Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Basilium fratrem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Ἢ καὶ τὸν Ἰωάννην ἀντιπαραδεῖξαι τῷ διδασκάλῳ δοκεῖ; ἀλλὰ τὸ μὲν προτερεύειν ἐκεῖνον τῷ ἐν γεννητοῖς γυναικῶν καὶ περισσότερον ἔχειν τοῦ προφήτου τῆς θείας φωνῆς μαρτυρούσης, μανίας ἂν εἴη καὶ ἀσεβείας ἅμα ἄλλον ἀντιπαρεξαγαγεῖν τῷ τοιούτῳ βίῳ διὰ συγκρίσεως· ἀλλὰ τοῦ τοσούτου καὶ τοιούτου καὶ τὸ κατόπιν ἐλθεῖν, τῆς ἀνω τάτω μακαριότητος τὴν ἀπόδειξιν ἔχει. οὑτωσὶ δὲ τὸν λόγον κατανοήσωμεν. οὐκ ἦν οὔτε ἐν μαλακοῖς ἱματίοις ὁ Ἰω άννης, οὔτε κάλαμος ἦν ἀνέμοις ἐνσαλευόμενος. ἠσπάζετο δὲ πρὸ τῶν οἰκουμένων τὴν ἔρημον καὶ πάλιν τοῖς οἰκουμένοις ἐπεχωρίαζεν. μή τις ἄρα ἐπισκήψει τῷ λόγῳ, εἰ τοῦτο προσ μαρτυρήσει καὶ τῷ διδασκάλῳ ἡμῶν ἡ ἀλήθεια, ὡς ἐν τού τοις αὐτὸν τοῦ μεγάλου Ἰωάννου μὴ ἀπολείπεσθαι; τίς οὐκ οἶδεν ὅπως μαλακήν τε καὶ τεθρυμμένην τοῦ βίου δίαιταν πολεμίαν ἡγήσατο, ἐν παντὶ τὸ καρτερικὸν καὶ ἀνδρῶδες πρὸ τῶν ἡδέων θηρώμενος, ἡλίῳ θαλπόμενος, κρύει παραβαλλόμενος, νηστείαις καὶ ἐγκρατείαις καταγυμνάζων τὸ σῶμα, ταῖς πόλεσιν ὡς ἐν ἐρήμοις ἐνδιατρίβων οὐδὲν εἰς ἀρετὴν ἐκ τῆς συντυχίας παραβλαπτόμενος, καὶ πόλεις τὰς ἐρημίας ἀπεργαζόμενος; οὔτε γὰρ ἡ μετὰ τῶν πολλῶν διαγωγὴ τῆς ἀκριβοῦς τι καὶ ἀσφαλοῦς πολιτείας παρέτρεψεν. οὔτε, εἰ πρὸς ἑαυτὸν ἐπὶ τὴν ἐσχατιὰν ἐχώρησεν, γυμνωθῆναι τῶν ἐπ' ὠφελείᾳ συνόντων οἷός τε ἦν· ὥστε καὶ ἐπὶ τούτου καθ' ὁμοιότητα τοῦ Βαπτιστοῦ πόλιν τὴν ἔρημον γενέσθαι στενοχωρουμένην τοῖς ἐπιρρέουσιν. τὸ δὲ μὴ κάλαμον αὐτὸν εἶναι δι' εὐκολίας πρὸς τὰς ἐναντίας ὑπολή ψεις μετακλινόμενον δείκνυσι τὸ ἐν πᾶσι τοῖς παρὰ τὸν βίον κεκριμένοις αὐτῷ ἀμετάπτωτον. ἤρεσεν ἐξ ἀρχῆς ἡ ἀκτημοσύνη· πέτρα τις ἄσειστος ἡ κρίσις ἐγένετο· ἐπεθύμει διὰ καθαρότη τος προσεγγίζειν τῷ Θεῷ ὄρος ἦν ἡ ἐπιθυμία αὕτη, οὐ κάλα μος· οὐδέποτε γὰρ πρὸς τὰς ἀντιπνοίας τῶν πειρασμῶν ὑπεκλίνετο. τῆς δὲ πρὸς τὸν Θεὸν ἀγάπης τὸ πάγιον μόνου ἦν τοῦ Ἀποστόλου διὰ τῶν ἰδίων λόγων ἐνδείξασθαι, τῷ μήτε τὴν ζωήν, μήτε τὸν θάνατον, μὴ ἐνεστῶτα, μὴ μέλλοντα, μήτε τινὰ κτίσιν ἑτέραν δύνασθαι αὐτοῦ τὴν καρδίαν ἀπὸ τῆς πρὸς τὸν Θεὸν ἀγάπης παρώσασθαι.

Intertext edge

Open linked passage

Note