Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Basilium fratrem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1
Οὕτως οὖν, ἀδελφοί, καὶ ἡμεῖς μιμησάμενοι τῇ σωφροσύνῃ τὸν σώφρονα οἷς ποιοῦμεν, κατ' ἀξίαν τὴν ἀρετὴν ἐπαινέσωμεν, καὶ τὰ ἄλλα πάντα ὡσαύτως τὸ θαῦμα τοῦ σοφοῦ ἐν τῇ μετουσίᾳ τῆς σοφίας πληρούσθω· ὁ τῆς ἀκτημοσύνης ἔπαινος ἐν τῷ καὶ ἡμᾶς γενέσθαι τῆς ὑλικῆς περιουσίας ἀκτήμονας· ἡ ὑπεροψία τοῦ κόσμου τούτου μὴ λεγέσθω μόνον, ὅτι ἐστί τις ἐπαινετὴ καὶ ἐπίδοξος· ἀλλὰ μάρτυς τῆς ὑπεροψίας τῶν κατὰ τὸν κόσμον σπουδαζομένων ὁ βίος ἔστω. μὴ λέγε μόνον ὅτι τῷ Θεῷ ἐκεῖνος ἀνέκειτο, ἀλλὰ ἀνάθες καὶ σὺ σεαυτὸν τῷ Θεῷ· μήθ' ὅτι μόνον ἦν αὐτῷ κτῆμα ἡ ἐλπιζομένη ἀνάπαυσις, ἀλλὰ καὶ σὺ θησαύρισον σεαυτῷ τοῦτον τὸν πλοῦτον ὥσπερ ἐκεῖνος· ἔξεστι γάρ. μετέθηκεν ἐκεῖνος ἀπὸ γῆς εἰς οὐρανὸν τὸ πολίτευμα, μετάθες καὶ σύ. τοῖς ἀσύλοις τοῦ οὐρανοῦ θησαυροφυλακείοις τὸν ἴδιον ἐναπέθετο πλοῦτον, μίμησαι διὰ τούτων καὶ σὺ τὸν διδάσκαλον. κατηρτισημένος γὰρ ἔσται μαθητὴς ὡς ὁ διδάσκαλος αὐτοῦ. καὶ γὰρ ἐν τοῖς λοιποῖς ἐπιτηδεύμασιν, ὁ ἰατρῷ μαθητεύσας, ἢ γεωμέτρῃ, ἢ ῥήτορι, ἀναξιόπιστος ἐπαινέτης τῆς τοῦ διδασκάλου τέχνης γενήσεται, εἰ τῷ μὲν λόγῳ θαυμάζοι τοῦ καθηγητοῦ τὴν ἐπιστήμην, ἐφ' ἑαυτοῦ δὲ δεικνύοι μηδὲν τοῦ θαύματος ἄξιον. ἐρεῖ γάρ τις πρὸς αὐτόν· πῶς λέγεις ἰατρὸν τὸν ἑαυτοῦ διδάσκαλον, αὐτὸς ἀνιάτρευτος ὤν; ἢ πῶς μαθητὴν σεαυτὸν τοῦ γεωμέτρου λέγεις ἀπείρως τῆς γεωμετρίας ἔχων; ἀλλ' εἴ τις ἐν ἑαυτῷ δείκνυσι τὴν τέχνην ᾗ ἐμαθήτευσε, σεμνύνει τῇ καθ' ἑαυτὸν ἐπιστήμῃ τὸν τῆς τέχνης καθηγησάμενον. οὕτω καὶ ἡμεῖς οἱ Βασίλειον αὐχοῦντες διδάσκαλον τῷ βίῳ δείξωμεν τὴν μαθητείαν, ἐκεῖνο γινόμενοι, ὅπερ αὐτὸν ὀνομαστόν τε καὶ μέγαν Θεῷ καὶ ἀνθρώποις ἐποίησεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note