In Basilium fratrem
Gregory of Nyssa (gregory-of-nyssa)Frat 24 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Ἀλλὰ μὴν διὰ τῶν κεχαρισμένων ἐκείνῳ προσαγαγεῖν πρέπον ἂν εἴη τὴν μνήμην. οὐκοῦν σκεπτέον ὅπως διαθέντες τὴν ἑορτὴν κεχαρισμένως τῷ ἁγίῳ πανηγυρίσωμεν. ἆρά τις ἐπιζητήσει τὸν ἐπιδεικτικὸν ἐπ' αὐτοῦ καὶ κομπώδη τῶν ἐγκωμίων τρόπον; πατρίδα καὶ γένος, καὶ τὴν ἐκ γονέων ἀνατροφήν, καὶ τὰ καθ' ἕκαστον τοῦ βίου ἐπιτηδεύματα, οἷς συνηυξήθη τε καὶ συνήκμασε, καὶ δι' ὧν τὸ περιφανές τε καὶ περίβλεπτον ἔσχεν ἐν ἀνδράσι γενόμενος; ἀλλὰ παρωθεῖται πᾶσαν τὴν κομπώδη ταύτην ὑψηγορίαν τὸ μέγεθος τῶν περὶ αὐτὸν θεωρουμένων καλῶν, ὅτι πρὸς τοὐναντίον ἐκβαίνει τὸ σπουδαζόμενον, τῷ μὴ εἶναι δύναμιν ἐν λόγοις τοιαύτην, ἥτις τοῦ μεγέθους τῶν θαυμάτων πρὸς ἀξίαν ἐφάψεται. ὡς ἂν οὖν μὴ τῇ μικροφυΐᾳ τοῦ λόγου συγκαθαιρεθείη τὸ θαῦμα, καὶ τῆς ἐν ἑκάστῳ νῦν περὶ αὐτοῦ δόξης γένοιτό τις διὰ τῶν ἐπαινεῖν ἐπιχειρούντων ἐλάττωσις, κρεῖττον ἂν εἴη τῇ σιωπῇ μᾶλλον αὔξειν ἐν ἑαυτοῖς τὸ θαῦμα, ἢ διὰ τοῦ λόγου κατα σμικρύνειν τὸν ἔπαινον. τί γὰρ ἄν τις τοιοῦτον εἰπὼν σεμνότερον αὐτὸν ἀπεργάσαιτο; ἆρα δέξαιτο ἂν ἐκεῖνος τὴν διὰ σαρκός τε καὶ αἵματος λεγομένην εὐγένειαν ἐν ἐπαίνων μέρει παραληφθῆναι; καὶ τίς οὐκ οἶδεν τοῦ μεγάλου τὴν περὶ τὴν σάρκα διάθεσιν, ὡς ἐναντίως πρὸς αὐτὴν εἶχεν, καθάπερ ἀνδράποδόν τι δραπετικὸν ἀεὶ τοῖς ἐκ τῶν λογισμῶν δεσμοῖς περιβάλλων, καὶ διὰ τῆς ἀκροτάτης κακοπαθείας τε καὶ ἐγκρατείας, μαστίζων τε καὶ στρεβλῶν τὸν μαστιγίαν ἐκεῖνον δοῦλον τὸ σῶμα, οἷόν τις ἀπαραίτητος δεσπότης οὐδε μίαν ἄνεσιν ἐνδιδοὺς τῷ δεσμώτῃ; τὸν οὖν οὕτως ἔχοντα περὶ τὴν σάρκα διὰ τῆς σωματικῆς εὐγενείας ἀποσεμνύνειν τῶν ἀλογωτάτων ἂν εἴη. πῶς γὰρ ὑπὸ τούτου νῦν τιμηθήσεται ᾧ παρὰ τὴν ζωὴν ἐπῃσχύνετο; ὁμοίως δὲ καὶ τῆς πατρίδος ἡ μνήμη τῷ περὶ τοῦ γένους συνεκβάλλεται λόγῳ. ὁ γὰρ παντὸς ὑπερθεὶς ἑαυτὸν τοῦ κόσμου καὶ οἷον στενοχωρούμεν ος ἐν πάσῃ τῇ αἰσθητῇ τῶν στοιχείων φύσει, ὡς μηδὲ τὸν οὐρανὸν φέρειν ἑαυτοῦ ὑπερκείμενον· ἀλλ' εἰς τὸ ἐπέκεινα ἵεσθαι τῇ ψυχῇ καὶ ὑπερκύπτοντα τὴν αἰσθητὴν τοῦ κόσμου περιο χὴν ἀεὶ τοῖς νοητοῖς ἐμβατεύειν καὶ συμμετεωροπορεῖν ταῖς θείαις δυνάμεσι, μηδὲν τῷ σωματικῷ ἐφολκίῳ πρὸς τὴν τοῦ νοῦ πορείαν ἐμποδιζόμενος· πότε ἂν δέξαιτο μέρει τινὶ τῆς γῆς ἑαυτὸν ἐπονομάζειν καὶ διὰ τῆς τοῦ τόπου εὐφυΐας ἑαυτῷ τοὺς ἐπαίνους συνερανίζεσθαι; ὕβρις γὰρ ἂν εἴη καὶ τῶν ἀληθινῶν ἐπαίνων ἐλάττωσις, εἰ τῆς ἀρετῆς προκει μένης τῇ θεωρίᾳ, ὕδωρ, καὶ φύλλα, καὶ βῶλος, καὶ τὰ τοιαῦτα θαυμάζοιτο. ἄλλως τε πᾶν ὃ μὴ προαιρέσεως γίνεται κτῆμα, κἂν ὅτι μάλιστα καλὸν ᾖ, οὐδεμίαν εὐφημίαν ἐκείνῳ φέρει ᾧ κατὰ τὸ αὐτὸ συνηνέχθη. οὐκοῦν σιωπάσθω πατρὶς καὶ γένος καὶ πᾶν τὸ τοιοῦτον, ὃ τῇ αὐτομάτῳ συντυχίᾳ τοῖς ἐπιτυχοῦσι συμφέρεται. ἐκείνης δ' ἄν τις εἰκότως ἐπ' αὐτοῦ μνησθείη πατρίδος τε καὶ εὐγενείας ἢ διὰ προαιρέσεως τοῖς ἐσπουδακόσι προσγίνεται.