In Basilium fratrem
Gregory of Nyssa (gregory-of-nyssa)Frat 15 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Ἆρα τολμήσαιμεν καὶ ἐπὶ τὸν ὑψηλὸν Ἠλίαν ἀναβῆναι τῷ λόγῳ, καὶ δεῖξαι τὸν καθ' ἡμᾶς διδάσκαλον πρὸς τὴν ἐκείνου χάριν τῷ βίῳ τῷ καθ' ἑαυτὸν ὁμοιούμενον; ἀλλὰ τὴν μὲν ἐπὶ τοῦ φλογίνου ἅρματος διφρείαν καὶ τὴν τῶν πυρίνων ἡνιόχησιν ἵππων καὶ τὴν πρὸς τὸ ὑπερκείμενον τῆς ἄνω λήξεως μεταχώρησιν μηδεὶς ἀπαιτείτω τὴν ἀνθρωπίνην φύσιν. οὐδὲ γὰρ ἐκεῖνος ἐν τοῖς ὅροις μένων τῆς φύσεως ἀπαθὴς ἐν τῷ πυρὶ διεσώζετο, πρὸς τὸ ἀνωφερές τε καὶ κοῦφον θείᾳ δυνάμει μετασκευάζων τὸ ἐμβριθές τε καὶ γήϊνον, μήθ' ὅτι τὸν ἑαυτοῦ λόγον οἷόν τινα κλεῖν ἐποιεῖτο τῆς ἐξ οὐρανοῦ χορηγίας, ἀνιείς τε ὅτε βούλοιτο καὶ ἀποκλείων πάλιν κατ' ἐξουσίαν ὅτε τοῦτο πράττειν ἄμεινον ᾤετο. ἀλλὰ καὶ τὸ εἰς πολὺν αὐτὸν διαρκέσαι χρόνον ἀπόσιτον, μιᾷ τροφῇ τοῦ ἐγκρυφίου ἐκείνου ὀλυρίτου ἐν ὁμοίῳ τὴν δύναμιν αὐτοῦ διασώζοντα μέχρις ἡμερῶν τεσσαράκοντα, παρείσθω καὶ τοῦτο ὡς μεῖζον ἢ κατὰ ἄνθρωπον. ἄπορος γὰρ τῇ ἀνθρωπίνῃ φύσει τῶν ὑπὲρ φύσιν ἡ μίμησις. σιγάσθω δὲ μετὰ τούτων ὅ τε βραχὺς ἐκεῖνος τοῦ ἀλεύρου κέραμος καὶ ὁ τοῦ ἐλαίου καμψάκης· διαρκῶν ἑκάτερος πρὸς τὴν χρείαν ἐν τῇ τῆς τροφῆς χορηγίᾳ, καὶ παντὶ τοῦ λιμοῦ τῷ χρόνῳ συμπαρατείνων τὴν χάριν εἰς ἔτη τρία καὶ μῆνας ἕξ. τὰ γὰρ τῆς ἄνωθεν ἐνεργείας θαύματα ἰδιά ζουσαν ἐπὶ τῶν ἔργων ἔχει τὴν δύναμιν. καὶ οὐκ ἄν τις εὐλόγως ἀνθρωπίνῃ φύσει τὰς τοιαύτας θαυματοποιίας λογίσαιτο.