In Basilium fratrem
Gregory of Nyssa (gregory-of-nyssa)Frat 17 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Ἡ δὲ ἱερωσύνη τοῦ διδασκάλου μιμεῖται τὰ τῆς ἱερωσύνης τοῦ προφήτου αἰνίγματα, διὰ τοῦ τρισσεύειν ἐν τῷ λόγῳ τῆς πίστεως τὸ οὐράνιον πῦρ πρὸς τὰς ἱερουργίας ἐφελκομένη. πῦρ δὲ τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν καλεῖσθαι πολλαχῆ παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν. αὐχμὸν δὲ γῆς ὁ διδάσκαλος οὔτε ἔλυσεν, οὔτε ἐπήγαγεν. ἐκεῖ δὲ ὁ μέγας προφήτης πλήξας τῇ μάστιγι τῆς ἀνομβρίας τὴν γῆν, ὁ αὐτὸς καὶ ἰατρὸς τοῦ τραύματος γίνεται ἐφάμιλλον τῇ ἀλγηδόνι τῆς μάστιγος τὴν ἐκ τῆς θεραπείας ἄνεσιν αὐτοῖς χαριζόμενος. εἰ δὲ χρή τι καὶ πρὸς τοῦτο τοῦ καθ' ἡμᾶς Ἠλίου θαῦμα εἰπεῖν· θείᾳ βουλήσει τῆς τοιαύτης ποτὲ συμφορᾶς ἀπειληθείσης καὶ ξηροῦ παντὸς τοῦ χειμερίου καιροῦ παραδραμόντος καὶ μηδεμιᾶς καρπῶν ὑποφαινο μένης ἐλπίδος, τότε προσπεσὼν τῷ Θεῷ ὁ διδάσκαλος μέχρι τῆς ἀπειλῆς τὸν φόβον ἔστησεν λιταῖς τὸ Θεῖον ἱλεωσάμενος καὶ λύσας διὰ προσευχῶν τὴν τῆς ἀνομβρίας κατήφειαν. ἀλλὰ καὶ τῆς τοῦ λιμοῦ παραμυθίας ἣν ἐπὶ μιᾶς ἐνεδείξατο χήρας ὁ μέγας Ἠλίας ἔχει τι καὶ ὁ καθ' ἡμᾶς βίος ἐπὶ τοῦ διδασκάλου ὁμοίωμα. λιμοῦ γάρ ποτε χαλεποῦ καταπονοῦντος αὐτήν τε τὴν πόλιν ἐν ᾗ διαιτώμενος ἐτύγχανεν καὶ πᾶσαν τὴν ὑποτελοῦσαν τῇ πόλει χώραν τὰς ἑαυτοῦ κτήσεις ἀποδόμενος καὶ εἰς τροφὰς διαμείψας τὰ χρήματα, ὅτε σπάνιον ἦν καὶ τοὺς σφόδρα παρεσκευασμένους τράπεζαν ἑαυτοῖς παραστή σασθαι, διήρκεσεν ἐκεῖνος ἐν παντὶ τῷ χρόνῳ τοῦ λιμοῦ τρέφων τούς τε πανταχόθεν συρρέοντας καὶ τὴν νεολέαν παντὸς τοῦ δήμου τῆς πόλεως, ὡς καὶ τοῖς τῶν Ἰουδαίων παισὶν ἐκ τοῦ ἴσου προτιθέναι τῆς φιλανθρωπίας ταύτης τὴν μετουσίαν.