Epistulae
Gregory of Nyssa (gregory-of-nyssa)Epis 6 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Διέσωσεν ἡμᾶς ὁ κύριος, ὡς εἰκὸς ἦν ὑπὸ τῶν σῶν προπεμφθέντας εὐχῶν, καί σοι τεκμήριον τῆς εὐμενείας
6.2.1
τοῦ θεοῦ σαφὲς διηγήσομαι. ὡς γὰρ ἤδη Κηλόσινα τὸ χωρίον κατόπιν ἑαυτῶν κατελίπομεν, ἀθρόον ἐγένετο νεφῶν συστροφὴ καὶ εἰς βαθὺν ζόφον ὁ ἀὴρ ἐξ αἰθρίας μετέπεσεν. ψυχρὰ δέ τις αὔρα τῶν νεφῶν διαπνέουσα, δροσώδης τε καὶ ὑγροτάτη τοῖς σώμασιν ἡμῶν προσπίπτουσα, ὅσον οὐδέπω τὸν ὑετὸν ἠπείλει, καὶ κατὰ τὸ εὐώνυμον βρονταὶ συνεχεῖς ὑπερρήγνυντο, καὶ ἀστραπαὶ ὀξεῖαί τε καὶ ἐπάλληλοι τῶν βροντῶν προηγοῦντο, τά τε ὄρη πάντα πρόσω τε καὶ ὀπίσω καὶ καθ' ἑκάτερα τῶν πλαγίων κατη
6.3.1
ρεφῆ τοῖς νέφεσιν ἦν. καὶ ἤδη ὑπὲρ κεφαλῆς ἡμῶν βραχεῖα νεφέλη πνεύματι βιαίῳ ὑποληφθεῖσα τὸν ὑετὸν ὤδινε, καὶ ἡμεῖς κατὰ τὸ Ἰσραηλιτικὸν θαῦμα, μέσοι πανταχόθεν τῶν ὑδάτων διειλημμένοι, ἄβροχοι τὴν μέχρις Οὐεστηνῆς ὁδὸν ἐπεράσαμεν· ἐν ᾗ καταχθέντων ἡμῶν ἤδη καὶ τὰς ἡμιόνους ἀναπαυσάντων, τότε παρὰ τοῦ θεοῦ ἐδόθη τῷ
6.4.1
ἀέρι τοῦ ὄμβρου τὸ σύνθημα. τριῶν δὲ ὡρῶν ἢ καὶ τεσσάρων ἐκεῖσε διαγαγόντων ἡμῶν, ὡς ἱκανῶς εἴχομεν τῆς ἀναπαύσεως, πάλιν διέσχεν ὁ θεὸς τὸν ὄμβρον, καὶ τὸ ὄχημα εὐδρομώτερον ἑαυτοῦ [ἢ πρόσθεν] ἦν, ἐν ὑγρῷ τε καὶ ἐπιπολαίῳ τῷ πηλῷ τοῦ τροχοῦ δι' εὐκολίας ἐνολι
6.5.1
σθαίνοντος. ἔστι δὲ ὁδὸς ἀπ' ἐκείνου ἐπὶ τὴν πολίχνην ἡμῶν πᾶσα ἐπιποτάμιος, κατὰ ῥοῦν συγκατιοῦσα τῷ ὕδατι, χωρία τε συνεχῆ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, παρόδια τὰ πάντα καὶ οὐ πολλῷ τῷ μέσῳ ἀπ' ἀλλήλων διῳκισμένα.
6.6.1
πᾶσα τοίνυν ἡ ὁδὸς ἐκ τῆς ἐπαλλήλου ταύτης οἰκήσεως, τῶν μὲν ὑπαντώντων τῶν δὲ παραπεμπόντων κατὰ τὸ συνεχές, ἀνθρώπων ἐπεπλήρωτο πολὺ τῇ ἡδονῇ καταμιγνύν
6.7.1
των τὸ δάκρυον. ἦν δὲ ψεκὰς ἀνεπαχθὴς τὸν ἀέρα ὑπονοτίζουσα· μικρὸν δὲ πρὸ τῆς πολίχνης εἰς βιαιότερον ὄμβρον τὸ ὑπερκείμενον συνεθλίβετο νέφος, ὥστε καθ' ἡσυχίαν ἡμῖν γενέσθαι τὴν εἴσοδον, μηδενὸς προαισθομένου
6.8.1
τῆς παρουσίας. ὡς δὲ ἤδη τῆς στοᾶς ἐντὸς ἐγενόμεθα, ἐπειδὴ διὰ ξηροῦ τοῦ ἐδάφους κατεκτύπει τὸ ὄχημα, οὐκ οἶδα ὅθεν ἢ ὅπως, ὡς ἐκ μηχανῆς τινος ἀθρόον ἀνεφάνη δῆμος κύκλῳ περὶ ἡμᾶς πεπυκνωμένοι, ὡς μηδὲ κατελθεῖν τοῦ ὀχήματος εὔπορον εἶναι· οὐ γὰρ ἦν εὑρεῖν τόπον κε
6.9.1
νὸν ἀνθρώπων. μόγις δὲ πείσαντες ἡμῖν τε δοῦναι καιρὸν πρὸς τὴν κάθοδον καὶ ταῖς ἡμιόνοις ἐπιτρέψαι τὴν πάροδον, ᾔειμεν παρὰ τῶν περιρρεόντων ἡμᾶς κατὰ πᾶν μέρος συνθλιβόμενοι, ὥστε τὴν ὑπερβάλλουσαν αὐτῶν φιλοφρο
6.10.1
σύνην μικροῦ δεῖν καὶ λειποθυμίας γενέσθαι αἰτίαν. ὡς δὲ ἤδη ἔνδοθεν ἐγενόμεθα τοῦ περιστῴου, ὁρῶμεν ῥύακα πυρὸς ἐπὶ τὴν ἐκκλησίαν εἰσρέοντα· ὁ γὰρ τῶν παρθένων χορὸς τὰς ἐκ κηροῦ λαμπάδας διὰ χειρὸς φέρουσαι στοιχηδὸν ἀλλήλαις κατὰ τὴν εἴσοδον τῆς ἐκκλησίας προῄεσαν,
6.11.1
τοῖς πυρσοῖς διόλου καταλαμπόμεναι. ἐντὸς δὲ γενόμενος καὶ συνησθεὶς τῷ λαῷ καὶ συνδακρύσας (ταῦτα γὰρ ἦν ἀμφότερα πάσχειν τῷ κἀν τῷ πλήθει βλέπειν τὰ δύο πάθη), ὁμοῦ τε τῶν εὐχῶν ἐπαυσάμην καὶ ταύτην τῇ ὁσιότητί σου τὴν ἐπιστολὴν διεχάραξα, ἐπισπεύδων ὡς οἷόν τε, τῷ τῇ δίψῃ καταναγκάζεσθαι προσασχοληθῆναι μετὰ τὸ γράμμα τῇ θεραπείᾳ τοῦ σώματος.