Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Basilium fratrem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1
Τίνα οὖν ἐστιν ὅσα τοῦ διδασκάλου ἡμῶν πρὸς τὰ ἐν τῷ προφήτῃ θεωρούμενα τὴν κοινωνίαν ἔχει; ζῆλος πίστεως, δυσμένεια κατὰ τῶν ἀθετούντων, ἀγάπη πρὸς τὸν Θεόν, ἐπιθυμία τοῦ ὄντως ὄντος πρὸς οὐδὲν τῶν ὑλικῶν ἀπορρέουσα, ζωὴ διὰ πάντων ἐξητασμένη, βίος κατεσκληκώς, βλέμμα τῷ τόνῳ τῆς ψυχῆς συντεινόμενον, σεμνότης ἀνεπιτήδευτος· ἡσυχία λόγου ἐνεργεστέρα, φροντὶς περὶ τῶν ἐλπιζομένων, καταφρόνησις τῶν ὁρωμένων, ὁμοτιμία πρὸς πᾶν τὸ φαινόμενον, εἴτε τις τῶν ὑπερόγκων ἐν ἀξιώματι τύχοι, εἴτε τῶν ταπεινῶν τε καὶ ἀπερριμμένων προφαίνοιτο. ταῦτά ἐστι καὶ τὰ τοιαῦτα ἐν οἷς μιμεῖται ὁ τοῦ διδασκάλου βίος τὰ τοῦ Ἠλίου θαύματα. εἰ δέ τις προφέρει τῶν τεσσαράκοντα ἡμερῶν τὴν ἀσιτίαν, καὶ ἡμεῖς τοῦ διδασκάλου τὴν διὰ παντὸς τοῦ βίου ὀλιγοσιτίαν ἀντιπροσοίσομεν. γειτνιάζει γάρ πως τῷ ἀσίτῳ τὸ ὀλιγόσιτον καὶ μάλιστα ὅταν τὸ μὲν ἐν ὀλίγῳ γένηται χρό νῳ, τὸ δὲ πρὸς πάντα διαρκέσῃ τὸν βίον. ἄλλως τε κἀκεῖ μὲν ὁ ὀλυρίτης ἐκεῖνος ἐγκρυφίας διεκράτει τοῦ προφήτου τὸν τόνον ἔχων τι πάντως ἐν ἑαυτῷ τοιοῦτον, ᾧ συνετηρεῖτο τοῦ προσενεγκαμένου τὴν τροφὴν ταύτην ἡ δύναμις. τεκμήριον δὲ ὅτι οὐχὶ τῶν ὁμοφύλων τις αὐτῷ σιτοποιήσας τὴν τροφὴν παρεθήκατο, ἀλλ' ἀγγελικῆς παρασκευῆς ἐνεφορήθη. ὅθεν αὐτῷ πλήρης τε καὶ ἀδιάπνευστος ἦν ἡ διὰ τῆς τροφῆς ἐκείνης ἐγγινομένη τῷ σώματι δύναμις. ἐνταῦθα δὲ οὐδὲν καινοτομηθείσης τῆς συνηθείας, μέτρον τῆς τροφῆς ὁ λογισμὸς ἦν τοσοῦτον παρέχων τῷ σώματι οὐχ ὅσον ἡ φύσις ἐβούλετο, ἀλλ' ὅσον ὁ τῆς ἐγκρατείας ἐνεκελεύετο νόμος.

Intertext edge

Open linked passage

Note