Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Basilium fratrem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ἀλλ' ἐρεῖ τις πάντως, ὅτι τρίτον οὐρανὸν εἶδεν ἐκεῖνος καὶ ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἂ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ἀλλ' οὐδὲ ἐκεῖνος φανερῶς διὰ τῆς σαρκὸς ταύτης τὴν τοιαύτην χάριν ἐδέξατο. οὐ γὰρ ἐπικρύπτεται τὴν ἀμφιβολίαν λέγων· Εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ Θεὸς οἶδεν. καὶ περὶ τούτου τολμήσας εἴποι τις ἂν ὅτι ἐν σώματι τοιοῦτον μὲν οὐδὲν εἶδεν, τῇ δὲ ἀσωμάτῳ καὶ νοητῇ θεωρίᾳ οὐκ ἔστιν ὅ τι τού των ἀφῆκεν ἀθέατον. μάρτυς δὲ τούτων ὁ παρ' αὐτοῦ λόγος, ὅν τε ἐφ' ἑαυτοῦ διεξῄει καὶ ὃν κατέλιπεν ἐν συγγράμμασιν. ἐκεῖνος ἀπὸ Ἱεροσολύμων ἐπὶ τὸ Ἰλλυρικὸν ἐν κύκλῳ περιελθὼν πᾶσι τοῖς διὰ μέσου τὸν εὐαγγελικὸν ἐκήρυξε λόγον· καὶ ὁ τούτου λόγος καὶ τὸ κήρυγμα πᾶσαν μικροῦ δεῖν τὴν οἰκουμένην διέλαβεν, ἐπ' ἴσης τοῖς Παύλου λόγοις παρὰ πάντων καὶ αὐτὸ σπουδαζόμενον. παρείσθω δὲ τὰ λοιπὰ δι' ὧν ὁ βίος τούτου πρὸς τὸν ἐκείνου συμφέρεται, οἷον ἐσταυρώθη τῷ κόσμῳ ἐκεῖνος, καὶ τούτῳ ὁ κόσμος. ἐνέκρωσε τὸ σῶμα ἐκεῖνος, ἐτελείωσε καὶ οὗτος ἐν ἀσθενείᾳ τὴν δύναμιν. Χριστὸς ἦν τὸ ζῇν ἀμφοτέροις, καὶ ὅμοιον ἑκατέρῳ κέρδος ὁ θάνατος, καὶ προτιμοτέρα τοῦ πεπλανημένου βίου ἡ πρὸς τὸν Δεσπότην ἀνάλυσις.

Intertext edge

Open linked passage

Note