Epistulae
Gregory of Nyssa (gregory-of-nyssa)Epis 9 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Τοιοῦτόν τι θέαμά φασιν ἐν τοῖς θεάτροις τοὺς θαυματοποιοῦντας τεχνάζεσθαι· μῦθον ἐξ ἱστορίας ἤ τινα τῶν ἀρχαίων διηγημάτων ὑπόθεσιν τῆς θαυματοποιΐας λαβόντες ἔργῳ τοῖς θεαταῖς διηγοῦνται τὴν ἱστορίαν. διηγοῦνται δὲ οὕτως τὰ κατάλληλα τῶν ἱστορουμένων· ὑποδύντες σχήματά τε καὶ πρόσωπα καὶ πόλιν ἐκ παραπετασμάτων ἐπὶ τῆς ὀρχήστρας δι' ὁμοιότητός τινος σχηματίσαντες καὶ τὸν τέως ψιλὸν τόπον τῇ ἐναργεῖ μιμήσει τῶν πραγμάτων οἰκειώσαντες, θαῦμα τοῖς θεωμένοις γίνονται αὐτοί τε οἱ μιμηταὶ τῶν ἐν τῇ ἱστορίᾳ πραγμάτων καὶ τὰ παραπετά
9.2.1
σματα, ἡ πόλις δή. τί οὖν μοι τὸ διήγημα βούλεται; ἐπειδὴ χρεία ἡμῖν τὴν μὴ οὖσαν πόλιν ὡς οὖσαν δεῖξαι τοῖς συνιοῦσι, παρακλήθητι γενέσθαι τῆς πόλεως ἡμῶν οἰκιστὴς αὐτοσχέδιος, αὐτῷ τῷ φανῆναι μόνον τὸ πόλιν εἶναι δοκεῖν
9.3.1
τὸν ἔρημον χῶρον παρασκευάσας. ἔστι δέ σοι καὶ ἡ ὁδὸς οὐ πολλὴ καὶ ἡ χάρις, ἣν δώσεις, σφόδρα πολλή· βουλόμεθα γὰρ σεμνοτέρους ἑαυτοὺς δεῖξαι τοῖς συνιοῦσιν, ἀντ' ἄλλου τινὸς κόσμου τῇ φαιδρότητι ὑμῶν καλλωπιζόμενοι.