοῦ νυμφίου τὴν εὐωδίαν ἡ κεκαθαρμένη αἴσθησις δέχεται, ταῦτα διὰ τῶν εἰρημένων παιδεύειν ἡμᾶς τὸν λόγον οἰόμεθα ὅτι ἐκεῖνο μέν, ὅ τί ποτε κατ' οὐσίαν ἐστί, τὸ πάσης ὑπερκείμενον τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοικήσεως ἀπρόσιτόν τε καὶ ἀναφές ἐστι καὶ ἄληπτον, ἡ δὲ ἐν ἡμῖν διὰ τῆς τῶν ἀρετῶν καθαρότητος μυρεψουμένη εὐωδία ἀντ' ἐκείνου ἡμῖν γίνεται μιμουμένη τῷ καθ' ἑαυτὴν καθαρῷ τὸ τῇ φύσει ἀκήρατον καὶ τῷ ἀγαθῷ τὸ ἀγαθὸν καὶ τῷ ἀφθάρτῳ τὸ ἄφθαρτον καὶ τῷ ἀναλλοιώτῳ τὸ 6. 90 ἀναλλοίωτον καὶ πᾶσι τοῖς κατ' ἀρετὴν ἐν ἡμῖν κατορθου μένοις τὴν ἀληθινὴν ἀρετήν, περὶ ἧς φησιν Ἀμβακοὺμ ὁ προφήτης ὡς τοὺς οὐρανοὺς πάντας διαλαβούσης. οὐκοῦν ἡ ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου διεξιοῦσα, ὅτι τὴν ὀσμὴν αὐτοῦ ἡ ἐμὴ νάρδος ἐμοὶ δίδωσι, ταῦτά μοι καὶ τὰ τοιαῦτα δοκεῖ φιλοσοφοῦσα λέγειν ὅτι, εἴ τις πᾶν ἄνθος εὐωδίας ἢ ἄρωμα ἐκ τῶν ποικίλων τῆς ἀρετῆς λειμώνων ἀνθολογήσας καὶ πάντα ἑαυτοῦ τὸν βίον ἔμμυρον διὰ τῆς τῶν καθ' ἕκαστον ἐπιτηδευμάτων εὐοσμίας ἀπεργασάμενος διὰ πάντων γένοιτο τέλειος, πρὸς αὐτὸν μὲν τὸν θεὸν λόγον ὡς πρὸς ἡλίου κύκλον ἀτενῶς ἰδεῖν φύσιν οὐκ ἔχει, ἐν ἑαυτῷ δὲ καθάπερ ἐν κατόπτρῳ βλέπει τὸν ἥλιον· αἱ γὰρ τῆς ἀληθινῆς ἐκείνης καὶ θείας ἀρετῆς ἀκτῖνες τῷ κεκαθαρμένῳ βίῳ διὰ τῆς ἀπορρεούσης αὐτῶν ἀπαθείας ἐλλάμπουσαι ὁρατὸν ποιοῦσιν ἡμῖν τὸ ἀόρατον καὶ ληπτὸν τὸ ἀπρόσιτον τῷ ἡμετέρῳ κατόπτρῳ ἐνζωγραφοῦσαι τὸν ἥλιον. ταὐτὸν δέ ἐστιν ὡς πρὸς τὸ ἐγκείμενον νόημα ἢ ἀκτῖνας εἰπεῖν ἡλίου ἢ τῆς ἀρετῆς ἀπορροίας ἢ τὰς ἀρωματικὰς εὐωδίας· ὅ τι γὰρ ἂν ἐκ τούτων πρὸς τὸν τοῦ λόγου σκοπὸν ὑποθώμεθα, ἓν ἐξ ἁπάντων 6. 91 ἐστὶ τὸ ἐγγινόμενον νόημα τὸ διὰ τῶν ἀρετῶν ἡμῖν τοῦ πάντα νοῦν ὑπερέχοντος ἀγαθοῦ τὴν γνῶσιν ἐγγίνεσθαι, ὥσπερ ἔστι διά τινος εἰκόνος τὸ ἀρχέτυπον κάλλος ἀναλογί σασθαι. οὕτω καὶ Παῦλος, ἡ νύμφη, ὁ διὰ τῶν ἀρετῶν τὸν νυμφίον μιμούμενος καὶ ζωγραφῶν ἐν ἑαυτῷ διὰ τοῦ εὐώδους τὸ ἀπρόσιτον κάλλος ἔκ τε τῶν καρπῶν τοῦ πνεύματος, ἀγάπης τε καὶ χαρᾶς καὶ εἰρήνης καὶ τῶν τοιούτων εἰδῶν, μυρεψῶν ταύτην τὴν νάρδον Χριστοῦ εὐωδίαν ἑαυτὸν ἔλεγεν εἶναι τὴν ἀπρόσιτον ἐκείνην καὶ ὑπερέχουσαν χάριν ἐν ἑαυτῷ ὀσφραινόμενος καὶ τοῖς ἄλλοις παρέχων ἑαυτὸν ὥσπερ τι θυμίαμα κατ' ἐξουσίαν ἀντιλαμβάνεσθαι, οἷς κατὰ τὴν προσοῦσαν ἑκάστῳ διάθεσιν ἢ ζωοποιὸς ἐγίνετο ἢ θανατηφόρος ἡ εὔπνοια· ὡς γὰρ τὸ αὐτὸ μύρον, εἰ κανθάρῳ καὶ περιστερᾷ προστεθείη, οὐ ταὐτὸν ἐφ' ἑκατέρων ἐργάζεται, ἀλλ' ἡ μὲν περιστερὰ ῥωμαλεωτέρα διὰ τῆς εὐπνοίας τοῦ μύρου γίνεται, ὁ δὲ κάνθαρος φθείρεται, οὕτω καὶ ὁ μέγας Παῦλος, τὸ θεῖον ἐκεῖνο θυμίαμα, εἰ μέν τις ἦν περιστερὰ κατὰ Τίτον ἢ Σιλουανὸν ἢ Τιμόθεον, συμμετεῖχεν αὐτῷ 6. 92 τῆς εὐωδίας τοῦ μύρου προκόπτων ἐν παντὶ καλῷ τοῖς κατ' αὐτὸν ὑποδείγμασιν, εἰ δὲ Δημᾶς τις ἦν ἢ Ἀλέξανδρος ἢ Ἑρμογένης, οὐ φέροντες τὸ τῆς ἐγκρατείας θυμίαμα κανθάρων δίκην ὑπὸ τῆς εὐωδίας ἐφυγαδεύοντο. οὗ χάριν ἔλεγεν ὁ τοῖς τοιούτοις εὐπνοῶν μύροις ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. εἰ δέ τι συγγενὲς καὶ ἡ εὐαγγελικὴ νάρδος ἔχει πρὸς τὸ μύρον τῆς νύμφης, ἔξεστι τῷ βουλομένῳ διὰ τῶν γεγραμ μένων ἀναλογίσασθαι, τίς ἦν ἐκείνη ἡ νάρδος ἡ πιστική, ἡ πολύτιμος, ἡ καταχεθεῖσα μὲν τῆς κεφαλῆς τοῦ κυρίου, πάντα δὲ τὸν οἶκον τῆς εὐωδίας πληρώσασα· τάχα γὰρ οὐκ ἀπεξένωται τοῦ μύρου τὸ μύρον, ὃ τῇ νύμφῃ μὲν τὴν ὀσμὴν τοῦ νυμφίου δίδωσιν, ἐν δὲ τῷ εὐαγγελίῳ αὐτοῦ καταχεθὲν τοῦ κυρίου πληροῖ τῆς εὐωδίας τὸν οἶκον, ἐν ᾧ τὸ συμπόσιον ἦν. δοκεῖ γάρ μοι κἀκεῖ προφητικῷ τινι πνεύματι προμηνῦσαι διὰ τοῦ μύρου ἡ γυνὴ τὸ τοῦ θανάτου μυστήριον, καθὼς μαρτυρεῖ τοῖς παρ' αὐτῆς γεγενημένοις ὁ κύριος λέγων ὅτι Προέλαβεν εἰς τὸ ἐνταφιάσαι με. καὶ τὸν οἶκον τὸν πληρωθέντα τῆς εὐωδίας ἀντὶ παντὸς τοῦ κόσμου καὶ ὅλης τῆς οἰκουμένης νοεῖν ὑποτίθεται εἰπὼν ὅτι 6. 93 Ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, ἡ ὀσμὴ τοῦ μύρου συνδιαδοθήσεται τῷ τοῦ εὐαγγελίου κηρύγματι καὶ μνημόσυνον ἔσται, φησί, ταύτης τὸ εὐαγγέλιον. οὐκοῦν ἐπειδὴ ἐν μὲν τῷ Ἄισματι τῶν ᾀσμάτων ἡ νάρδος τὴν ὀσμὴν τοῦ νυμφίου τῇ νύμφῃ δίδωσιν, ἐν δὲ τῷ εὐαγγελίῳ ὅλου τοῦ σώματος τῆς ἐκκλησίας ἐν πάσῃ τῇ οἰκουμένῃ καὶ ἐν παντὶ τῷ κόσμῳ χρῖσμα ἡ εὐωδία γίνεται ἡ τότε τὸν οἶκον πληρώσασα, τάχα τις εὑρίσκεται κοινωνία διὰ τούτων ἐν ἀμφοτέροις, ὡς ἓν τὰ δύο δοκεῖν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ἡ δὲ ἐφεξῆς ῥῆσις καταλλήλως μὲν τῇ τοῦ ἐπιθαλαμίου δράματος ὑποθέσει ὡς παρὰ τῆς ἐν παστάδι παρεσκευασμένης ἔχειν δοκεῖ, μείζονα δὲ καὶ τελειοτέραν ἐμφαίνει φιλοσοφίαν, ἣν κατορθῶσαι μόνων τῶν ἤδη τετελειωμένων ἐστίν. τί οὖν ἐστι τὸ εἰρημένον; Ἀπόδεσμος στακτῆς ἀδελφιδός μου ἐμοί· ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται· φασὶν ἐπιμέλειαν εἶναι ταῖς φιλοκόσμοις τῶν γυναικῶν μὴ τοῖς ἔξωθεν προκοσμήμασι μόνον ἐπινοεῖν ἑαυταῖς τὸ ἐπὶ τῶν συμβιούντων ἐράσμιον, 6. 94 ἀλλ' ἐπιτηδεύειν διά τινος εὐπνοίας ἡδίω τὰ σώματα τοῖς ἑαυτῶν ἀνδράσι φαίνεσθαι τὸ καταλλήλως ἐνεργοῦν πρὸς τὴν τοιαύτην χρείαν ἄρωμα ἐντὸς τῆς κατὰ τὴν ἐσθῆτα περιβολῆς ἀποκρύπτουσαι· οὗ τὸν οἰκεῖον ἀτμὸν ἐκδιδόντος καὶ τὸ σῶμα τῇ τοῦ ἀρώματος εὐπνοίᾳ συγκαταχρώννυται. ταύτης δὲ οὔσης ἐν αὐταῖς τῆς συνηθείας οἷον τολμᾷ ἡ μεγαλόφρων αὕτη παρθένος. ἐμοί, φησίν, ἀπόδεσμος, ὃν ἐξαρτῶ τοῦ αὐχένος ἐπὶ τὸ στῆθος, δι' οὗ τὴν εὐοσμίαν παρέχω τῷ σώματι, οὐκ ἄλλο τι τῶν εὐπνοούντων ἀρωμάτων ἐστίν, ἀλλ' αὐτὸς ὁ κύριος στακτὴ γενόμενος ἔγκειται ἐν τῷ ἀποδέσμῳ τῆς συνειδήσεως, αὐτῇ μου τῇ καρδίᾳ ἐναυλιζόμενος. ἡ γὰρ τοπικὴ τῆς καρδίας θέσις ἐν τῷ μέσῳ τῶν μαζῶν παρὰ τῶν τὰ τοιαῦτα ἐπεσκεμμένων εἶναι λέγεται. ἐκεῖ δέ φησιν ἡ νύμφη ἔχειν τὸν ἀπόδεσμον, ἐν ᾧ τόπῳ τὸ ἀγαθὸν θησαυρίζεται. ἀλλὰ καὶ πηγήν τινα τοῦ ἐν ἡμῖν θερμοῦ τὴν καρδίαν φασίν, ἀφ' ἧς διὰ τῶν ἀρτηριῶν ἐφ' ἅπαν ἡ θερμότης τὸ σῶμα καταμερίζεται, δι' ἧς ἔνθερμά τε καὶ ζωτικὰ τὰ μέλη τοῦ σώματος γίνεται τῷ πυρὶ τῆς καρδίας ὑποθαλπόμενα, ἡ τοίνυν ἐν τῷ ἡγεμονικῷ παραδεξαμένη τοῦ κυρίου τὴν εὐωδίαν καὶ τὴν καρδίαν ἑαυτῆς ἔνδεσμον τοῦ τοιούτου ποιήσασα θυμιάματος πάντα τὰ καθ' ἕκαστον τοῦ βίου ἐπιτηδεύματα οἷόν τινος σώματος μέλη ζέειν 6. 95 παρασκευάζει τῷ ἐκ τῆς καρδίας διήκοντι πνεύματι μηδεμιᾶς ἀνομίας τὴν πρὸς τὸν θεὸν ἀγάπην ἐν μηδενὶ μέλει τοῦ σώμα τος καταψυχούσης. Ἀλλ' ἐπὶ τὸν ἐφεξῆς λόγον μετέλθωμεν. ἀκούσωμεν, τί ἡ ἄμπελος ἡ εὐθηνοῦσα περὶ τῶν καρπῶν ἑαυτῆς διαλέγεται ἡ ἐν πᾶσι τοῖς κλίτεσι τῆς τοῦ θεοῦ οἰκίας, καθώς φησιν ὁ προφήτης, διηπλωμένη καὶ διὰ τῶν τῆς ἀγάπης ἑλίκων περιελισσομένη τῇ θείᾳ τε καὶ ἀκηράτῳ ζωῇ. Βότρυς, φησί, τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶνι ἐν Γαδί. τίς οὕτω μακάριος, μᾶλλον δὲ τίς οὕτω κρείττων πάσης μακα ριότητος, ὥστε τὸν ἴδιον καρπὸν βλέπων ἐν αὐτῷ τῷ βότρυϊ τῆς ἑαυτοῦ ψυχῆς ὁρᾶν τὸν τοῦ ἀμπελῶνος δεσπότην; ἰδοὺ γὰρ ὅσον ηὐξήθη ἐν τῇ ἰδίᾳ νάρδῳ τοῦ νυμφίου ἐπιγνοῦσα τὴν εὔπνοιαν· ἡ στακτὴν αὐτὸν εὐώδη ποιησαμένη καὶ διαλαβοῦσα τῷ τῆς καρδίας ἐνδέσμῳ τὸ ἄρωμα, ὡς ἂν παραμένοι αὐτῇ τὸ ἀγαθὸν διὰ παντὸς ἀδιάπνευστον, μήτηρ τοῦ θείου βότρυος γίνεται τοῦ πρὸ μὲν τοῦ πάθους κυπρίζον τος, ὅπερ ἐστὶν ἀνθοῦντος, ἐν δὲ τῷ πάθει τὸν οἶνον προχέον τος. ὁ γὰρ τὴν καρδίαν ἡμῶν εὐφραίνων οἶνος αἷμα σταφυλῆς 6. 96 μετὰ τὴν τοῦ πάθους οἰκονομίαν γίνεταί τε καὶ ὀνομάζεται. διπλῆς οὖν οὔσης ἐν τῷ βότρυϊ τῆς ἀπολαύσεως, τῆς μὲν ἐκ τοῦ ἄνθους, ὅταν εὐφραίνῃ τῇ εὐοσμίᾳ τὰ αἰσθητήρια, τῆς δὲ διὰ τοῦ τελειωθέντος ἤδη καρποῦ, ὅταν ὑπάρχῃ κατ' ἐξου σίαν ἢ τῆς βρώσεως κατατρυφᾶν ἢ ἐν συμποσίοις τῷ οἴνῳ φαιδρύνεσθαι ἐνταῦθα ἡ νύμφη ἔτι τὸν ἀνθοῦντα βότρυν καρποφορεῖ κύπρον τὴν οἰνάνθην κατονομάζουσα· τὸ γὰρ γεννηθὲν ἡμῖν παιδίον, ὁ Ἰησοῦς ὁ ἐν τοῖς δεξαμένοις αὐτὸν διαφόρως προκόπτων σοφίᾳ τε καὶ ἡλικίᾳ καὶ χάριτι οὐκ ἐν πᾶσιν ὁ αὐτός ἐστιν, ἀλλὰ πρὸς τὸ μέτρον τοῦ ἐν ᾧ γίνεται, καθὼς ἂν ὁ χωρῶν αὐτὸν ἱκανῶς ἔχῃ, τοιοῦτος φαίνεται ἢ νηπιάζων ἢ προκόπτων ἢ τελειούμενος κατὰ τὴν τοῦ βότρυος φύσιν, ὃς οὐ πάντοτε μετὰ τοῦ αὐτοῦ εἴδους ἐπὶ τῆς ἀμπέλου ὁρᾶται, ἀλλὰ συνεξαλλάσσει τῷ χρόνῳ τὸ εἶδος, ἀνθῶν, κυπρίζων, τελειούμενος, πεπαινό μενος, οἶνος γενόμενος. ἐπαγγέλλεται τοίνυν ἡ ἄμπελος τῷ ἰδίῳ καρπῷ, ὃς οὔπω μέν ἐστι πρὸς οἶνον ὥριμος, ἀλλ' 6. 97 ἀναμένει τὸ πλήρωμα τῶν καιρῶν, οὐ μὴν ὡς εἰς τρυφὴν ἀναπόλαυστος· τὴν ὄσφρησιν γὰρ εὐφραίνει ἀντὶ τῆς γεύσεως τῇ προσδοκίᾳ τῶν ἀγαθῶν τοῖς ἀτμοῖς τῆς ἐλπίδος ἡδύνων τὰ τῆς ψυχῆς αἰσθητήρια· τὸ γὰρ πιστόν τε καὶ ἀναμφίβολον τῆς ἐλπιζομένης χάριτος ἀπόλαυσις τοῖς δι' ὑπομονῆς ἀπεκδεχομένοις τὸ προσδοκώμενον γίνεται. οὗτος οὖν ὁ τῆς κύπρου βότρυς ἐστί, βότρυς οἶνον ἐπαγγελλόμενος, οὔπω δὲ οἶνος γινόμενος, ἀλλὰ διὰ τοῦ ἄνθους (ἡ δὲ ἐλπὶς τὸ ἄνθος ἐστί) τὴν ἐσομένην χάριν πιστούμενος. ἡ δὲ τοῦ Γαδὶ προσθήκη σημαίνει τὸν πίονα χῶρον, ᾧ ἐνριζωθεῖσα ἡ ἄμπελος εὔτροφον καὶ ἡδὺν τὸν καρπὸν ἀπεργάζεται· οὕτω γὰρ οἱ τοπικῶς ἱστορήσαντες λέγουσι τὸν κλῆρον τοῦ Γὰδ ἐπιτηδείως ἔχειν πρὸς εὐτροφίαν βοτρύων. ἐπειδὴ τοίνυν ὁ τῷ νόμῳ τοῦ κυρίου σύμφωνον ἔχων τὸ θέλημα καὶ διὰ πάσης νυκτός τε καὶ ἡμέρας ταύτην τὴν μελέτην ποιούμενος ἀειθαλὲς γίνεται δένδρον ταῖς τῶν ὑδάτων ἐπιρροαῖς πιαινόμενος καὶ ἐν τῷ καθήκοντι καιρῷ τὸν καρπὸν παρεχόμενος, τούτου χάριν καὶ ἡ τοῦ νυμφίου ἄμπελος ἐν τῷ 6. 98 Γαδί, τῷ πίονι τούτῳ τόπῳ ἐρριζωμένη (τουτέστιν ἐν βαθείᾳ τῇ διανοίᾳ τῇ διὰ τῶν θείων διδαγμάτων καταρδομένῃ) καὶ αὔξουσα τὸν εὐανθῆ τοῦτον καὶ κυπρίζοντα βότρυν ἐκαρποφόρησεν, ᾧ τὸν γεωργόν τε καὶ φυτηκόμον ἑαυτῆς ἐνορᾷ. ὡς μακάριον τὸ τοιοῦτον γεώργιον, οὗ ὁ καρπὸς πρὸς τὴν τοῦ νυμφίου ὁμοιοῦται μορφήν. ἐπειδὴ γὰρ φῶς ἀληθινόν ἐστιν ἐκεῖνος καὶ ἀληθινὴ ζωὴ καὶ δικαιοσύνη ἀληθής, καθὼς ἡ Σοφία φησί, καὶ πάντα τὰ τοιαῦτα, ὅταν τις διὰ τῶν ἔργων ταῦτα γένηται, ἃ ἐκεῖνός ἐστιν, οὗτος τὸν τῆς ἰδίας συνειδήσεως βότρυν βλέπων αὐτὸν τὸν νυμφίον ἐν τούτῳ βλέπει τῇ φωτεινῇ τε καὶ ἀκηλιδώτῳ ζωῇ τὸ φῶς τῆς ἀληθείας ἐνοπτριζόμενος. διὰ τοῦτό φησιν ἡ ἄμπελος ἡ εὐθηνοῦσα, ὅτι ἐμὸς βότρυς ὁ διὰ τοῦ ἄνθους κυπρίζων αὐτὸς ἐκεῖνός ἐστιν ὁ ἀληθινὸς βότρυς, ὁ ἐπὶ τῶν ξυλίνων ἀναφορέων ἑαυτὸν δείξας, οὗ τὸ αἷμα τοῖς σῳζομένοις τε καὶ εὐφραινο 6. 99 μένοις πότιμόν τε καὶ σωτήριον γίνεται, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note