In Basilium fratrem
Gregory of Nyssa (gregory-of-nyssa)Frat 14 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Οὕτω καὶ ἐν πᾶσι τοῖς κατ' ἀρετὴν αὐτῷ κεκριμένοις οὐδα μῶς καλαμώδης τις ἦν καὶ ἀβέβαιος τὴν διάνοιαν, ἀλλὰ διὰ πάντων ὁ βίος εἶχε τὸ ἐν τοῖς καλοῖς ἀμετάπτωτον. παρρη σιάζεται πρὸς τὸν Ἡρώδην Ἰωάννης, καὶ οὗτος πρὸς Οὐάλεντα. ἀντεξετάσωμεν δὲ πρὸς ἄλληλα τῶν ἀνδρῶν τούτων τὰ ἀξιώ ματα. ὁ μὲν μέρους τινὸς τῆς Παλαιστίνης ψήφῳ Ῥωμαίων τὴν δυναστείαν κεκλήρωτο· τούτου δὲ τῆς ἀρχῆς ὅρος ἦν ὅλος μικροῦ δεῖν ὁ τοῦ ἡλίου δρόμος ἐκ τῶν τῆς Περσίδος ὅρων εἰς Βρεττανούς τε καὶ τὰ ἔσχατα τοῦ Ὠκεανοῦ παρατείνων. καὶ τῆς μὲν πρὸς τὸν Ἡρώδην παρρησίας ἦν ὁ σκοπός, μὴ παρανομεῖν κατὰ γυναίου τινὸς ἀλλὰ κολάζειν ἐφ' ἑαυτοῦ τὴν ἐπιθυμίαν ὡς ἀπειρημένην τῷ νόμῳ. ἡ δὲ πρὸς Οὐάλεντα τοῦ διδασκάλου παρρησία τίς ἦν; ἄσυλόν τε καὶ ἀμίαντον τὴν πίστιν ἐᾷν, ἧς ἡ παρανομία πάσης τῆς οἰκουμένης ἄγος ἐγίνετο. ἀντιτιθέτω τοίνυν ὁ δίκαιος τῶν πραγμάτων ἐξεταστὴς τήν τε δυναστείαν τῇ δυναστείᾳ, καὶ τὸν σκοπὸν τῆς παρρησίας ταύτης πρὸς τὴν παρρησίαν ἐκείνην. ἐκεῖ μὲν γὰρ ἐν τῷ σώματι τοῦ Ἡρώδου τὸ ἄγος περιωρίζετο· ἐνταῦθα δὲ πάσης ἦν ἀδικία τῆς ἀνθρωπίνης φύσεως, ἡ παρανομία τῆς πίστεως. ἐκεῖνος μέχρι θανάτου ἐμμένει τῇ παρρησίᾳ· καὶ τούτῳ πέρας τῆς παρρησίας ἐξορία γίνεται, τοῦτο τοῦ βασιλέως ἀντὶ τῆς ἐπιθανατίου ψήφου καταδικάσαντος. ἀλλὰ καὶ Ἰωάννης ἀποθανὼν ζῇν ἐπιστεύετο· καὶ Βασιλείῳ παρ' αὐτῶν τῶν ἐχθρῶν ἡ τῆς ἐξορίας ἀναλύεται ψῆφος, οὐδὲν διὰ τῆς ἀπειλῆς μαλακισθέντι περὶ τὴν ἔνστασιν.